Μετάβαση στο περιεχόμενο

Ρωμαϊκή Αρχαιολογία/ς/01

Από Βικιθήκη
Κεφάλαια 01–10
Συγγραφέας:
Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ς΄
Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885.


ΚΕΦΑΛΑΙΟΝ Α΄

[1] οἱ δ᾽ ἐν τῷ κατόπιν ἐνιαυτῷ τὴν ὕπατον ἀρχὴν παραλαβόντες, Αὖλος Σεμπρώνιος Ἀτρατῖνος καὶ Μάρκος Μηνύκιος, ἐπὶ τῆς ἑβδομηκοστῆς καὶ πρώτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Τισικράτης Κροτωνιάτης ἄρχοντος Ἀθήνησιν Ἱππάρχου, ἄλλο μὲν οὐδὲν οὔτε πολεμικὸν οὔτε πολιτικὸν ἱστορίας ἄξιον ἐπὶ τῆς ἑαυτῶν ἀρχῆς ἔπραξαν· αἵ τε γὰρ πρὸς Λατίνους ἀνοχαὶ πολλὴν αὐτοῖς ἀπὸ τῶν ἔξωθεν πολέμων παρέσχον εἰρήνην ἥ τε τῆς ἀναπράξεως τῶν δανείων κώλυσις, ἣν ἐψηφίσατο ἡ βουλή, τέως ἂν ὁ προσδοκώμενος πόλεμος εἰς ἀσφαλὲς ἔλθῃ τέλος, ἔπαυσε τοὺς ἐντὸς τείχους νεωτερισμούς, οὓς ἐποιοῦντο οἱ πένητες ἀφεῖσθαι τῶν χρεῶν ἀξιοῦντες δημοσίᾳ· [2] δόγμα δὲ βουλῆς ἐκύρωσαν ἐπιεικέστατον, Λατίνοις ἀνδράσιν εἴ τινες ἔτυχον [p. 260] ἐκ τοῦ Ῥωμαίων ἔθνους συνοικοῦσαι γυναῖκες ἢ Ῥωμαίοις Λατῖναι, ἑαυτῶν εἶναι κυρίας, ἐάν τε μένειν θέλωσι παρὰ τοῖς γεγαμηκόσιν ἐάν τε μή, εἰς τὰς πατρίδας ἀναστρέφειν· τῶν δ᾽ ἐκγόνων τὰ μὲν ἄρρενα παρὰ τοῖς πατράσι μένειν, τὰς δὲ θηλείας καὶ ἔτι ἀγάμους ταῖς μητράσιν ἕπεσθαι· ἐτύγχανον δὲ πολλαὶ πάνυ γυναῖκες εἰς τὰς ἀλλήλων πόλεις ἐκδεδομέναι καὶ διὰ τὸ συγγενὲς καὶ διὰ φιλίαν, οἳ τυχοῦσαι τῆς ἐκ τοῦ ψηφίσματος ἀδείας ἐδήλωσαν ὅσην εἶχον ἐπιθυμίαν τῆς ἐν Ῥώμῃ διαίτης. [3] αἵ τε γὰρ ἐν ταῖς Λατίνων πόλεσι Ῥωμαῖαι μικροῦ δεῖν πᾶσαι καταλιποῦσαι τοὺς ἄνδρας ὡς τοὺς πατέρας ἀνέστρεψαν, αἵ τε Ῥωμαίοις ἐκδεδομέναι Λατίνων πλὴν δυεῖν, αἱ λοιπαὶ τῶν πατρίδων ὑπεριδοῦσαι παρὰ τοῖς γεγαμηκόσιν ἔμειναν· οἰωνὸς εὐτυχὴς τῆς μελλούσης πόλεως ἐπικρατήσειν τῷ πολέμῳ. [4] ἐπὶ τούτων φασὶ τῶν ὑπάτων τὸν νεὼν καθιερωθῆναι τῷ Κρόνῳ κατὰ τὴν ἄνοδον τὴν εἰς τὸ Καπετώλιον φέρουσαν ἐκ τῆς ἀγορᾶς, καὶ δημοτελεῖς ἀναδειχθῆναι τῷ θεῷ καθ᾽ ἕκαστον ἐνιαυτὸν ἑορτάς τε καὶ θυσίας. τὰ δὲ πρὸ τούτων βωμὸν αὐτόθι καθιδρύσθαι λέγουσι τὸν ὑφ᾽ Ἡρακλέους κατεσκευασμένον, ἐφ᾽ οὗ τὰς ἐμπύρους ἀπαρχὰς ἔθυον Ἑλληνικοῖς ἔθεσιν οἱ τὰ ἱερὰ παρ᾽ ἐκείνου παραλαβόντες· τὴν δ᾽ ἀρχὴν τῆς ἱδρύσεως τοῦ ναοῦ τινὲς μὲν ἱστοροῦσι λαβεῖν [p. 261] Τῖτον Λάρκιον τὸν ὑπατεύσαντα τῷ πρόσθεν ἐνιαυτῷ, οἱ δὲ καὶ βασιλέα Ταρκύνιον τὸν ἐκπεσόντα τῆς ἀρχῆς· τὴν δὲ καθιέρωσιν τοῦ ναοῦ λαβεῖν Πόστομον Κομίνιον κατὰ ψήφισμα βουλῆς. τούτοις μὲν δὴ τοῖς ὑπάτοις εἰρήνης ὥσπερ ἔφην βαθείας ἐξεγένετο ἀπολαῦσαι.

ΚΕΦΑΛΑΙΟΝ Β΄

[1] μετὰ δὲ τούτους παραλαμβάνουσι τὴν ἀρχὴν Αὖλος Ποστόμιος καὶ Τῖτος Οὐεργίνιος, ἐφ᾽ ὧν αἱ μὲν ἐνιαύσιοι ἀνοχαὶ πρὸς Λατίνους διελέλυντο, παρασκευαὶ δὲ πρὸς τὸν πόλεμον ὑφ᾽ ἑκατέρων ἐγίνοντο μεγάλαι. ἦν δὲ τὸ μὲν Ῥωμαίων πλῆθος ἅπαν ἑκούσιον καὶ σὺν πολλῇ προθυμίᾳ χωροῦν ἐπὶ τὸν ἀγῶνα· τοῦ δὲ Λατίνων τὸ πλέον ἀπρόθυμον καὶ ὑπ᾽ ἀνάγκης κατειργόμενον, τῶν μὲν δυναστευόντων ἐν ταῖς πόλεσιν ὀλίγου δεῖν πάντων δωρεαῖς τε καὶ ὑποσχέσεσιν ὑπὸ Ταρκυνίου τε καὶ Μαμιλίου διεφθαρμένων, τῶν δὲ δημοτικῶν, ὅσοις οὐκ ἦν βουλομένοις ὁ πόλεμος, ἀπελαυνομένων ἀπὸ τῆς περὶ τῶν κοινῶν φροντίδος· [2] οὐδὲ γὰρ λόγος ἔτι τοῖς βουλομένοις ἀπεδίδοτο. ἠναγκάζοντο δὴ χαλεπαίνοντες ἐπὶ τούτῳ συχνοὶ καταλιπεῖν τὰς πόλεις καὶ πρὸς τοὺς Ῥωμαίους αὐτομολεῖν· κωλύειν γὰρ οὐκ ἠξίουν οἱ δι᾽ ἑαυτῶν πεποιημένοι τὰς πόλεις, ἀλλὰ πολλὴν τοῖς διαφόροις, τῆς ἑκουσίου φυγῆς χάριν ᾔδεσαν. ὑποδεχόμενοι δ᾽ αὐτοὺς οἱ Ῥωμαῖοι τοὺς μὲν ἅμα γυναιξὶ καὶ τέκνοις ἀφικνουμένους εἰς τὰς ἐντὸς τείχους κατέταττον στρατιὰς τοῖς πολιτικοῖς ἐγκαταμιγνύντες λόχοις, τοὺς δὲ λοιποὺς εἰς τὰ περὶ τὴν πόλιν ἀποστέλλοντες φρούρια καὶ ταῖς ἀποικίαις [p. 262] ἀπομερίζοντες, ἵνα μή τι νεωτερίσειαν, εἶχον ἐν φυλακῇ. [3] ἁπάντων δὲ τὴν αὐτὴν γνώμην λαβόντων, ὅτι μιᾶς δεῖ πάλιν τοῖς πράγμασιν ἐφειμένης ἅπαντα διοικεῖν κατὰ τὸν αὑτῆς λογισμὸν ἀνυπευθύνου ἀρχῆς, δικτάτωρ ἀποδείκνυται τῶν ὑπάτων ὁ νεώτερος Αὖλος Ποστόμιος ὑπὸ τοῦ συνάρχοντος Οὐεργινίου· ἱππάρχην δ᾽ αὐτὸς ἑαυτῷ προσείλετο κατὰ τὸν αὐτὸν τρόπον τῷ προτέρῳ δικτάτορι Τῖτον Αἰβούτιον Ἔλβαν· καὶ καταγράψας ἐν ὀλίγῳ χρόνῳ τοὺς ἐν ἥβῃ Ῥωμαίους ἅπαντας καὶ διελὼν εἰς τέτταρα μέρη τὴν δύναμιν, μιᾶς μὲν αὐτὸς ἡγεῖτο μοίρας, ἑτέρας δὲ τὸν συνύπατον Οὐεργίνιον ἔταξεν ἄρχειν, τῆς δὲ τρίτης Αἰβούτιον τὸν ἱππάρχην, ἐπὶ δὲ τῆς τετάρτης κατέλιπεν ἔπαρχον Αὖλον Σεμπρώνιον, ᾧ τὴν πόλιν φυλάττειν ἐπέτρεψεν.

ΚΕΦΑΛΑΙΟΝ Γ΄

[1] παρεσκευασμένῳ δ᾽ αὐτῷ πάντα τἀπιτήδεια πρὸς τὸν πόλεμον ἧκον ἀγγέλλοντες οἱ σκοποὶ πανστρατιᾷ Λατίνους ἐξεληλυθότας· καὶ αὖθις ἕτεροι δηλοῦντες ἐξ ἐφόδου τι καταληφθῆναι πρὸς αὐτῶν χωρίον ἐχυρὸν Κορβιῶνα καλούμενον, ἐν ᾧ φρουρά τις ἦν Ῥωμαίων ἐνοικουροῦσα ὀλίγη· ἣν ἅπασαν διαφθείραντες καὶ τὸ χωρίον αὐτὸ κατασχόντες ὁρμητήριον ἐποιοῦντο τοῦ πολέμου· ἀνδράποδα δὲ καὶ βοσκήματα οὐ κατελάμβανον ἐν τοῖς ἀγροῖς χωρὶς τῶν ἐν τῷ Κορβιῶνι ἐγκαταληφθέντων, προανεσκευασμένων πρὸ πολλοῦ [p. 263] τῶν γεωργῶν εἰς τὰ προσεχέστατα τῶν ἐρυμάτων, ὅσα δύναμις ἦν ἑκάστοις φέρειν τε καὶ ἄγειν· οἰκίας δ᾽ αὐτῶν ἐνεπίμπρασαν ἐρήμους ἀφειμένας καὶ γῆν ἐδῄουν. [2] ἀφίκετο δ᾽ αὐτοῖς ἐξεστρατευμένοις ἤδη ἐξ Ἀντίου πόλεως ἐπιφανεστάτης τοῦ Οὐολούσκων ἔθνους στρατιά τε ἱκανὴ καὶ ὅπλα καὶ σῖτος καὶ ὅσων ἄλλων εἰς τὸν πόλεμον ἐδέοντο. ἐφ᾽ οἷς πάνυ θαρρήσαντες ἐν ἐλπίσι χρησταῖς ἦσαν, ὡς καὶ τῶν ἄλλων Οὐολούσκων συναρουμένων σφίσι τοῦ πολέμου τῆς Ἀντιατῶν πόλεως ἀρξαμένης. [3] ταῦτα μαθὼν ὁ Ποστόμιος ἐξεβοήθει διὰ ταχέων πρὶν ἢ συνελθεῖν τοὺς πολεμίους ἅπαντας· ἀγαγὼν δ᾽ ἐν νυκτὶ τὴν σὺν αὑτῷ στρατιὰν πορείᾳ συντόνῳ πλησίον γίνεται τῶν Λατίνων ἐστρατοπεδευκότων παρὰ λίμνῃ Ῥηγίλλῃ καλουμένῃ ἐν ἐχυρῷ χωρίῳ καὶ τίθεται τὸν χάρακα κατὰ κεφαλῆς τῶν πολεμίων ἐν ὑψηλῷ λόφῳ καὶ δυσβάτῳ, ἔνθ᾽ ὑπομένων πολλὰ πλεονεκτήσειν ἔμελλεν.

ΚΕΦΑΛΑΙΟΝ Δ΄

[1] οἱ δὲ τῶν Λατίνων ἡγεμόνες, Ὀκταούιός τε ὁ Τυσκλανὸς ὁ Ταρκυνίου τοῦ βασιλέως γαμβρός, ὡς δέ τινες γράφουσιν, υἱὸς τοῦ γαμβροῦ, καὶ Σέξτος Ταρκύνιος· ἐτύγχανον γὰρ δὴ τηνικαῦτα χωρὶς ἀλλήλων ἐστρατοπεδευκότες· εἰς ἓν συνάγουσι τὰς δυνάμεις χωρίον καὶ παραλαβόντες τοὺς χιλιάρχους τε καὶ λοχαγοὺς ἐσκόπουν, ὅστις ἔσται τρόπος τοῦ πολέμου· [2] καὶ [p. 264] πολλαὶ γνῶμαι ἐλέχθησαν. οἱ μὲν γὰρ ἐξ ἐφόδου χωρεῖν ἠξίουν ἐπὶ τοὺς ἅμα τῷ δικτάτορι καταλαβομένους τὸ ὄρος, ἕως ἔτι ἦσαν αὐτοῖς φοβεροί, οὐκ ἀσφαλείας σημεῖον εἶναι νομίζοντες τὴν τῶν ἐχυρῶν κατάληψιν, ἀλλὰ δειλίας· οἱ δὲ τοὺς μὲν ἀποταφρεύσαντας ὀλίγῃ τινὶ κατείργειν φυλακῇ, τὴν δ᾽ ἄλλην δύναμιν ἀναλαβόντας ἐπὶ τὴν Ῥώμην ἄγειν ὡς ῥᾳδίαν ἁλῶναι τῆς κρατίστης νεότητος ἐξεληλυθυίας· οἱ δὲ τὰς Οὐολούσκων τε καὶ τῶν ἄλλων συμμάχων βοηθείας ἀναμένειν συνεβούλευον τὰ ἀσφαλέστερα πρὸ τῶν θρασυτέρων αἱρουμένους· Ῥωμαίους μὲν γὰρ οὐθὲν ἀπολαύσειν ἐκ τῆς τριβῆς τοῦ χρόνου, ἑαυτοῖς δὲ βραδυνόμενα κρείττω γενήσεσθαι τὰ πράγματα. [3] ἔτι δ᾽ αὐτῶν βουλευομένων ἧκεν ἐκ Ῥώμης ὁ ἕτερος τῶν ὑπάτων Τῖτος Οὐεργίνιος ἔχων τὴν σὺν ἑαυτῷ δύναμιν αἰφνίδιος ἐν τῇ κατόπιν νυκτὶ τὴν ὁδὸν διανύσας καὶ στρατοπεδεύεται δίχα τοῦ δικτάτορος ἐφ᾽ ἑτέρας ῥάχεως ὀρεινῆς πάνυ καὶ ἐχυρᾶς· ὥστ᾽ ἀμφοτέρωθεν ἀποκεκλεῖσθαι τοὺς Λατίνους τῶν ἐπὶ τὴν πολεμίαν ἐξόδων, τοῦ μὲν ὑπάτου τῶν ἀριστερῶν προκαθημένου μερῶν, τοῦ δὲ δικτάτορος τῶν δεξιῶν. [4] ἔτι δὲ πλείονος ταραχῆς κατασχούσης τοὺς οὐδὲν πλεῖον τῶν ἀσφαλῶν προελομένους ἡγεμόνας καὶ δέους, μὴ τὰ οἰκεῖα οὐ πολλὰ ὄντα δαπανᾶν ἀναγκάζωνται βραδύνοντες, μαθὼν ὁ Ποστόμιος, ὅσον ἦν ἐν αὐτοῖς τὸ ἄπειρον στρατηγίας, πέμπει τὸν ἱππάρχην [p. 265] Τῖτον Αἰβούτιον ἄγοντα τοὺς ἀκμαιοτάτους ἱππεῖς τε καὶ ψιλούς, καταλαβέσθαι κελεύσας ὄρος τι καλῶς ἐν παρόδῳ κείμενον ταῖς παρακομιζομέναις Λατίνοις ἀγοραῖς οἴκοθεν· καὶ φθάνει πρὶν αἰσθέσθαι τοὺς πολεμίους ἡ σὺν τῷ ἱππάρχῃ πεμφθεῖσα δύναμις νύκτωρ παρενεχθεῖσα καὶ δι᾽ ὕλης ἀτριβοῦς διελθοῦσα καὶ γενομένη ἐγκρατὴς τοῦ λόφου.

ΚΕΦΑΛΑΙΟΝ Ε΄

[1] μαθόντες δ᾽ οἱ στρατηγοὶ τῶν πολεμίων καταλαμβανόμενα καὶ τὰ κατὰ νώτου σφῶν ἐρυμνὰ καὶ οὐδὲ περὶ τῆς οἴκοθεν ἀγορᾶς χρηστὰς ἔτι ἐλπίδας ἔχοντες ὡς ἀσφαλῶς σφίσι παρακομισθησομένης, ἀπαράξαι τοὺς Ῥωμαίους ἔγνωσαν ἀπὸ τοῦ λόφου, πρὶν ἢ χάρακι καὶ τάφρῳ κρατύνασθαι. [2] ἀναλαβὼν δὲ τὴν ἵππον ἅτερος αὐτῶν Σέξτος ἤλαυνεν ἀνὰ κράτος αὐτήν, ὡς οὐ δεξομένης αὐτὸν τῆς Ῥωμαϊκῆς ἵππου. γενναίως δὲ τῶν Ῥωμαίων ἱππέων τοὺς ἐπιόντας ὑπομεινάντων μέχρι μέν τινος ἀντεῖχεν ὑποστρέφων τε καὶ αὖθις ἐπάγων· ἐπεὶ δ᾽ ἥ τε φύσις τοῦ χωρίου τοῖς μὲν ἤδη κρατοῦσι τῶν ἄκρων μεγάλα πλεονεκτήματα παρεῖχε, τοῖς δὲ κάτωθεν ἐπιοῦσιν οὐδὲν ὅ τι μὴ πολλὰς πάνυ πληγὰς καὶ πόνους ἀνηνύτους ἔφερε, καὶ αὖθις ἑτέρα παρῆν δύναμις τοῖς Ῥωμαίοις ἐπιλέκτων ἀνδρῶν ἐκ τῆς πεζικῆς φάλαγγος ἐπίκουρος, ἣν ὁ Ποστόμιος κατὰ πόδας ἀπέστειλεν, οὐδὲν ἔτι πράττειν δυνάμενος ἀπῆγε τὴν ἵππον ἐπὶ τὸν χάρακα· καὶ οἱ Ῥωμαῖοι βεβαίως κρατοῦντες τὸ χωρίον προφανῶς κρατύνονται τὴν φυλακήν. [3] μετὰ τοῦτο τὸ [p. 266] ἔργον τοῖς περὶ Μαμίλιον καὶ Σέξτον ἐδόκει μὴ πολὺν διὰ μέσου ποιεῖν τὸν χρόνον, ἀλλ᾽ ὀξείᾳ κρῖναι τὰ πράγματα μάχῃ. τῷ δὲ δικτάτορι τῶν Ῥωμαίων καταρχὰς οὕτως ἔχοντι προαιρέσεως, ὡς ἀμαχητὶ καταλύσεσθαι τὸν πόλεμον καὶ παντὸς μάλιστα διὰ τὴν ἀπειρίαν τῶν ἀντιστρατήγων τοῦτο ποιήσειν ἐλπίσαντι, τότ᾽ ἐφάνη χωρεῖν ἐπὶ τὸν ἀγῶνα. ἑάλωσαν γάρ τινες ὑπὸ τῶν φρουρούντων τὰς ὁδοὺς ἱππέων ἄγγελοι γράμματα φέροντες παρ᾽ Οὐολούσκων πρὸς τοὺς στρατηγοὺς τῶν Λατίνων δηλοῦντα, ὅτι πολλαὶ δυνάμεις αὐτοῖς ἐπὶ συμμαχίαν ἥξουσιν εἰς ἡμέραν τρίτην μάλιστα καὶ αὖθις ἕτεραι παρ᾽ Ἑρνίκων. [4] τὰ μὲν δὴ παρασχόντα τοῖς ἡγεμόσιν αὐτῶν ταχεῖαν παρατάξεως ἀνάγκην τέως οὐ προαιρουμένοις ταῦτ᾽ ἦν. ἐπειδὴ δὲ τὰ σημεῖα ἤρθη παρ᾽ ἑκατέρων τῆς μάχης, προῄεσαν εἰς τὸ μεταξὺ χωρίον ἀμφότεροι καὶ ἐξέτασσον τὰς δυνάμεις κατὰ τάδε· Σέξτος μὲν Ταρκύνιος ἐπὶ τοῦ λαιοῦ τῶν Λατίνων ἐτάχθη κέρατος, Ὀκταούιος δὲ Μαμίλιος ἐπὶ τοῦ δεξιοῦ, τὴν δὲ κατὰ μέσον στάσιν εἶχεν ὁ ἕτερος τῶν Ταρκυνίου παίδων Τῖτος, ἔνθα καὶ Ῥωμαίων οἵ τε αὐτόμολοι καὶ οἱ φυγάδες ἐτάχθησαν. ἡ δ᾽ ἵππος ἅπασα τριχῇ διαιρεθεῖσα τοῖς κέρασιν ἀμφοτέροις προσενεμήθη καὶ τοῖς κατὰ μέσην τεταγμένοις [5] τὴν φάλαγγα. τῆς δὲ Ῥωμαίων στρατιᾶς τὸ μὲν ἀριστερὸν κέρας εἶχεν ὁ ἱππάρχης Τῖτος Αἰβούτιος ἐναντίος [p. 267] Ὀκταουΐῳ Μαμιλίῳ, τὸ δὲ δεξιὸν Τῖτος Οὐεργίνιος ὁ ὕπατος Σέξτῳ Ταρκυνίῳ στάσιν ἐναντίαν ἐπέχων· τὰ δὲ μέσα τῆς φάλαγγος αὐτὸς ὁ δικτάτωρ Ποστόμιος ἐξεπλήρου Τίτῳ Ταρκυνίῳ καὶ τοῖς περὶ αὐτὸν φυγάσι χωρήσων ὁμόσε· πλῆθος δὲ τῆς συνελθούσης δυνάμεως εἰς τὴν παράταξιν ἀφ᾽ ἑκατέρου στρατεύματος ἦν Ῥωμαίων μὲν ἐπὶ δισμυρίοις τε καὶ τετρακισχιλίοις πεζοὶ τριακοσίων δέοντες, χίλιοι δ᾽ ἱππεῖς· Λατίνων δὲ σὺν τοῖς συμμάχοις τετρακισμύριοι μάλιστα πεζοὶ καὶ τρισχίλιοι ἱππεῖς.

ΚΕΦΑΛΑΙΟΝ ΣΤ΄

[1] ὡς δ᾽ εἰς χεῖρας ἥξειν ἔμελλον, οἵ τε τῶν Λατίνων στρατηγοὶ συγκαλέσαντες τοὺς σφετέρους πολλὰ εἰς τὸ ἀνδρεῖον ἐπαγωγὰ καὶ δεήσεις τῶν στρατιωτῶν μακρὰς διεξῆλθον, ὅ τε Ῥωμαῖος ὀρρωδοῦντας ὁρῶν τοὺς σφετέρους, ὅτι πλήθει συνοίσονται μακρῷ προὔχοντι τοῦ σφετέρου, ἐξελέσθαι τὸ δέος αὐτῶν ἐκ τῆς διανοίας βουλόμενος συνεκάλεσεν εἰς ἐκκλησίαν· καὶ παραστησάμενος τοὺς πρεσβυτάτους τῶν ἐκ τοῦ βουλευτικοῦ συνεδρίου καὶ τιμιωτάτους ἔλεξε τοιάδε· [2] θεοὶ μὲν ἡμῖν ὑπισχνοῦνται δι᾽ οἰωνῶν τε καὶ σφαγίων καὶ τῆς ἄλλης μαντικῆς ἐλευθερίαν τῇ πόλει παρέξειν καὶ νίκην εὐτυχῆ, ἀμοιβάς τε ἡμῖν ἀποδιδόντες ἀγαθάς, ἀνθ᾽ ὧν αὐτοὺς σέβοντες καὶ τὰ δίκαια ἀσκοῦντες ἐν παντὶ τῷ βίῳ ἡμῶν διετελέσαμεν, καὶ τοῖς ἐχθροῖς ἡμῶν νεμεσῶντες κατὰ τὸ εἰκός, ὅτι πολλὰ καὶ μεγάλα πεπονθότες ὑφ᾽ ἡμῶν ἀγαθὰ συγγενεῖς τε [p. 268] ὄντες καὶ φίλοι καὶ τοὺς αὐτοὺς ὀμωμοκότες ἕξειν ἐχθροὺς καὶ φίλους, ἁπάντων ὑπεριδόντες τούτων πόλεμον ἐπιφέρουσιν ἡμῖν ἄδικον, οὐχ ὑπὲρ ἀρχῆς καὶ δυναστείας, ὁποτέρους ἡμῶν μᾶλλον αὐτὴν ἔχειν προσῆκεν· ἧττον γὰρ ἂν ἦν δεινόν· ἀλλ᾽ ὑπὲρ τῆς Ταρκυνίων τυραννίδος, ἵνα δούλην ἀντ᾽ ἐλευθέρας τὴν πόλιν αὐτοῖς ποιήσωσι. [3] χρὴ δὲ καὶ ὑμᾶς, ἄνδρες λοχαγοί τε καὶ στρατιῶται, μαθόντας, ὅτι συμμάχους ἔχετε τοὺς θεούς, οἵπερ αἰεὶ τὴν πόλιν σώζουσιν, ἄνδρας ἀγαθοὺς γενέσθαι περὶ τόνδε τὸν ἀγῶνα· ἐπισταμένους, ὅτι τῆς παρὰ θεῶν βοηθείας ὑπάρχει τυγχάνειν τοῖς γενναίως ἀγωνιζομένοις καὶ πάντα τὰ παρ᾽ ἑαυτοῖς εἰς τὸ νικᾶν πρόθυμα παρεχομένοις, οὐ τοῖς φεύγουσιν ἐκ τῶν κινδύνων, ἀλλὰ τοῖς βουλομένοις ὑπὲρ ἑαυτῶν ταλαιπωρεῖν. ὑπάρχει δ᾽ ἡμῖν πολλὰ μὲν καὶ ἄλλα πλεονεκτήματα πρὸς τὸ νικᾶν ὑπὸ τῆς τύχης παρεσκευασμένα, τρία δὲ πάντων κάλλιστα καὶ φανερώτατα.

ΚΕΦΑΛΑΙΟΝ Ζ΄

[1] πρῶτον μὲν τὸ παρ᾽ ἀλλήλων πιστόν, οὗ μάλιστα δεῖ τοῖς μέλλουσι τῶν ἐχθρῶν κρατήσειν. οὐ γὰρ ἀρξαμένους ὑμᾶς τήμερον ἀλλήλοις εἶναι βεβαίους φίλους δεῖ καὶ πιστοὺς συμμάχους, ἀλλ᾽ ἡ πατρὶς ἐκ πολλοῦ τοῦθ᾽ ἅπασι παρεσκεύακε τἀγαθόν. καὶ γὰρ [p. 269] ἐτράφητε ὁμοῦ καὶ παιδείας ἐτύχετε κοινῆς καὶ θεοῖς ἐπὶ τῶν αὐτῶν βωμῶν ἐθύετε καὶ πολλῶν μὲν ἀγαθῶν ἀπολελαύκατε, πολλῶν δὲ κακῶν πεπείρασθε κοινῇ, ἐξ ὧν ἰσχυραὶ καὶ ἀδιάλυτοι πεφύκασι συγκεράννυσθαι πᾶσιν ἀνθρώποις φιλίαι· ἔπειτα δ᾽ ὁ περὶ τῶν μεγίστων κοινὸς ἅπασιν ὑπάρχων ἀγών. [2] εἰ γὰρ ὑποχείριοι γενήσεσθε τοῖς ἐχθροῖς, οὐχὶ τοῖς μὲν ὑμῶν ὑπάρξει μηδενὸς πειραθῆναι δεινοῦ, τοῖς δὲ τὰ ἔσχατα παθεῖν, ἀλλὰ τὸ μὲν ἀξίωμα καὶ τὴν ἡγεμονίαν καὶ τὴν ἐλευθερίαν ἅπασιν ὁμοίως ἀπολωλεκέναι, καὶ μήτε γυναικῶν μήτε παίδων μήτ᾽ οὐσίας μήτ᾽ ἄλλου τινὸς ὧν ἔχετε ἀπολαύσειν ἀγαθῶν, τοῖς δ᾽ ἡγουμένοις τῆς πόλεως καὶ τὰ κοινὰ διοικοῦσι τὸν οἴκτιστον μόρον ἀποθανεῖν σὺν αἰκίαις καὶ βασάνοις. [3] ὅπου γὰρ οὐδὲν πεπονθότες ὑφ᾽ ἡμῶν κακὸν οὔτε μεῖζον οὔτ᾽ ἔλαττον πολλὰ καὶ παντοδαπὰ ἐξύβρισαν εἰς ὑμᾶς ἅπαντας, τί χρὴ προσδοκᾶν ποιήσειν αὐτούς, ἂν νῦν κρατήσωσι τοῖς ὅπλοις, μνησικακοῦντας, ὅτι τῆς πόλεως μὲν αὐτοὺς ἀπεστήσατε καὶ τὰς οὐσίας ἀφείλεσθε καὶ οὐδ᾽ [4] ἐπιβῆναι τῆς πατρῴας γῆς ἐᾶτε; τελευταῖον δὲ τῶν εἰρημένων οὐδενὸς ἑτέρου φήσαιτ᾽ ἂν εἶναι πλεονεκτημάτων ἔλασσον, ἐὰν ὀρθῶς σκοπῆτε, τὸ μὴ τοιαῦτα ἡμῖν ἀπηντῆσθαι παρὰ τῶν πολεμίων, οἷα ὑπελάβομεν, ἀλλὰ πολλῷ τῆς δόξης ἐνδεέστερα. ἔξω γὰρ τῆς Ἀντιατῶν [p. 270] ἐπικουρίας οὐδένας ἄλλους ὁρᾶτε κοινωνοὺς παρόντας αὐτοῖς τοῦ πολέμου· ἡμεῖς δ᾽ ἅπαντας Οὐολούσκους ἥξειν αὐτοῖς ὑπελαμβάνομεν συμμάχους καὶ Σαβίνων τε καὶ Ἑρνίκων συχνοὺς καὶ μυρίους ἄλλους διὰ κενῆς ἀνεπλάττομεν ἡμῖν αὐτοῖς φόβους. πάντα δ᾽ ἦν ἄρα ταῦτα Λατίνων ὀνείρατα, ὑποσχέσεις ἔχοντα κενὰς καὶ ἐλπίδας ἀτελεῖς. οἱ μὲν γὰρ ἐγκαταλελοίπασιν αὐτῶν τὴν ἐπικουρίαν καταφρονήσαντες τῶν στρατηγῶν ἐπὶ τῆς στρατολογίας, οἱ δὲ μελλήσουσι μᾶλλον ἢ βοηθήσουσι τρίβοντες ἐν ταῖς ἐλπίσι τὸν χρόνον, οἱ δὲ νῦν ὄντες ἐν παρασκευαῖς ὑστερήσαντες τῆς μάχης οὐδὲν ἔτι αὐτοῖς χρήσιμοι γενήσονται.

ΚΕΦΑΛΑΙΟΝ Η΄

[1] εἰ δέ τινες ὑμῶν ταῦτα μὲν ὀρθῶς εἰρῆσθαι νομίζουσιν, ὀρρωδοῦσι δὲ τὸ τῶν ἀντιπολεμίων πλῆθος, βραχείᾳ διδαχῇ μαθέτωσαν τὰ μὴ δεινὰ δεδιότες, μᾶλλον δ᾽ ἀναμνήσει· πρῶτον μὲν ἐνθυμηθέντες, ὅτι πλεῖόν ἐστιν ἐν αὐτοῖς τὸ ἠναγκασμένον τὰ ὅπλα καθ᾽ ἡμῶν ἀναλαβεῖν, ὡς ἐκ πολλῶν ἡμῖν ἔργων τε καὶ λόγων ἐδήλωσε, τὸ δ᾽ ἑκούσιόν τε καὶ ἐκ προθυμίας ὑπὲρ τῶν τυράννων ἀγωνιζόμενον πάνυ ὀλίγον, μᾶλλον δὲ πολλοστὸν μέρος τι τοῦ ἡμετέρου· ἔπειθ᾽ ὅτι τοὺς πολέμους ἅπαντας οὐχ οἱ πλείους τοῖς ἀριθμοῖς κατορθοῦσιν, ἀλλ᾽ οἱ κρείττους ἀρετῇ. [2] πολὺ ἂν ἔργον εἴη παραδείγματα φέρειν, ὅσα βαρβάρων τε καὶ Ἑλλήνων στρατεύματα ὑπερβαλόντα πλήθει μικραὶ [p. 271] πάνυ κατηγωνίσαντο δυνάμεις, οὕτως ὥστε μηδὲ πιστοὺς εἶναι τοῖς πολλοῖς τοὺς περὶ αὐτῶν λόγους. ἐῶ τἆλλα· ἀλλ᾽ ὑμεῖς αὐτοὶ πόσους κατωρθώκατε πολέμους μετ᾽ ἐλάττονος ἢ ὅσης νῦν ἔχετε δυνάμεως μείζοσιν ἢ τοσαύταις παρασκευαῖς πολεμίων ἀντιταχθέντες; φέρε, ἀλλὰ τοῖς μὲν ἄλλοις φοβεροὶ διατελεῖτε ὄντες ὧν ἐκρατεῖτε μαχόμενοι, Λατίνοις δ᾽ ἄρα τούτοις καὶ τοῖς συμμάχοις αὐτῶν Οὐολούσκοις εὐκαταφρόνητοι, διὰ τὸ μὴ πειραθῆναί ποτε αὐτοὺς τῆς ὑμετέρας μάχης; ἀλλὰ πάντες ἴστε, ὅτι ταῦτ᾽ ἀμφότερα τὰ ἔθνη πολλαῖς ἐνίκων μάχαις οἱ πατέρες ἡμῶν. [3] ἆρ᾽ οὖν λόγον ἔχει τὰ μὲν τῶν κρατηθέντων πράγματα ἐπὶ ταῖς τοιαύταις συμφοραῖς κρείττονα εἶναι, τὰ δὲ τῶν κεκρατηκότων ἐπὶ ταῖς τηλικαύταις εὐπραγίαις χείρονα; καὶ τίς ἂν τοῦτο φήσειε νοῦν ἔχων; θαυμάσαιμι δ᾽ ἄν, εἴ τις ὑμῶν τὸ μὲν τῶν πολεμίων πλῆθος, ἐν ᾧ βραχὺ τὸ γενναῖόν ἐστιν, ὀρρωδεῖ, τῆς δ᾽ οἰκείας δυνάμεως οὕτω πολλῆς καὶ ἀγαθῆς οὔσης καταφρονεῖ, ἧς οὔτ᾽ ἀρετῇ κρείττων οὔτ᾽ ἀριθμῷ πλείων συνηνέχθη ποτὲ ἡμῖν ἐν οὐδενὶ τῶν πρὸ τούτου πολέμων δύναμις.

ΚΕΦΑΛΑΙΟΝ Θ΄

[1] καὶ τόδε, ὦ πολῖται, τοῦ μήτ᾽ ὀρρωδεῖν μήτ᾽ ἐκτρέπεσθαι τὰ δεινὰ μέγιστον παρακέλευσμα, ὅτι πάντες οἱ πρωτεύοντες τοῦ βουλευτικοῦ συνεδρίου πάρεισιν, ὥσπερ ὁρᾶτε, κοινὰς ὑμῖν ποιησόμενοι τὰς τοῦ πολέμου τύχας, οἷς ἀφεῖσθαι στρατείας ὅ τε χρόνος [p. 272] [2] ὁ τῆς ἡλικίας ἀποδέδωκε καὶ ὁ νόμος. οὐκοῦν αἰσχρὸν μὲν ὑμᾶς τοὺς ἐν ἀκμῇ φεύγειν τὰ δεινά, τούτους δὲ τοὺς ὑπὲρ ἡλικίαν διώκειν, καὶ τὸ μὲν τῶν γερόντων πρόθυμον, ἐπεὶ οὐκ ἀποκτεῖναί τινα δύναται τῶν πολεμίων, ἀποθνήσκειν γε ὑπὲρ τῆς πατρίδος ἐθέλειν, τὸ δ᾽ ὑμέτερον ἀκμάζον, οἷς ἔξεστιν εὐτυχήσασι μὲν ἀμφότερα σῶσαι καὶ νικᾶν ἀσφαλῶς, εἰ δὲ καὶ μὴ μετὰ τοῦ δρᾶσαί τι γενναῖον καὶ παθεῖν, μήτε τῆς τύχης πεῖραν λαβεῖν, μήτε τὴν τῆς ἀρετῆς δόξαν καταλιπεῖν; [3] οὐ πρὸς ὑμῶν, ὦ ἄνδρες Ῥωμαῖοι, τὰ μὲν πολλὰ ὑπάρχειν καὶ θαυμαστὰ ἔργα παρ᾽ ἑτέροις, οὓς οὐδεὶς ὑμνήσει λόγος ἀξίως; πολλὰς δὲ καὶ περιβοήτους πράξεις οἰκείας τὸ ἐξ ὑμῶν καρπώσεται γένος, ἢν τοῦτον ἔτι κατορθώσητε τὸν πόλεμον. ἵνα δὲ καὶ τοῖς τὰ κράτιστα ὑμῶν ἐγνωκόσι τὸ γενναῖον μὴ ἀκερδὲς γένηται καὶ τοῖς πέρα τοῦ δέοντος τὰ δεινὰ πεφοβημένοις μὴ ἀζήμιον ᾖ, πρὶν εἰς ταῦτα ἐλθεῖν, οἵων ἑκατέροις συμβήσεται τυχεῖν, ἀκούσατέ μου. [4] ᾧ μὲν [p. 273] ἄν τι καλὸν ἢ γενναῖον ἐν τῇ μάχῃ διαπραξαμένῳ μαρτυρήσωσιν οἱ τὰ ἔργα συνειδότες τάς τ᾽ ἄλλας ἀποδώσω παραχρῆμα τιμάς, ἃς ἐκ τῶν πατρίων ἑκάστοις ἐθισμῶν ὑπάρχει φέρεσθαι, καὶ γῆς ἔτι προσθήσω κλῆρον, ἐξ ἧς κέκτηται τὸ δημόσιον, ἱκανὸν ποιῆσαι ὡς μηδενὸς τῶν ἀναγκαίων δεηθῆναι· ᾧ δ᾽ ἂν ἡ κακὴ καὶ θεοβλαβὴς διάνοια φυγῆς ἀσχήμονος ἐπιθυμίαν ἐμβάλῃ, τούτῳ τὸν φευγόμενον ἀγχοῦ παραστήσω θάνατον· κρείττων γὰρ ἂν ἑαυτῷ τε καὶ τοῖς ἄλλοις γένοιτο ὁ τοιοῦτος πολίτης ἀποθανών· καὶ περιέσται τοῖς οὕτως ἀποθανοῦσι μήτε ταφῆς μήτε τῶν ἄλλων νομίμων μεταλαβεῖν, ἀλλ᾽ ἀζήλοις ἀκλαύστοις ὑπ᾽ οἰωνῶν τε καὶ θηρίων διαφορηθῆναι. [5] ταῦτα δὴ προεγνωκότες ἴτε προθύμως ἅπαντες ἐπὶ τὸν ἀγῶνα, λαβόντες καλὰς ἐλπίδας ἔργων καλῶν ἡγεμόνας, ὡς ἐν ἑνὶ τῷδε κινδύνῳ τὸ κράτιστον καὶ κατ᾽ εὐχὴν ἅπασι τέλος λαβόντι τὰ μέγιστα ἕξοντες ἀγαθά, φόβου τυράννων ὑμᾶς αὐτοὺς ἐλευθερώσοντες, πόλει τῇ γειναμένῃ τροφείων δικαίας ἀπαιτούσῃ χάριτας ἀποδώσοντες, παῖδας, ὅσοις εἰσὶν ὑμῶν ἔτι νήπιοι, καὶ γαμετὰς γυναῖκας οὐ περιοψόμενοι παθεῖν πρὸς ἐχθρῶν ἀνήκεστα, γηραιούς τε πατέρας τὸν ὀλίγον ἔτι χρόνον ἥδιστον βιῶναι παρασκευάσοντες. [6] ὦ μακάριοι μέν, οἷς ἂν ἐκγένηται τὸν ἐκ τοῦδε τοῦ πολέμου θρίαμβον καταγαγεῖν, ὑποδεχομένων ὑμᾶς τέκνων καὶ γυναικῶν καὶ πατέρων· εὐκλεεῖς δὲ καὶ ζηλωτοὶ τῆς ἀρετῆς οἱ τὰ σώματα [p. 274] χαριούμενοι τῇ πατρίδι. ἀποθανεῖν μὲν γὰρ ἅπασιν ἀνθρώποις ὀφείλεται, κακοῖς τε καὶ ἀγαθοῖς· καλῶς δὲ καὶ ἐνδόξως μόνοις τοῖς ἀγαθοῖς.

ΚΕΦΑΛΑΙΟΝ Ι΄

[1] ἔτι δ᾽ αὐτοῦ λέγοντος τὰ εἰς τὸ γενναῖον ἐπαγωγὰ θάρσος τι δαιμόνιον ἐμπίπτει τῇ στρατιᾷ, καὶ ὥσπερ ἐκ μιᾶς ψυχῆς ἅπαντες ἀνεβόησαν ἅμα· θάρσει τε καὶ ἄγε. καὶ ὁ Ποστόμιος ἐπαινέσας τὸ πρόθυμον αὐτῶν καὶ τοῖς θεοῖς εὐξάμενος, ἐὰν εὐτυχὲς καὶ καλὸν τέλος ἀκολουθήσῃ τῇ μάχῃ, θυσίας τε μεγάλας ἀπὸ πολλῶν ἐπιτελέσειν χρημάτων καὶ ἀγῶνας καταστήσεσθαι πολυτελεῖς, οὓς ἄξει ὁ Ῥωμαίων δῆμος ἀνὰ [2] πᾶν ἔτος, ἀπέλυσεν ἐπὶ τὰς τάξεις. ὡς δὲ τὸ σύνθημα τὸ παρὰ τῶν ἡγεμόνων παρέλαβον καὶ τὰ παρακλητικὰ τῆς μάχης αἱ σάλπιγγες ἐνεκελεύσαντο, ἐχώρουν ἀλαλάξαντες ὁμόσε, πρῶτον μὲν οἱ ψιλοί τε καὶ ἱππεῖς ἀφ᾽ ἑκατέρων, ἔπειθ᾽ αἱ πεζαὶ φάλαγγες ὁπλισμούς τε καὶ τάξεις ὁμοίας ἔχουσαι· καὶ γίνεται πάντων ἀναμὶξ μαχομένων καρτερὸς ἀγὼν καὶ ἐν χερσὶ πᾶσα ἡ μάχη. [3] ὡς δὲ πολὺ τὸ παράλογον ἀμφοτέροις τῆς δόξης ἦν· οὐδέτεροι γὰρ ἐλπίσαντες μάχης δεήσειν σφίσιν, ἀλλὰ τῇ πρώτῃ ἐφόδῳ τοὺς πολεμίους ὑπολαβόντες φοβήσειν, Λατῖνοι μὲν τῷ πλήθει τῆς σφετέρας ἵππου πιστεύσαντες, ἧς οὐδὲ τὸ ῥόθιον ᾤοντο τοὺς Ῥωμαίους ἱππεῖς ἀνέξεσθαι, Ῥωμαῖοι δὲ τῷ τολμηρῶς· καὶ ἀπερισκέπτως ἐπὶ τὰ δεινὰ χωροῦντες καταπλήξεσθαι [p. 275] τοὺς πολεμίους· ταῦτα ὑπὲρ ἀλλήλων καταδοξάσαντες ἐν ἀρχαῖς τἀναντία ἑώρων γινόμενα. οὐκέτι δὲ τὸ τῶν ἀντιπολεμίων δέος, ἀλλὰ τὸ ἴδιον θάρσος ἑκάτεροι τοῦ τε σωθήσεσθαι καὶ τοῦ νικήσειν αἴτιον σφίσι νομίσαντες ἀγαθοὶ μαχηταὶ καὶ ὑπὲρ δύναμιν ἐφάνησαν. ἐγίνοντο δὲ ποικίλαι καὶ ἀγχίστροφοι περὶ αὐτοὺς αἱ τοῦ ἀγῶνος τύχαι.