Ρωμαϊκή Αρχαιολογία/ς/51

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Κεφάλαια 51–60
Συγγραφέας: Διονύσιος ο Αλικαρνασσεύς
Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ς΄
Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885.


ΚΕΦΑΛΑΙΟΝ ΝΑ΄

[1] οὕτω δὲ κακῶς ἐχόντων ἡμῖν τῶν ὑπαιθρίων οὐδὲ τὰ ἐντὸς τείχους δεινὰ ἧττόν ἐστι φοβερά. οὔτε γὰρ ὡς πολιορκησόμενοι παρεσκευάσμεθα ἐκ πολλοῦ τὰ συμμαχικὰ οὔτε πλήθει αὐτοὶ ἀποχρῶντές ἐσμεν ὡς πρὸς τοσαῦτα πολεμίων ἔθνη, τοῦ δ᾽ ὀλίγου καὶ οὐκ ἀξιομάχου πληρώματος τὸ πλεῖόν ἐστι δημοτικόν, θῆτες καὶ πελάται καὶ χειρώνακτες, οὐ πάνυ βέβαιοι τεταραγμένης ἀριστοκρατίας φύλακες. αἵ τε νῦν αὐτομολίαι συνεχεῖς αὐτῶν πρὸς τοὺς ἀφεστηκότας γινόμεναι, [2] τὸ σύμπαν ὕποπτον εἶναι παρεσκευάκασιν. ὑπὲρ ἅπαντα δὲ ταῦτα ἡ τῶν ἐπιτηδείων συγκομιδὴ κρατουμένης ὑπὸ τῶν πολεμίων τῆς γῆς ἀδύνατος οὖσα φοβεῖ τε ἤδη λιμόν, ἐπειδάν τ᾽ ἐν τῷ ἀπόρῳ γενώμεθα ἔτι μᾶλλον φοβήσει, χωρὶς δὲ τούτων ὁ μηδένα χρόνον ἡμᾶς εὐσταθεῖν ταῖς διανοίαις ἐῶν πόλεμος. ἅπαντα δ᾽ ὑπερβάλλει τὰ δεινὰ γύναια τῶν ἀποστατῶν καὶ παιδία νήπια καὶ γηραιοὶ γονεῖς, ἐν ἐσθῆσιν [p. 339] ἐλεειναῖς καὶ σχήμασι πενθίμοις περιφθειρόμενοι κατὰ τὴν ἀγορὰν καὶ τοὺς στενωποὺς κλαίοντες, ἱκετεύοντες, ἁπτόμενοι δεξιᾶς ἑκάστου καὶ γονάτων, ἀπολοφυρόμενοι τὴν κατέχουσαν αὐτοὺς καὶ ἔτι μᾶλλον καθέξουσαν ἐρημίαν, δεινὴ καὶ ἀνυπομόνητος ὄψις. [3] οὐδεὶς γοῦν ἐστιν οὕτως ὠμὸς τὸν τρόπον, ὃς οὐκ ἀνατρέπεται τὴν ψυχὴν ὁρῶν ταῦτα καὶ πάσχει τι πρὸς τὰς ἀνθρώπων τύχας. ὥστ᾽ εἰ μέλλοιμεν ἀσπείστως πρὸς τὸ δημοτικὸν ἔχειν, ἀπαλλακτέον ἡμῖν καὶ ταῦτα τὰ σώματα ἐκποδών, τὰ μὲν ὡς ἄχρηστα εἰς πολιορκίαν ἐσόμενα, τὰ δ᾽ ὡς οὐ διαμενοῦντα βεβαίως φίλα. ἀπελαυνομένων δὲ καὶ τούτων τίς ἡ φυλάξουσα τὴν πόλιν ἔτι λειφθήσεται δύναμις; ἢ τίνι πιστεύσαντες ἐπικουρίᾳ τὰ δεινὰ τολμήσομεν ὑπομένειν; ἡ μέντοι οἰκεία ἡμῶν καταφυγὴ καὶ μόνη βέβαιος ἐλπίς, ἡ τῶν πατρικίων ἀκμή, βραχεῖά ἐστιν, ὥσπερ ὁρᾶτε, καὶ οὐκ ἄξιον ἐπὶ ταύτῃ μέγα φρονεῖν. τι οὖν οἱ τὸν πόλεμον ὑπομένειν εἰσηγούμενοι ληροῦσι καὶ φενακίζουσιν ἡμᾶς, ἀλλ᾽ οὐχὶ φανερῶς παραινοῦσιν ἀναιμωτὶ καὶ δίχα πόνου παραδιδόναι τοῖς ἐχθροῖς ἤδη τὴν πόλιν;

ΚΕΦΑΛΑΙΟΝ ΝΒ΄

[1] ἀλλ᾽ ἴσως ἔγωγε τετύφωμαι ταῦτα λέγων καὶ τὰ μὴ δεινὰ ἀξιῶ δεδιέναι· τῇ πόλει δ᾽ οὐδὲν ἕτερον ἤδη που κινδυνεύεται ἢ μεταβολή, πρᾶγμα οὐ χαλεπόν, κατὰ πολλήν τ᾽ ἂν ἡμῖν εὐπέτειαν ἐκ παντὸς ἔθνους καὶ τόπου θῆτά τε καὶ πελάτην ὄχλον εἰσδέξασθαι [p. 340] γένοιτο. τουτὶ γάρ ἐστιν, ὃ πολλοὶ θρυλοῦσι τῶν ἐναντιουμένων τῷ δημοτικῷ, καὶ μὰ Δί᾽ οὐχ οἱ φαυλότατοι. [2] εἰς τοῦτο γὰρ ἤδη τινὲς ἥκουσιν εὐηθείας, ὥστε μὴ γνώμας εἰσηγεῖσθαι σωτηρίους, ἀλλ᾽ εὐχὰς λέγειν ἀδυνάτους, οὓς ἡδέως ἂν ἐροίμην, ποία μὲν ἡμῖν χρόνου δοθήσεται περιουσία περὶ ταῦτα τὰ πράγματα γινομένοις οὕτως ἐγγὺς ὄντων τῇ πόλει τῶν ἐχθρῶν; ποία δὲ συγγνώμη τῷ χρονισμῷ καὶ τῇ μελλήσει τῶν ἐλευσομένων συμμάχων, ἐν οὐ χρονίζουσιν οὐδὲ μέλλουσι δεινοῖς; τίς δ᾽ ὁ παρέξων τὸ ἀσφαλὲς ἀνὴρ ἢ θεὸς καὶ κατὰ πολλὴν ἡσυχίαν συνάξων ἐκ παντὸς τόπου καὶ παραπέμψων δεῦρο τὴν ἐπικουρίαν; ἔτι δὲ δή, οἱ τὰς ἑαυτῶν πατρίδας ἐκλείψοντες καὶ πρὸς ἡμᾶς μεταναστησόμενοι τίνες ἔσονται; πότερον οἱ οἰκήσεις τε καὶ ἐφέστια καὶ βίους καὶ τὸ τιμᾶσθαι παρὰ τοῖς πολίταις διὰ πατέρων ἐπιφάνειαν ἢ δόξαν οἰκείας ἀρετῆς ἔχοντες; καὶ τίς ἂν ὑπομείνειε τὰ οἰκεῖα παραλιπὼν ἀγαθὰ τῶν ἀλλοτρίων γλίσχρως μεταλαβεῖν κακῶν; οὐ γὰρ εἰρήνης καὶ τρυφῆς μεταληψόμενοι δεῦρο ἥξουσιν, ἀλλὰ κινδύνων καὶ πολέμου, ἐξ ὧν ἄδηλον, [3] εἰ κατορθωθήσεται τὸ τέλος. ἢ τὸ δημοτικὸν καὶ ἀνέστιον ἐπαξόμεθα πλῆθος, οἷον καὶ τὸ ἐνθένδε ἀπελαθὲν ἦν, δηλονότι καὶ διὰ χρέα καὶ καταδίκας καὶ τὰς ὁμοιοτρόπους ταύταις συμφορὰς ἀγαπητῶς ὅποι [p. 341] ἂν τύχῃ μεθιδρυσόμενον; ὃ κἂν τἆλλα χρηστὸν ᾖ καὶ μέτριον, ἵνα καὶ τοῦτ᾽ αὐτῷ χαρισώμεθα, διὰ τοῦτο γέ τοι τὸ μήτε οἰκεῖον εἶναι μήτε ὁμοδίαιτον, μήτε ἐθισμῶν καὶ νόμων καὶ παιδείας ἔσεσθαι τῆς παρ᾽ ἡμῖν ἔμπειρον, μακρῷ δή που καὶ τῷ παντὶ κάκιον ἂν εἴη τοῦ παρ᾽ ἡμῖν.

ΚΕΦΑΛΑΙΟΝ ΝΓ΄

[1] τῷ μέν τ᾽ ἐπιχωρίῳ καὶ τέκνων καὶ γυναικῶν καὶ γονέων καὶ πολλῶν ἄλλων σωμάτων οἰκείων ὅμηρά ἐστιν ἐνθάδε, καὶ αὐτοῦ νὴ Δία τοῦ θρέψαντος αὐτοὺς ἐδάφους ὁ πόθος, ἀναγκαῖος ὢν ἅπασι καὶ οὐκ ἐξαιρετός· ὁ δ᾽ ἐπίκλητός γε οὑτοσὶ καὶ ἐπίσκηνος ὄχλος, εἰ γένοιτο ἡμῖν σύνοικος, οὐδενὸς αὐτῷ τούτων ἐνθάδε ὄντος, ὑπὲρ τίνος ἂν ἀξιώσειε κινδυνεύειν ἀγαθοῦ, εἰ μή τις αὐτῷ γῆς τε ὑπόσχοιτο μέρη δώσειν καὶ πόλεως μοῖραν ὅσην δή τινα τοὺς νῦν κυρίους αὐτῶν ἀφελόμενος, ὧν οὐκ ἀξιοῦμεν τοῖς πολλάκις ἀγωνισαμένοις ὑπὲρ αὐτῶν πολίταις μεταδιδόναι; καὶ ἴσως ἂν οὐδὲ τούτοις ἀρκεσθείη δοθεῖσι μόνοις, ἀλλὰ καὶ τιμῶν καὶ ἀρχῶν καὶ τῶν ἄλλων ἀγαθῶν ἐξ ἴσου τοῖς πατρικίοις ἀξιώσειε μεταλαμβάνειν. [2] οὐκοῦν εἰ μὲν οὐκ ἐπιτρέψομεν ἕκαστα τῶν αἰτουμένων, ἐχθροῖς τοῖς μὴ τυγχάνουσι χρησόμεθα; εἰ δὲ συγχωρήσαιμεν, [p. 342] ἡ πατρὶς ἡμῖν οἰχήσεται καὶ ἡ πολιτεία πρὸς ἡμῶν αὐτῶν καταλυομένη. καὶ οὐ προστίθημι ἐνταῦθα, ὅτι πολεμεῖν ἐπιτηδείων σωμάτων ἡμῖν ἐν τῷ παρόντι δεῖ, οὐ γεωργῶν οὐδὲ θητῶν οὐδὲ ἐμπόρων οὐδὲ τῶν περὶ τὰς βαναύσους τέχνας ἀσχολουμένων, οὓς ἅμα δεήσει μανθάνειν τὰ πολεμικὰ καὶ πεῖραν αὐτῶν διδόναι· χαλεπὴ δὲ πεῖρα τῶν μὴ ἐν ἔθει· ἀνάγκη δὲ τοιούτους εἶναι τοὺς σύγκλυδας καὶ ἐκ παντὸς ἔθνους μετανισταμένους. [3] στρατιωτικὴν γὰρ οὔτε ὁρῶ συμμαχίαν ἡμῖν οὐδεμίαν συνεστῶσαν οὔτ᾽, εἰ φανείη τις ἐκ τοῦ ἀδοκήτου, παραινέσαιμ᾽ ἂν ὑμῖν παραδέξασθαι αὐτὴν τοῖς τείχεσι προχείρως, πολλὰς ἄλλας ἐπιστάμενος πόλεις ταῖς εἰσαχθείσαις ἐπὶ φυλακῇ στρατιαῖς δεδουλωμένας.

ΚΕΦΑΛΑΙΟΝ ΝΔ΄

[1] ἐνθυμούμενοί τε δὴ ταῦτα καὶ ὅσα δὴ ἕτερα ἡμῖν εἴρηται πρότερον, ἔτι δὲ τῶν παρακαλούντων ἐπὶ τὰς διαλλαγὰς ἀναμιμνησκόμενοι, ὅτι οὐ παρ᾽ ἡμῖν μόνοις ἤ πρώτοις πενία πρὸς πλοῦτον ἐστασίασε καὶ ταπεινότης πρὸς ἐπιφάνειαν, ἀλλ᾽ ἐν ἁπάσαις ὡς εἰπεῖν καὶ μικραῖς καὶ μεγάλαις πόλεσι πολέμιον ὡς τὰ πολλὰ τοῦ πλείονος τοὔλαττον καθίσταται· ἐν αἷς οἱ προεστηκότες τοῦ κοινοῦ μετριάσαντες μὲν ἔσωσαν τὰς πατρίδας, αὐθαδείᾳ δὲ χρησάμενοι μετὰ τῶν ἄλλων ἀγαθῶν καὶ σφᾶς αὐτοὺς διώλεσαν· [2] καὶ ὅτι πᾶν χρῆμα, ὃ ἂν ἐκ πολλῶν σύνθετον ᾖ, νοσεῖν πέφυκε κατά τι τῶν ἑαυτοῦ μορίων, καὶ ἔτι πρὸς τούτοις ὡς οὔτε [p. 343] ἀνθρωπείου σώματος αἰεὶ τὸ κάμνον ἀποτεμεῖν χρὴ μέρος· αἰσχρά τε γὰρ ἡ ὄψις ἂν γίνοιτο τοῦ λειπομένου καὶ ἡ φύσις οὐκ ἐπὶ πολὺ διαρκής· οὔτε πολιτικῆς κοινωνίας τὴν νοσοῦσαν ἐξελαύνειν μοῖραν· οὐ γὰρ ἂν φθάνοι διὰ τῶν ἰδίων μερῶν τὸ σύμπαν ἀπολόμενον σὺν χρόνῳ· τῆς τ᾽ ἀνάγκης ἐνθυμηθέντες ὅσον τὸ κράτος, ᾗ καὶ θεοὶ εἴκουσι μόνῃ, μὴ χαλεπαίνετε πρὸς τὰς τύχας, μηδ᾽ ὡς ἁπάντων ἡμῖν κατ᾽ εὐχὴν ἐσομένων αὐθαδείας ἐμπίμπλασθε καὶ ἀμαθίας, ἀλλ᾽ ἐπικλάσθητε καὶ εἴξατε παραδείγμασι χρησάμενοι τῆς εὐβουλίας μὴ τοῖς ὀθνείοις, ἀλλὰ τοῖς ἡμετέροις αὐτῶν ἔργοις.

ΚΕΦΑΛΑΙΟΝ ΝΕ΄

[1] καὶ γὰρ ἄνδρα ἕνα καὶ πόλιν ὅλην ἐπὶ ταῖς καλλίσταις τῶν ἰδίων πράξεων φιλοτιμεῖσθαι χρή, καὶ τὰς λοιπὰς ὅπως ὁμολογούμεναι ταύταις ἔσονται σκοπεῖν. ὑμεῖς τοίνυν ἤδη πολλοὺς πολεμίους, ὑφ᾽ ὧν τὰ μέγιστα ἠδικήθητε, ὑποχειρίους λαβόντες, οὔτ᾽ ἀνελεῖν οὔτ᾽ ἐκβαλεῖν ἐκ τῶν ἰδίων ἐβουλήθητε, ἀλλὰ καὶ οἴκους καὶ κλήρους αὐτοῖς ἀπέδοτε, καὶ πατρίδας οἰκεῖν, ἐξ ὧν ἔφυσαν, εἰάσατε, ἰσοψήφοις τ᾽ εἶναι καὶ πολίταις ὑμετέροις ἤδη τισὶν ἐξ αὐτῶν ἐχαρίσασθε. [2] τούτου δ᾽ ἔτι θαυμασιώτερον ἔργον ὑμῶν ἔχω λέγειν, ὅτι καὶ τῶν ὑμετέρων πολιτῶν πολλοὺς μεγάλα εἰς ὑμᾶς ἐξαμαρτόντας ἀφήκατε τῶν τιμωριῶν, εἰς αὐτοὺς. μόνους ἀποσκήψαντες τοὺς αἰτίους τὴν ὀργήν, ὧν ἦσαν οἵ τε [p. 344] Ἀντέμνας κληρουχήσαντες καὶ Κρουστομέρειαν καὶ Μεδύλλειαν καὶ Φιδήνην καὶ ἄλλοι συχνοί. τί γὰρ δεῖ πάντας ἐξαριθμεῖσθαι νυνί, οὓς ὑμεῖς ἐκ πολιορκίας κρατηθέντας μετρίως ἐνουθετήσατε καὶ πολιτικῶς; καὶ οὐκ ἔσθ᾽ ὅπως ἢ κινδυνός τις διὰ ταῦτα κατέλαβε τὴν πόλιν ἢ ψόγος, ἀλλ᾽ ἐπαινεῖταί τε ὑμῶν τὸ ἐπιεικὲς καὶ οὐδὲν ἠλάττωται τοῦ ἀσφαλοῦς. [3] ἔπειτα οἱ τῶν πολεμίων φειδόμενοι τοῖς φίλοις πολεμήσετε, καὶ οἱ τὰ ὑποχείρια γενόμενα μεθιέντες ἀζήμια τοὺς συγκατακτησαμένους ὑμῖν τὴν ἀρχὴν ζημιώσετε, πόλιν τε τὴν αὐτῶν ὑμῶν παρέχοντες ἅπασι τοῖς δεομένοις ἀσφαλῆ καταφυγήν, ταύτης ἀπελαύνειν ὑπομενεῖτε τοὺς αὐθιγενεῖς, οἷς καὶ συνετράφητε καὶ συνεπαιδεύθητε καὶ πολλῶν ἐκοινωνήσατε κακῶν τε καὶ ἀγαθῶν ἐν εἰρήνῃ τε καὶ κατὰ πολέμους; οὐκ, ἐὰν τά γε δίκαια καὶ τὰ προσήκοντα τοῖς ὑμετέροις ἔθεσι βούλησθε πράττειν καὶ χωρὶς ὀργῆς κρίνητε τὸ συμφέρον.

ΚΕΦΑΛΑΙΟΝ ΝΣΤ΄

[1] ἀλλ᾽ ὅτι μὲν δεῖ καταλύσασθαι τὴν στάσιν, εἴποι τις ἄν, οὐχ ἧττον ἡμεῖς ἐγνώκαμεν καὶ πολλὴν παρεσχήμεθα προθυμίαν· πῶς δ᾽ ἂν καταλυσαίμεθ᾽ αὐτήν, τοῦτο πειρῶ λέγειν. ὁρᾷς γάρ, ὅση περὶ τὸν δῆμόν ἐστιν αὐθάδεια, ὃς οὔτε πέμπει πρὸς ἡμᾶς περὶ διαλύσεων αὐτὸς ἀδικῶν οὔτε τοῖς ὑφ᾽ ἡμῶν ἀποσταλεῖσιν ἀποκρίνεται πολιτικὰς καὶ φιλανθρώπους ἀποκρίσεις, ἀλλ᾽ ὑπερηφανεῖ καὶ ἀπειλεῖ, καὶ εἰκάσαι ῥᾴδιον [p. 345] οὐκ ἔστιν ὅ τι βούλεται. πρὸς δὲ ταῦτα τί παραινῶ [2] νῦν πράττειν, ἀκούσατέ μου. ἐγὼ τὸν δῆμον οὔτ᾽ ἀδιαλλάκτως οἴομαι πρὸς ἡμᾶς ἔχειν οὔτε δράσειν τι, ὧν ἀπειλεῖ, τεκμαιρόμενος, ὅτι οὐκ ἔστιν ὅμοια τοῖς λόγοις αὐτοῦ τὰ ἔργα, πολὺ δὲ μᾶλλον ἡμῶν ἐσπουδακέναι περὶ τὰς διαλύσεις οἴομαι. ἡμεῖς μὲν γὰρ καὶ πατρίδα τὴν τιμιωτάτην κατοικοῦμεν καὶ βίους καὶ οἴκους καὶ γενεὰς καὶ πάντα τὰ πλείστου ἄξια ἐν ταῖς ἰδίαις ἐξουσίαις ἔχομεν· ὁ δ᾽ ἄπολις καὶ ἀνέστιός ἐστι καὶ τῶν ἀναγκαιοτάτων αὐτῷ στέρεται σωμάτων βίου τε τοῦ καθ᾽ ἡμέραν οὐκ εὐπορεῖ. [3] τίνος οὖν χάριν, εἴ τις ἔροιτό με, τὰς προκλήσεις οὐ δέχεται τὰς ἡμετέρας ὅμως κακοπαθῶν αὐτός τε οὐδὲν ἐπιπρεσβεύεται πρὸς ἡμᾶς, ὅτι νὴ Δία, φαίην ἄν, ἄχρι τοῦδε λόγων ἀκούει παρὰ τῆς βουλῆς, ἔργον δ᾽ οὐδὲν ὁρᾷ γινόμενον ἐξ αὐτῶν οὔτε φιλάνθρωπον οὔτε μέτριον, ἐξηπατῆσθαί τε οἴεται πολλάκις ὑφ᾽ ἡμῶν ὑπισχνουμένων ἀεί τινα πρόνοιαν αὐτοῦ ποιήσεσθαι, μηδὲν δὲ προνοουμένων. πρεσβείας δὲ πέμπειν οὐχ ὑπομένει διὰ τοὺς ἐνθάδε κατηγορεῖν εἰωθότας αὐτοῦ δεδοικώς τε μή τινος, ὧν ἀξιοῖ, διαμάρτῃ. [4] τάχα δ᾽ ἄν τι καὶ φιλοτιμίας ἀνοήτου περὶ αὐτὸν εἴη πάθος· καὶ οὐδέν γε θαυμαστόν, ἐπεὶ καὶ ἐν ἡμῖν αὐτοῖς εἰσί τινες, οἷς τὸ δύσερι τοῦτο καὶ φιλόνεικον ἔνεστιν ἰδίᾳ τε καὶ κοινῆ οὐκ ἀξιοῦσιν ἡττᾶσθαι [p. 346] τοῦ ἀντιπάλου, ἀλλ᾽ ἐκ παντὸς ἀεὶ ζητοῦσι περιεῖναι τρόπου καὶ μὴ πρότερον χαρίζεσθαί τι, ἢ λαβεῖν τὸ μέλλον εὖ πάσχειν ὑποχείριον. ἐννοούμενος δὴ ταῦτα οἴομαι δεῖν πρεσβείαν ἀποσταλῆναι πρὸς τοὺς δημοτικοὺς ἐκ τῶν μάλιστα πιστευομένων· [5] τοὺς δ᾽ ἀποσταλησομένους ἄνδρας αὐτοκράτορας εἶναι παραινῶ, διαλυσομένους αὐτοῖς τὴν στάσιν, ἐφ᾽ οἷς ἂν αὐτοὶ δικαιῶσι, καὶ μηδὲν ἔτι τῇ βουλῇ προσαναφέροντας· αὐτοὶ γὰρ εἴσονται τοῦτο. οἱ δὲ νῦν ὑπεροπτικοὶ δοκοῦντες εἶναι καὶ βαρεῖς μαθόντες, ὅτι ἀληθῶς σπουδάζετε περὶ τὴν ὁμόνοιαν, καὶ εἰς ἐπιεικεστέρας συγκαθήσουσιν αἱρέσεις, οὐδὲν ἀξιοῦντες οὔτε τῶν αἰσχρῶν οὔτε τῶν ἀδυνάτων. τὸ γὰρ ἠρεθισμένον ἅπαν, ἄλλως τε κἂν ταπεινὸν ᾖ, πρὸς μὲν τοὺς ὑπερηφανοῦντας ἀγριαίνεσθαι φιλεῖ, πρὸς δὲ τοὺς θεραπεύοντας ἡμεροῦσθαι.

ΚΕΦΑΛΑΙΟΝ ΝΖ΄

[1] ταῦτ᾽ εἰπόντος τοῦ Μενηνίου θροῦς πολὺς ἐνέπεσε τῇ βουλῇ, καὶ διελάλουν ἕκαστοι κατὰ συμμορίας, οἱ μὲν οἰκείως διακείμενοι πρὸς τοὺς δημοτικοὺς παρακαλοῦντες ἀλλήλους πᾶσαν εἰσφέρεσθαι προθυμίαν, ὅπως κατάξουσι τὸν δῆμον εἰς τὴν πατρίδα, ἐπειδὴ προσειλήφεσαν ἡγεμόνα τῆς τότε γνώμης ἀνδρῶν ἀριστοκρατικῶν τὸν ἐπιφανέστατον· οἱ δ᾽ ἀριστοκρατικοὶ [p. 347] καὶ περὶ παντὸς θέλοντες μὴ κινεῖσθαι ἐκ τοῦ πατρίου κόσμου τὴν πολιτείαν ἀποροῦντες, ὅ τι χρήσονται τοῖς παροῦσι, μεταθέσθαι μὲν οὐκ ἀξιοῦντες τὰς προαιρέσεις, μένειν δ᾽ ἐπὶ τῶν ἐγνωσμένων οὐ δυνάμενοι· οἱ δ᾽ ἀκέραιοί τε καὶ τῶν στάσεων οὐδετέρᾳ συμφιλονεικοῦντες εἰρήνην ἄγειν βουλόμενοι καὶ ὅπως μὴ τειχήρεις ἔσονται σκοπεῖν ἀξιοῦντες. [2] σιωπῆς δὲ γενομένης ὁ πρεσβύτερος τῶν ὑπάτων ἐπαινέσας τὸν Μενήνιον τῆς γενναιότητος, καὶ τοὺς λοιποὺς ἀξιώσας ὁμοίους ἐκείνῳ γενέσθαι κηδεμόνας λέγοντάς τε ὅσα φρονοῦσι μετὰ παρρησίας καὶ πράττοντας δίχα ὄκνου τὰ δόξαντα, δεύτερον ἐκάλει τὸν αὐτὸν τρόπον ἐξ ὀνόματος, ἀξιῶν γνώμην ἀποφήνασθαι, Μάνιον Οὐαλέριον ἀδελφὸν τοῦ συνελευθερώσαντος ἀπὸ τῶν βασιλέων τὴν πόλιν, ἄνδρα παρ᾽ ὁντιναοῦν τῶν ἀριστοκρατικῶν τῷ δήμῳ κεχαρισμένον.

ΚΕΦΑΛΑΙΟΝ ΝΗ΄

[1] ὃς ἀναστὰς πρῶτον ὑπεμίμνησκε τὴν βουλὴν τῶν ἰδίων πολιτευμάτων, καὶ ὅτι πολλάκις αὐτοῦ προλέγοντος τὰ μέλλοντα συμβήσεσθαι δεινὰ δι᾽ ὀλιγωρίας ἐποιήσαντο τοὺς λόγους· ἔπειτα ἠξίου τοὺς ἐναντιουμένους ταῖς διαλλαγαῖς μὴ περὶ τῶν μετρίων νῦν ζητεῖν, ἀλλ᾽ ἐπεὶ τὴν στάσιν οὐκ εἴασαν ἐξαιρεθῆναι, ἡνίκα μικρὰ ἦν ἔτι τῇ πόλει τὰ διαφέροντα, νῦν γέ τοι σκοπεῖν, ὅπως διὰ ταχέων παύσεται καὶ μὴ [p. 348] προελθοῦσα ἔτι πορρωτέρω λήσει τάχα μὲν ἀνίατος, εἰ δὲ μὴ δυσίατος καὶ πολλῶν αἰτία σφίσι γενομένη κακῶν· τήν τε ἀξίωσιν τῶν δημοτικῶν οὐκέτι τὴν αὐτὴν ἀπέφαινεν ἐσομένην τῇ προτέρᾳ, οὐδ᾽ ἐπὶ τοῖς αὐτοῖς εἴκαζε συμβήσεσθαι τὸν δῆμον ἀπαλλαγὴν μόνον τῶν χρεῶν αἰτούμενον, ἀλλὰ καὶ βοηθείας δεήσεσθαί τινος ἴσως, ἀφ᾽ ἧς εἰς τὸν λοιπὸν χρόνον ἀσφαλὴς διατελέσει· [2] καταλελύσθαι μὲν γὰρ ἀφ᾽ οὗ παρῆλθεν ἡ τοῦ δικτάτορος ἀρχὴ τὸν φύλακα τῆς ἐλευθερίας αὐτοῦ νόμον, ὃς οὔτε ἀποκτείνειν πολίτην ἄκριτον οὐδένα συνεχώρει τοῖς ὑπάτοις, οὐδέ γε τοὺς παρὰ τῇ κρίσει ἐλαττουμένους ὑπὸ τῶν πατρικίων δημοτικοὺς παραδίδοσθαι τοῖς καταδικασαμένοις, ἔφεσιν δὲ τοῖς βουλομένοις ἐδίδου μεταφέρειν τὰς κρίσεις ἐπὶ τὸν δῆμον ἀπὸ τῶν πατρικίων καὶ ὅ τι ἂν ὁ δῆμος γνῷ, τοῦτ᾽ εἶναι κύριον· ἀφῃρῆσθαι δὲ καὶ τὴν ἄλλην ἐξουσίαν τῶν δημοτικῶν ὀλίγου δεῖν πᾶσαν, ἧς ἐν τοῖς προτέροις χρόνοις ἦσαν κύριοι, ὅπου γε καὶ τὸν ἐκ τῶν πολέμων θρίαμβον οὐκ ἐξεγένετο αὐτοῖς εὑρέσθαι παρὰ τῆς βουλῆς ἀνδρὶ παρ᾽ ὁντιναοῦν ἄλλον ἐπιτηδείῳ ταύτης τυχεῖν τῆς τιμῆς, Ποπλίῳ Σερουιλίῳ [3] Πρίσκῳ. ἐφ᾽ οἷς εἰκός τι πάσχοντας τοὺς πολλοὺς ἀθυμεῖν καὶ πονηρὰς ἔχειν ὑπὲρ τῆς ἀσφαλείας ἐλπίδας, ἐπειδὴ οὔτε ὑπάτῳ οὔτε δικτάτορι κήδεσθαι αὐτῶν βουλομένοις ἐξεγένετο, ἀλλὰ καὶ προσαπήλαυσέ τις αὐτῶν ὕβρεως καὶ ἀτιμίας διὰ τὴν ὑπὲρ τῶν πολλῶν [p. 349] σπουδὴν καὶ πρόνοιαν. ταῦτα δ᾽ ἀπειργάσθαι συγκύψαντας οὐ τοὺς χαριεστάτους τῶν πατρικίων, ὑβριστὰς δέ τινας καὶ πλεονέκτας περὶ χρηματισμὸν ἄδικον δεινῶς ἐσπουδακότας, οἳ πρὸς πολὺ διάφορον καὶ ἐπὶ μεγάλοις δανεισθὲν τόκοις πολλὰ καταδουλωσάμενοι πολιτῶν σώματα, τούτοις τ᾽ ὠμὰς καὶ ὑπερηφάνους ἀνάγκας προσφέροντες, ἀλλότριον ἐποίησαν γενέσθαι τῆς ἀριστοκρατίας ἅπαν τὸ δημοτικόν, ἑταιρίαν τε συστησάμενοι καὶ ταύτης ἀναδείξαντες Ἄππιον Κλαύδιον ἡγεμόνα, μισόδημον ἄνδρα καὶ ὀλιγαρχικόν, δι᾽ ἐκείνου πάντα φύρουσι τὰ πράγματα τῆς πόλεως. οἷς εἰ μὴ τὸ σωφρονοῦν μέρος τῆς βουλῆς ἐμποδὼν στήσεται, κινδυνεύειν ὑπὲρ ἀνδραποδισμοῦ τινος καὶ κατασκαφῆς τὴν πόλιν. τελευτῶν δ᾽ ἀπεφήνατο συνδοκεῖν τῇ Μενηνίου χρῆσθαι γνώμῃ, καὶ τὴν πρεσβείαν ἠξίου πέμπειν διὰ ταχέων· τοὺς δ᾽ ἄνδρας ἀφικομένους πειρᾶσθαι μὲν ὡς βούλονται καταλύσασθαι τὴν στάσιν, εἰ δὲ μὴ διδοίη τις αὐτοῖς, ἃ βούλονται, δέχεσθαι τὰ διδόμενα.

ΚΕΦΑΛΑΙΟΝ ΝΘ΄

[1] μετὰ τοῦτον ἀνέστη κληθεὶς Ἄππιος Κλαύδιος ὁ τῆς ἐναντιουμένης τῷ δήμῳ στάσεως ἡγεμὼν ἀνὴρ μέγα φρονῶν ἐφ᾽ ἑαυτῷ καὶ τοῦτ᾽ οὐκ ἄνευ δικαίας πάσχων αἰτίας· ὅ τε γὰρ ἴδιος αὐτοῦ βίος ὁ καθ᾽ ἡμέραν σώφρων καὶ σεμνὸς ἦν, ἥ τε προαίρεσις τῶν πολιτευμάτων εὐγενὴς καὶ τὸ ἀξίωμα σώζουσα τῆς [p. 350] ἀριστοκρατίας· ὃς ἀφορμὴν λαβὼν τὴν Οὐαλερίου δημηγορίαν τοιούτοις ἐχρήσατο λόγοις· [2] ἐν ἐλάττονι μὲν αἰτίᾳ ἂν Οὐαλέριος ἦν, εἰ τὴν αὑτοῦ γνώμην ἀπεφήνατο μόνην, τῶν δὲ τἀναντία ἐγνωκότων μὴ κατηγόρει· περιῆν γὰρ ἂν αὐτῷ μηδὲν ἀκοῦσαι τῶν προσόντων αὐτῷ κακῶν. ἐπεὶ δ᾽ οὐκ ἀπέχρησεν αὐτῷ τοιαῦτα συμβουλεύειν, ἐξ ὧν οὐδὲν ἄλλ᾽ ἢ τοῖς κακίστοις τῶν πολιτῶν δουλεύσομεν, ἀλλὰ καὶ τῶν ἐναντιουμένων αὐτῷ καθήψατο κἀμοῦ ἁψιμάχως ἐμνήσθη, πολλὴν ἀνάγκην ὁρῶ κἀμοὶ περὶ τούτων εἰπεῖν καὶ πρῶτον ἀπολύσασθαι τὰς κατ᾽ ἐμαυτοῦ διαβολάς. ὠνείδισται γάρ μοι πρὸς αὐτοῦ ἐπιτήδευμα οὔτε πολιτικὸν οὔτ᾽ εὐπρεπές, ὡς ἀπὸ παντὸς χρηματίζεσθαι προῄρημαι τρόπου καὶ πολλοὺς τῶν πενήτων ἀφῄρημαι τὴν ἐλευθερίαν, καὶ ὡς ἡ ἀπόστασις τοῦ δήμου καὶ δι᾽ ἐμὲ οὐχ ἥκιστα γέγονεν· ὧν οὐδὲν ὅτι ἀληθές ἐστιν οὐδ᾽ ὑγιὲς ῥᾴδιον ὑμῖν μαθεῖν. [3] ἴθι γάρ, εἰπὲ ὦ Οὐαλέριε, τίνες εἰσὶν οὓς κατεδουλωσάμην ἐγὼ πρὸς τὰ χρέα; τίνας ἐν δεσμοῖς πολίτας ἔσχον ἢ νῦν ἔχω; τίς τῶν ἀφεστηκότων διὰ τὴν ἐμὴν ὠμότητα ἢ φιλοχρηματίαν στέρεται τῆς ἑαυτοῦ πατρίδος; ἀλλ᾽ οὐκ ἂν ἔχοις εἰπεῖν. τοσούτου γὰρ δέω τινὰ πολιτῶν καταδεδουλῶσθαι διὰ χρέος, ὥστε πολλοῖς πάνυ τὰ ἐμαυτοῦ προέμενος οὐδένα τῶν ἀποστερησάντων με πρόσθετον ἐποιησάμην οὐδὲ ἄτιμον, ἀλλὰ πάντες εἰσὶν ἐλεύθεροι καὶ πάντες οἴδασί μοι χάριν φίλων τε καὶ [p. 351] πελατῶν ἐν τοῖς ἀναγκαιοτάτοις ἐξετάζονται. καὶ οὐ λέγω ταῦτα κατηγορῶν ἐγὼ τῶν μὴ τὰ παραπλήσια ἐμοὶ πεποιηκότων οὐδ᾽ εἴ τινες νόμῳ συγχωρούμενόν τι ἔδρασαν ἀδικεῖν αὐτοὺς οἴομαι, ἀλλὰ τὰς κατ᾽ ἐμαυτοῦ διαβολὰς ἀπολύομαι.

ΚΕΦΑΛΑΙΟΝ Ξ΄

[1] ἃ δ᾽ εἰς χαλεπότητα καὶ πονηρῶν ἀνθρώπων προστασίαν ὠνείδισέ μοι, μισόδημόν τε καὶ ὀλιγαρχικὸν ἀποκαλῶν, ὅτι τῆς ἀριστοκρατίας περιέχομαι, κοινὰ πάντων ὑμῶν ἐστι κατηγορήματα, ὅσοι οὐκ ἀξιοῦτε κρείττονες ὄντες ὑπὸ χειρόνων ἄρχεσθαι, οὐδ᾽ ἣν παρελάβετε ἀπὸ τῶν προγόνων πολιτείαν ὑπὸ τῆς κακίστης τῶν ἐν ἀνθρώποις πολιτειῶν δημοκρατίας ἀφαιρεθῆναι. [2] οὐ γὰρ ἂν οὗτος ὀλιγαρχίαν ὄνομα θῆται τῇ τῶν κρατίστων ἡγεμονίᾳ, καὶ δὴ τὸ πρᾶγμα ὑπὸ τοῦ ὀνόματος διαβληθὲν ἀφανισθήσεται· ἡμεῖς δὲ πολλῷ ἂν δικαιότερον ἐπενέγκαιμεν ὄνειδος καὶ ἀληθέστερον, δημοκοπίαν καὶ τυραννικῶν ἔργων ἐπιθυμίαν. οὐδενὶ γὰρ δὴ ἄδηλον, ὅτι πᾶς τύραννος ἐκ δημοκόλακος φύεται, καὶ ταχεῖα ὁδός ἐστι τοῖς καταδουλοῦσθαι τὰς πόλεις βουλομένοις ἡ διὰ τῶν κακίστων ἄγουσα πολιτῶν ἐπὶ τὰς δυναστείας, οὓς θεραπεύων οὗτος διατετέλεκε καὶ [3] οὐδὲ μέχρι τοῦ παρόντος παύεται. εὖ γὰρ ἴστε, ὅτι οὐκ ἂν ἐτόλμησαν οἱ φαῦλοι καὶ ταπεινοὶ τηλικαῦτα ἐξαμαρτεῖν, εἰ μὴ ὑπὸ τοῦ σεμνοῦ καὶ φιλοπόλιδος [p. 352] τούτου ἐξηγέρθησαν, ὡς δὴ ἀκίνδυνον αὐτοῖς τὸ ἔργον ἐσόμενον, καὶ πρὸς τῷ μηδεμίαν ὑποσχεῖν δίκην κρείττονα μοῖραν τῆς προτέρας ἕξοντες. μάθοιτε δ᾽ ἄν, ὡς ἀληθῆ ἐγὼ ταῦτα λέγω, μνησθέντες, ὅτι δεδιττόμενος ὑμᾶς ὑπὲρ πολέμου καὶ διαλλαγὰς ἀναγκαίας ἀποφαίνων ἅμα ἔφη καὶ ὡς οὐκ ἀγαπήσουσιν οἱ πένητες ἀφεθέντες τῶν χρεῶν, ἀλλὰ καὶ βοηθείας δεήσονταί τινος καὶ οὐκ ἀνέξονται ἔτι ὑφ᾽ ὑμῶν ὡς καὶ πρότερον ἀρχόμενοι· τελευτῶν δ᾽ ὑμᾶς ἠξίου στέργειν τὰ παρόντα καὶ συγχωρεῖν, ὅ τι ἂν ὁ δῆμος ἐπὶ τῇ καθόδῳ δικαιώσῃ λαβεῖν, μὴ διακρίναντας μήτ᾽ ἀπὸ καλῶν αἰσχρὰ μήτ᾽ ἀπὸ δικαίων ἄδικα. [4] τοσαύτης ἄρα αὐθαδείας τὸ ἀνόητον οὗτος ἐμπέπληκε τῆς πόλεως ἀνὴρ πρεσβύτερος καὶ πάσας κεκαρπωμένος τὰς παρ᾽ ὑμῶν τιμάς. ἆρ᾽ ἦν σοι ἄξιον, Οὐαλέριε, καθ᾽ ἑτέρων τὰ μὴ προσόντα ὀνείδη λέγειν τοιαύταις ὄντι κατηγορίαις ἐνόχῳ;