Σελίδα:Ελληνομνήμων Αρ.1 (1843).djvu/28

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
28
ΕΛΛΗΝΟΜΝΗΜΩΝ

τὰ δὲ τὴν ἐντεῦθεν ἀπαλλαγὴν, τῆς πρόσωπον πρὸς πρόσωπον αὐτοψίας καταξιωθῆναι τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα αἰώνιος· Ἀμήν.


Ἐπίγραμμα εἰς τὴν βίβλον καὶ εἰς τοὺς γράψαντας.

Τείρεσι μὲν πόλος ἔστεπται πολυδαίδαλος οὗτος,
Γαῖα δὲ κεύθει ἐν κενεῶσιν ἀπείρονα αὖθις,

Χρώματα λευκῶν, ἥδ’ ἐπιμίκτων χρύσεα πλεῖστα·
Κᾄλλων ὅσσα τ' ἔνερθεν ἔχει μυχίοισι βάθεσσιν.

Εἶτ' ἅδ’ ἐπ’ ὄψιν ἀπείρατα ἄνθεα καττ’ ἐνιαυτὸν
Ὥρη εἴαρος ἀκτὴν φύσιος ἠμάτερός τε. (οὕτω)·

Ζωγραφικὴ ἕξις δὲ φύσιν ζηλώσασα πάντη,
Ὡς πάντ’ ἤλασεν ἄνθεα κόσμου ὥστε πορίζειν

Οὐρανίους χάριτας χθονίοισιν ἄνερσιν ἐπ' αἶαν
Ἃς Λιονάρδος ὁ Βίντζιος εἰληφὼς παρὰ πάντας.

Σύν τε Λέων καύχημα ἔχει εἰς ἀπείρονα καιρὸν,
Θησαυροὺς ἀδαπανέας ἐνθάδε αἰρυσάμενος. (οὕτω).

Ἤγαγε δ’ εἰς φάος αὖθι Παναγιώτης Θαλάμηθεν
Κλεινὸς Δοξαρᾶς, ἀριπρηπὴς, ἰδμοσύνη τε.

ᾯ χάριν ἴσχειν ὠφείλετε πάντες ζωογραφῆες·
Τῷ γὰρ κῦδος φέρτερον οὐρανόθεν Θεὸς ἦκεν.

Τῆς ὑμετέρας εὐλαβείας ὑπήκοος
Λεόντιος εὐτελής.