Σελίδα:Διήγησις ακριβής όπως εβαπτίσθη το των Ρώσσων Έθνος.djvu/8

Από Βικιθήκη
Αυτή η σελίδα έχει εγκριθεί.
— 6 —

πτυσιν τῆς ζοφερᾶς πλάνης τῆς ἀπιστίας καί ἀποδοχὴν τοῦ σωτηρίου κηρύγματος τῆς χριστιανικῆς πίστεως· ἐφ’ ᾧ δὴ καὶ καταβᾶσα, ὡς εἴρηται, κατὰ τὸ ἔτος εἰς τὴν βασιλίδα τῶν πόλεων, καὶ διὰ πάσης τιμῆς δεκτὴ γενομένη ἐν τοῖς βασιλείοις, προςηκόντως τε κατηχηθεῖσα ὑπὸ τοῦ πατριάρχου Πολυεύκτου καὶ βαπτισθεῖσα ἀπῆλθεν εἰς τὰ ἴδια[1], τὴν ἔνθεον ἑαυτῆς ψυχὴν περιέπουσα, καὶ πᾶσι τοῖς περὶ αὐτὴν τὰ οὐράνια τοῦ Εὐαγγελίου διδάγματα ἐξαγγέλλουσα, καὶ οὕτω δὴ προπαρασκευάζουσα αὐτούς ὅπως ἀνοίξωσι τάχιον τοὺς ἐκ τῆς ζοφώδους πλάνης ἐσκοτισμένους νοεροὺς αὑτῶν ὀφθαλμούς, καὶ ἴδωσι τὸ ἀληθινὸν φῶς τὸ τούς πιστοὺς φωτίζον καὶ ἁγιάζον. Πρῶτος ὅμως, ὁ περὶ λήγουσαν τὴν ἑβδόμην δεκάδα τῆς αὐτῆς ἑκατονταετηρίδος βαπτισθεὶς καὶ τὴν χριστιανικὴν πίστιν εἰς θρησκείαν τοῦ κράτους καὶ ἅπαντος τοῦ ῥωσικοῦ ἔθνους ἀνακηρύξας, ὑπῆρξε Βλαδίμηρος ὁ τῆς Ὄλγας υἱιδοῦς, ὁ καὶ ἰσαπόστολος διὰ τοῦτο κληθεὶς καὶ ἐν ἁγίοις ὑπὸ τῆς ῥωσικῆς Ἐκκλησίας γεραιρόμενος.

Εἴπομεν ἀνωτέρω, ὅτι τοῦ λαμπροῦ τούτου γεγονότος ἡ ἱστορία καθ’ ὅλας αὐτῆς τὰς λεπτομερείας ἐλάνθανε τούς πάντας μέχρι τῆς ΙΗ΄ ἀρχομένης ἑκα-

  1. Ἴδε Κωνστ. Πορφυρ. Ἔκθ. τῆς βασιλ. τάξ. Β΄, σελ. 574 Bonn. — Ζωναρ. ΙΗ΄, κα΄. — Κεδρην. σελ. 329.