Σελίδα:Ιστορία του Όθωνος Βασιλέως της Ελλάδος (1832-1862).pdf/467

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
467
ΟΘΩΝΟΣ

λάδος ὀρθόδοξος ἐκκλησία, ἀρχηγὸν ἔχουσα τὴν κεφαλήν, ὡς καὶ πᾶσα ἡ καθολικὴ καὶ ὀρθόδοξος ἐκκλησία, τὸν Κύριον καὶ Θεὸν καὶ Σωτῆρα ἡμῶν Ἰησοῦν Χριστόν, ὑπάρχῃ τοῦ λοιποῦ κανονικῶς αὐτοκέφαλος, ὑπερτάτην ἐκκλησιαστικὴν ἀρχὴν γνωρίζουσα Σύνοδον διαρκῆ, συνισταµένην ἐξ ἀρχιερέων, προσκαλουμένων ἀλληλοδιαδόχως, κατὰ τὰ πρεσβεῖα τῆς χειροτονίας, πρόεδρον ἔχουσαν τὸν κατὰ καιρὸν ἱερώτατον μητροπολίτην Ἀθηνῶν καὶ διοικοῦσαν τὰ τῆς ἐκκλησίας, κατὰ τοὺς θείους καὶ ἱεροὺς κανόνας, ἐλευθέρως καὶ ἀκωλύτως ἀπὸ πάσης κοσμικῆς ἐπεμβάσεως. Οὕτω δὴ καὶ ἐπὶ τούτοις καθισταµένην διὰ τοῦ παρόντος συνοδικοῦ τόμου τὴν ἱερὰν ἐν Ἑλλάδι Σύνοδον, ἐπιγινώσκομεν αὐτὴν καὶ ἀνακηρύττομεν πνευματικὴν ἡμῶν ἀδελφήν, καὶ πᾶσι τοῖς ἁπανταχοῦ εὐσεβέσι καὶ ὀρθοδόξοις τέκνοις τῆς μιᾶς, ἁγίας, καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ἐπισυνιστῶμεν ὡς τοιαύτην τοῦ λοιποῦ ἀναγνωρίζεσθαι καὶ μνημονεύεσθαι τῷ ὀνόματι Ἱερὰ Σύνοδος τῆς ἐκκλησίας τῆς Ἑλλάδος· δαψιλεύοµεν δὲ αὐτῇ καὶ πάσας τὰς προνοµίας, καὶ πάντα τὰ κυριαρχικὰ δικαιώματα, τὰ τῇ ἀνωτάτῃ ἐκκλησιαστικῇ ἀρχῇ παρορμαρτοῦντα, ἵνα τοῦ λοιποῦ μνημονεύηται ὑπὸ τῶν ἐν Ἑλλάδι ἀρχιερέων ἐν ταῖς ἰδίαις ἐπαρχίαις ἱερουργούντων, τοῦ προέδρου αὐτῆς μνημονεύοντος «Πάσης ἐπισκοπῆς ὀρθοδόξων», καὶ χορηγῇ τὰς πρὸς χειροτονίαν ἀρχιερέων ἀπαιτουμένας κανονικὰς ἐκδόσεις.

Ἵνα δὲ ἡ κανονικὴ ἑνότης πρός τε τὴν ἐν Κωνσταντινουπόλει Μεγάλην Ἐκκλησίαν, καὶ πρὸς τὰς λοιπὰς ὀρθοδόξους τοῦ Χριστοῦ ἐκκλησίας διατηρῆται, κατὰ τοὺς θείους καὶ ἱεροὺς κανόνας καὶ τὰ πατροπαράδοτα ἔθιμα τῆς καθολικῆς ὀρθοδόξου ἐκκλησίας, ὀφείλει ἡ ἱερὰ Σύνοδος τῆς ἐκκλησίας τῆς Ἑλλάδος μνημονεύειν ἐν τοῖς ἱεροῖς διπτύχοις τοῦ τε κατὰ καιρὸν Οἰκουμενικοῦ Πατριάρχου καὶ τῶν λοιπῶν τριῶν Πατριαρχῶν, κατὰ τάξιν, καθὼς καὶ πάσης ἐπισκοπῆς ὀρθοδόξων· λαμβάνειν δέ, ὁσάκις ἂν χρῄζῃ, καὶ τὸ ἅγιον Μῦρον παρὰ τῆς ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας.

Κατὰ δὲ τὰς κανονικὰς καὶ πατροπαραδότους διατυπώσεις, ὁ πρόεδρος τῆς ἱερᾶς Συνόδου, ἀναγορευόμενος ὀφείλει ἐπιστέλλειν τὰ ἀναγκαῖα συνοδικὰ γράμματα πρός τε τὸν Οἰκουμενικὸν καὶ πρὸς