Μετάβαση στο περιεχόμενο

Σελίδα:Διήγησις ακριβής όπως εβαπτίσθη το των Ρώσσων Έθνος.djvu/24

Από Βικιθήκη
Αυτή η σελίδα έχει εγκριθεί.
— 22 —

τῶν Ῥωσσῶν, καὶ ἡμεῖς θεασώμεθα, καὶ μάλιστα ὁποῖον λέγεις ἐν τῇ καμίνῳ τῶν Τριῶν Παίδων γενέσθαι, οὐκ ἄν σοι ὅλως πιστεύσωμεν. Ὁ δὲ τῷ ἀψευδεῖ πιστεύσας λόγῷ τοῦ εἰπόντος ὅτι: «ὅ ἐὰν αἰτήσησθε ἐν τῷ ὀνόματί μου, λήψεσθε»[1]· καί: «ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγώ ποιῶ κἀκεῖνος ποιήσει, [καὶ] μείζονα τούτων ποιήσει»[2], ἔφη πρὸς αὐτούς·— Εἰ καὶ μὴ ἔξεστιν ἐκπειράζειν Κύριον τὸν Θεόν[3], ὅμως εἰ ἐκ ψυχῆς διεγνώκατε προςελθεῖν τῷ Θεῷ, αἰτήσασθε ὅπερ βούλεσθε, καὶ ποιήσει τοῦτο πάντως διὰ τὴν αἴτησιν ὑμῶν ὁ Θεός, κἂν ἡμεῖς ἐλάχιστοι καὶ ἀνάξιοι. Οἱ δὲ εὐθέως ᾐτήσαντο τὴν τοῦ θείου Εὐαγγελίου πυκτίδα ἐν τῇ παρ’ αὐτῶν ἀναφθείσῃ ῥιφῆναι πυρκαϊᾷ, καὶ εἰ ἀβλαβὴς αὕτη τηρηθείη, προςελθεῖν καὶ αὐτοὺς τῷ παρ’ αὐτοῦ κηρυσσομένῳ Θεῷ.

Ἔδοξε ταῦτα· καὶ τοῦ ἱερέως[4] πρὸς Θεὸν τοὺς ὀφθαλμοὺς καὶ τὰς χεῖρας ἐπάραντος, καί: Δόξασόν σου τὸ ἅγιον ὄνομα, Ἰησοῦ Χριστὲ ὁ Θεὸς

  1. Ἰωάν. ιδ΄, 13.
  2. Ὁ αὐτ. ιδ΄, 12.
  3. Δευτερονομ. ς΄, 16.
  4. Γραπτέον: ἀρχιερέως.