Σελίδα:Apollonii Rhodii Argonautica (1900).djvu/120

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΑΠΟΛΛΩΝΙΟΥ ΡΟΔΙΟΥ

δῆμον σφωιτέροισιν ὑπὸ σκήπτροισι δαμάσσαι.» 395
Ἴσκεν ὑποσσαίνων ἀγανῇ ὀπί· τοῖο δὲ θυμὸς
διχθαδίην πόρφυρεν ἐνὶ στήθεσσι μενοινήν,
ἤ σφεας ὁρμηθεὶς αὐτοσχεδὸν ἐξεναρίζοι,
ἦ ὅγε πειρήσαιτο βίης. τό οἱ εἴσατ᾽ ἄρειον
φραζομένῳ· καὶ δή μιν ὑποβλήδην προσέειπεν· 400
«Ξεῖνε, τί κεν τὰ ἕκαστα διηνεκέως ἀγορεύοις;
εἰ γὰρ ἐτήτυμόν ἐστε θεῶν γένος, ἠὲ καὶ ἄλλως
οὐδὲν ἐμεῖο χέρηες ἐπ᾽ ὀθνείοισιν ἔβητε,
δώσω τοι χρύσειον ἄγειν δέρος, αἴ κ᾽ ἐθέλῃσθα,
πειρηθείς. ἐσθλοῖς γὰρ ἐπ᾽ ἀνδράσιν οὔτι μεγαίρω, 405
ὡς αὐτοὶ μυθεῖσθε τὸν Ἑλλάδι κοιρανέοντα.
πεῖρα δέ τοι μένεός τε καὶ ἀλκῆς ἔσσετ᾽ ἄεθλος,
τόν ῥ᾽ αὐτὸς περίειμι χεροῖν ὀλοόν περ ἐόντα.
δοιώ μοι πεδίον τὸ Ἀρήιον ἀμφινέμονται
ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντες· 410
τοὺς ἐλάω ζεύξας στυφελὴν κατὰ νειὸν Ἄρηος
τετράγυον, τὴν αἶψα ταμὼν ἐπὶ τέλσον ἀρότρῳ
οὐ σπόρον ὁλκοῖσιν Δηοῦς ἐνιβάλλομαι ἀκτήν,
ἀλλ᾽ ὄφιος δεινοῖο μεταλδήσκοντας ὀδόντας
ἀνδράσι τευχηστῇσι δέμας· τοὺς δ᾽ αὖθι δαΐζων 415
κείρω ἐμῷ ὑπὸ δουρὶ περισταδὸν ἀντιόωντας.
ἠέριος ζεύγνυμι βόας, καὶ δείελον ὥρην
παύομαι ἀμήτοιο. σύ δ᾽, εἰ τάδε τοῖα τελέσσεις,
αὐτῆμαρ τόδε κῶας ἀποίσεαι εἰς βασιλῆος·
πρὶν δέ κεν οὐ δοίην, μηδ᾽ ἔλπεο. δὴ γὰρ ἀεικὲς 420
ἄνδρ᾽ ἀγαθὸν γεγαῶτα κακωτέρῳ ἀνέρι εἶξαι.»
Ὧς ἄρ᾽ ἔφη· ὁ δὲ σῖγα ποδῶν πάρος ὄμματα πήξας
ἧστ᾽ αὔτως ἄφθογγος, ἀμηχανέων κακότητι.
βουλὴν δ᾽ ἀμφὶ πολὺν στρώφα χρόνον, οὐδέ πῃ εἶχεν
θαρσαλέως ὑποδέχθαι, ἐπεὶ μέγα φαίνετο ἔργον· 425

 397 ἐνὶ Pariss. tres: ἐπὶ vulg. 401 ἀγορεύοις Paris. unus: ἀγορεύεις vulg. 404 αἴ Paris. unus: ἤν vulg. 413 ἀκτῇ L G