Σελίδα:Διήγησις ακριβής όπως εβαπτίσθη το των Ρώσσων Έθνος.djvu/9

Από Βικιθήκη
Αυτή η σελίδα έχει εγκριθεί.
— 7 —

τονταετηρίδος, ὁπότε ὁ Ῥαγουσαῖος Ἄνσελμος Βανδούριος, εἷς τῶν σοφωτέρων πρεσβυτέρων καὶ μοναχῶν τοῦ τῶν Βενεδικτινῶν τάγματος, περί τε τὴν βυζαντινὴν ἀρχαιολογίαν ἐφάμιλλος Δουκαγγίου τοῦ χαλκεντέρου, εὑρὼν ἐν τῷ ὑπ’ ἀριθ. 4432 Κολβερτινείῳ κώδικι τῆς τῶν Παρισίων βιβλιοθήκης μέρος μόνον τῆς τοῦ πράγματος ἱστορίας, καθ’ ὅσον ὃ κῶδιξ αὐτὸς ἐλλιπής ἐστιν ἐν ἀρχῇ ὑπὲρ τὸ τέταρτον τοῦ ὅλου, ἐξέδωκεν αὐτὴν ἐν τῷ Imperium Orientale sive Antiquitates Constantinopolitanæ 1721, τόμ. Β΄, σελ. 62-65. Ἀπὸ τούτου δὲ λαβὼν καὶ ὃ κλεινὸς τῆς ῥωσικῆς αὐτοκρατορίας ἱστοριογράφος Καραμζῖνος μετήνεγκεν ἐν ταῖς σημειώσεσι τῆς κατ’ αὐτὸν Ἱστορίας.

Περισωθείσης δ’ εὐτυχῶς πλήρους τῆς τοῦ γεγονότος ἱστορίας ἐν τῇ βιβλιοθήκῃ τῆς ἐν Πάτμῳ γεραρᾶς καὶ βασιλικῆς μονῆς τοῦ Θεολόγου, καὶ ἐν τῷ ΧΛΔ΄ τεύχει τῆς ΙΕ΄ ἑκατονταετηρίδος, ἐκομισάμεθα ἀντίγραφον ἐπιμελῶς γεγραμμένον παρὰ τοῦ ἐλλογίμου καὶ φιλτάτου ἡμῖν βιβλιοφύλακος Ἱεροθέου Φλωρίδου, καθ’ ὃ καὶ προκύπτει ἤδη εἰς φῶς ἡ παροῦσα ὁλομελὴς ἔκδοσις.

Φαίνεται δὲ ἡ Διήγησις συνταχθεῖσα μὲν οὐχὶ συγχρόνως τοῖς ἱστορουμένοις, ὡς αὐτὸς οὗτος ὁ συντάξας δηλοῖ διὰ τῶν δε τῶν λόγων: «και γάρ, ὡς ὁ