Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/128

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΠΟΛΛΩΝΙΟΥ ΡΟΔΙΟΥ

παισί· τό κέν μοι λυγρὸν ἐνὶ κραδίῃ σβέσαι ἄλγος.»
 Ἦ ῥα, καὶ ὀρθωθεῖσα θύρας ὤιξε δόμοιο, 645
νήλιπος, οἰέανος· καὶ δὴ λελίητο νέεσθαι
αὐτοκασιγνήτηνδε, καὶ ἕρκεος οὐδὸν ἄμειψεν.
δὴν δὲ καταυτόθι μίμνεν ἐνὶ προδόμῳ θαλάμοιο,
αἰδοῖ ἐεργομένη· μετὰ δ᾽ ἐτράπετ᾽ αὖτις ὀπίσσω
στρεφθεῖσ᾽· ἐκ δὲ πάλιν κίεν ἔνδοθεν, ἄψ τ᾽ ἀλέεινεν 650
εἴσω· τηΰσιοι δὲ πόδες φέρον ἔνθα καὶ ἔνθα·
ἤτοι ὅτ᾽ ἰθύσειεν, ἔρυκέ μιν ἔνδοθεν αἰδώς·
αἰδοῖ δ᾽ ἐργομένην θρασὺς ἵμερος ὀτρύνεσκεν.
τρὶς μὲν ἐπειρήθη, τρὶς δ᾽ ἔσχετο, τέτρατον αὖτις
λέκτροισιν πρηνὴς ἐνικάππεσεν εἱλιχθεῖσα. 655
ὡς δ᾽ ὅτε τις νύμφη θαλερὸν πόσιν ἐν θαλάμοισιν
μύρεται, ᾧ μιν ὄπασσαν ἀδελφεοὶ ἠδὲ τοκῆες,
οὐδέ τί πω πάσαις ἐπιμίσγεται ἀμφιπόλοισιν
αἰδοῖ ἐπιφροσύνῃ τε· μυχῷ δ᾽ ἀχέουσα θαάσσει·
τὸν δέ τις ὤλεσε μοῖρα, πάρος ταρπήμεναι ἄμφω 660
δήνεσιν ἀλλήλων· ἡ δ᾽ ἔνδοθι δαιομένη περ
σῖγα μάλα κλαίει χῆρον λέχος εἰσορόωσα,
μή μιν κερτομέουσαι ἐπιστοβέωσι γυναῖκες·
τῇ ἰκέλη Μήδεια κινύρετο. τὴν δέ τις ἄφνω
μυρομένην μεσσηγὺς ἐπιπρομολοῦσ᾽ ἐνόησεν 665
δμωάων, ἥ οἱ ἑπέτις πέλε κουρίζουσα·
Χαλκιόπῃ δ᾽ ἤγγειλε παρασχεδόν· ἡ δ᾽ ἐνὶ παισὶν
ἧστ᾽ ἐπιμητιόωσα κασιγνήτην ἀρέσασθαι.
ἀλλ᾽ οὐδ᾽ ὧς ἀπίθησεν, ὅτ᾽ ἔκλυεν ἀμφιπόλοιο
μῦθον ἀνώιστον· διὰ δ᾽ ἔσσυτο θαμβήσασα 670
ἐκ θαλάμου θάλαμόνδε διαμπερές, ᾧ ἔνι κούρη
κέκλιτ᾽ ἀκηχεμένη, δρύψεν δ᾽ ἑκάτερθε παρειάς·
ὡς δ᾽ ἴδε δάκρυσιν ὄσσε πεφυρμένα, φώνησέν μιν·
«Ὤι μοι ἐγώ, Μήδεια, τί δὴ τάδε δάκρυα λείβεις;

 644 σβέσαι Madvig: σβέσοι codd. 648 ἐνὶ L G: ἐπὶ vulg. 651 τηΰσιοι Vat. unus, Pariss. duo vulg.: τήσιοι L: τηυσίην G 659 ἀκέουσα G 666 κουριζούσῃ Meineke