Ρωμαϊκή Αρχαιολογία/ς/11

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Κεφάλαια 11–20
Συγγραφέας: Διονύσιος ο Αλικαρνασσεύς
Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ς΄
Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885.


ΚΕΦΑΛΑΙΟΝ ΙΑ΄

[1] πρῶτον μὲν οὖν οἱ κατὰ μέσην τὴν φάλαγγα τεταγμένοι Ῥωμαίων, ἔνθα ὁ δικτάτωρ Ποστούμιος ἦν λογάδας ἔχων περὶ αὑτὸν ἱππεῖς, καὶ αὐτὸς ἐν πρώτοις μαχόμενος, τὸ καθ᾽ αὑτοὺς ἐξωθοῦσι μέρος, τρωθέντος ὑσσῷ τὸν δεξιὸν ὦμον θατέρου τῶν Ταρκυνίου παίδων Τίτου καὶ μηκέτι δυναμένου τῇ χειρὶ [2] χρῆσθαι. Λικίννιος μὲν γὰρ καὶ οἱ περὶ Γέλλιον οὐδὲν ἐξητακότες οὔτε τῶν εἰκότων οὔτε τῶν δυνατῶν αὐτὸν εἰσάγουσι τὸν βασιλέα Ταρκύνιον ἀγωνιζόμενον ἀφ᾽ ἵππου καὶ τιτρωσκόμενον, ἄνδρα ἐνενήκοντα ἔτεσι προσάγοντα. πεσόντος δὲ Τίτου μικρὸν ἀγωνισάμενοι χρόνον οἱ περὶ αὐτὸν καὶ τὸ σῶμα ἔμψυχον ἀράμενοι γενναῖον οὐδὲν ἔτι ἔπραξαν, ἀλλ᾽ ἀνεχώρουν ἐπιοῦσι τοῖς Ῥωμαίοις ἐπὶ πόδα· ἔπειτ᾽ αὖθις ἔστησάν τε καὶ εἰς ἀντίπαλα ἐχώρουν, θατέρου τῶν Ταρκυνίου παίδων Σέξτου μετὰ τῶν ἐκ Ῥώμης φυγάδων τε καὶ τῶν [p. 276] [3] ἄλλων ἐπιλέκτων ἱππέων ἐπιβοηθήσαντος αὐτοῖς. οὗτοι μὲν οὖν πάλιν ἀναλαβόντες· αὑτοὺς ἐμάχοντο, οἱ δὲ τῆς φάλαγγος ἡγεμόνες ἑκατέρας Τῖτος Αἰβούτιος καὶ Μαμίλιος Ὀκταούιος λαμπρότατα πάντων ἀγωνιζόμενοι, καὶ τρέποντες μὲν τοὺς ὑφισταμένους καθ᾽ ὃ χωρήσειαν μέρος, ἀντικαθιστάντες δὲ τῶν σφετέρων τοὺς θορυβηθέντας, χωροῦσιν ἐκ προκλήσεως ὁμόσε, καὶ συρράξαντες πληγὰς κατ᾽ ἀλλήλων φέρουσιν ἰσχυράς, οὐ μὴν καιρίους, ὁ μὲν ἱππάρχης εἰς τὰ στέρνα τοῦ Μαμιλίου διὰ θώρακος ἐλάσας τὴν αἰχμἠν, ὁ δὲ Μαμίλιος μέσον περονήσας τὸν δεξιὸν ἐκείνου βραχίονα· καὶ πίπτουσιν ἀπὸ τῶν ἵππων.

ΚΕΦΑΛΑΙΟΝ ΙΒ΄

[1] ἀποκομισθέντων δ᾽ ἀμφοτέρων ἐκ τῆς μάχης ὁ τεταγμένος αὖθις πρεσβευτὴς Μάρκος Οὐαλέριος τὴν τοῦ ἱππάρχου παρειληφὼς ἡγεμονίαν, ἐπιστὰς σὺν τοῖς ἀμφ᾽ αὐτὸν ἱππεῦσιν ἐπὶ τοὺς κατὰ πρόσωπον καὶ μικρὸν ἀντισχὼν χρόνον ἐξωθεῖται ταχέως τῆς τάξεως ἐπὶ πολύ· ἧκον δὲ καὶ τούτοις ἐκ τῶν φυγάδων τῶν ἐκ Ῥώμης ἱππέων τε καὶ ψιλῶν βοήθειαι, καὶ ὁ Μαμίλιος ἀνειληφὼς ἐκ τῆς πληγῆς ἑαυτὸν ἤδη παρῆν αὖθις ἄγων πλῆθος ἱππέων τε καὶ πεζῶν καρτερόν· ἐν τούτῳ τῷ ἀγῶνι ὅ τε πρεσβευτὴς Μάρκος Οὐαλέριος, ὁ τὸν κατὰ Σαβίνων πρῶτος καταγαγὼν θρίαμβον καὶ τὸ φρόνημα τῆς πόλεως τεταπεινωμένον ἐκ [p. 277] τοῦ Τυρρηνικοῦ πταίσματος ἀναστήσας, δόρατι πληγεὶς πίπτει, καὶ περὶ αὐτὸν ἄλλοι Ῥωμαίων πολλοὶ καὶ [2] ἀγαθοί. περὶ δὲ τῷ πτώματι αὐτοῦ γίνεται καρτερὸς ἀγὼν Ποπλίου καὶ Μάρκου τῶν Ποπλικόλα παίδων τὸν θεῖον ὑπερασπισάντων. ἐκεῖνον μὲν οὖν ἀσκύλευτόν τε· καὶ μικρὸν ἔτι ἐμπνέοντα τοῖς ὑπασπισταῖς ἀναθέντες ἀπέστειλαν ἐπὶ τὸν χάρακα, αὐτοὶ δ᾽ εἰς μέσους τοὺς πολεμίους ὑπὸ λήματός τε καὶ προθυμίας ὠσάμενοι καὶ πολλὰ τραύματα λαβόντες, ἀθρόων περιχυθέντων σφίσι τῶν φυγάδων, ἀποθνήσκουσιν ἅμα. [3] ἐξωθεῖται δὲ μετὰ τοῦτο τὸ πάθος ἡ Ῥωμαίων φάλαγξ ἀπὸ τῶν ἀριστερῶν ἐπὶ πολὺ καὶ μέχρι τῶν μέσων παρερρήγνυτο. ἔπειτα μαθὼν ὁ δικτάτωρ τὴν τροπὴν τῶν σφετέρων, ἐβοήθει κατὰ τάχος ἄγων τοὺς περὶ αὐτὸν ἱππεῖς. κελεύσας δὲ τὸν ἕτερον πρεσβευτήν, Τῖτον Ἑρμήνιον, ἴλην ἱππέων ἄγοντα κατὰ νώτου χωρεῖν τῆς σφετέρας φάλαγγος καὶ τοὺς φεύγοντας ἐπιστρέφειν, εἰ δὲ μὴ πείθοιντο ἀποκτεῖναι, αὐτὸς ἅμα τοῖς κρατίστοις ἐπὶ τὸ στῖφος ὠθεῖται, κἀπειδὴ πλησίον τῶν πολεμίων ἐγένετο πρῶτος εἰσελαύνει τὸν ἵππον ἀφειμένων τῶν χαλινῶν. [4] ἀθρόας δὲ γενομένης καὶ καταπληκτικῆς τῆς ἐλάσεως οὐ δεξάμενοι τὸ μανικὸν αὐτῶν καὶ τεθηριωμένον οἱ πολέμιοι τρέπονται καὶ πίπτουσι συχνοί. ἐν δὲ τούτῳ καὶ ὁ πρεσβευτὴς [p. 278] Ἑρμήνιος ἀνειληφὼς τοὺς φοβηθέντας ἐκ τῆς τροπῆς τῶν σφετέρων ἦγεν ἐπὶ τοὺς περὶ τὸν Μαμίλιον συνεστῶτας· καὶ συμπεσὼν αὐτῷ μεγίστῳ τε ὄντι καὶ ῥώμην ἀρίστῳ τῶν καθ᾽ αὑτὸν τότε ἀνθρώπων ἐκεῖνόν τ᾽ ἀποκτείνει καὶ αὐτὸς ἐν τῷ σκυλεύειν τὸν νεκρὸν πληγεὶς ὑπό τινος ξίφει διὰ τῆς λαγόνος ἀποθνήσκει. [5] Σέξτος δὲ Ταρκύνιος τοῦ λαιοῦ τῶν Λατίνων κέρατος ἡγούμενος ἀντεῖχεν ἔτι τοῖς δεινοῖς καὶ τοὺς ἐπὶ τοῦ δεξιοῦ τῶν Ῥωμαίων κέρατος ἐξεώθει τῆς στάσεως· ὡς δὲ τὸν Ποστόμιον ἐθεάσατο σὺν τοῖς ἐπιλέκτοις ἱππεῦσιν ἐπιφερόμενον ἀπογνοὺς ἁπάσης· ἐλπίδος εἰς μέσους αὐτοὺς ἵεται· ἔνθα δὴ κυκλωθεὶς ὑπὸ τῶν Ῥωμαίων ἱππέων τε καὶ πεζῶν καὶ βαλλόμενος πανταχόθεν ὥσπερ θηρίον, οὐκ ἄνευ τοῦ πολλοὺς ἀποκτεῖναι τῶν ὁμόσε χωρησάντων ἀποθνήσκει. πεσόντων δὲ τῶν ἡγεμόνων, ἀθρόα γίνεται πάντων αὐτίκα τῶν Λατίνων φυγὴ καὶ τοῦ χάρακος αὐτῶν ἐρήμου καταλειφθέντος ὑπὸ τῶν φυλάκων ἅλωσις, ὅθεν οἱ Ῥωμαῖοι πολλὰς καὶ καλὰς ἔλαβον ὠφελείας. [6] συμφορά τε αὕτη μεγίστη Λατίνοις ἐγένετο, δι᾽ ἣν ἐπὶ πλεῖστον ἐκακώθησαν, καὶ φθόρος σωμάτων, ὅσος οὔπω πρότερον· ἀπὸ γὰρ τετρακισμυρίων πεζῶν καὶ τρισχιλίων ἱππέων, ὥσπερ ἔφην, οἱ λειφθέντες ἐλάττους μυρίων ἐσώθησαν ἐπὶ τὰ σφέτερα.

ΚΕΦΑΛΑΙΟΝ ΙΓ΄

[1] ἐν ταύτῃ λέγονται τῇ μάχῃ Ποστομίῳ τε [p. 279] τῷ δικτάτορι καὶ τοῖς περὶ αὐτὸν τεταγμένοις ἱππεῖς δύο φανῆναι, κάλλει τε καὶ μεγέθει μακρῷ κρείττους, ὧν ἡ καθ᾽ ἡμᾶς φύσις ἐκφέρει, ἐναρχόμενοι γενειᾶν, ἡγούμενοί τε τῆς Ῥωμαικῆς ἵππου καὶ τοὺς ὁμόσε χωροῦντας τῶν Λατίνων παίοντες τοῖς δόρασι καὶ προτροπάδην ἐλαύνοντες. καὶ μετὰ τὴν τροπὴν τῶν Λατίνων καὶ τὴν ἅλωσιν τοῦ χάρακος αὐτῶν περὶ δείλην ὀψίαν τὸ τέλος λαβούσης τῆς μάχης, ἐν τῇ Ῥωμαίων ἀγορᾷ τὸν αὐτὸν τρόπον ὀφθῆναι δύο νεανίσκοι λέγονται, πολεμικὰς ἐνδεδυκότες στολὰς μήκιστοί τε καὶ κάλλιστοι καὶ τὴν αὐτὴν ἡλικίαν ἔχοντες, αὐτοί τε φυλάττοντες ἐπὶ τῶν προσώπων ὡς ἐκ μάχης ἡκόντων τὸ ἐναγώνιον σχῆμα, καὶ τοὺς ἵππους ἱδρῶτι διαβρόχους ἐπαγόμενοι. [2] ἄρσαντες δὲ τῶν ἵππων ἑκάτερον καὶ ἀπονίψαντες ἀπὸ τῆς λιβάδος, ἣ παρὰ τὸ ἱερὸν τῆς Ἑστίας ἀναδίδωσι λίμνην ποιοῦσα ἐμβύθιον ὀλίγην, πολλῶν αὐτοὺς περιστάντων καὶ εἴ τι φέρουσιν ἐπὶ κοινὸν ἀπὸ στρατοπέδου μαθεῖν ἀξιούντων, τήν τε μάχην αὐτοῖς φράζουσιν, ὡς ἐγένετο καὶ ὅτι νικῶσιν· οὓς μεταχωρήσαντας ἐκ τῆς ἀγορᾶς ὑπ᾽ οὐδενὸς ἔτι λέγουσιν ὀφθῆναι, πολλὴν ζήτησιν αὐτῶν ποιουμένου [p. 280] [3] τοῦ καταλειφθέντος τῆς πόλεως ἡγεμόνος. ὡς δὲ τῇ κατόπιν ἡμέρᾳ τὰς παρὰ τοῦ δικτάτορος ἐπιστολὰς ἔλαβον οἱ τῶν κοινῶν προεστῶτες, καὶ σὺν τοῖς ἄλλοις ἅπασι τοῖς ἐν τῇ μάχῃ γενομένοις καὶ τὰ περὶ τῆς ἐπιφανείας τῶν δαιμόνων ἔμαθον, νομίσαντες τῶν αὐτῶν θεῶν εἶναι ἄμφω τὰ φάσματα ὥσπερ εἰκὸς Διοσκούρων ἐπείσθησαν εἶναι τὰ εἴδωλα. [4] ταύτης ἐστὶ τῆς παραδόξου καὶ θαυμαστῆς τῶν δαιμόνων ἐπιφανείας ἐν Ῥώμῃ πολλὰ σημεῖα, ὅ τε νεὼς ὁ τῶν Διοσκούρων, ὃν ἐπὶ τῆς ἀγορᾶς κατεσκεύασεν ἡ πόλις, ἔνθα ὤφθη τὰ εἴδωλα, καὶ ἡ παρ᾽ αὐτῷ κρήνη καλουμένη τε τῶν θεῶν τούτων καὶ ἱερὰ εἰς τόδε χρόνου νομιζομένη, θυσίαι τε πολυτελεῖς, ἃς καθ᾽ ἕκαστον ἐνιαυτὸν ὁ δῆμος ἐπιτελεῖ διὰ τῶν μεγίστων ἱερέων ἐν μηνὶ Κυιντιλίῳ λεγομένῳ ταῖς καλουμέναις εἰδοῖς, ἐν ᾗ κατώρθωσαν ἡμέρᾳ τόνδε τὸν πόλεμον· ὑπὲρ ἅπαντα δὲ ταῦτα ἡ μετὰ τὴν θυσίαν ἐπιτελουμένη πομπὴ τῶν ἐχόντων τὸν δημόσιον ἵππον, οἳ κατὰ φυλάς τε καὶ λόχους κεκοσμημένοι στοιχηδὸν ἐπὶ τῶν ἵππων ὀχούμενοι πορεύονται πάντες, ὡς ἐκ μάχης ἥκοντες ἐστεφανωμένοι θαλλοῖς ἐλαίας, καὶ πορφυρᾶς φοινικοπαρύφους ἀμπεχόμενοι τηβέννας τὰς καλουμένας τραβέας, ἀρξάμενοι μὲν ἀφ᾽ ἱεροῦ τινος Ἄρεος ἔξω τῆς πόλεως ἱδρυμένου, διεξιόντες δὲ τήν τ᾽ ἄλλην πόλιν καὶ διὰ τῆς ἀγορᾶς παρὰ τὸ τῶν Διοσκούρων ἱερὸν παρερχόμενοι, ἄνδρες ἔστιν ὅτε καὶ πεντακισχίλιοι [p. 281] φέροντες, ὅσα παρὰ τῶν ἡγεμόνων ἀριστεῖα ἔλαβον ἐν ταῖς μάχαις, καλὴ καὶ ἀξία τοῦ μεγέθους τῆς ἡγεμονίας ὄψις. ταῦτα μὲν ὑπὲρ τῆς γενομένης ἐπιφανείας τῶν Διοσκούρων λεγόμενά τε καὶ πραττόμενα ὑπὸ Ῥωμαίων ἔμαθον· [5] ἐξ ὧν τεκμήραιτ᾽ ἄν τις, ὡς θεοφιλεῖς ἦσαν οἱ τότε ἄνθρωποι, σὺν ἄλλοις πολλοῖς καὶ μεγάλοις.

ΚΕΦΑΛΑΙΟΝ ΙΔ΄

[1] ὁ δὲ Ποστόμιος ἐκείνην μὲν τὴν νύκτα κατεστρατοπέδευσεν ἐν τῷ πεδίῳ, τῇ δ᾽ ἑξῆς ἡμέρᾳ στεφανώσας τοὺς ἀριστεύσαντας ἐν τῇ μάχῃ καὶ τοὺς αἰχμαλώτους φυλάττεσθαι διαδοὺς ἔθυε τὰ νικητήρια τοῖς θεοῖς. ἔτι δ᾽ αὐτῷ τὸν στέφανον ἐπικειμένῳ καὶ τὰς ὑπερπύρους ἀπαρχὰς τοῖς βωμοῖς ἐπιτιθέντι σκοποί τινες ἀπὸ τῶν μετεώρων καταδραμόντες ἀγγέλλουσι πολέμιον ἐπὶ σφᾶς ἐλαύνειν στρατόν. ἦν δ᾽ ἐκ τοῦ Οὐολούσκων ἔθνους ἐπίλεκτος ἀκμὴ σύμμαχος ἀπεσταλμένη Λατίνοις, πρὶν ἢ τὴν μάχην αὐτῶν ἐπιτελεσθῆναι. [2] ὡς δὲ δὴ ταῦτ᾽ ἔγνω, χωρεῖν ἅπαντας ἐκέλευσεν ἐπὶ τὰ ὅπλα καὶ μένειν ἐν τῷ χάρακι παρὰ ταῖς ἰδίαις ἕκαστον σημαίαις σιγὴν καὶ κόσμον φυλάττοντας, ἕως ἂν αὐτὸς ἃ χρὴ πράττειν παραγγείλῃ. οἱ δὲ τῶν Οὐολούσκων ἡγεμόνες ἐξ ἀπόπτου τῶν Ῥωμαίων παρεμβαλόντες ὡς εἶδον μεστὸν μὲν τὸ πεδίον νεκρῶν, ὀρθοὺς δὲ τοὺς χάρακας ἀμφοτέρους, προιόντα δ᾽ ἐκ τῶν ἐρυμάτων οὔτε πολέμιον οὔτε φίλον οὐδένα, τέως μὲν ἐθαύμαζον καὶ τίς ἦν ἡ κατειληφυῖα τύχη τὰ [p. 282] πράγματα ἀπόρως εἶχον συμβάλλειν. ἐπεὶ δὲ παρὰ τῶν ἀνασωζομένων ἐκ τῆς τροπῆς ἅπαντα τὰ περὶ τὸν ἀγῶνα ἔμαθον, ἐσκόπουν μετὰ τῶν ἄλλων ἡγεμόνων, [3] τί χρὴ πράττειν. τοῖς μὲν οὖν θρασυτάτοις αὐτῶν ἐδόκει κράτιστον εἶναι χωρεῖν ἐπὶ τὸν χάρακα τῶν Ῥωμαίων ἐξ ἐφόδου, τέως πολλοὶ μὲν ἔκαμον ὑπὸ τραυμάτων, ἀπειρήκεσάν θ᾽ ἅπαντες ὑπὸ κόπου ὅπλα τε ἄχρηστα τοῖς πλείστοις ἦν, τὰ μὲν ἀπεστομωμένα τὰς ἀκμάς, τὰ δὲ κατεαγότα καὶ βοήθεια παρὰ τῶν οἴκοθεν ἀκραιφνὴς οὔπω παρῆν οὐδεμία αὐτοῖς, ἡ δὲ σφῶν αὐτῶν δύναμις πολλή τε οὖσα καὶ ἀγαθὴ καὶ ὡπλισμένη καλῶς ἐμπειροπόλεμός τε καὶ οὐ προσδεχομένοις ἐξαπιναίως παροῦσα, φοβερὰ καὶ τοῖς εὐτολμοτάτοις φανήσεσθαι ἔμελλε.

ΚΕΦΑΛΑΙΟΝ ΙΕ΄

[1] τοῖς δὲ σωφρονεστάτοις οὐκ ἀσφαλὲς τὸ κινδύνευμα εἶναι ἐφαίνετο, ἀνδράσιν ἀγαθοῖς τὰ πολέμιά τε καὶ νεωστὶ τὴν Λατίνων τοσαύτην δύναμιν ἀραμένοις ἄνευ συμμάχων ὁμόσε χωρεῖν μέλλοντας τὸν ὑπὲρ τῶν μεγίστων κίνδυνον ἐν ἀλλοτρίᾳ ποιεῖσθαι γῇ, ἔνθα εἴ τι συμβαίη πταῖμα οὐδεμίαν ἕξουσι καταφυγὴν ἀσφαλῆ· τῆς δ᾽ οἴκαδε σωτηρίας προνοεῖσθαι μᾶλλον ἠξίουν οὗτοι διὰ ταχέων καὶ μέγα κέρδος ὑπολαμβάνειν, εἰ μηδὲν ἀπολαύσουσιν ἐκ τῆς στρατείας κακόν. [2] ἑτέροις δὲ τούτων μὲν οὐδέτερον ἐδόκει χρῆναι ποιεῖν, νεανικὸν μὲν ἀποφαίνουσι τὸ πρόχειρον τῆς ἐπὶ τὸν ἀγῶνα ὁρμῆς, αἰσχρὸν δὲ τὸ παράλογον τῆς ἐπὶ τὰ οἰκεῖα φυγῆς, ὡς κατ᾽ εὐχὴν ληψομένων τῶν πολεμίων, ὁπότερον ἂν αὐτῶν ποιήσωσι. γνώμη δὲ [p. 283] τούτων ἦν ἐν μὲν τῷ παρόντι κρατύνασθαι τὸν χάρακα καὶ τὰ πρὸς τὸν ἀγῶνα εὐτρεπίζεσθαι, πέμποντας δὲ πρὸς τοὺς ἄλλους Οὐολούσκους δυεῖν θάτερον ἀξιοῦν ἢ δύναμιν ἑτέραν πέμπειν ἀξιόχρεων ἐπὶ Ῥωμαίους, [3] ἢ καὶ τὴν ἀπεσταλμένην μετακαλεῖν. ἡ δὲ πιθανωτάτη τοῖς πλείστοις φανεῖσα καὶ ὑπὸ τῶν ἐν τέλει κυρωθεῖσα γνώμη ταῦτα παρῄνει, πέμψαι τινὰς εἰς τὸν χάρακα τῶν Ῥωμαίων· κατασκόπους ὀνόματι πρεσβευτῶν ἕξοντας τὸ ἀσφαλές, οἳ δεξιώσονται τὸν ἡγεμόνα καὶ φράσουσιν, ὅτι σύμμαχοι Ῥωμαίων ἥκοντες ἀπὸ τοῦ κοινοῦ τῶν Οὐολούσκων ἄχθονται μὲν ὑστερήσαντες τῆς μάχης, ὡς οὐδεμίαν ἢ μικράν τινα τῆς προθυμίας χάριν οἰσόμενοι, τῇ δ᾽ ἐξ ἐκείνων τύχῃ μέγαν ἀγῶνα δίχα συμμάχων κατωρθωκότων συνήδονται· ἐξαπατήσαντες δ᾽ αὐτοὺς τῇ φιλανθρωπίᾳ τῶν λόγων καὶ πιστεύειν ὡς φίλοις σφίσι κατασκευάσαντες, ἅπαντα κατασκέψονται καὶ δηλώσουσιν ἀφικόμενοι πλῆθός τ᾽ αὐτῶν καὶ ὁπλισμοὺς καὶ παρασκευὰς καὶ εἴ τι κατὰ νοῦν ἔχουσι πράττειν. ὅταν δὲ ταῦτ᾽ ἀκριβῶς σφίσι γένηται φανερά, τότε προθεῖναι βουλήν, εἴτ᾽ ἐπιχειρεῖν αὐτοῖς ἄμεινον εἴη προσμεταπεμψαμένοις δύναμιν ἑτέραν, εἴτε καὶ τὴν παροῦσαν ἀπάγειν.

ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ΄

[1] ὡς δὲ ταύτῃ προσέθεντο τῇ γνώμῃ καὶ οἱ προχειρισθέντες ὑπ᾽ αὐτῶν πρέσβεις ἀφικόμενοι πρὸς τὸν δικτάτορα καὶ παραχθέντες ἐπὶ τὴν ἐκκλησίαν διεξῆλθον [p. 284] τοὺς ἐξαπατήσοντας λόγους, ὀλίγον ἐπισχὼν ὁ Ποστόμιος χρόνον πρὸς αὐτοὺς εἶπε· πονηρὰ βουλεύματα, ὦ Οὐολοῦσκοι, χρηστοῖς λόγοις ἀμφιέσαντες ἥκετε· καὶ πολεμίων ἔργα πράττοντες φίλων ἐξενέγκασθαι βούλεσθε δόξαν. [2] ὑμεῖς γὰρ ἀπέσταλθε ὑπὸ τοῦ κοινοῦ Λατίνοις συμμαχήσοντες καθ᾽ ἡμῶν, ἐπεὶ δ᾽ ὕστεροι τῆς μάχης ἥκετε καὶ κρατουμένους αὐτοὺς ὁρᾶτε, παρακρούσασθαι βούλεσθε ἡμᾶς τἀναντία, ὧν ἐμέλλετε πράττειν, λέγοντες. καὶ οὐδ᾽ ἡ φιλανθρωπία τῶν λόγων, ἣν πλάττεσθε πρὸς τὸν παρόντα καιρὸν οὐδὲ τὸ προσποίημα ὑμῶν τῆς δεῦρο ἀφίξεως ὑγιές ἐστιν, ἀλλὰ μεστὸν δόλου καὶ ἀπάτης. οὐ γὰρ συνησθησόμενοι τοῖς ἀγαθοῖς ἡμετέροις ἐξαπέσταλθε, ἀλλὰ κατασκεψόμενοι, πῶς ἡμῖν ἀσθενείας ἢ δυνάμεως τὰ πράγματα ἔχει· καί ἐστε πρεσβευταὶ μὲν λόγῳ, κατάσκοποι δ᾽ ἔργῳ. [3] ἀρνουμένων δὲ πρὸς ἅπαντα τῶν ἀνδρῶν οὐ διὰ μακροῦ τὴν πίστιν ἔφησεν αὐτοῖς παρέξεσθαι· καὶ αὐτίκα τὰς ἐπιστολὰς αὐτῶν, ἃς ἔλαβε πρὸ τῆς μάχης τοῖς ἡγεμόσι τῶν Λατίνων φερομένας, ἐν αἷς ὑπισχνοῦντο αὐτοῖς πέμψειν ἐπικουρίαν, προήνεγκε, καὶ τοὺς φέροντας αὐτὰς προήγαγεν. ἀναγνωσθέντων δὲ τῶν γραμμάτων καὶ τῶν αἰχμαλώτων ἃς ἔλαβον ἐντολὰς διηγησαμένων, τὸ μὲν πλῆθος λίθοις ὥρμησε βαλεῖν τοὺς Οὐολούσκους ὡς ἑαλωκότας ἐπ᾽ [p. 285] αὐτοφώρῳ κατασκόπους, ὁ δὲ Ποστόμιος οὐκ ᾤετο δεῖν ὁμοίους γενέσθαι τοῖς κακοῖς τοὺς ἀγαθοὺς κρεῖττον εἶναι λέγων καὶ μεγαλοψυχότερον εἰς τοὺς ἀποστείλαντας φυλάττειν τὴν ὀργὴν ἢ εἰς τοὺς ἀποσταλέντας, καὶ διὰ τὸ φανερὸν ὄνομα τῆς πρεσβείας ἀφεῖναι τοὺς ἄνδρας μᾶλλον ἢ διὰ τὸ ἀφανὲς τῆς κατασκοπῆς ἔργον ἀπολέσαι· ἵνα μήτε Οὐολούσκοις ἀφορμὴν παράσχωσιν εὐπρεπῆ τοῦ πολέμου πρεσβευτῶν ἀνῃρῆσθαι σώματα σκηπτομένοις παρὰ τὸν ἁπάντων νόμον, μήτε τοῖς ἄλλοις ἔχθρας πρόφασιν αἰτίας εἶναι εἰ καὶ ψευδοῦς, ἀλλ᾽ οὐκ ἀλόγου γε οὐδὲ ἀπίστου.

ΚΕΦΑΛΑΙΟΝ ΙΖ΄

[1] ἐπισχὼν δὲ τὴν ὁρμὴν τοῦ πλήθους ἀπιέναι τοὺς ἄνδρας ἐκέλευσεν ἀμεταστρεπτὶ φυλακῇ παραδοὺς ἱππέων, οἳ προύπεμψαν αὐτοὺς ἐπὶ τὸν Οὐολούσκων χάρακα. ἐκβαλὼν δὲ τοὺς κατασκόπους εὐτρεπίζεσθαι τὰ εἰς μάχην παρήγγειλε τοῖς στρατιώταις, ὡς ἐν τῇ κατόπιν ἡμέρᾳ παραταξόμενος. ἐδέησε δ᾽ οὐδὲν αὐτῷ μάχης· οἱ γὰρ ἡγεμόνες τῶν Οὐολούσκων πολλῆς ἔτι νυκτὸς οὔσης ἀναστήσαντες τὴν στρατιὰν ᾤχοντο ἐπὶ [2] τὰ σφέτερα. ἁπάντων δὲ χωρησάντων αὐτῷ κατ᾽ εὐχὴν θάψας τοὺς οἰκείους νεκροὺς καὶ τὴν στρατιὰν καθήρας [p. 286] ἀνέστρεψεν εἰς τὴν πόλιν ἐκπρεπεῖ θριάμβῳ κοσμούμενος ὅπλων τε σωρὸν ἐφ᾽ ἁμάξαις πολλαῖς κομίζων καὶ χρημάτων στρατιωτικῶν παρασκευὰς ἀφθόνους εἰσφέρων, καὶ τοὺς ἁλόντας ἐν τῇ μάχῃ πεντακοσίων ἀποδέοντας ἑξακισχιλίους ἐπαγόμενος. ἀπὸ δὲ τῶν λαφύρων ἐξελόμενος τὰς δεκάτας ἀγῶνάς τε καὶ θυσίας τοῖς θεοῖς ἀπὸ τετταράκοντα ταλάντων ἐποίει καὶ ναῶν κατασκευὰς ἐξεμίσθωσε Δήμητρι καὶ Διονύσῳ καὶ Κόρῃ [3] κατ᾽ εὐχήν. ἐσπάνισαν γὰρ αἱ τροφαὶ τοῦ πολέμου κατ᾽ ἀρχὰς καὶ πολὺν αὐτοῖς παρέσχον φόβον ὡς ἐπιλείψουσαι, τῆς τε γῆς ἀκάρπου γενομένης καὶ τῆς ἔξωθεν ἀγορᾶς οὐκέτι παρακομιζομένης διὰ τὸν πόλεμον. διὰ τοῦτο τὸ δέος ἀνασκέψασθαι τὰ Σιβύλλεια τοὺς φύλακας αὐτῶν κελεύσας ὡς ἔμαθεν, ὅτι τούτους ἐξιλάσασθαι τοὺς θεοὺς οἱ χρησμοὶ κελεύουσιν, εὐχὰς αὐτοῖς ἐποιήσατο μέλλων ἐξάγειν τὸν στρατόν, ἐὰν εὐετηρία γένηται κατὰ τὴν πόλιν ἐπὶ τῆς ἰδίας ἀρχῆς, οἵα πρότερον ἦν, ναούς τ᾽ αὐτοῖς καθιδρύσεσθαι καὶ [4] θυσίας καταστήσεσθαι καθ᾽ ἕκαστον ἐνιαυτόν. οἱ δ᾽ ὑπακούσαντες τήν τε γῆν παρεσκεύασαν ἀνεῖναι πλουσίους καρπούς, οὐ μόνον τὴν σπόριμον, ἀλλὰ καὶ τὴν δενδροφόρον, καὶ τὰς ἐπεισάκτους ἀγορὰς ἁπάσας ἐπικλύσαι μᾶλλον ἢ πρότερον· ἅπερ ὁρῶν αὐτὸς ὁ Ποστόμιος ἐψηφίσατο τὰς τῶν ναῶν τούτων κατασκευάς. Ῥωμαῖοι μὲν δὴ τὸν τυραννικὸν ἀπωσάμενοι πόλεμον εὐνοίᾳ θεῶν ἐν ἑορταῖς τε καὶ θυσίαις ἦσαν. [p. 287]

ΚΕΦΑΛΑΙΟΝ ΙΗ΄

[1] ὀλίγαις δ᾽ ὕστερον ἡμέραις πρέσβεις ἀπὸ τοῦ κοινοῦ τῶν Λατίνων ἧκον ὡς αὐτοὺς ἐξ ἁπασῶν τῶν πόλεων ἐπιλεχθέντες οἱ τὴν ἐναντίαν ἔχοντες περὶ τοῦ πολέμου γνώμην, ἱκετηρίας καὶ στέμματα προεχόμενοι. οὗτοι παραχθέντες ἐπὶ τὴν βουλήν, τὴν μὲν ἀρχὴν τοῦ πολέμου τοὺς δυναστεύοντας ἐν ταῖς πόλεσιν ἀπέφαινον αἰτίους· τὸ δὲ πλῆθος ἓν μόνον τοῦτο ἁμαρτεῖν ἔλεγον, ὅτι πονηροῖς ἐπείσθη δημαγωγοῖς ἴδια κέρδη παρεσκευασμένοις. [2] ταύτης δὲ τῆς ἀπάτης, ἐν ᾗ τὸ πλεῖον ἀνάγκης μέρος ἦν, οὐ μεμπτὰς τετικέναι δίκας ἑκάστην πόλιν ἔλεγον τῆς κρατίστης νεότητος ἀναιρεθείσης, ὥστε μὴ ῥᾴδιον εἶναι πένθους καθαρὰν εὑρεῖν οἰκίαν, ἠξίουν τ᾽ αὐτοὺς παραλαβεῖν σφᾶς ἥκοντας οὔτε περὶ τῆς ἀρχῆς ἔτι διαφερομένους οὔτε περὶ τῶν ἴσων φιλονεικοῦντας συμμάχους τε καὶ ὑπηκόους ἅπαντα τὸν λοιπὸν χρόνον ἐσομένους, καὶ πᾶν ὅσον ὁ δαίμων ἀφείλετο τοῦ Λατίνων ἀξιώματος, [3] τοῦτο τῇ Ῥωμαίων προσθήσοντας εὐποτμίᾳ. τελευτῶντες δὲ τοῦ λόγου συγγένειαν ἐπεκαλοῦντο καὶ συμμαχιῶν ἀπροφασίστων ποτὲ γενομένων ἀνεμίμνησκον καὶ συμφορὰς ἀνέκλαιον τὰς καταληψομένας τοὺς μηδὲν ἡμαρτηκότας, οἳ μακρῷ πλείους ἦσαν τῶν ἡμαρτηκότων, ὀδυρόμενοι παρ᾽ ἕκαστα καὶ τῶν γονάτων ἁπτόμενοι πάσης τῆς γερουσίας καὶ τὰς ἱκετηρίας παρὰ τοῖς ποσὶ τοῦ Ποστομίου τιθέντες· ὥστε παθεῖν τι πρὸς τὰ δάκρυα καὶ τὰς δεήσεις αὐτῶν τὸ συνέδριον ἅπαν. [p. 288]

ΚΕΦΑΛΑΙΟΝ ΙΘ΄

[1] ὡς δὲ μετέστησαν ἐκ τοῦ βουλευτηρίου καὶ λόγος ἀπεδόθη τοῖς εἰωθόσιν ἀποφαίνεσθαι γνώμας, Τῖτος μὲν Λάρκιος ὁ πρῶτος ἀποδειχθεὶς δικτάτωρ ἐν τῷ παρελθόντι ἐνιαυτῷ ταμιεύεσθαι τὴν τύχην αὐτοῖς συνεβούλευε μέγιστον εἶναι λέγων ἐγκώμιον ὥσπερ ἑνὸς ἀνδρὸς οὕτω καὶ πόλεως ὅλης, εἰ μὴ διαφθαρήσεται ταῖς εὐπραγίαις, ἀλλ᾽ εὐμενῶς καὶ μετρίως φέροι τἀγαθά. [2] πάσας μὲν γὰρ τὰς εὐτυχίας φθονεῖσθαι, μάλιστα δ᾽ ὅσαις πρόσεστιν εἰς τοὺς ταπεινωθέντας καὶ ὑπὸ χεῖρα γενομένους ὕβρις καὶ βαρύτης· τῇ τύχῃ δ᾽ οὐκ ἐῶν τι πιστεύειν πολλάκις αὐτῆς πεῖραν εἰληφότας ἐπ᾽ οἰκείοις κακοῖς τε καὶ ἀγαθοῖς, ὡς ἀβέβαιός ἐστι καὶ ἀγχίστροφος· οὐδ᾽ ἀνάγκην προσάγειν τοῖς διαφόροις τὴν περὶ τῶν ἐσχάτων κινδύνων, δἰ ἣν καὶ παρὰ γνώμην τολμηταὶ γίνονταί [3] τινες καὶ ὑπὲρ δύναμιν μαχηταί· δέος δὲ σφίσιν εἶναι λέγων, μὴ κοινὸν μῖσος ἐπισπάσωνται παρὰ πάντων ὅσων ἀξιοῦσιν ἄρχειν, ἐὰν πικρὰς καὶ ἀπαραιτήτους ἀπὸ τῶν ἁμαρτόντων ἀναπράττωνται δίκας, ὡς ἐκβεβηκότες ἐκ τῶν συνήθων ἐπιτηδευμάτων, ἀφ᾽ ὧν εἰς ἐπιφάνειαν προῆλθον ἐπιλαθόμενοι, καὶ πεποιηκότες τυραννίδα τὴν ἀρχήν, ἀλλ᾽ οὐχ ἡγεμονίαν ὡς πρότερον ἦν καὶ προστασίαν· τά τε ἁμαρτήματα μέτρια καὶ οὐ [p. 289] νεμεσητὰ εἶναι λέγων, εἴ τινες ἐλευθερίας περιεχόμεναι πόλεις καὶ ἄρχειν ποτὲ μαθοῦσαι τῆς παλαιᾶς ἀξιώσεως οὐ μεθίενται. εἰ δ᾽ ἀνιάτως οἱ τῶν κρατίστων ὀρεχθέντες, ἐὰν διαμάρτωσι τῆς ἐλπίδος, ζημιώσονται, οὐδὲν ἔσεσθαι τὸ κωλῦον ἅπαντας ἀνθρώπους ὑπ᾽ ἀλλήλων ἀπολωλέναι· πᾶσι γὰρ εἶναι τὸν τῆς ἐλευθερίας πόθον ἔμφυτον. [4] πολλῷ τε κρείττονα καὶ βεβαιοτέραν ἀποφαίνων ἀρχήν, ἥτις εὐεργεσίαις, ἀλλὰ μὴ τιμωρίαις κρατεῖν βούλεται τῶν ὑπηκόων· τῇ μὲν γὰρ εὔνοιαν ἀκολουθεῖν, τῇ δὲ φόβον, ἀνάγκην δ᾽ εἶναι φύσεως πάντα μάλιστα μισεῖσθαι τὰ φοβερά· τελευτῶν δὲ τοῦ λόγου παραδείγμασιν αὐτοὺς ἠξίου χρῆσθαι τοῖς κρατίστοις τῶν προγόνων ἔργοις, ἐφ᾽ οἷς ἐπαίνων ἐτύγχανον ἐκεῖνοι, ἐπιλεγόμενος ὅσας ἁλούσας κατὰ κράτος πόλεις οὐ κατασκάπτοντες οὐδὲ ἡβηδὸν ἀναιροῦντες οὐδ᾽ ἐξανδραποδιζόμενοι, ἀλλ᾽ ἀποικίας τῆς Ῥώμης ποιοῦντες, καὶ τοῖς βουλομένοις τῶν κρατηθέντων παρὰ σφίσι κατοικεῖν πολιτείας μεταδιδόντες, μεγάλην ἐκ μικρᾶς ἐποιοῦντο τὴν πόλιν. κεφάλαιον δ᾽ αὐτοῦ τῆς γνώμης ἦν ἀνανεώσεσθαι τὰς σπονδὰς πρὸς τὸ κοινὸν τῶν Λατίνων, ἃς ἦσαν πεποιημένοι πρότερον, καὶ μηδενὸς τῶν ἁμαρτημάτων μηδεμιᾷ πόλει μνησικακεῖν.

ΚΕΦΑΛΑΙΟΝ Κ΄

[1] Σερουίλιος δὲ Σουλπίκιος περὶ μὲν τῆς εἰρήνης καὶ τῆς ἀνανεώσεως τῶν σπονδῶν οὐδὲν ἀντέλεγεν· [p. 290] ἐπειδὴ δὲ πρότεροι τὰς σπονδὰς ἔλυσαν Λατῖνοι, καὶ οὐχὶ τότε πρῶτον, ὥστε συγγνώμης τινὸς αὐτοῖς δεῖν ἀνάγκην καὶ ἀπάτην προβαλλομένοις, ἀλλὰ πολλάκις ἤδη καὶ πρότερον, ὥστε καὶ διορθώσεως σφίσι δεῖν, τὴν μὲν ἄδειαν ἅπασι συγκεχωρῆσθαι καὶ τὴν ἐλευθερίαν διὰ τὸ συγγενές, τῆς δὲ γῆς τὴν ἡμίσειαν αὐτοὺς ἀφαιρεθῆναι καὶ κληρούχους ἀποσταλῆναι Ῥωμαίων εἰς αὐτήν, οἵ τινες ἐκείνην καρπώσονται καὶ [2] τοὺς ἄνδρας μηδὲν ἔτι νεωτερίσαι σπουδάσουσι. Σπόριος δὲ Κάσσιος ἀνελεῖν τὰς πόλεις αὐτῶν συνεβούλευε θαυμάζειν λέγων ἐπὶ ταῖς εὐηθείαις τῶν παραινούντων ἀφεῖναι τὰς ἁμαρτίας αὐτοῖς ἀζημίους, εἰ μηδὲ δύνανται καταμαθεῖν, ὅτι διὰ τὸν φθόνον τὸν ἔμφυτόν τε καὶ ἀναφαίρετον, ὃν ἔχουσι πρὸς τὴν πόλιν αὐτῶν αὐξομένην, ἄλλους ἐπ᾽ ἄλλοις ἐπιτεχνῶνται πολέμους καὶ οὐδέποτε παύσονται τῆς ἐπιβούλου προαιρέσεως ἑκόντες, ἕως αὐτῶν τοῦτ᾽ ἐν ταῖς ψυχαῖς τὸ δύστηνον ἐνοικεῖ πάθος· οἵ γε τελευτῶντες ὑπὸ τυράννῳ ποιήσασθαι, θηρίων ἁπάντων ἀγριωτάτῳ, συγγενῆ σφῶν πόλιν ἐπεχείρησαν ἁπάσας ἀνατρέψαντες τὰς ἐπὶ θεῶν ὁμολογίας, οὐκ ἄλλαις τισὶν ἐλπίσιν ἐπαρθέντες, ἀλλ᾽ ὅτι ἂν μὴ αὐτοῖς κατὰ γνώμην χωρήσῃ τὰ τοῦ πολέμου δίκην οὐδεμίαν ὑφέξουσιν ἤ [3] τινα μικρὰν κομιδῇ. παραδείγμασί τε καὶ αὐτὸς ἠξίου χρῆσθαι τοῖς τῶν προγόνων ἔργοις, οἳ τὴν Ἀλβανῶν πόλιν, ἐξ ἧς αὐτοί τ᾽ ἀπῳκίσθησαν καὶ Λατίνων ἅπασαι πόλεις, ἐπειδὴ φθονοῦσαν ἔγνωσαν τοῖς αὑτῶν [p. 291] ἀγαθοῖς καὶ τὴν ἄδειαν, ἣν ἐπὶ τοῖς πρώτοις ἁμαρτήμασιν εὕρετο, μείζονος ἐπιβουλῆς ἀφορμὴν ποιησαμένην, ἐν ἡμέρᾳ καθελεῖν ἔγνωσαν μιᾷ· ἐν ἴσῳ δόξαντες εἶναι τῷ μηδένα οἰκτείρειν τῶν τὰ μέτρια ἁμαρτανόντων τὸ μηδένα τιμωρεῖσθαι τῶν τὰ μέγιστα καὶ [4] ἀδιόρθωτα ἀδικούντων. μωρίας δὲ πολλῆς εἶναι καὶ ἀναλγησίας ἔργον· οὐ γὰρ δὴ φιλανθρωπίας οὐδὲ μετριότητος· τὸν τῶν ἀποικισάντων σφᾶς φθόνον, ἐπεὶ πέρα τοῦ δέοντος ἔδοξεν εἶναι βαρὺς καὶ ἀφόρητος, οὐκ ἀνασχομένους τὸν τῶν ὁμογενῶν ὑπομένειν τούς τ᾽ ἐν ἐλάττοσι πείραις ἐλεγχθέντας πολεμίους ἀφαιρέσει πόλεως ζημιώσαντας, παρὰ τῶν πολλάκις τὸ μῖσος ἀδιάλλακτον ἀποδειξαμένων μηδεμίαν εἰσπράξασθαι δίκην. [5] ταῦτ᾽ εἰπὼν καὶ τὰς ἀποστάσεις τῶν Λατίνων ἁπάσας ἐξαριθμησάμενος τῶν τ᾽ ἀπολομένων ἐν τοῖς πρὸς αὐτοὺς πολέμοις Ῥωμαίων τὸ πλῆθος ὅσον ἦν ἀναμνήσας, ἠξίου τὸν αὐτὸν τρόπον χρήσεσθαι καὶ τούτοις, ὃν ἐχρήσαντο Ἀλβανοῖς πρότερον· τὰς μὲν οὖν πόλεις αὐτῶν ἀνελεῖν καὶ τὴν χώραν αὐτῶν τῇ Ῥωμαίων προσθεῖναι, τῶν δ᾽ ἀνθρώπων τοὺς μὲν εὔνοιάν τινα· πρὸς αὐτοὺς ἀποδειξαμένους ἔχοντας τὰ σφέτερα πολίτας ποιήσεσθαι, τοὺς δ᾽ αἰτίους τῆς ἀποστάσεως, ὑφ᾽ ὧν αἱ σπονδαὶ διελύθησαν, ὡς προδότας [p. 292] ἀποκτεῖναι· ὅσον δὲ τοῦ δήμου πτωχὸν καὶ ἀργὸν καὶ ἄχρηστον ἐν ἀνδραπόδων ποιήσεσθαι λόγῳ.