Σελίδα:Νεοελληνική Φιλολογία.pdf/30

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
24
ΤΜΗΜΑ ΠΡΩΤΟΝ.

ξεν αὐτὰς εἰς τὸν σουλτάνον, ὅστις διέταξεν ἵνα γυμνὰ καὶ ἄταφα μείνωσι τὰ πτώματα τῶν Νοταράδων[1].

Ἰωάννης ὁ Μόσχος, ἀνὴρ σύγχρονος, περιπαθέστατα περιγράφει τὴν τραγικὴν ἐκείνην σκηνήν. «Ὡς δὲ ὁ δήμιος ἤδη παρὼν τὸ πρόσταγμα τοῦ βαρβάρου τυράννου ἐζήτει ποιεῖν, τό τε ξίφος ἔφερε τῇ χειρὶ, καὶ ἀνελεῖν ἕτοιμος ἦν αὐτὸν ἅμα καὶ τοὺς παῖδας, ἔχαιρέ τε καὶ ἠγαλλιάσατο (ὁ Νοταρὰς) ἀντὶ τούτου τοῦ ἐπικήρου βίου τὸν ἀΐδιον ἐκεῖνον μέλλων βιοῦν. Ὡς δ’ ἕνα τούτων ἑώρα πρὸς τὸν θάνατον ἀποδειλιῶντα καὶ δέει, ὥσπερ εἰκὸς, κατεχόμενον, πρὸς μὲν τὸν δήμιον—ὢ γενναιοτάτης ἐκείνης ψυχῆς! ὢ φρονήματος σταθερωτάτου καὶ μυρίων ἐπαίνων καὶ θαυμάτων ἀξίου!—ἐπίσχες, ἔφη, μικρὸν· πρὸς δὲ τὸν ὀκνοῦντα καὶ δεδιότα υἱὸν, ποῦ σοι, ἔλεγεν, ὦ φίλτατε, ἡ πρὸς τὸν πατέρα αἰδώς; ποῦ ἡ στοργὴ καὶ διάθεσις; ποῦ αἱ πολλαὶ ὑποσχέσεις, ὑπέσχου πολλάκις, ὑπὲρ ἐμοῦ προθύμως ἀποθανεῖν; ποῦ τὸ φίλτρον; ποῦ τίθης τὸ μαρτύριον τῶν ἀκουσάντων σου ταῦτα; Ἢ τοὺς ἀνθρώπους μόνον ὑπολαμβάνεις ἐκεῖνα ἀκηκοέναι, Θεὸν δὲ μὴ εἰδέναι, μηδὲ παρὰ. σοῦ τὴν ὑπόσχεσιν. ἣν μοι πολλάκις ὑπέσχου, ζητεῖν ἐν τῇ τῆς φρικτῆς αὐτοῦ παρουσίας ἡμέρᾳ; ποῦ πατρὶς, τέκνον; ποῦ περιφάνεια γένους; ποῦ βασιλεία Ῥωμαίων; ποῦ ἠθῶν εὐκοσμία; καὶ σεμνότης καὶ εὐταξία; οὐχ ὁρᾷς ὡς ἀπόλωλε πάντα; Φρόνημα τοίνυν εὐσταθὲς καὶ γενναῖον καὶ σοὶ προσῆκον ἀναλαβὼν, φάνηθι θανάτου καταφρονῶν. Ἐγγὺς ὁ κοινὸς δεσπότης· ἀμείψεταί σε δωρεαῖς ἀγαθαῖς, τὰς πρὸς ἐμὲ σου τὸν πατέρα ὑποσχέσεις ἀποπληροῦντα. Τοιαῦτα εἰπὼν, καὶ τὸ τοῦ νέου φρόνημα νεανικὸν καὶ ἀπτόητον καταστήσας, τούτους, φησὶ τῷ δημίῳ, πρότερον ἀνελὼν, ὕστερον ἐμὲ δράσεις ταὐτά. Ὢ Θείας καὶ μεγαλοπρεποῦς ἐκείνης ψυχῆς! ὢ γενναιότητος! ὢ φιλοτεκνίας! ὢ πατρικῆς διαθέσεως. Συνεφείλκετο καὶ τοὺς παῖδας ἀποθανεῖν, ἢ ζῶντας καταλιπεῖν καὶ ἀντὶ τῆς εὐσεβείας ἄλλο τι βουλεύσασθαι, δεδιὼς, ὡς ἔοικε, μήπως φανῇ κἂν τῷ τέλει τοῦ βίου τῆς ἐκείνων κηδεμονίας ὀλιγωρεῖν. Ὡς οὖν ἐκείνους πρώτους ἀνεῖλεν ὁρῶντος ὁ δήμιος, δόξα σοι, χαίρων εἶπε, Χριστὲ βασιλεῦ· καὶ τὰς χεῖρας


  1. Δούκα, Ἱστορία, σελ. 93, 196, 264, 293, 303—6. Φραντζῆ Χρονικὸν, σελ. 118, 193, 221—30, 234, 262—3, ϗ 291. Σημειωτέον, ὅτι ὁ Φραντζῆς, ἕνεκα τῶν μετὰ τοῦ Νοταρᾶ διενέξεων, δὲν ἐκτίθησιν ἀμερολήπτως τὰ περὶ τοῦ θανάτου αὐτοῦ.