Σελίδα:Νεοελληνική Φιλολογία.pdf/11

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
5
ΔΕΚΑΤΟΣ ΠΕΜΠΤΟΣ ΑΙΩΝ.

δης λόγος μετὰ τῶν ἀνθρώπων γεγενημένος ἀναμφισβήτως καὶ καθαρῶς πιστεύειν ἐδίδαξε, ποῦ νῦν ὅσιον αὖθις θεοποιεῖν, καὶ τὴν ἀλόγιστον ἐκείνην θεοποιΐαν ἀναζωπυρεῖν ἀπεσβεσμένην πειρᾶσθαι, καὶ θεῶν τινων ἀναγνωρισμοὺς ἐκ φιλοσοφίας ὑπὲρ τὴν ποιητῶν διάστροφον γνώμην, καὶ ἀγιστείας εὐσταλεῖς, ὡς αὐτοί φασι, καὶ νόμους ἠθῶν καὶ διαίτης ὑφ’ ἡγεμόνι Ζωροάστρῃ καὶ Πλάτωνι καὶ τοῖς ἐκ στοᾶς, καὶ τοιαύτην τινα λόγων ὁμίχλην αὖθις συνάγειν; ἧς ταῖς τῆς ἱερᾶς διδασκαλείας ἀκτῖσι θείως ἐσκεδασμένης, πρὸς τὰς τῆς ὑπερφυοῦς ἀληθείας αὐγὰς ἡ τῶν ἀνθρώπων φύσις ἀνέλαμψεν. Ἐκεῖνα μὲν οὖν εἰ συμβαίη μοι ἐς χεῖρας πάντα ἐλθεῖν φλυαρίαν ὄντα δείξω μακρὰν, καὶ πολλοὶ δείξουσιν· ἀλλὰ γένοιτο κᾀμοὶ τοῦτον ἐνστήσασθαι τὸν ἀγῶνα, καὶ μὴ πῦρ, ἀλλὰ λόγους μᾶλλον ἀληθείας ἐπαφεῖναι τοῖς γράμμασιν, ὡς τοῖς γράψασι μᾶλλον πρέποντος τοῦ πυρός»[1].

Ὁ Πλήθων ἐν τῷ θρυλλουμένῳ συγγράμματί του συνέπτυξε τὰς ἰδέας τοῦ Πλάτωνος, μετὰ τῶν τοῦ Ζωροάστρου, τῶν Στωϊκῶν, τῶν νεοπλατωνικῶν καὶ ἄλλων, προσθεὶς καὶ ἰδίας. Βάσις τούτου εἶναι ἡ ἑλληνικὴ πολυθεΐα ὀλίγον διεῤῥυθμισμένη, καὶ πολιτικὴ καὶ κοινωνικὴ ἀναδιοργάνωσις. Συνέκειτο ἐκ τριῶν βιβλίων, ἀποτελουμένων ἐξ ἑκατὸν ἑνὸς κεφαλαίων. Προλογίζεται δ’ ὡς ἑξῆς: «Τάδε συγγέγραπται περὶ νόμων καὶ πολιτείας τῆς ἀρίστης, ᾗ ἂν διανοούμενοι ἄνθρωποι καὶ ἄττ’ ἂν καὶ ἰδίᾳ καὶ κοινῆ μετιόντες τε καὶ ἐπιτηδεύοντες, ὡς δυνατὸν, ἀνθρώπων κάλλιστα τε καὶ ἄριστα βιῷεν, καὶ εἰς ὅσον οἷόν τε εὐδαιμονέστατα». Ἐν ἀρχῇ δ’ εὕρηται ἡ ἑξῆς συγκεφαλαίωσις· «Ἡ βίβλος ἥδε περιέχει, θεολογίαν μὲν τὴν κατὰ Ζωροάστρην τε καὶ Πλάτωνα, ὀνομαζομένων τῶν διὰ φιλοσοφίας ἀναγνωριζομένων θεῶν τοῖς πατρίοις τοῖς Ἕλλησι θεῶν ὀνόμασιν, ἑλκομένοις ἑκάστοις ἐκ τοῦ οὐ πάνυ τοι συνῳδοῦ φιλοσοφία, διὰ τὰς ὑπὸ τῶν ποιητῶν διαστροφὰς, ἐπὶ τὸ ὡς μάλιστα δὴ φιλοσοφίᾳ συνῳδόν. Ἠθικὰ κατὰ τε τοὺς αὐτοὺς σοφοὺς καὶ ἔτι μὴν τοὺς Στωϊκούς. Πολιτείαν δὲ Λακωνικὴν, ἀφῃρημένου μὲν αὐτῆς τοῦ ἄγαν τῆς σκληραγωγίας καὶ τοῖς γε πολλοῖς οὐκ εὐπαραδέκτου, προστιθεμένης δὲ τῆς ἐν τοῖς ἄρχουσι μάλιστα φιλοσοφίας, τοῦ κρατίστου δὴ τούτου τῶν Πλατωνικῶν πολιτευμάτων. Ἀγιστείας εὐσταλεῖς, καὶ οὔτε περιέργους, οὐδ’ αὖ τοῦ δέοντος ἐκλιπεῖς. Φυσικὰ δὲ δὴ κατὰ Ἁριστοτέλην


  1. Πρὸς Πλήθωνα, κατὰ Ἑλλήνων.