τοὺς λοιποὺς Πατριάρχας, καθὼς καὶ οὗτοι ἀναγορευόμενοι τὸ αὐτὸ ποιήσουσιν.
Οὐ μὴν ἀλλὰ καὶ ἐν τοῖς συμπίπτουσιν ἐκκλησιαστικοῖς πράγμασι, τοῖς δεομένοις συσκέψεως καὶ συμπράξεως πρὸς κρείττονα οἰκονομίαν καὶ στηριγμὸν τῆς ὀρθοδόξου ἐκκλησίας, ἤρεσεν, ἵνα ἡ μὲν ἐν Ἑλλάδι ἱερὰ Σύνοδος ἀναφέρηται πρὸς τὸν Οἰκουμενικὸν Πατριάρχην καὶ τὴν περὶ αὐτὸν ἱερὰν σύνοδον· ὁ δὲ Οἰκουμενικὸς Πατριάρχης μετὰ τῆς περὶ αὐτὸν ἁγίας καὶ ἱερᾶς συνόδου παρέχῃ προθύμως τὴν ἑαυτοῦ σύμπραξιν, ἀνακοινῶν τὰ δέοντα πρὸς τὴν ἱερὰν Σύνοδον τῆς ἐκκλησίας τῆς Ἑλλάδος.
Τὰ δὲ πρὸς τὴν ἐσωτερικὴν ἐκκλησιαστικὴν διοίκησιν ἀφορῶντα, οἵα, φερ’ εἰπεῖν, τὰ περὶ ἐκλογῆς καὶ χειροτονίας ἀρχιερέων, περὶ ἀριθμοῦ αὐτῶν καὶ ὀνομασίας τῶν θρόνων αὐτῶν, περὶ χειροτονίας ἱερέων καὶ ἱεροδιακόνων. περὶ γάμου καὶ διαζυγίου, περὶ διοικήσεως μοναστηρίων, περὶ εὐταξίας καὶ ἐκπαιδεύσεως τοῦ ἱεροῦ κλήρου, περὶ τοῦ κηρύγματος τοῦ θείου λόγου, περὶ ἀποδοκιμασίας ἀντιθρησκευτικῶν βιβλίων, ταῦτα πάντα καὶ τὰ τοιαῦτα κανονισθήσονται παρὰ τῆς ἱερᾶς Συνόδου διὰ συνοδικῆς πράξεως, μὴ ἀντιβαινούσης τὸ παράπαν τοῖς ἱεροῖς κανόσι τῶν ἁγίων καὶ ἱερῶν συνόδων καὶ τοῖς πατροπαραδότοις ἐθίμοις, καὶ ταῖς διατυπώσεσι τῆς ὀρθοδόξου Ἀνατολικῆς ἐκκλησίας.
Ἐπ’ αὐτοῖς οὖν τοῖς ὅροις αὕτη ἡ ἀρχῆθεν καλλιγόνος μήτηρ, ἡ «ὡς ἄμπελος εὐθυνοῦσα ἐν τοῖς κλίτεσι τοῦ οἴκου Κυρίου,» ἡ ἐν Κωνσταντινουπόλει Μεγάλη τοῦ Χριστοῦ Ἐκκλησία, ἐν ἁγίῳ Πνεύματι συνοδικῶς ἀποφαινομένη, ἀναγορεύει καὶ κηρύττει τὴν ἐν Ἑλλάδι ἐκκλησίαν αὐτοκέφαλον, καὶ τὴν ἐν αὐτῇ Σύνοδον ἀδελφὴν ἐν πνεύματι ἑαυτῆς τε καὶ πάσης ἄλλης ἀνὰ μέρος ὀρθοδόξου ἐκκλησίας.
Ἔτι ἀναγνωρίζει πλήρη καὶ κυρίαν καὶ ἀποστολικὴν τὴν, ψήφῳ καὶ δοκιμασίᾳ τῶν ἐν Ἑλλάδι ἱερωτάτων μητροπολιτῶν καὶ ἀρχιεπισκόπων καὶ ἐπισκόπων, γινομένην χειροτονίαν, ἣν ἔλαβον ἐντεῦθεν ἀπὸ τοῦ ἀποστολικοῦ οἰκουμενικοῦ τούτου θρόνου, ἢ καὶ ἀφ’ ἑτέρου ἀποστολικοῦ θρόνου, ἢ καὶ συνόδων αὐτοκεφάλων τῶν ἐν τῷ ὀρθοδόξῳ πληρώματι.