Ρωμαϊκή Αρχαιολογία/ια/11
←Κεφάλαια 01–10 | Κεφάλαια 11–20 Συγγραφέας: Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ια΄ |
Κεφάλαια 21–30→ |
Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. |
- ΚΕΦΑΛΑΙΟΝ ΙΑ΄
[1] [p. 130] πῶς οὖν ἐπανορθώσετε ταῦτα καὶ παύσεσθε δἰ αἰτίας παρὰ τοῖς πολίταις ὄντες; τοῦτο γὰρ ἔσθ᾽ ὑπόλοιπον εἰπεῖν. εἰ προβούλευμα τοῦ συνεδρίου ποιήσαντες ἀποδοίητε τῷ δήμῳ διαγνῶναι, πότερον αὐτῷ δοκεῖ πάλιν ὑπάτους τ᾽ ἀποδεικνύναι καὶ δημάρχους καὶ τὰς ἄλλας ἀρχὰς τὰς πατρίους, ἢ μένειν ἐπὶ τῆς αὐτῆς πολιτείας. [2] ἐάν τε γὰρ ἀγαπῶσι Ῥωμαῖοι πάντες ὀλιγαρχούμενοι καὶ μένειν ὑμᾶς ἐπὶ τῆς αὐτῆς ἐξουσίας ψηφίσωνται, κατὰ νόμον ἕξετε καὶ οὐ βίᾳ τὴν ἀρχήν· ἐάν τε ὑπάτους πάλιν αἱρεῖσθαι βουληθῶσι καὶ τὰς ἄλλας ἀρχὰς ὡς πρότερον, ἀποθήσεσθε νόμῳ τὴν ἐξουσίαν καὶ οὐ δόξετε ἀκόντων ἄρχειν τῶν ἴσων· τοῦτο μὲν γὰρ τυραννικόν, τὸ δὲ παρ᾽ ἑκόντων τὰς ἀρχὰς λαμβάνειν ἀριστοκρατικόν. [3] τοῦ δὲ πολιτεύματος τούτου πρῶτον οἴομαι δεῖν ἄρξαι σὲ καὶ παῦσαι τὴν ὑπὸ σοῦ κατασταθεῖσαν ὀλιγαρχίαν, Ἄππιε, λυσιτελῆ γέ ποθ᾽ ἡμῖν γενομένην, νῦν δ᾽ ἐπαχθῆ. ἃ δ᾽ ἐκ τοῦ πεισθῆναί μοι καὶ ἀποθέσθαι τὴν ἐπίφθονον ἐξουσίαν ταύτην κερδανεῖς, ἄκουσον. [4] ἐὰν μὲν ὅλον ὑμῶν τὸ ἀρχεῖον ἐπὶ τῆς αὐτῆς γένηται προαιρέσεως, διὰ σὲ πάντες ὑπολήψονται τὸν ἄρξαντα καὶ τούτους γεγενῆσθαι χρηστούς· ἐὰν δ᾽ οὗτοι φιλοχωρῶσιν ἐπὶ τῇ παρανόμῳ δυναστείᾳ, σοὶ μὲν ἅπαντες εἴσονται τὴν χάριν, ὅτι μόνος ἐβουλήθης δίκαια ποιεῖν, τοὺς δὲ μὴ θέλοντας σὺν αἰσχύνῃ καὶ μεγάλῃ βλάβῃ παύσουσι τῆς ἀρχῆς. [5] ὁμολογίας δὲ καὶ πίστεις ἀπορρήτους εἴ [p. 131] τινας ἀλλήλοις δεδώκατε θεοὺς ἐγγυητὰς ποιησάμενοι — τάχα γάρ τι καὶ τοιοῦτον ὑμῖν πέπρακται — φυλαττομένας ἀνοσίους εἶναι νόμιζε ὡς κατὰ πολιτῶν καὶ πατρίδος, καταλυομένας δ᾽ εὐσεβεῖς. θεοὶ γὰρ ἐπὶ καλαῖς καὶ δικαίαις παραλαμβάνεσθαι φιλοῦσιν ὁμολογίαις, οὐκ ἐπ᾽ αἰσχραῖς καὶ ἀδίκοις.
- ΚΕΦΑΛΑΙΟΝ ΙΒ΄
[1] εἰ δὲ διὰ φόβον ἐχθρῶν ὀκνεῖς ἀποθέσθαι τὴν ἀρχήν, μή σοι κίνδυνοί τινες ἐξ αὐτῶν ἐπαχθῶσι, καὶ δίκας ἀναγκασθῇς ὑπέχειν τῶν πεπραγμένων, οὐκ ὀρθῶς δέδοικας. οὐ γὰρ οὕτω μικρόθυμος οὐδ᾽ ἀχάριστος ἔσται ὁ Ῥωμαίων δῆμος, ὥστε τῶν μὲν ἁμαρτημάτων σου μεμνῆσθαι, τῶν δ᾽ εὐεργεσιῶν ἐπιλελῆσθαι, ἀλλ᾽ ἀντιπαρεξετάζων τὰ νῦν ἀγαθὰ τοῖς πάλαι κακοῖς ἐκεῖνα μὲν ἡγήσεται συγγνώμης ἄξια, ταῦτα δ᾽ ἐπαίνων. [2] ὑπάρξει δέ σοι καὶ τῶν πρὸ τῆς ὀλιγαρχίας ἔργων πολλῶν καὶ καλῶν ὄντων ὑπομιμνήσκειν τὸν δῆμον, καὶ τὴν ὑπὲρ ἐκείνων χάριν εἰς βοήθειαν καὶ σωτηρίαν ἀπαιτεῖν, ἀπολογίαις τε χρῆσθαι πρὸς τὰ κατηγορήματα πολλαῖς· τοῦτο μέν, ὡς οὐκ αὐτὸς ἥμαρτες, ἀλλὰ τῶν ἄλλων τις ἀγνοοῦντός σου· τοῦτο δ᾽, ὡς οὐχ ἱκανὸς ἦσθα τὸν πράττοντα κωλύειν ἰσότιμον ὄντα· τοῦτο δ᾽, ὡς ἑτέρου τινὸς ἔργου χρησίμου χάριν ἠναγκάσθης ἀβούλητόν τι ὑπομεῖναι. [3] πολὺς γὰρ ἂν εἴη ὁ λόγος, εἰ πάσας ἐξαριθμεῖσθαι βουλοίμην τὰς ἀπολογίας. καὶ οἷς μηδὲν ἀπολόγημα ὑπάρχει μήτε δίκαιον μήτ᾽ ἐπιεικές, ὁμολογοῦντες καὶ παραιτούμενοι [p. 132] πραΰνουσι τὰς τῶν ἠδικημένων ὀργάς, οἱ μὲν εἰς ἄνοιαν ἡλικίας καταφεύγοντες, οἱ δ᾽ εἰς πονηρῶν ἀνθρώπων ὁμιλίας, οἱ δ᾽ εἰς μέγεθος ἀρχῆς, οἱ δ᾽ εἰς τὴν ἅπαντας πλανῶσαν τοὺς ἀνθρωπίνους λογισμοὺς τύχην. [4] ἐγώ σοι τῆς ἀρχῆς ἀποστάντι ὑπισχνοῦμαι πάντων ἀμνηστίαν ὑπάρξειν τῶν ἡμαρτημένων καὶ διαλλαγὰς πρὸς τὸν δῆμον ὡς ἐν κακοῖς εὐπρεπεῖς.
- ΚΕΦΑΛΑΙΟΝ ΙΓ΄
[1] ἀλλὰ δέδοικα, μὴ πρόφασις μὲν οὐκ ἀληθὴς ὁ κίνδυνος ᾖ τοῦ μὴ παραχωρεῖν τῆς ἀρχῆς — μυρίοις γοῦν ὑπῆρξε τυραννίδας ἀποθεμένοις μηδὲν δεινὸν ὑπὸ τῶν πολιτῶν παθεῖν — , αἱ δ᾽ ἀληθεῖς ὦσιν αἰτίαι φιλοτιμία κενὴ τὴν εἰκόνα τοῦ καλοῦ τῆς δόξης διώκουσα καὶ πόθος ἡδονῶν ὀλεθρίων, ἃς οἱ τυραννικοὶ φέρουσι βίοι. [2] εἰ δὲ βούλει μὴ τὰ εἴδωλα καὶ τὰς σκιὰς τῶν τιμῶν καὶ τῶν εὐημεριῶν διώκειν, ἀλλ᾽ αὐτὰς καρποῦσθαι τὰς ἀληθεῖς τιμάς, ἀπόδος τὴν ἀριστοκρατίαν τῇ πατρίδι καὶ τιμὰς λάμβανε παρὰ τῶν ἴσων καὶ ζήλου τύγχανε παρὰ τῶν ἐπιγιγνομένων καὶ κλέος ἀθάνατον ἀντὶ τοῦ θνητοῦ σώματος κατάλιπε τοῖς ἐγγόνοις. αὗται γάρ εἰσι βέβαιοι καὶ ἀληθεῖς τιμαὶ καὶ ἀναφαίρετοι χαριέστατοί [3] τε καὶ ἀμεταμέλητοι. τρέφε τὴν ψυχὴν ἐπὶ τοῖς ἀγαθοῖς τῆς πατρίδος ἡδόμενος, ὧν οὐκ ἐλαχίστη μοῖρα δόξεις γεγονέναι δυναστείαν βαρεῖαν αὐτῆς ἀφελόμενος. [p. 133] ποίησαι δὲ τούτων παραδείγματα τοὺς προγόνους ἐνθυμηθείς, ὅτι τῶν ἀνδρῶν ἐκείνων οὐδεὶς ἐπεθύμησεν ἐξουσίας δεσποτικῆς οὐδὲ ταῖς ἐπονειδίστοις τοῦ σώματος ἐδούλευσεν ἡδοναῖς. τοιγάρτοι καὶ ζῶσιν αὐτοῖς ὑπῆρχε τιμᾶσθαι καὶ τελευτήσασιν ὑπὸ τῶν ἐπιγινομένων ἐπαινεῖσθαι. [4] μαρτυρεῖται γάρ τοι παρὰ πάντων αὐτοῖς, ὅτι τῆς ἀριστοκρατίας, ἣν ἐκβαλοῦσα τοὺς βασιλεῖς ἡμῶν ἡ πόλις κατεστήσατο, βεβαιότατοι φύλακες ἐγένοντο. καὶ μηδὲν τῶν σεαυτοῦ λαμπροτάτων λόγων τε καὶ πράξεων ἐπιλανθάνου. καλαὶ γὰρ αἱ πρῶταί σου τῶν πολιτικῶν ἔργων ὑποθέσεις ἐγένοντο καὶ μεγάλας ἐπέθρεψαν ἡμῖν ἀρετῆς ἐλπίδας, αἷς ἀκολούθως καὶ τὰ λοιπὰ πράττειν σ᾽ ἅπαντες ἀξιοῦμεν. [5] ἀναχώρει δὴ πάλιν εἰς τὴν σεαυτοῦ φύσιν, Ἄππιε τέκνον, καὶ γίνου τῇ προαιρέσει τῶν πολιτευμάτων μὴ τυραννικός, ἀλλ᾽ ἀριστοκρατικὸς καὶ φεῦγε τοὺς πρὸς ἡδονὴν ὁμιλοῦντας, δι᾽ οὓς ἐξέβης τῶν χρηστῶν ἐπιτηδευμάτων καὶ παρεπλάγχθης τῆς ὀρθῆς ὁδοῦ. οὐ γὰρ ἔχει λόγον, ὑφ᾽ ὧν ἂν γένηταί τις ἐξ ἀγαθοῦ κακός, ὑπὸ τούτων πάλιν αὐτὸν ἐκ πονηροῦ γενέσθαι χρηστόν.
- ΚΕΦΑΛΑΙΟΝ ΙΔ΄
[1] ταῦτά σοι πολλάκις ἐβουλήθην ὑποθέσθαι μόνῳ μόνος εἰς λόγους παραγενόμενος καὶ τὰ μὲν ὡς ἀγνοοῦντα διδάξαι, τὰ δ᾽ ὡς ἁμαρτάνοντα νουθετῆσαι· [p. 134] καὶ παρεγενόμην εἰς τὴν οἰκίαν οὐχ ἅπαξ, ἀπήλασαν δέ με οἱ σοὶ παῖδες ἀπὸ τῶν οἰκείων οὐ σχολὴν ἄγειν σε λέγοντες, ἀλλ᾽ ἕτερά τινα πράττειν ἀναγκαιότερα, εἰ δή τί σοι τῆς πρὸς τὸ γένος εὐσεβείας ἀναγκαιότερον ἦν. [2] τάχα δ᾽ οὐχ ὑπὸ σοῦ κελευσθέντες οἱ παῖδες, ἀλλ᾽ ἐφ᾽ ἑαυτῶν γνόντες διέκλεισάν με τῆς εἰσόδου, καὶ βουλοίμην οὕτως τἀληθὲς ἔχειν. τὸ πρᾶγμα δή με ἠνάγκασε τοῦτο διαλεχθῆναι ἐν τῷ συνεδρίῳ πρὸς σὲ περὶ ὧν ἐβουλόμην, ἐπειδὴ μόνῳ πρὸς μόνον οὐκ ἐξεγένετο. καιρὸν δ᾽ ἔχει πάντη λέγεσθαι τὰ καλὰ καὶ συμφέροντα παρ᾽ ἀνθρώποις μᾶλλον, Ἄππιε, ἢ [3] μηδαμῇ. ἀποδεδωκὼς δή σοι τὰ τοῦ γένους ὀφειλήματα μαρτύρομαι θεούς, ὧν ἱερὰ καὶ βωμοὺς κοιναῖς θυσίαις γεραίρομεν οἱ τῆς Ἀππίου γενεᾶς διάδοχοι, καὶ προγόνων δαίμονας, οἷς μετὰ θεοὺς δευτέρας τιμὰς καὶ χάριτας ἀποδίδομεν κοινάς, ὑπὲρ ἅπαντας δὲ τούτους γῆν, ἣ κατέχει τὸν σὸν μὲν πατέρα, ἐμὸν δ᾽ ἀδελφόν, ὅτι σοι παρέσχημαι ψυχήν τε καὶ φωνὴν τὴν ἐμαυτοῦ τὰ κράτιστα βουλευομένην, καὶ ἐπανορθῶν τὰς ἀγνοίας σου κατὰ δύναμιν τὴν ἐμὴν ἀξιῶ σε μὴ τοῖς κακοῖς ἰᾶσθαι τὰ κακά, μηδὲ τῶν πλειόνων ὀρεγόμενον καὶ τὰ παρόντα ἀπολέσαι, μηδ᾽ ἵνα τῶν [p. 135] ἴσων τε καὶ κρειττόνων ἄρχῃς ὑπὸ τῶν ἡττόνων τε καὶ κακιόνων ἄρχεσθαι. [4] πολλὰ καὶ περὶ πολλῶν ἔτι σοι λέγειν βουλόμενος ὀκνῶ. εἰ μὲν γὰρ ἐπὶ τὰ κρείττω βουλεύματα ὀ θεὸς ἄγει σε, καὶ ταῦτα πλείω τῶν ἱκανῶν εἴρηκα, εἰ δ᾽ ἐπὶ τὰ χείρω, διακενῆς καὶ τὰ λοιπὰ ἐρῶ. ἔχετε, ὦ βουλή, καὶ ὑμεῖς οἱ προεστηκότες τῆς πόλεως, τὴν ἐμὴν γνώμην καὶ περὶ τοῦ πολέμου τῆς καταλύσεως καὶ περὶ τῶν ἐν τῇ πόλει θορύβων τῆς ἐπανορθώσεως. εἰ δέ τις ἕτερα τούτων κρείττω ἐρεῖ, τὰ βέλτιστα νικάτω.
- ΚΕΦΑΛΑΙΟΝ ΙΕ΄
[1] τοιαῦτ᾽ εἰπόντος Κλαυδίου καὶ πολλὴν ἐλπίδα τῷ συνεδρίῳ παρασχόντος, ὡς ἀποθησομένων τῶν δέκα τὴν ἀρχήν, Ἄππιος μὲν πρὸς ταῦτα οὐδὲν ἠξίωσεν εἰπεῖν· ἐκ δὲ τῶν ἄλλων ὀλιγαρχῶν προελθὼν Κορνήλιος Μάρκος· ἡμεῖς μέν, ἔφησεν, ὦ Κλαύδιε, περὶ τῶν ἰδίων συμφερόντων αὐτοὶ διαγνωσόμεθα τῆς σῆς οὐδὲν δεόμενοι βουλῆς. καὶ γὰρ ἡλικίας ἐν τῇ φρονιμωτάτῃ ἐσμέν, ὥστε μηδὲν τῶν διαφερόντων ἀγνοεῖν, καὶ φίλων οὐ σπανίζομεν, οἷς, ἐάν τι δέῃ, [2] συμβούλοις χρησόμεθα. παῦσαι δὴ πρᾶγμα ποιῶν ἄωρον, ἀνὴρ πρεσβύτερος οὐ δεομένοις συμβουλῆς γνώμας ἀποδεικνύμενος. τῷ Ἀππίῳ δ᾽ εἴ τι βούλει παραινεῖν ἢ λοιδορεῖσθαι — τοῦτο γὰρ ἀληθέστερον — ὅταν ἐξέλθῃς ἐκ τοῦ συνεδρίου, λοιδορήσῃ. νῦν δ᾽ ὑπὲρ τοῦ πρὸς Αἰκανοὺς καὶ Σαβίνους πολέμου, περὶ οὗ κέκλησαι γνώμην ἀποδειξόμενος, ὅ τι σοι φαίνεται [p. 136] λέγε καὶ παῦσαι τὰ ἔξω τοῦ πράγματος φλυαρῶν. [3] μετὰ τοῦτον ἀνίσταται πάλιν ὁ Κλαύδιος κατηφὴς καὶ μεστοὺς ἔχων τοὺς ὀφθαλμοὺς δακρύων καί φησιν· Ἄππιος μὲν οὐδ᾽ ἀποκρίσεως ἄξιον ἡγεῖταί με, ὦ βουλή, τὸν ἑαυτοῦ θεῖον ἐναντίον ὑμῶν· ἀλλ᾽ ὥσπερ τὴν οἰκίαν τὴν ἰδίαν ἀπέκλεισέ μοι, καὶ τουτὶ τὸ συνέδριον ἄβατον ὥσπερ ἐφ᾽ ἑαυτῷ ποιεῖ. εἰ δὲ χρὴ [4] τἀληθὲς λέγειν, καὶ ἐκ τῆς πόλεως ἐξελαύνομαι. οὐκέτι γὰρ ἂν αὐτὸν ὀρθοῖς ὄμμασι δυναίμην ὁρᾶν ἀνάξιον γεγονότα τῶν προγόνων καὶ τυραννικὴν ἐζηλωκότα παρανομίαν, ἀλλ᾽ ἀνασκευασάμενος ἅπαντα τὰ ἐμὰ καὶ τοὺς ἐμοὺς εἰς Σαβίνους ἄπειμι, πόλιν οἰκήσων Ῥήγιλλον, ἐξ ἧς τὸ γένος ἡμῶν ἐστι, καὶ μενῶ τὸν λοιπὸν ἐκεῖ χρόνον, ἕως ἂν οὗτοι κατέχωσι τὴν καλὴν ταύτην ἀρχήν. ἐπειδὰν δ᾽ οἷα μαντεύομαι περὶ τὴν δεκαδαρχίαν γένηται — γενήσεται δ᾽ οὐκ εἰς μακράν — [5] τότε παρέσομαι. καὶ τὰ μὲν ὑπὲρ ἐμοῦ τοσαῦτα· περὶ δὲ τοῦ πολέμου ταύτην ὑμῖν, ὦ βουλή, γνώμην ἀποδείκνυμαι, μηδὲν ψηφίζεσθαι περὶ μηδενὸς πράγματος, ἕως ἀποδειχθῶσι νέαι ἀρχαί. ταῦτ᾽ εἰπὼν καὶ πολὺν ἐκ τοῦ συνεδρίου κινήσας ἔπαινον ἐπὶ τῷ γενναίῳ καὶ φιλελευθέρῳ τῆς γνώμης ἐκάθισε. μετὰ δὲ τοῦτον ἀναστὰς Λεύκιος Κοίντιος ὁ καλούμενος Κικιννᾶτος [p. 137] καὶ Τίτος Κοίντιος Καπετωλῖνος καὶ Λεύκιος Λουκρήτιος καὶ πάντες ἑξῆς οἱ πρωτεύοντες δέκα τοῦ συνεδρίου τῇ Κλαυδίου γνώμῃ προσετίθεντο.
- ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ΄
[1] ἐφ᾽ ᾧ διαταραχθέντες οἱ περὶ τὸν Ἄππιον ἐβουλεύσαντο μηκέτι καθ᾽ ἡλικίαν καὶ βουλῆς ἀξίωσιν συμβούλους καλεῖν, ἀλλὰ κατ᾽ οἰκειότητα καὶ τὴν πρὸς αὐτοὺς ἑταιρίαν. καὶ παρελθὼν Μάρκος Κορνήλιος ἀνίστησι Λεύκιον Κορνήλιον τὸν ἀδελφόν, ὃς Κοίντῳ Φαβίῳ Οὐιβουλανῷ συνυπάτευσε τὸ τρίτον ὑπατεύοντι, δραστήριον ἄνδρα καὶ πολιτικοὺς διεξελθεῖν λόγους οὐκ ἀδύνατον. [2] οὗτος ἀναστὰς ἔλεξε τοιάδε· θαυμαστὸν μὲν ἦν καὶ τοῦτ᾽, ὦ βουλή, εἰ ταύτην ἔχοντες ἄνθρωποι τὴν ἡλικίαν ἔχουσιν, οἱ πρὸ ἐμοῦ γνώμην ἀποφηνάμενοι καὶ πρωτεύειν ἀξιοῦντες τῶν συνέδρων, τὴν ἐκ τῶν πολιτικῶν προσκρουσμάτων ἀπέχθειαν ἀδιάλλακτον πρὸς τοὺς προεστηκότας τῆς πόλεως, οὓς ἐχρῆν% οἷόν τε δεῖ φυλάττειν, καὶ τοῖς νέοις παραινεῖν ἀπὸ τοῦ κρατίστου ποιεῖσθαι τοὺς ὑπὲρ τῶν καλῶν ἀγῶνας, καὶ μὴ πολεμίους, ἀλλὰ φίλους ἡγεῖσθαι τοὺς περὶ τῶν κοινῶν ἀγαθῶν ἀντιπάλους. [3] πολλῷ δ᾽ ἔτι τούτου θαυμασιώτερόν ἐστιν, εἰ τὰς ἰδίας ἀπεχθείας [p. 138] ἐπὶ τὰ κοινὰ τῆς πόλεως πράγματα μεταφέρουσι καὶ συναπολέσθαι τοῖς ἑαυτῶν ἐχθροῖς βούλονται μᾶλλον ἢ σωθῆναι μετὰ πάντων τῶν φίλων. ὑπερβολὴν γὰρ ἀνοίας τούτοις καὶ οὐ πόρρω θεοβλαβείας πεποιήκασιν οἱ πρόεδροι τῆς βουλῆς ἡμῶν. [4] οὗτοι γὰρ ἀγανακτοῦντες, ὅτι μετιόντας αὐτοὺς τὴν τῶν δέκα ἀρχήν, ἧς αὐτοὶ νῦν κατηγοροῦσιν, ἐνίκησαν ἐν ἀρχαιρεσίαις ἐπιτηδειότεροι φανέντες, ἀεὶ πολεμοῦσιν αὐτοῖς πόλεμον ἀδιάλλακτον, καὶ εἰς τοῦθ᾽ ἥκουσιν εὐηθείας, μᾶλλον δὲ μανίας, ὥσθ᾽, ἵνα τούτους διαβάλλωσι πρὸς ὑμᾶς, ὅλην ὑπομένουσιν ἀνατρέψαι τὴν πατρίδα· [5] οἵ γ᾽ ὁρῶντες μὲν ἀνάστατον τὴν χώραν ἡμῶν ὑπὸ τῶν πολεμίων γενομένην, ὁρῶντες δὲ ὅσον οὔπω καὶ ἐπὶ τὴν πόλιν αὐτοὺς ἐλεύσεσθαι — τὸ γὰρ διὰ μέσου χωρίον οὐ πολύ — ἀντὶ τοῦ παρακαλεῖν καὶ παρορμᾶν τοὺς νέους ἐπὶ τὸν ὑπὲρ τῆς πατρίδος ἀγῶνα, καὶ αὐτοὶ πάσῃ προθυμίᾳ καὶ σπουδῇ βοηθεῖν, ὅση γοῦν ἐν τοῖς τηλικούτοις ἐστὶν ἰσχύς, περὶ πολιτείας κόσμου νῦν ἀξιοῦσιν ὑμᾶς σκοπεῖν καὶ νέας ἀρχὰς ἀποδεικνύναι καὶ πάντα μᾶλλον ἢ τοὺς ἐχθροὺς κακῶς ποιεῖν· καὶ οὐδ᾽ αὐτὸ τοῦτο δύνανται συνιδεῖν, ὅτι γνώμας ἀσυμφόρους εἰσφέρουσι, μᾶλλον δ᾽ εὐχὰς ἀδυνάτους ἔχουσιν. [p. 139]
- ΚΕΦΑΛΑΙΟΝ ΙΖ΄
[1] σκοπεῖτε γὰρ οὑτωσί· προβούλευμα γενήσεται τῆς βουλῆς ὑπὲρ ἀρχαιρεσιῶν, ἔπειτ᾽ ἐξοίσουσιν οἱ δέκα τὰ βουλευθέντα εἰς τὸν δῆμον ὁρίσαντες ἀγορὰν τὴν ἀπὸ ταύτης τρίτην. πῶς γὰρ ἂν ἀληθῶς γένοιτό τι τῶν ὑπὸ τοῦ δήμου ψηφιζομένων κύριον, ἐὰν μὴ κατὰ νόμους γένηται; ἔπειθ᾽ ὅταν αἱ φυλαὶ διενέγκωσι τὴν ψῆφον, τότε αἱ νέαι % παραιτοῦνται τὴν πόλιν ἀρχαὶ [2] καὶ προθήσουσιν ὑμῖν ὑπὲρ πολέμου σκοπεῖν. ἐν δὲ τοῖς μεταξὺ τῶν ἀρχαιρεσιῶν χρόνοις τοσούτοις οὖσιν, ἐὰν ἐπὶ τὴν πόλιν ἡμῶν ἔλθωσιν οἱ πολέμιοι καὶ προσαγάγωσι τοῖς τείχεσι, τί ποιήσομεν, Κλαύδιε; ἐροῦμεν αὐτοῖς νὴ Δία· μείναθ᾽, ἕως ἂν ἀποδείξωμεν ἑτέρας ἀρχάς. Κλαύδιος γὰρ ἡμᾶς ἔπεισε περὶ μηδενὸς ἄλλου πράγματος μήτε προβουλεύειν μήτ᾽ εἰς τὸν δῆμον ἐκφέρειν μήτε δυνάμεις καταγράφειν, ἐὰν μὴ τὰ περὶ [3] τὰς ἀρχὰς καταστήσωμεν ὡς βουλόμεθα. ἄπιτ᾽ οὖν, καὶ ὅταν ἀκούσητε ὑπάτους καὶ τὰς ἄλλας ἀρχὰς ἀποδειχθείσας ὑπὸ τῆς πόλεως καὶ τὰ πρὸς τὸν ἀγῶνα πάντα γεγονότα ἡμῖν εὐτρεπῆ, τόθ᾽ ἥκετε περὶ διαλλαγῶν ποιησόμενοι τοὺς λόγους, ἐπειδὴ κακῶς ἤρξασθε ἡμᾶς ποιεῖν οὐδὲν προπεπονθότες ὑφ᾽ ἡμῶν· καὶ ὅσα ἡμᾶς ἐβλάψατε κατὰ τὰς ἐμβολὰς εἰς χρημάτων λόγον, [4] ἅπαντα ἐκ τοῦ δικαίου διαλύσατε. τὸν δὲ τῶν γεωργῶν ὄλεθρον οὐχ ὑπολογιούμεθα ὑμῖν, οὐδ᾽ εἴ τινα γύναια ἐλεύθερα ὕβρεως καὶ παροινίας ἐπειράθη στρατιωτικῆς [p. 140] οὐδ᾽ ἄλλο τῶν ἀνηκέστων οὐδέν. κἀκεῖνοι ταῦτα προκαλουμένων ἡμῶν μετριάσουσι καὶ συγχωρήσαντες τῇ πόλει νέας ἀρχὰς ἀποδεῖξαι καὶ τὰ πρὸς τὸν πόλεμον εὐτρεπῆ ποιήσασθαι, τότε ἥξουσιν ἱκετηρίας φέροντες ἀντὶ τῶν ὅπλων καὶ παραδιδόντες ἡμῖν ἑαυτούς.
- ΚΕΦΑΛΑΙΟΝ ΙΗ΄
[1] ὦ πολλῆς μὲν εὐηθείας τούτων, οἷς ἐπὶ νοῦν ἔρχεται τοιαῦτα ληρεῖν, πολλῆς δ᾽ ἀναλγησίας ἡμῶν, εἰ τοιαῦτα λεγόντων αὐτῶν οὐκ ἀγανακτοῦμεν, ἀλλ᾽ ὑπομένομεν ἀκούειν, ὥσπερ ὑπὲρ τῶν πολεμίων, ἀλλ᾽ οὐχ ὑπὲρ ἡμῶν αὐτῶν καὶ τῆς πατρίδος βουλευόμενοι. [2] οὐκ ἀνελοῦμεν ἐκ μέσου τοὺς φλυάρους; οὐ ταχεῖαν ψηφιούμεθα τῇ ὑπονοθευομένῃ χώρᾳ τὴν βοήθειαν; οὐ καθοπλιοῦμεν ἅπασαν τὴν ἀκμὴν τῆς πόλεως; οὐκ ἐπὶ τὰς ἐκείνων πόλεις αὐτοὶ στρατευσόμεθα; ἀλλ᾽ οἴκοι μένοντες καὶ τοῖς δέκα λοιδορούμενοι καὶ νέας ἀρχὰς καθιστάντες καὶ περὶ κόσμου πολιτικοῦ σκοποῦντες ὥσπερ ἐν εἰρήνῃ πάντ᾽ ἐάσομεν ὑπὸ τοῖς πολεμίοις τὰ ἐν τῇ χώρᾳ γενέσθαι, καὶ τελευτῶντες ὑπὲρ ἀνδραποδισμοῦ κινδυνεύσομεν καὶ κατασκαφῆς τῆς πόλεως, ὡς ἐάσαντες τὸν πόλεμον τοῖς τείχεσι προσελθεῖν; [3] οὐκ ἔστιν ὑγιαινόντων ἀνθρώπων τὰ τοιαῦτα βουλεύματα, ὦ πατέρες, οὐδὲ προνοίας πολιτικῆς τὰ κοινὰ συμφέροντα τῶν ἰδίων ἀπεχθειῶν ἡγουμένης ἀναγκαιότερα, ἀλλὰ φιλονεικίας ἀκαίρου καὶ δυσμενείας ἀβούλου καὶ φθόνου κακοδαίμονος, ὃς οὐκ ἐᾷ τοὺς [p. 141] ἔχοντας αὐτὸν σωφρονεῖν. ἀλλὰ τὰς μὲν τούτων φιλονεικίας ἐάσατε χαίρειν, ἃ δὲ ψηφισάμενοι τῇ πόλει σωτήρια καὶ ὑμῖν αὐτοῖς προσήκοντα ἔσεσθε βεβουλευμένοι καὶ τοῖς ἐχθροῖς φοβερά, ἐγὼ πειράσομαι λέγειν. [4] νῦν μὲν τὸν πρὸς Αἰκανοὺς καὶ Σαβίνους πόλεμον ἐπικυρώσατε καὶ τὰς δυνάμεις μετὰ πλείστης προθυμίας καὶ σπουδῆς καταγράφετε τὰς ἐπ᾽ ἀμφοτέρους ἐξελευσομένας. ὅταν δὲ τὰ τοῦ πολέμου τέλος ἡμῖν τὸ κράτιστον λάβῃ, καὶ ἀναστρέψωσιν εἰς τὴν πόλιν αἱ δυνάμεις εἰρήνης γενομένης, τότε καὶ περὶ τοῦ κόσμου τῆς πολιτείας σκοπεῖτε, καὶ λόγον ἀπαιτεῖτε τοὺς δέκα περὶ πάντων, ὧν ἐπὶ τῆς ἀρχῆς ἔπραξαν, καὶ νέας ἀρχὰς ψηφοφορεῖτε καὶ δικαστήρια καθίζετε καὶ τιμᾶτε τοὺς ἑκατέρου τούτων ἀξίους, ὅταν ἐφ᾽ ὑμῖν γένηται ταῦτ᾽ ἀμφότερα, μαθόντες ὅτι οὐ τοῖς πράγμασιν οἱ καιροὶ δουλεύουσιν, ἀλλὰ τοῖς καιροῖς τὰ πράγματα. [5] ταύτην ἀποδειξαμένου Κορνηλίου τὴν γνώμην οἱ μετ᾽ ἐκεῖνον ἀνιστάμενοι χωρὶς ὀλίγων τῆς αὐτῆς ἐγένοντο προαιρέσεως· οἱ μὲν ἀναγκαῖα καὶ τῷ παρόντι καιρῷ ταῦτα προσήκοντα ὑπολαμβάνοντες εἶναι, οἱ δ᾽ ὑποκατακλινόμενοι καὶ θεραπεύοντες τοὺς δέκα τῷ φόβῳ τῆς ἀρχῆς. ἦν γάρ τι καὶ κατεπτηχὸς τὴν ἐξουσίαν οὐκ ἐλάχιστον μέρος ἐκ τῶν συνέδρων.
- ΚΕΦΑΛΑΙΟΝ ΙΘ΄
[1] ὡς δ᾽ αἱ πλείους γνῶμαι διηγορεύθησαν, καὶ παρὰ πολὺ κρατεῖν ἐδόκουν οἱ τὸν πόλεμον ἐπικυροῦντες [p. 142] τῶν ἑτέρων, τότε Λεύκιον Οὐαλέριον ἐν τοῖς ἐσχάτοις ἐκάλουν, ὃν ἔφην εὐθὺς ἐν ἀρχαῖς βουλόμενόν τι λέγειν κεκωλῦσθαι πρὸς αὐτῶν. ὁ δὲ ἀναστὰς τοιούτους διεξῆλθε λόγους· [2] τὴν μὲν ἐπιβουλὴν τῶν δέκα ὁρᾶτε, ὦ πατέρες, οἳ κατ᾽ ἀρχάς τ᾽ οὐκ ἐπέτρεψάν μοι λέγειν ὅσα προῃρούμην πρὸς ὑμᾶς, καὶ νῦν ἐν τοῖς ὑστάτοις ἀποδεδώκασι λόγον ἐνθυμηθέντες, ὅπερ εἰκός, ὅτι τῇ τε Κλαυδίου γνώμῃ προσθέμενος οὐδὲν ὠφελήσω τὸ κοινὸν ὀλίγων αὐτῇ συνειρηκότων· ἑτέραν τε γνώμην παρὰ τὰς εἰρημένας αὐτοῖς ἀποφηνάμενος, κἂν τὰ κράτιστα ὑποθῶμαι, διακενῆς ἐρραψῳδηκὼς ἔσομαι. [3] εὐαρίθμητοι γάρ τινές εἰσιν οἱ μετ᾽ ἐμὲ ἀναστησόμενοι, οὓς ἐὰν ἅπαντας ὁμογνώμονας λάβω, τί γενήσεταί μοι πλέον οὐδὲ πολλοστὴν ἕξοντι μοῖραν τῶν Κορνηλίῳ συναγορευόντων; οὐ μὴν ἐγὼ ταῦθ᾽ ὑφορώμενος ὀκνήσω τὴν ἐμαυτοῦ γνώμην εἰπεῖν. ὅταν γὰρ ἀκούσητε πάντων, ἐφ᾽ ὑμῖν ἔσται τὰ κράτιστα ἑλέσθαι. [4] περὶ μὲν οὖν τῆς δεκαδαρχίας, ὃν τρόπον ἐπιμελεῖται τῶν κοινῶν, ὅσα Κλαύδιος ὁ βέλτιστος εἶπε, καὶ ἐμοὶ νομίσατε εἰρῆσθαι, καὶ ὅτι δεῖ νέας ἀρχὰς ἀποδειχθῆναι, πρὶν ἢ τὸ περὶ τοῦ πολέμου γενέσθαι ψήφισμα· καὶ γὰρ ταῦτα εἴρηται τῷ [5] ἀνδρὶ κατὰ τὸ βέλτιστον. ἐπεὶ δὲ Κορνήλιος εἰς τὸ ἀδύνατον ἀπάγειν ἐπειρᾶτο τὴν γνώμην πολλοὺς τοὺς μεταξὺ χρόνους ἀποφαίνων ταῖς πολιτικαῖς οἰκονομίαις γενησομένους ἐν χερσὶν ὄντος τοῦ πολέμου, καὶ χλευάζειν [p. 143] ἐπεχείρει πράγματα οὐκ ἐπιτήδεια χλευασμῶν, οἷς παρακρουσάμενος ὑμᾶς τοὺς πολλοὺς ᾤχετο φέρων, ἐγὼ καὶ περὶ τοῦ μὴ ἀδύνατον εἶναι τὴν Κλαυδίου γνώμην διαλέξομαι πρὸς ὑμᾶς· ὡς μὲν γὰρ ἀσύμφορος, οὐδὲ τῶν διασυράντων αὐτὴν οὐδεὶς ἐτόλμησεν εἰπεῖν· καὶ διδάξω, πῶς ἂν ἥ τε χώρα δι᾽ ἀσφαλείας γένοιτο, καὶ δίκην δοῖεν οἱ τολμήσαντες αὐτὴν κακῶς ποιεῖν, καὶ τὴν πάτριον ἀπολάβοιμεν ἀριστοκρατίαν, καὶ ταῦθ᾽ ἅμα γένοιτο συναγωνιζομένων ἁπάντων τῶν ἐν τῇ πόλει καὶ μηδενὸς τἀναντία πράττειν ἀξιοῦντος, σοφίαν οὐδεμίαν ἀποδεικνύμενος ὑμῖν, τὰ δὲ πραχθέντα ὑφ᾽ ὑμῶν αὐτῶν παραδείγματα φέρων. ἔνθα γὰρ ἡ πεῖρα διδάσκει τὸ συμφέρον, τί δεῖ στοχασμῶν ἐκεῖ;
- ΚΕΦΑΛΑΙΟΝ Κ΄
[1] μέμνησθε, ὅτι ἀπὸ τῶν αὐτῶν τούτων ἐθνῶν ὥσπερ νῦν δυνάμεις ἐνέβαλον, αἱ μὲν εἰς τὴν ἡμετέραν γῆν, αἱ δ᾽ εἰς τὴν τῶν συμμάχων ἡμῶν, κατὰ τὸν αὐτὸν ἀμφότεραι χρόνον Γαΐου Ναυτίου καὶ Λευκίου Μινυκίου τὴν ὑπατείαν ἐχόντων, ἔνατον ἢ δέκατον ἔτος οἶμαι τουτί. [2] τότε τοίνυν ἀποστειλάντων ὑμῶν νεότητα πολλὴν καὶ ἀγαθὴν ἐπ᾽ ἀμφότερα τὰ ἔθνη τῷ μὲν ἑτέρῳ τῶν ὑπάτων εἰς δυσχωρίας ἀναγκασθέντι κατακλεῖσαι τὸ στρατόπεδον πρᾶξαι μὲν οὐδὲν ἐξεγένετο, πολιορκεῖσθαι δ᾽ ἐν τῷ χάρακι καὶ κινδυνεύειν σπάνει τῶν ἐπιτηδείων ἁλῶναι· Ναυτίῳ δ᾽ ἀντικαθημένῳ Σαβίνων μάχας ἀναγκαῖον ἦν τίθεσθαι πρὸς [p. 144] τοὺς αὐτοὺς συνεχεῖς καὶ μηδ᾽ οἵῳ τ᾽ εἶναι τοῖς κάμνουσι τῶν σφετέρων βοηθεῖν. ἦν τ οὐκ ἄδηλον, ὅτι τῆς ἐν Αἰκανοῖς στρατιᾶς ἀναρπασθείσης οὐδ᾽ ἡ Σαβίνους πολεμοῦσα ἀνθέξει συνελθόντων εἰς τὸ αὐτὸ [3] τῶν πολεμίων ἀμφοτέρων. τοιούτων δὴ κινδύνων τὴν πόλιν περιστάντων καὶ οὐδὲ τῶν ἐντὸς τείχους ὁμονοούντων τίνα βοήθειαν εὕρασθε ὑμεῖς περὶ μέσας νύκτας εἰς τὸ βουλευτήριον συνελθόντες; ἥπερ ὤνησεν ὁμολογουμένως πάντα τὰ πράγματα καὶ φερομένην τὴν πόλιν εἰς ἀτυχὲς πτῶμα ὤρθωσεν, ἀρχὴν ἀπεδείξατε μίαν αὐτοκράτορα πολέμου καὶ εἰρήνης, ἁπάσας τὰς ἄλλας καταλύσαντες ἀρχάς, καὶ πρὶν ἡμέραν γενέσθαι δικτάτωρ ἀπεδέδεικτο Λεύκιος Κοίντιος ὁ βέλτιστος, [4] οὐδ᾽ ἐν τῇ πόλει τότ᾽ ὤν, ἀλλ᾽ ἐν ἀγρῷ. τὰ μετὰ ταῦτα ἴστε δήπου τοῦ ἀνδρὸς ἔργα, ὅτι καὶ δυνάμεις ἀξιοχρέους παρεσκευάσατο καὶ τὸ κινδυνεῦον στρατόπεδον ἐρρύσατο καὶ τοὺς πολεμίους ἐτιμωρήσατο καὶ τὸν στρατηγὸν αὐτῶν αἰχμάλωτον ἔλαβε· καὶ ταῦτα ἐν ἡμέραις τεσσαρεσκαίδεκα μόναις ἅπαντα διαπραξάμενος καὶ εἴ τι ἄλλο σαθρὸν ἦν τῆς πολιτείας ἐπανορθωσάμενος ἀπέθετο τὰς ῥάβδους· καὶ τὸ κωλῦον οὐδὲν ἐγένετο νέαν ἀρχὴν ἐν ἡμέρᾳ κυρωθῆναι μιᾷ βουλομένων [p. 145] ὑμῶν. τοῦτο δὴ τὸ παράδειγμα μιμησαμένους ἡμᾶς οἴομαι δεῖν, ἐπειδὴ οὐδὲν ἄλλο ποιεῖν δυνάμεθα, δικτάτορα ἑλέσθαι, πρὶν ἐντεῦθεν ἐξελθεῖν· ἐὰν γὰρ ὑπερβαλώμεθα τοῦτον τὸν καιρόν, οὐκέτι συνάξουσιν ἡμᾶς οἱ δέκα βουλευσομένους ὑπὲρ οὐδενός· [5] ἵνα δὲ καὶ κατὰ νόμους ἡ τοῦ δικτάτορος ἀνάρρησις γένηται, τὴν μεσοβασίλειον ἀρχὴν ἑλέσθαι, τὸν ἐπιτηδειότατον ἐκλέξαντας τῶν πολιτῶν· ὃ ποιεῖν σύνηθές ἐστιν ὑμῖν, ὅταν μήτε βασιλεῖς ἔχητε μήτε ὑπάτους μήτ᾽ ἄλλην νόμιμον ἀρχὴν μηδεμίαν, ὥσπερ νῦν οὐκ ἔχετε. τοῖς γὰρ ἀνδράσι τούτοις παρελήλυθεν ὁ τῆς ἀρχῆς χρόνος, [6] καὶ τὰς ῥάβδους αὐτῶν ὁ νόμος ἀφῄρηται. ταῦτ᾽ ἔστιν ἃ παραινῶ πράττειν, ὦ πατέρες, ὑμῖν, καὶ συμφέροντα καὶ δυνατά. ἣν δὲ Κορνήλιος εἰσηγεῖται γνώμην, κατάλυσις ὁμολογουμένη τῆς ἀριστοκρατίας ὑμῶν ἐστιν. ἐὰν γὰρ ἅπαξ ὅπλων οἱ δέκα γένωνται κύριοι τῇδε τῇ προφάσει τοῦ πολέμου, δέδοικα μὴ καθ᾽ ἡμῶν αὐτοῖς χρήσωνται. οἱ γὰρ οὐκ ἀξιοῦντες ἀποθέσθαι τὰς ῥάβδους, ἦ που γε τὰ ὅπλα ἀποθήσονται; λογιζόμενοι δὴ ταῦτα φυλάττεσθε τοὺς ἀνθρώπους, καὶ πᾶσαν ἀπάτην αὐτῶν προβλέπετε. κρείττων γὰρ ἡ πρόνοια τῆς μεταμελείας καὶ τὸ μὴ πιστεύειν τοῖς πονηροῖς σωφρονέστερον τοῦ προπιστεύσαντας κατηγορεῖν.