Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/127

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΡΓΟΝΑΥΤΙΚΩΝ Γ

μή πως ἠὲ παρ᾽ αἶσαν ἐτώσια μειλίξαιτο
πατρὸς ἀτυζομένην ὀλοὸν χόλον, ἠὲ λιτῇσιν
ἑσπομένης ἀρίδηλα καὶ ἀμφαδὰ ἔργα πέλοιτο. 615
Κούρην δ᾽ ἐξ ἀχέων ἀδινὸς κατελώφεεν ὕπνος
λέκτρῳ ἀνακλινθεῖσαν. ἄφαρ δέ μιν ἠπεροπῆες,
οἷά τ᾽ ἀκηχεμένην, ὀλοοὶ ἐρέθεσκον ὄνειροι.
τὸν ξεῖνον δ᾽ ἐδόκησεν ὑφεστάμεναι τὸν ἄεθλον,
οὔτι μάλ᾽ ὁρμαίνοντα δέρος κριοῖο κομίσσαι, 620
οὐδέ τι τοῖο ἕκητι μετὰ πτόλιν Αἰήταο
ἐλθέμεν, ὄφρα δέ μιν σφέτερον δόμον εἰσαγάγοιτο
κουριδίην παράκοιτιν· ὀίετο δ᾽ ἀμφὶ βόεσσιν
αὐτὴ ἀεθλεύουσα μάλ᾽ εὐμαρέως πονέεσθαι·
σφωιτέρους δὲ τοκῆας ὑποσχεσίης ἀθερίζειν, 625
οὕνεκεν οὐ κούρῃ ζεῦξαι βόας, ἀλλά οἱ αὐτῷ
προύθεσαν· ἐκ δ᾽ ἄρα τοῦ νεῖκος πέλεν ἀμφήριστον
πατρί τε καὶ ξείνοις· αὐτῇ δ᾽ ἐπιέτρεπον ἄμφω
τὼς ἔμεν, ὥς κεν ἑῇσι μετὰ φρεσὶν ἰθύσειεν.
ἡ δ᾽ ἄφνω τὸν ξεῖνον, ἀφειδήσασα τοκήων, 630
εἵλετο· τοὺς δ᾽ ἀμέγαρτον ἄχος λάβεν, ἐκ δ᾽ ἐβόησαν
χωόμενοι· τὴν δ᾽ ὕπνος ἅμα κλαγγῇ μεθέηκεν.
παλλομένη δ᾽ ἀνόρουσε φόβῳ, περί τ᾽ ἀμφί τε τοίχους
πάπτηνεν θαλάμοιο· μόλις δ᾽ ἐσαγείρατο θυμὸν
ὡς πάρος ἐν στέρνοις, ἀδινὴν δ᾽ ἀνενείκατο φωνήν· 635
«Δειλὴ ἐγών, οἷόν με βαρεῖς ἐφόβησαν ὄνειροι.
δείδια, μὴ μέγα δή τι φέρῃ κακὸν ἥδε κέλευθος
ἡρώων. περί μοι ξείνῳ φρένες ἠερέθονται.
μνάσθω ἑὸν κατὰ δῆμον Ἀχαιίδα τηλόθι κούρην·
ἄμμι δὲ παρθενίη τε μέλοι καὶ δῶμα τοκήων. 640
ἔμπα γε μὴν θεμένη κύνεον κέαρ, οὐκέτ᾽ ἄνευθεν
αὐτοκασιγνήτης πειρήσομαι, εἴ κέ μ᾽ ἀέθλῳ
χραισμεῖν ἀντιάσῃσιν, ἐπὶ σφετέροις ἀχέουσα

 613 μειλίξαιτο Brunck: μειλίσσ[αι/ετ]ο L: μειλίσσετο G: μειλίσαιτο vulg. 634 μόγις G 637 φέρῃ Paris. unus, Vind.: φέρει vulg.