Ρωμαϊκή Αρχαιολογία/ς/61

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Κεφάλαια 61–70
Συγγραφέας: Διονύσιος ο Αλικαρνασσεύς
Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ς΄
Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885.


ΚΕΦΑΛΑΙΟΝ ΞΑ΄

[1] καὶ πρὸς μὲν τὰς ὑπὸ τούτου ῥηθείσας διαβολὰς ἀρκεῖ τὰ εἰρημένα, ὑπὲρ δ᾽ ὧν βουλευσόμενοι συνεληλύθατε δοκεῖ μοι δίκαιά τ᾽ εἶναι καὶ τῆς πόλεως ἄξια καὶ συμφέροντα ὑμῖν, οὐ μόνον ἃ ἐν ἀρχαῖς ἀπεφηνάμην, ἀλλὰ καὶ νῦν ἐπὶ τῆς αὐτῆς γνώμης ἐπιμένων ἀποφαίνομαι, μὴ συγχεῖν τὸν κόσμον τῆς πολιτείας, μηδὲ κινεῖν ἔθη πατέρων ἀκίνητα, μηδ᾽ ἀναιρεῖν ἐξ ἀνθρώπων πίστιν ἱερὸν χρῆμα, μεθ᾽ ἧς ἅπασα πόλις [p. 353] οἰκεῖται ἀσφαλῶς, δήμῳ τε μὴ εἴκειν ἀγνώμονι ἀδίκων ἔργων καὶ ἀθεμίτων χρῄζοντι· [2] καὶ οὐχ ὅπως ὑποκατακλίνομαί τι τῆς γνώμης φόβῳ τῶν διαφόρων, οἳ τὸ ἐν τῇ πόλει δημοτικὸν ἐπ᾽ ἐμοὶ συνιστάντες δεδίττονταί με, ἀλλὰ πολὺ μᾶλλον ἢ πρότερον ἔρρωμαι τὴν ὀργὴν καὶ ἀγανακτῶ τοῖς αἰτήμασι τοῦ δήμου διπλασίως· ὑμῶν τ᾽ ὦ βουλή, τὸ παράλογον τῆς γνώμης τεθαύμακα, ὅτι οὐκ ἐπιτρέψαντες αὐτῷ, ὅτε οὔπω φανερὸς ἦν πολέμιος, χρεῶν ἀποκοπὰς καὶ κατακριμάτων ἀφέσεις αἰτουμένῳ, νῦν ἐπεὶ ἐν τοῖς ὅπλοις ἐστὶ καὶ τὰ πολεμίων δρᾷ, ταῦτ᾽ εἰ συγχωρήσετε βουλεύεσθε καὶ ὅ τι κἂν ἄλλο τι αὐτῷ δοκῇ· δόξει δὲ δήπου, καὶ πρῶτον ποιήσεται τῶν ἀξιουμένων, ἰσότιμον εἶναι καὶ [3] τῶν αὐτῶν ἡμῖν μετέχειν. οὐκοῦν εἰς δημοκρατίαν περιστήσεται τὰ πράγματα τὴν ἀμαθεστάτην, ὥσπερ ἔφην, τῶν ἐν ἀνθρώποις πολιτειῶν καὶ ὑμῖν ἀσύμφορον τοῖς ἀξιοῦσιν ἄρχειν ἑτέρων; οὐκ, ἐάν γε σωφρονῆτε ὑμεῖς. ἢ πάντων ἂν εἴητε ἀφρονέστατοι, εἰ πρὸς ἑνὸς ἄρχεσθαι τυραννικοῦ ἀνδρὸς οὐκ ἀνασχετὸν ἡγησάμενοι δήμῳ τυραννίδι πολυκεφάλῳ νῦν ὑμᾶς αὐτοὺς παραδώσετε, καὶ ταῦτ᾽ οὐ μετὰ χαρίτων αὐτῷ πείθοντι συγχωρήσετε ὑπό τ᾽ ἀνάγκης κρατηθέντες καὶ ὡς οὐκ ἐξὸν ἄλλο τι δρᾶν νῦν ἡμῖν παρὰ γνώμην [p. 354] [4] εἴξαντες. ὅταν δὲ τὸ ἀνόητον ἀντὶ τοῦ κολάζεσθαι ἐφ᾽ οἷς ἂν πλημμελήσῃ καὶ τὸ τιμᾶσθαι δι᾽ αὐτὰ προσλάβῃ, πῶς δοκεῖτε αὔθαδες ἔσται καὶ ὑπερήφανον; μὴ γὰρ δὴ ἐκείνῃ τῇ ἐλπίδι ἐπαίρεσθε, ὡς μετριάσει περὶ τὰς ἀξιώσεις ὁ δῆμος, ἐὰν φανερὸν αὐτῷ γένηται, ὅτι ὑμεῖς ἅπαντες ἐψηφίσασθε οὕτως.

ΚΕΦΑΛΑΙΟΝ ΞΒ΄

[1] ἀλλὰ πλεῖστον δὴ ἐν τούτῳ Μενήνιος ἐψεύσθη τῆς δόξης, ἀνὴρ σώφρων, ὃς ἐκ τῶν ἑαυτοῦ τρόπων τεκμαίρεται χρηστὰ ὑπὲρ ἑτέρων. ἐγκείσεται γὰρ ὑμῖν πέρα τοῦ δέοντος βαρὺς ὑπό τ᾽ αὐθαδείας, ἣ φιλεῖ περὶ τὸ κρατοῦν ἀεὶ γίνεσθαι, καὶ ἀφροσύνης, ἧς πλεῖστον ὄχλος μετέχει μέρος· κἂν εἰ μὴ ἐν ἀρχαῖς, χρόνῳ γοῦν ὕστερον καὶ ἐφ᾽ ἑκάστῳ χρήματι, ὧν ἂν δεηθεὶς μὴ τύχῃ, τὰ ὅπλα λαβὼν τὸν αὐτὸν τρόπον ὑμῖν σοβαρῶς ἐπιθήσεται. ὥστ᾽ εἰ τὰ πρῶτα συγχωρήσετε συμφέροντα εἶναι νομίσαντες, ἕτερόν τι χεῖρον εὐθὺς ἐπιταχθήσεσθε καὶ αὖθις ἄλλο τούτου χαλεπώτερον, ὡς φόβῳ καὶ τὰ πρῶτα ὑπακούσαντες, ἕως ἐκβάλωσιν ὑμᾶς τελευτῶντες τῆς πόλεως, ὡς ἐν πολλαῖς ἄλλαις καὶ τὰ τελευταῖα ἐν Συρακούσαις οἱ γεωμόροι πρὸς τῶν πελατῶν ἐξηλάθησαν. [2] εἰ δ᾽ ἐπ᾽ ἐκείνων ἀγανακτήσαντες ἐναντιώσεσθε τοῖς αἰτήμασι, τί δή ποτ᾽ οὐκ αὐτόθεν ἄρχεσθε ἐλεύθερα φρονήματα ἔχειν; κρεῖττον γὰρ ἀπ᾽ [p. 355] ἐλάττονος αἰτίας ὁρμηθέντας πρὶν ἢ βλαβῆναί τι ἀποδείξασθαι τὸ γενναῖον, ἢ πολλὰ ὑπομείναντας τότε ἀγανακτεῖν περὶ τῶν γεγονότων καὶ μὴ ἐπιτρέπειν τὰ λοιπὰ καὶ ὀψὲ ἄρξασθαι νοῦν ἔχειν. φοβείτω δ᾽ ὑμῶν μηδένα μήτε ὁ τῶν ἀποστατῶν ἀνασεισμὸς μήτε ὁ τῶν ἀλλοφύλων πόλεμος· μήτε καταγινώσκετε τῆς οἰκείας δυνάμεως ὡς οὐχ ἱκανῆς οὔσης διασῶσαι τὴν πόλιν. [3] ἡ μὲν γὰρ τῶν φυγάδων βραχεῖά ἐστιν ἰσχὺς καὶ οὔτε πολὺν ἀνθέξει χρόνον διαμένουσα, ὥσπερ νῦν, ὑπαίθριος μένει ὑπὸ καλύβαις ὥρᾳ ἔτους χειμερίῳ, πορίζεσθαι δὲ τὰ ἐπιτήδεια οὐχ ὅπως δι᾽ ἁρπαγῆς ἔτι δυνησομένη ἐπειδὰν τὰ ὄντα ἀναλώσῃ, ἀλλ᾽ οὐδ᾽ ἂν ἄλλοθεν ὠνητὰ ἐπεισάγεσθαι διὰ πενίαν, οἷς οὔτε ἰδίᾳ οὔτ᾽ ἐν κοινῷ χρήματά ἐστιν· οἱ δὲ πόλεμοι ταῖς περιουσίαις τῶν χρημάτων ὡς τὰ πολλὰ ἀντέχουσιν· ἀναρχία τ᾽ αὐτοῖς ὡς εἰκὸς καὶ στάσις ἐκ τῆς ἀναρχίας ἐμπεσοῦσα ταχὺ διαχεῖ καὶ διαλύσει τὰ βουλεύματα. [4] οὐ γὰρ δὴ ἀξιώσουσιν οὔτε Σαβίνοις οὔτε Τυρρηνοῖς οὔτ᾽ ἄλλοις τισὶ τῶν ἀλλοφύλων παραδόντες σφᾶς αὐτούς, ἐκείνοις δουλεύειν, ὧν καὶ αὐτοί ποτ᾽ ἀφείλοντο τὴν ἐλευθερίαν σὺν ὑμῖν, καὶ μάλιστα οὐδὲ πιστευθήσονται πρὸς αὐτῶν οἱ κακῶς αὑτῶν τὴν πατρίδα καὶ αἰσχρῶς ἀπολέσαι προθυμηθέντες, μὴ οὐχὶ ὅμοια δράσειν τὴν ὑποδεξαμένην. ἀριστοκρατεῖται δὲ [p. 356] καὶ τα ἔθνη τὰ πέριξ ὑμῶν ᾶπαντα, καὶ το δημοτικὸν ἐν οὐδεμιᾷ πόλει μεταποιεῖται τῶν ἰσων, ὥστε οὐ δήπου οἱ προὔχοντες ἐν ἑκάστῃ πόλει τὸν οἰκεῖον οὐκ ἐῶντες παρακινεῖν ὄχλον, τοῦτον εἰσδέξονται τὸν ἔπηλυν καὶ στασιαστὴν εἰς τὴν ἑαυτῶν πατρίδα, μὴ μεταδόντες αὐτοὶ τῶν ὁμοίων σὺν χρόνῳ στερήσονται τῶν ἴσων. [5] εἰ δ᾽ ἄρα γε γνώμης ἁμάρτοιμι καὶ παραδέξαιτό τις αὐτοὺς πόλις, ἐνταῦθα δὴ διαγινώσκοινθ᾽ ὡς ἄν πολέμιοί τε ὄντες καὶ τὰ πολεμίων πεισόμενοι. ἔχομεν δ᾽ αὐτῶν ὅμηρα πατέρας καὶ γαμετὰς καὶ τὴν ἄλλην συγγένειαν, ὧν οὐδ᾽ ἂν εὐχόμενοι κρείττονα παρὰ θεῶν αἰτησαίμεθα· οὓς ἐν ὄψει τῶν συγγενῶν στήσαντες ἀπολοῦμεν, εἰ τολμήσαιεν ὁμόσε χωρεῖν, ὡς ταῖς ἐσχάταις λώβαις διαχρησόμενοι. καὶ αὐτούς, εἰ τοῦτο μάθοιεν, εὖ ἴστε, ὅτι λήψεσθε ἀντιβολοῦντας, ὀλοφυρομένους, παραδιδόντας σφᾶς αὐτοὺς ἡμῖν δίχα τῶν ὅπλων, ἅπαντα ὑπομένοντας. δειναὶ γὰρ αἱ τοιαίδε ἀνάγκαι καὶ πάντας τοὺς αὐθάδεις λογισμοὺς κλάσαι καὶ καταβαλεῖν εἰς τὸ μηδέν.

ΚΕΦΑΛΑΙΟΝ ΞΓ΄

[1] ὧν μὲν ὀὴ χάριν τὸν ἐκ τῶν φυγάδων πόλεμον οὐκ ἀξιῶ δεδιέναι ταῦτ᾽ ἐστι· τὰ δ᾽ ἐκ τῶν ἀλλοεθνῶν φοβερὰ οὐ νῦν πρῶτον ἐξετασθήσεται μέχρι λόγου τοιαῦτα ὄντα, ἀλλὰ καὶ πρότερον, ὁσάκις ἡμῖν πεῖραν ἑαυτῶν ἔδωκαν, ἐλάττω τῆς δόξης διεφάνη. [p. 357] ὅσοι δ᾽ οὐχ ἱκανὴν οἴονται τὴν οἰκείαν δύναμιν τῆς πόλεως καὶ τῇδε μάλιστα ὀρρωδοῦσι τὸν πόλεμον, μαθέτωσαν οὐχ ἱκανῶς αὐτῆς ᾐσθημένοι. [2] πρὸς μέν γε τοὺς ἀφεστηκότας τῶν πολιτῶν ἀντίπαλον χεῖρα ἕξομεν, εἰ βουλοίμεθα τῶν θεραπόντων ἐπιλεξάμενοι τοὺς ἀκμαιοτάτους ἐλευθερῶσαι. κρεῖττον γὰρ τὴν ἐλευθερίαν χαρίσασθαι τούτοις ἢ τὴν ἡγεμονίαν ὑπ᾽ ἐκείνων ἀφαιρεθῆναι. ἔχουσι δὲ τῶν πολεμικῶν ἐμπειρίαν ἱκανὴν πολλάκις ἡμῖν παραγενόμενοι κατὰ τὰς στρατείας. [3] πρὸς δὲ τοὺς ἔξωθεν πολεμίους αὐτοί τε χωρῶμεν ἁπάσῃ προθυμίᾳ καὶ τοὺς πελάτας ἅπαντας ἐπαγώμεθα καὶ τοῦ δημοτικοῦ τὸ περιόν. ἵνα δὲ πρόθυμον ᾗ πρὸς τοὺς ἀγῶνας, ἄφεσιν αὐτῷ χαρισώμεθα τῶν χρεῶν, μὴ κοινήν, ἀλλὰ κατ᾽ ἄνδρα. εἰ γάρ τι δεῖ τοῖς καιροῖς εἴξαντας μετριάσαι, μὴ πρὸς τοὺς πολεμίους τῶν πσλιτῶν τοῦτ᾽ ἔστω τὸ μέτριον, ἀλλὰ πρὸς τοὺς φίλους, οἷς οὐκ ἀναγκαζόμενοι τὰς χάριτας διδόναι δόξομεν, ἀλλὰ πειθόμενοι. ἐὰν δὲ καὶ ἄλλης ἐπιδέῃ βοηθείας, ὡς ταύτης οὐκ οὔσης ἱκανῆς, τούς τ᾽ ἐκ τῶν φρουρίων μεταπεμπώμεθα, καὶ τοὺς ἐν ταῖς ἀποικίαις ἀνακαλῶμεν. [4] τοῦτο δ᾽ ὅσον ἐστὶ πλῆθος ἐκ τῆς ἔγγιστα γενομένης τιμήσεως μαθεῖν ῥᾴδιον ἂν εἴη. τρισκαίδεκα μυριάδες εἰσὶ Ῥωμαίων τῶν ἐν ἥβῃ τετιμημένων, ὧν οὐκ ἂν εἴη μέρος ἕβδομον τὸ φυγαδικόν. οὐ λέγω δὲ τὰς Λατίνων τριάκοντα πόλεις, αἳ μετὰ πολλῆς εὐχῆς δέξαιντ᾽ ἂν τοὺς ὑπὲρ ἡμῶν ἀγῶνας διὰ [p. 358] τὸ συγγενές, ἐὰν ψηφίσησθε αὐταῖς ἰσοπολιτείαν μόνον, ἧς αἰεὶ διατελοῦσι δεόμεναι.

ΚΕΦΑΛΑΙΟΝ ΞΔ΄

[1] ὃ δὲ πάντων ἐστὶ κράτιστον ἐν τοῖς πολέμοις, καὶ οὔτε ὑμεῖς αὐτοὶ ἐνεθυμήθητέ πω, οὔτε τῶν συμβούλων οὐδεὶς λέγει, τοῦτο προσθεὶς παύσομαι. οὐδενὸς οὕτω δεῖ τοῖς μέλλουσιν εὐτυχὲς ἕξειν τὸ τῶν ἀγώνων τέλος, ὡς στρατηγῶν ἀγαθῶν. τούτων ἡ μὲν ἡμετέρα πλουτεῖ πόλις, αἱ δὲ τῶν ἀντιπάλων σπανίζουσιν. [2] αἱ μὲν οὖν πολυοχλοῦσαι δυνάμεις, ὅταν λάβωσιν ἡγεμόνας οὐκ εἰδότας ἄρχειν, ἀσχημονοῦσι καὶ περὶ αὑταῖς σφάλλονται τὰ πλεῖστα, καὶ τοσούτῳ μᾶλλον κακοπαθοῦσιν, ὅσῳπερ ἂν μείζονα ἔχωσι πόνον. οἱ δ᾽ ἀγαθοὶ στρατηλάται, κἂν μικρὰς λάβωσι δυνάμεις, ταχέως ποιοῦσιν αὐτὰς μεγάλας. ὥστ᾽ ἄχρις ἂν ἡγεῖσθαι δυναμένους ἄνδρας ἔχωμεν, οὐκ ἀπορήσομεν τῶν ἄρχεσθαι βουλομένων. [3] ἐνθυμούμενοι δὴ ταῦτα καὶ τῶν ἔργων τῆς πόλεως μεμνημένοι μηδὲν ταπεινὸν μηδ᾽ ἀγεννὲς μηδ᾽ ἀνάξιον ὑμῶν αὐτῶν ψηφίσησθε. τί οὖν, εἴ τις ἔροιτό με, τι πράττειν ὑμῖν παραινῶ; τουτὶ γὰρ ἴσως πάλαι γνῶναι σπεύδετε. μηδένα μήτε πρεσβείαν πέμπειν πρὸς τοὺς ἀφεστηκότας, μήτε ἄφεσιν ψηφίσασθαι τῶν χρεῶν, μήτ᾽ ἄλλο ποιεῖν μηδέν, ὅ τι δόξειεν ἂν φόβου τεκμήριον εἶναι καὶ ἀμηχανίας· ἐὰν δὲ καταθέμενοι τὰ ὅπλα κατέλθωσιν [p. 359] εἰς τὴν πόλιν καὶ παράσχωσιν ὑμῖν βουλεύσασθαι περὶ σφῶν αὐτῶν, καθ᾽ ἡσυχίαν ἐξετάσαντας τότε χρῆσθαι μετριότητι πρὸς αὐτοὺς εἰδότας, ὅτι πᾶν τὸ ἀνόητον, ἄλλως τε κἂν ὄχλος ᾖ, πρὸς μὲν τοὺς ταπεινοὺς αὔθαδες γίνεσθαι φιλεῖ, πρὸς δὲ τοὺς αὐθάδεις ταπεινοῦσθαι.

ΚΕΦΑΛΑΙΟΝ ΞΕ΄

[1] παυσαμένου δὲ τοῦ Κλαυδίου μεγάλη φωνὴ καὶ θόρυβος ἐξαίσιος ἄχρι πολλοῦ χρόνου κατεῖχε τὸ συνέδριον. οἱ μὲν γὰρ ἀριστοκρατικοὶ δοκοῦντες εἶναι καὶ τὰ δικαιότερα πρὸ τῶν ἀδίκων οἰόμενοι δεῖν σκοπεῖν τῇ Κλαυδίου γνώμῃ προσετίθεντο καὶ τοὺς ὑπάτους ἠξίουν μάλιστα μὲν τῇ κρείττονι προσχωρῆσαι μερίδι διαλογιζομένους, ὅτι βασιλικὸν ἔχουσι τὸ τῆς ἀρχῆς κράτος, οὐ δημοτικόν· εἰ δὲ μή γε, φυλάττειν αὑτοὺς ἴσους καὶ μὴ κατισχύειν μηδετέραν τῶν στάσεων, διαριθμησαμένους δὲ τὰς γνώμας τῶν συνέδρων ταῖς πλείοσι γνώμαις στοιχεῖν. [2] εἰ δὲ τούτων ἀμφοτέρων ὑπεριδόντες αὐτοκράτορας αὑτοὺς ποιήσουσι τῶν διαλύσεων, οὐκ ἐπιτρέψειν αὐτοῖς ἔλεγον, ἀλλ᾽ ἐναντιώσεσθαι πάσῃ προθυμίᾳ λόγοις τ᾽ ἄχρις ἂν ἐξῇ, χρώμενοι καὶ ὅπλοις, ὅταν ἀναγκαῖον γένηται· ἦν δὲ τοῦτο στῖφος καρτερὸν καὶ σχεδὸν ἅπασα τῶν πατρικίων ἡ νεότης ταύτης εἴχετο τῆς προαιρέσεως. [3] οἱ δὲ τῆς εἰρήνης ἐπιθυμοῦντες τῇ Μενηνίου τε καὶ Οὐαλερίου γνώμῃ προσέκειντο καὶ μάλιστα οἱ προβεβηκότες ταῖς ἡλικίαις ἐνθυμούμενοι τὰς συμφοράς, ὅσαι καταλαμβάνουσι τὰς πόλεις ἐκ τῶν ἐμφυλίων πολέμων. [p. 360] ἐξηττώμενοι δὲ τῆς κραυγῆς τῶν νέων καὶ τῆς ἀκοσμίας τό τε φιλότιμον αὐτῶν ὑφορώμενοι καὶ τὸν ἐπιπολασμόν, ὃν ἐποιοῦντο κατὰ τῶν ὑπάτων, δεδιότες, ὡς οὐ πρόσω χειροκρασίας ἐλευσόμενον, εἰ μή τις αὐτοῖς εἴξειεν, εἰς δάκρυα καὶ δεήσεις τῶν ἐναντιουμένων τελευτῶντες ἐτράποντο.

ΚΕΦΑΛΑΙΟΝ ΞΣΤ΄

[1] λωφήσαντος δὲ τοῦ θορύβου καὶ σιωπῆς γενομένης σὺν χρόνῳ διαλεχθέντες τι πρὸς αὑτοὺς οἱ ὕπατοι τέλος ἐξήνεγκαν τῆς ἑαυτῶν γνώμης τοιόνδε· ἡμεῖς, ὦ βουλή, μάλιστα μὲν ἠξιοῦμεν ἅπαντας ὑμᾶς ὁμογνωμονεῖν, ἄλλως τε καὶ ταῦτα περὶ κοινῆς σωτηρίας βουλευομένους· εἰ δὲ μή, τοῖς πρεσβυτέροις ὑμῶν εἴκειν τοὺς νεωτέρους καὶ μὴ φιλονεικεῖν ἐνθυμουμένους, ὅτι κἀκείνοις εἰς ταύτην ἐλθοῦσι τὴν ἡλικίαν τῆς ἴσης ὑπάρξει τυγχάνειν τιμῆς παρὰ τῶν ἐγγόνων. ἐπεὶ δ᾽ ὁρῶμεν εἰς ἔριν ὑμᾶς ἐκπεπτωκότας ὀλεθριωτάτην τῶν ἀνθρωπίνων νόσων καὶ πολλὴν τὴν αὐθάδειαν ὁμιλοῦσαν ὑμῶν τοῖς νέοις, νῦν μὲν ἐπεὶ βραχὺ τὸ λειπόμενόν ἐστι τῆς ἡμέρας καὶ οὐκ ἂν δύναιτο τέλος ἐν τούτῳ λαβεῖν τὰ δόξαντα ὑμῖν, ἄπιτ᾽ ἐκ τοῦ συνεδρίου· εἰς δὲ τὸν ἐπιόντα σύλλογον ἥξετε μετριώτεροι γενόμενοι καὶ γνώμας ἔχοντες ἀμείνους. [2] εἰ δὲ παραμενεῖ τὸ φιλόνεικον ὑμῖν, νέοις μὲν οὔτε δικασταῖς οὔτε συμβούλοις ἔτι τῶν συμφερόντων χρησόμεθα, [p. 361] ἀλλὰ καὶ εἰς τὸ λοιπὸν ἀνείρξομεν αὐτῶν τὴν ἀκοσμίαν νόμῳ τάξαντες ἀριθμὸν ἐτῶν, ὃν δεήσει τοὺς βουλεύσοντας ἔχειν· τοῖς δὲ πρεσβυτέροις ἀποδόντες λόγον αὖθις, ἐὰν μηδὲν συμφέρωνται ταῖς γνώμαις, ταχείᾳ τὴν φιλονεικίαν αὐτῶν λύσομεν ὁδῷ, ἣν ἄμεινόν ἐστιν ὑμᾶς προακοῦσαι καὶ μαθεῖν. [3] ἴστε δήπου νόμον ἡμῖν ὑπάρχοντα, ἐξ οὗ τήνδε οἰκοῦμεν τὴν πόλιν, πάντων εἶναι κυρίαν τὴν βουλήν, πλὴν ἀρχὰς ἀποδεῖξαι καὶ νόμους ψηφίσαι καὶ πόλεμον ἐξενεγκεῖν ἢ τὸν συνεστῶτα καταλύσασθαι· τούτων δὲ τῶν τριῶν τὸν δῆμον ἔχειν τὴν ἐξουσίαν ψῆφον ἐπιφέροντα. ἐν δὲ τῷ παρόντι οὐχ ὑπὲρ ἑτέρου τινὸς ἢ πολέμου καὶ εἰρήνης βουλευόμεθα, ὥστε πολλὴ ἀνάγκη τὸν δῆμον ἐπικυρῶσαι τὰς ἡμετέρας γνώμας ψήφου γενόμενον κύριον. [4] παραγγείλαντες δὴ τῷ πλήθει παρεῖναι κατὰ τόνδε τὸν νόμον εἰς τὴν ἀγοράν, ἐπειδὰν ὑμεῖς ἀποδείξησθε τὰς γνώμας, ἀποδώσομεν αὐτῷ τὴν ψῆφον, οὕτως ἂν μάλιστα νομίσαντες ἀρθῆναι τὴν ἔριν ὑμῶν· ὅ τι δ᾽ ἂν οἱ πλείους ψηφίσωνται, τοῦθ᾽ ἡγησόμεθα κύριον. ἄξιοι δὲ δήπου ταύτης εἰσὶ τῆς τιμῆς τυγχάνειν οἱ διαμένοντες εὖνοι τῇ πόλει καὶ μέλλοντες ἰσομοιρεῖν ἡμῖν κακῶν τε καὶ ἀγαθῶν.

ΚΕΦΑΛΑΙΟΝ ΞΖ΄

[1] ταῦτ᾽ εἰπόντες διέλυσαν τὸν σύλλογον· ταῖς δ᾽ ἑξῆς ἡμέραις παραγγεῖλαι κελεύσαντες ἅπασι τοῖς κατὰ τοὺς ἀγροὺς καὶ τὰ φρούρια παρεῖναι καὶ τῇ βουλῇ προαγορεύσαντες ἥκειν εἰς τὴν αὐτὴν ἡμέραν, ἐπειδὴ κατέμαθον ὄχλου μεστὴν οὖσαν τὴν πόλιν [p. 362] καὶ τὰς γνώμας τῶν πατρικίων ἐξηττωμένας τῶν δεήσεων, ἃς ἐποιοῦντο σὺν οἰμωγῇ καὶ ὀδυρμῷ πατέρες τε καὶ παιδία νήπια τῶν ἀποστατῶν, τῇ κυρίᾳ τῶν ἡμερῶν ἐξῄεσαν ἐπὶ τὴν ἀγορὰν στενοχωρουμένην ἐκ [2] πολλῆς ἔτι νυκτὸς ἅπασαν ὄχλῳ παντοδαπῷ. καὶ παρελθόντες ἐπὶ τὸ ἱερὸν τοῦ Ἡφαίστου, ἔνθα ἦν ἔθος αὐτοῖς τὰς ἐκκλησίας ἐπιτελεῖν, πρῶτον μὲν ἐπῄνεσαν τὸν δῆμον ἐπὶ τῇ σπουδῇ καὶ προθυμίᾳ τῆς κατὰ πλῆθος ἀφίξεως· ἔπειτα παρεκάλεσαν ἐκδέχεσθαι μεθ᾽ ἡσυχίας, ἕως ἂν γένηται τὸ προβούλευμα τῆς βουλῆς· τοῖς δ᾽ οἰκείοις τῶν ἀποστατῶν ἀγαθὰς παρῄνουν ἐλπίδας ἔχειν, ὡς οὐ διὰ μακροῦ κομιουμένοις τὰ φίλτατα, καὶ μετὰ τοῦτο παρελθόντες εἰς τὸ συνέδριον αὐτοί τε διελέχθησαν ἐπιεικεῖς καὶ μετρίους λόγους, καὶ τοὺς ἄλλους ἠξίουν χρηστὰς καὶ φιλανθρώπους ἀποδείκνυσθαι γνώμας. πρῶτον δὲ τῶν ἄλλων ἐκάλουν τὸν Μενήνιον· ὃς ἀναστὰς τοῖς αὐτοῖς ἐχρήσατο λόγοις οἷς καὶ πρότερον ἐπὶ τὰς διαλλαγὰς τὴν βουλὴν παρακαλῶν καὶ γνώμην ἀπεφήνατο τὴν αὐτὴν ἀξιῶν πρεσβείαν ἀποστέλλειν πρὸς τοὺς ἀφεστηκότας διὰ ταχέων αὐτοκράτορα τῶν διαλλαγῶν.

ΚΕΦΑΛΑΙΟΝ ΞΗ΄

[1] μετὰ τοῦτον ἀνίσταντο καλούμενοι καθ᾽ ἡλικίαν οἱ τὴν ὑπατικὴν ἐσχηκότες ἀρχήν, οἷς ἅπασιν ἐδόκει τῇ Μενηνίου χρῆσθαι γνώμῃ, τέως καθῆκεν ὁ λόγος εἰς τὸν Ἄππιον. ὁ δ᾽ ἀναστάς, ὁρῶ μέν, ἔφησεν, ὅτι καὶ τοῖς ὑπάτοις ἐστὶ κεχαρισμένον, ὦ βουλή, καὶ τοῖς ἄλλοις ὑμῖν ὀλίγου δεῖν πᾶσι κατάγειν τὸν δῆμον, ἐφ᾽ οἷς ἂν αὐτὸς ἀξιοῖ· καὶ μόνος ἐξ ἁπάντων [p. 363] ἐγὼ λείπομαι τῶν ἐναντιωθέντων πρὸς τὰς διαλύσεις ἐκείνοις τ᾽ ἀπεχθὴς διαμένων καὶ ὑμῖν οὐδὲν ἔτι χρήσιμος ὤν. [2] οὐ μὴν διὰ ταῦτά γ᾽ ἀποστήσομαι τῶν ἐξ ἀρχῆς ἐγνωσμένων οὐδὲ καταλείψω τὴν τάξιν τῆς πολιτείας ἑκών. ὅσῳ δ᾽ ἂν ἐρημότερος γένωμαι τῶν τὰ αὐτά μοι προελομένων, τοσούτῳ τιμιώτερος ὑμῖν ἔσομαί ποτ᾽ ἐν χρόνῳ, καὶ περιέσται μοι ζῶντι μὲν ἔπαινος, τελευτήσαντι δ᾽ ἡ παρὰ τῶν ἐπιγινομένων μνήμη. εἴη μὲν οὖν, ὦ Καπετώλιε Ζεῦ καὶ θεοὶ πόλεως ἐπίσκοποι τῆς ἡμετέρας ἥρωές τε καὶ δαίμονες, ὅσοι γῆν τὴν Ῥωμαίων ἐφορᾶτε, καλὴ καὶ συμφέρουσα πᾶσιν ἡ τῶν φυγάδων κάθοδος, καὶ ψευσθείην ἐγὼ τῶν ἐλπίδων, [3] ἃς ὑπὲρ τοῦ μέλλοντος ἔχω χρόνου. ἐὰν δέ τι δεινὸν ἐκ τούτων καταλάβῃ τῶν βουλευμάτων τὴν πόλιν· ἔσται δὲ τοῦτο φανερὸν οὐκ εἰς μακράν· τούτοις μὲν ταχεῖαν ἐπανόρθωσιν αὐτοὶ δοίητε καὶ σωτηρίαν τοῖς πράγμασιν ἀσφαλῆ, ἐμοὶ δ᾽, ὃς οὔτ᾽ ἐν ἄλλῳ καιρῷ πώποτε τὰ ἥδιστα εἱλόμην λέγειν ἀντὶ τῶν ὠφελιμωτάτων οὔτε νῦν προδίδωμι τὸ κοινὸν ἰδίαν καταπραττόμενος ἀσφάλειαν, [4] εὐμενεῖς εἴητε καὶ μειλίχιοι. θεοῖς μὲν δὴ ταῦτα εὔχομαι, λόγων γὰρ οὐδὲν ἔτι δεῖ· γνώμην δ᾽, ἣν καὶ πρότερον ἀποφαίνομαι, τοὺς μὲν ἐν τῇ πόλει διαμένοντας τῶν δημοτικῶν ἀφίεσθαι χρεῶν, τοῖς δ᾽ ἀποστάταις πολεμεῖν ἁπάσῃ προθυμίᾳ, τέως ἂν ἔτι διαμένωσιν ἐν τοῖς ὅπλοις. [p. 364]

ΚΕΦΑΛΑΙΟΝ ΞΘ΄

[1] ταῦτ᾽ εἰπὼν ἐπαύσατο. ἐπεὶ δ᾽ αἱ τῶν πρεσβυτέρων γνῶμαι τῇ Μενηνίου προσέθεντο, καὶ καθῆκεν ὁ λόγος ἐπὶ τοὺς νεωτέρους, ὀρθῆς οὔσης ἁπάσης τῆς βουλῆς ἀνίσταται Σπόριος Ναύτιος, οἰκίας ἐν τοῖς πάνυ λαμπροτάτης διάδοχος· ὁ γὰρ ἡγεμὼν αὐτῶν τοῦ γένους Ναύτιος ἀπὸ τῶν σὺν Αἰνείᾳ στειλάντων τὴν ἀποικίαν, ὃς ἦν Ἀθηνᾶς ἱερεὺς Πολιάδος καὶ τὸ ξόανον ἀπηνέγκατο τῆς θεᾶς μετανιστάμενος, ὃ διεφύλαττον ἄλλοι παρ᾽ ἄλλων μεταλαμβάνοντες οἱ τοῦ γένους ὄντες τοῦ Ναυτίων· ὃς ἐδόκει καὶ διὰ τὴν οἰκείαν ἀρετὴν λαμπρότατος εἶναι τῶν νέων, καὶ οὐκ εἰς μακρὰν τῆς ὑπατικῆς ἐξουσίας τεύξεσθαι. [2] ἀρξάμενος δ᾽ ἀπολογεῖσθαι κοινὴν ἀπολογίαν ὑπὲρ ἁπάντων τῶν νέων, ὡς οὔτε φιλονεικίᾳ τῇ πρὸς τοὺς πατέρας οὔτε αὐθαδείᾳ χρησαμένων, ὅτε τὴν ἐναντίαν ἔσχον ἐν τῇ προτέρᾳ βουλῇ προαίρεσιν, ἀλλ᾽ εἴπερ ἄρα ἡμάρτανον διὰ τὴν ἡλικίαν γνώμῃ σφαλέντων, τελευτῶν ἔφη τὸ πιστὸν τούτου παρέξεσθαι τὴν μεταβολήν. συγχωρεῖν γοῦν αὐτοῖς ὡς ἄμεινον φρονοῦσιν ἐπιψηφίζεσθαι πᾶν, ὅ τι ἂν ἡγῶνται τῷ κοινῷ συμφέρειν, ὡς οὐδὲν σφῶν γε πρὸς ταῦτ᾽ ἐναντιωσομένων, ἀλλὰ [3] πεισομένων τοῖς πρεσβυτέροις. ὅμοια δὲ τούτῳ καὶ τῶν ἄλλων νέων ἀποφηναμένων ἐκτὸς ὀλίγων τινῶν πάνυ τῶν Ἀππίου συγγενῶν ἐπαινέσαντες τὴν εὐκοσμίαν αὐτῶν οἱ ὕπατοι καὶ παρακαλέσαντες εἰς πάντα [p. 365] τὰ κοινὰ τοιούτους ἑαυτοὺς παρέχειν πρεσβευτὰς εἵλοντο δέκα τοὺς ἐπιφανεστάτους τῶν πρεσβυτέρων, ἐκτὸς ἑνὸς ἅπαντας ὑπατικούς. οἱ δ᾽ ἀποδειχθέντες ἦσαν οἵδε· Ἀγρίππας Μενήνιος Γαΐου υἱὸς Λαινάτης, Μάνιος Οὐαλέριος Οὐολούσσου υἱὸς ... Πόπλιος Σερουίλιος Ποπλίου υἱὸς ... Πόπλιος Ποστούμιος Κοίντου υἱὸς Τούβερτος, Τῖτος Αἰβούτιος Τίτου υἱὸς Φλαούιος, Σέρβιος Σολπίκιος Ποπλίου υἱὸς Καμερῖνος, Αὖλος Ποστούμιος Ποπλίου υἱὸς Βάλβος, Αὖλος Οὐεργίνιος Αὔλου υἱὸς Καιλιμοντανός. [4] μετὰ ταῦτα τῆς βουλῆς διαλυθείσης οἱ μὲν ὕπατοι προελθόντες εἰς ἐκκλησίαν τὸ δόγμα τῆς βουλῆς ἀνέγνωσαν καὶ τοὺς πρεσβευτὰς παρήγαγον· ἁπάντων δ᾽ ἀξιούντων τὰς ἐντολάς, ἃς ἔδωκαν αὐτοῖς, μαθεῖν, εἶπον ἐν τῷ φανερῷ, πράττειν, ὅτῳ ἂν τρόπῳ δύνωνται, φιλίαν τῷ δήμῳ συνθέσθαι πρὸς τοὺς πατρικίους ἄτερ δόλου καὶ ἀπάτης καὶ καταγαγεῖν τοὺς φεύγοντας ἐπὶ τὰ σφέτερα ἐν τάχει.

ΚΕΦΑΛΑΙΟΝ Ο΄

[1] ταύτας οἱ πρέσβεις παρ᾽ αὐτῶν λαβόντες τὰς ἐντολὰς αὐθημερὸν ἐξῄεσαν. φθάσασα δὲ τὴν παρουσίαν αὐτῶν ἡ φήμη διήγγειλε τοῖς ἐπὶ στρατοπέδου [p. 366] πάντα τὰ ἐν τῇ πόλει γενόμενα, καὶ αὐτίκα πάντες ἐκλιπόντες τὸ ἔρυμα ὑπήντων ἔτι καθ᾽ ὁδὸν οὖσι τοῖς πρεσβευταῖς. ἦν δέ τις ἐν τῷ στρατοπέδῳ πάνυ ταραχώδης καὶ στασιαστὴς ἀνήρ, ὀξὺς τῇ γνώμῃ προιδεῖν τι τῶν ἐσομένων ἐκ πολλοῦ, καὶ εἰπεῖν ὅ τι νοήσειεν ὡς λάλος καὶ κωτίλος οὐκ ἀδύνατος, ὃς ἐκαλεῖτο μὲν Λεύκιος Ἰούνιος, ὁμώνυμος τῷ καταλύσαντι τοὺς βασιλεῖς, ἐκπληρῶσαι δὲ τὴν ὁμωνυμίαν βουλόμενος ἠξίου καὶ Βροῦτος ἐπικαλεῖσθαι. τοῖς δ᾽ ἄρα πολλοῖς γέλως ἐπὶ τῇ κενοσπουδίᾳ τοῦ ἀνθρώπου εἰσήρχετο, καὶ ὅτε βουληθεῖεν ἐπισκώπτειν αὐτὸν Βροῦτον ἐπεκάλουν. [2] οὗτος ὁ ἀνὴρ τὸν ἡγεμόνα τοῦ στρατοπέδου Σικίννιον διδάξας, ὡς οὐκ ἄμεινον εἴη τῷ δήμῳ ῥᾳδίως ἑαυτὸν ἐπιτρέπειν τοῖς προτεινομένοις, ἵνα μὴ ἀπ᾽ ἐλάττονος ἀξιώσεως ἀτιμοτέραν εὕρηται τὴν κάθοδον, ἀλλ᾽ ἐναντιοῦσθαι μέχρι πολλοῦ καὶ τραγῳδίαν τινὰ ἐπιθεῖναι τοῖς πράγμασι προσποιητόν, ὑποσχόμενός τ᾽ αὐτὸς ἀναλήψεσθαι τὸν ὑπὲρ τοῦ δήμου λόγον τά τ᾽ ἄλλα ὑποθέμενος, ἃ χρὴ πράττειν ἢ λέγειν, ἔπεισε τὸν Σικίννιον. καὶ μετὰ τοῦτο ὁ μὲν Σικίννιος συγκαλέσας εἰς ἐκκλησίαν τὸν δῆμον ἐκέλευσε τοὺς πρεσβευτὰς ὑπὲρ ὧν ἥκουσι λέγειν.