Μετάβαση στο περιεχόμενο

Ρωμαϊκή Αρχαιολογία/ια/01

Από Βικιθήκη
Κεφάλαια 01–10
Συγγραφέας:
Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ια΄
Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885.


ΚΕΦΑΛΑΙΟΝ Α΄

[1] ἐπὶ δὲ τῆς ὀγδοηκοστῆς καὶ τρίτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Κρίσων Ἱμεραῖος, ἄρχοντος Ἀθήνησι Φιλίσκου καταλύουσι Ῥωμαῖοι τὴν τῶν δέκα ἀρχὴν ἔτη τρία τῶν κοινῶν ἐπιμεληθεῖσαν. ὃν δὲ τρόπον ἐπεχείρησαν ἐρριζωμένην ἤδη τὴν δυναστείαν ἐξελεῖν, καὶ τίνων ἀνδρῶν ἡγησαμένων τῆς ἐλευθερίας, καὶ διὰ ποίας αἰτίας καὶ προφάσεις, ἐξ ἀρχῆς ἀναλαβὼν πειράσομαι διελθεῖν ἀναγκαίας ὑπολαμβάνων εἶναι καὶ καλὰς τὰς τοιαύτας μαθήσεις ἅπασι μὲν ὡς εἰπεῖν ἀνθρώποις, μάλιστα δ᾽ ὅσοι περὶ τὴν φιλόσοφον θεωρίαν καὶ περὶ τὰς πολιτικὰς διατρίβουσι πράξεις. [2] τοῖς τε γὰρ πολλοῖς οὐκ ἀπαρκεῖ τοῦτο μόνον ἐκ τῆς ἱστορίας παραλαβεῖν, ὅτι τὸν Περσικὸν πόλεμον — ἵν᾽ ἐπὶ τούτου ποιήσωμαι τὸν λόγον — ἐνίκησαν Ἀθηναῖοί τε καὶ Λακεδαιμόνιοι δυσὶ ναυμαχίαις καὶ πεζομαχίᾳ [p. 112] μιᾷ καταγωνισάμενοι τὸν βάρβαρον τριακοσίας ἄγοντα μυριάδας αὐτοὶ σὺν τοῖς συμμάχοις οὐ πλείους ὄντες ἕνδεκα μυριάδων, ἀλλὰ καὶ τοὺς τόπους, ἐν οἷς αἱ πράξεις ἐγένοντο, βούλονται παρὰ τῆς ἱστορίας μαθεῖν, καὶ τὰς αἰτίας ἀκοῦσαι, δι᾽ ἃς τὰ θαυμαστὰ καὶ παράδοξα ἔργα ἐπετέλεσαν, καὶ τίνες ἦσαν οἱ τῶν στρατοπέδων ἡγεμόνες τῶν τε βαρβαρικῶν καὶ τῶν Ἑλληνικῶν ἱστορῆσαι, καὶ μηδενὸς ὡς εἰπεῖν ἀνήκοοι γενέσθαι τῶν συντελεσθέντων περὶ τοὺς ἀγῶνας. [3] ἥδεται γὰρ ἡ διάνοια παντὸς ἀνθρώπου χειραγωγουμένη διὰ τῶν λόγων ἐπὶ τὰ ἔργα καὶ μὴ μόνον ἀκούουσα τῶν λεγομένων, ἀλλὰ καὶ τὰ πραττόμενα ὁρῶσα. οὐδέ γ᾽ ὅταν πολιτικὰς ἀκούσωσι πράξεις, ἀρκοῦνται τὸ κεφάλαιον αὐτὸ καὶ τὸ πέρας τῶν πραγμάτων μαθόντες, ὅτι συνεχώρησαν Ἀθηναῖοι Λακεδαιμονίοις τείχη τε καθελεῖν τῆς πόλεως αὐτῶν καὶ ναῦς διατεμεῖν καὶ φρουρὰν εἰς τὴν ἀκρόπολιν εἰσαγαγεῖν καὶ ἀντὶ τῆς πατρίου δημοκρατίας ὀλιγαρχίαν τῶν κοινῶν ἀποδεῖξαι κυρίαν οὐδὲ πρὸς αὐτοὺς ἀγῶνα ἀράμενοι, ἀλλ᾽ εὐθὺς ἀξιοῦσι καὶ τίνες ἦσαν αἱ κατασχοῦσαι τὴν πόλιν ἀνάγκαι, δι᾽ ἃς ταῦτα τὰ δεινὰ καὶ σχέτλια ὑπέμεινε, καὶ τίνες οἱ πείσαντες αὐτοὺς λόγοι καὶ ὑπὸ τίνων ῥηθέντες ἀνδρῶν καὶ πάντα, ὅσα παρακολουθεῖ τοῖς πράγμασι, διδαχθῆναι. [4] τοῖς δὲ πολιτικοῖς ἀνδράσιν, ἐν οἷς ἔγωγε τίθεμαι καὶ τοὺς φιλοσόφους, ὅσοι μὴ λόγων, ἀλλ᾽ ἔργων καλῶν ἄσκησιν ἡγοῦνται τὴν φιλοσοφίαν, [p. 113] τὸ μὲν ἥδεσθαι τῇ παντελεῖ θεωρίᾳ τῶν παρακολουθούντων τοῖς πράγμασι κοινὸν ὥσπερ καὶ τοῖς ἄλλοις ἀνθρώποις ὑπάρχει· χωρὶς δὲ τῆς ἡδονῆς περιγίγνεται τὸ περὶ τοὺς ἀναγκαίους καιροὺς μεγάλα τὰς πόλεις ἐκ τῆς τοιαύτης ἐμπειρίας ὠφελεῖν, καὶ ἄγειν αὐτὰς ἑκούσας ἐπὶ τὰ συμφέροντα διὰ τοῦ λόγου. [5] ῥᾷστα γὰρ οἱ ἄνθρωποι τά τε ὠφελοῦντα καὶ βλάπτοντα καταμανθάνουσιν, ὅταν ἐπὶ παραδειγμάτων ταῦτα πολλῶν ὁρῶσι, καὶ τοῖς ἐπὶ ταῦτα παρακαλοῦσιν αὐτοὺς φρόνησιν μαρτυροῦσι καὶ πολλὴν σοφίαν. διὰ ταύτας δή μοι τὰς αἰτίας ἔδοξεν ἅπαντα ἀκριβῶς διελθεῖν τὰ γενόμενα περὶ τὴν κατάλυσιν τῆς ὀλιγαρχίας, [6] ὅσα δὴ καὶ λόγου τυχεῖν ἄξια ἡγοῦμαι. ποιήσομαι δὲ τὸν περὶ αὐτῶν λόγον οὐκ ἀπὸ τῶν τελευταίων ἀρξάμενος, ἅ δοκεῖ τοῖς πολλοῖς αἴτια γενέσθαι μόνα τῆς ἐλευθερίας, λέγω δὲ τῶν περὶ τὴν παρθένον ἁμαρτηθέντων Ἀππίῳ διὰ τὸν ἔρωτα· προσθήκη γὰρ αὕτη γε καὶ τελευταία τῆς ὁργῆς τῶν δημοτῶν αἰτία μυρίων ἄλλων προηγησαμένων, ἀλλ᾽ ἀφ᾽ ὧν ἤρξατο πρῶτον ἡ πόλις ὑπὸ τῆς δεκαδαρχίας ὑβρίζεσθαι. ταῦτα πρῶτον ἐρῶ καὶ διέξειμι πάσας ἐφεξῆς τὰς ἐν τῇ τότε καταστάσει γενηθείσας παρανομίας.

ΚΕΦΑΛΑΙΟΝ Β΄

[1] πρώτη μὲν οὖν ἦν ἡ δόξασα γενέσθαι τοῦ κατὰ τῆς ὀλιγαρχίας μίσους πρόφασις, ὅτι συνύφηναν [p. 114] τὴν δευτέραν ἀρχὴν τῇ προτέρᾳ δήμου τε ὑπεριδόντες καὶ βουλῆς καταφρονήσαντες· ἔπειθ᾽ ὅτι τοὺς χαριεστάτους Ῥωμαίων, οἷς οὐ κατὰ γνώμην τὰ πραττόμενα ὑπ᾽ αὐτῶν ἦν, οὓς μὲν ἐξήλαυνον ἐκ τῆς πόλεως αἰτίας ἐπιφέροντες ψευδεῖς καὶ δεινάς, οὓς δὲ ἀπεκτίννυσαν, κατηγόρους τε αὐτοῖς ὑποπέμποντες ἐκ τῶν ἰδίων ἑταίρων καὶ τὰς δίκας ταύτας αὐτοὶ δικάζοντες· μάλιστα δ᾽ ὅτι τοῖς θρασυτάτοις τῶν νέων, οὓς εἶχον ἕκαστοι περὶ αὑτούς, ἐφῆκαν ἄγειν καὶ φέρειν τὰ τῶν ἐναντιουμένων τῇ πολιτείᾳ. [2] οἱ δ᾽ ὥσπερ ἁλούσης πολέμῳ κατὰ κράτος τῆς πατρίδος οὐ τὰ χρήματα μόνον ἀφῃροῦντο τοὺς νόμῳ κτησαμένους, ἀλλὰ καὶ εἰς τὰς γαμετὰς αὐτῶν τὰς εὐμόρφους παρενόμουν καὶ εἰς θυγατέρας ἐπιγάμους καθύβριζον καὶ πληγὰς τοῖς ἀγανακτοῦσιν ὥσπερ ἀνδραπόδοις ἐδίδοσαν· καὶ παρεσκεύασαν, ὅσοις ἀφόρητα εἶναι τὰ γινόμενα ἐδόκει, καταλιπόντας τὴν πατρίδα γυναιξὶν ὁμοῦ καὶ τέκνοις εἰς τὰς πλησίον ἐξοικίζεσθαι πόλεις, ὑποδεχομένων αὐτοὺς Λατίνων μὲν διὰ τὸ % ἀσθενές, Ἑρνίκων δὲ διὰ τὴν ἔναγχος γενομένην αὐτοῖς ὑπὸ Ῥωμαίων ἰσοπολιτείαν. ὥσθ᾽, ὅπερ εἰκὸς ἦν, τελευτῶντες αὐτοὶ κατελείφθησαν οἱ φιλοτύραννοι, καὶ οἷς μηδεμία τῶν κοινῶν φροντὶς ἦν. [3] οὔτε γὰρ οἵ γε πατρίκιοι διέμενον ἐν τῇ πόλει θωπεύειν μὲν οὐκ ἀξιοῦντες τοὺς ἡγεμόνας, [p. 115] ἐναντιοῦσθαι δὲ τοῖς πραττομένοις ἀδυνατοῦντες, οὔθ᾽ οἱ καταγραφέντες εἰς τὸ βουλευτικὸν συνέδριον, οὓς ἐπάναγκες ἔδει παρεῖναι ταῖς ἀρχαῖς, ἀλλὰ καὶ τούτων οἱ πλείους ἀνασκευασάμενοι πανοικεσίᾳ καὶ τὰς οἰκίας ἐρήμους ἀφέντες ἐν τοῖς ἀγροῖς διέτριβον. [4] τοῖς δὲ ὀλιγαρχικοῖς καθ᾽ ἡδονὴν αἱ τῶν ἐπιφανεστάτων ἀνδρῶν ἐγίνοντο φυγαὶ πολλῶν μὲν καὶ ἄλλων ἕνεκα, μάλιστα δὲ ὅτι τοῖς ἀκολάστοις τῶν νέων πολὺ τὸ αὔθαδες προσεγίνετο μηδ᾽ ὄψει δυναμένοις ἰδεῖν, οὓς ἔμελλον ἀσελγές τι πράττοντες αἰσχύνεσθαι.

ΚΕΦΑΛΑΙΟΝ Γ΄

[1] ἐρημουμένης δὲ τοῦ κρείττονος ἔθνους τῆς πόλεως καὶ τὸ ἐλεύθερον ἅπαν ἀπολωλεκυίας ἀφορμὴν κρατίστην ὑπολαβόντες ἐκεῖνοι οἱ πολέμῳ κρατηθέντες ὑπ᾽ αὐτῆς τάς τε ὕβρεις ἃς ὑβρίσθησαν ἀποτίσασθαι καὶ τὰ ἀπολωλότα ἀναλαβεῖν, ὡς νοσούσης διὰ τὴν ὀλιγαρχίαν τῆς πόλεως καὶ οὔτε συστῆναι οὔθ᾽ ὁμονοῆσαι οὔτ᾽ ἀντιλαβέσθαι τῶν κοινῶν ἔτι δυνησομένης, παρασκευασάμενοι τὰ πρὸς τὸν πόλεμον ἐλαύνουσιν ἐπ᾽ αὐτὴν στρατεύμασι μεγάλοις. [2] καὶ κατὰ τὸν αὐτὸν χρόνον Σαβῖνοι ἐμβαλόντες εἰς τὴν ὁμοτέρμονα καὶ πολλῆς γενόμενοι λείας ἐγκρατεῖς φόνον τε πολὺν ἐργασάμενοι τοῦ γεωργικοῦ πλήθους ἐν Ἠρήτῳ κατεστρατοπέδευσαν· διέστηκε δ᾽ ἀπὸ τῆς Ῥώμης ἡ πόλις αὕτη τετταράκοντα καὶ ἑκατὸν σταδίους πλησίον οὖσα [p. 116] [3] Τιβέρεως ποταμοῦ. Αἰκανοὶ δ᾽ εἰς τὴν Τυσκλάνων γῆν ἐμβαλόντες ὅμορον οὖσαν σφίσι καὶ πολλὰ δῃώσαντες αὐτῆς ἐν Ἀλγιδῷ πόλει τίθενται τὸν χάρακα. ὡς δ᾽ ἤκουσαν οἱ δέκα τὴν τῶν πολεμίων ἔφοδον, τεταραγμένοι συνεκάλουν τὰς ἑταιρείας, καὶ μετὰ τούτων ὅ τι χρὴ πράττειν ἐσκόπουν. [4] τὸ μὲν οὖν ὑπερόριον ἀποστέλλειν στρατιὰν καὶ μὴ περιμένειν, ἕως ἐπ᾽ αὐτὴν ἔλθωσι τὴν πόλιν αἱ τῶν πολεμίων δυνάμεις, ἅπασιν ἐδόκει· παρεῖχε δ᾽ αὐτοῖς πολλὴν ἀπορίαν, πρῶτον μὲν εἰ πάντας Ῥωμαίους ἐπὶ τὰ ὅπλα κλητέον καὶ τοὺς ἀπεχθομένους τῇ πολιτείᾳ· ἔπειθ᾽ ὁποίαν τινὰ δεήσει τὴν καταγραφὴν τῶν στρατιωτῶν ποιήσασθαι, πότερον αὐθάδη καὶ μισοπόνηρον οἵας ἔθος ἦν ποιεῖσθαι τοῖς τε βασιλεῦσι καὶ τοῖς ὑπάτοις, ἢ φιλάνθρωπον καὶ μέτριον. [5] ἐδόκει τ᾽ αὐτοῖς οὐδ᾽ ἐκεῖνο μικρᾶς εἶναι ζητήσεως ἄξιον, τί τὸ κυρῶσον ἔσται τὴν περὶ τοῦ πολέμου γνώμην καὶ τὴν στρατολογίαν ψηφιούμενον, πότερα τὸ συνέδριον τῆς βουλῆς ἢ τὸ δημοτικὸν πλῆθος ἢ τούτων μὲν οὐδέτερον, ἐπεὶ δι᾽ ὑποψίας ἦν αὐτοῖς ἑκάτερον, αὐτοὶ δὲ σφίσιν αὐτοῖς οἱ δέκα. τέλος δ᾽ οὖν πολλὰ βουλευσάμενοι τὴν βουλὴν ἔγνωσαν συγκαλεῖν καὶ ποιεῖν, ὅπως τόν τε πόλεμον αὐτοῖς ἐκείνη ψηφιεῖται καὶ τὴν τοῦ στρατοῦ [6] καταγραφὴν ἐπιτρέψει ποιήσασθαι. εἰ γὰρ ὑπὸ τοῦ [p. 117] συνεδρίου κυρωθείη τούτων ἑκάτερον, πρῶτον μὲν εὐπειθεῖς ἔσεσθαι πάντας ὑπελάμβανον ἄλλως τε καὶ τῆς δημαρχικῆς ἐξουσίας καταλελυμένης, ᾗ μόνῃ κατὰ νόμους ἐξῆν ἐναντιοῦσθαι τοῖς ὑπὸ τῶν δυνατῶν ἐπιταττομένοις· ἔπειτ᾽ αὐτοὶ εἴ τι δόξειν ὑπηρετοῦντες τῇ βουλῇ καὶ τὰ κυρωθέντα ὑπ᾽ ἐκείνης πράττοντες κατὰ νόμους ἀνειληφέναι τὴν ἐξουσίαν τοῦ πολέμου.

ΚΕΦΑΛΑΙΟΝ Δ΄

[1] ταῦτα βουλευσάμενοι καὶ παρασκευάσαντες ἐκ τῶν ἰδίων ἑταίρων καὶ συγγενῶν τοὺς ἀγορεύσοντας ἐν τῷ συνεδρίῳ τὰς συμφερούσας αὐτοῖς γνώμας καὶ τοῖς μὴ ταὐτὰ προαιρουμένοις ἐναντιωσομένους προῆλθον εἰς τὴν ἀγορὰν καὶ παραστησάμενοι τὸν κήρυκα τοὺς βουλεύοντας ἐξ ὀνόματος καλεῖν ἐκέλευον. [2] ὑπήκουε δ᾽ αὐτοῖς τῶν μετρίων οὐδείς. πολλάκις δὲ τοῦ κήρυκος βοῶντος καὶ παριόντος οὐδενὸς εἰ μὴ τῶν κολακευόντων τὴν ὀλιγαρχίαν, ἐν οἷς ἦν τὸ κάκιστον τῆς ὀλιγαρχίας μέρος, οἱ μὲν τότ᾽ ὄντες κατὰ τὴν ἀγορὰν ἐθαύμαζον, εἰ περὶ μηδενὸς πώποτε συγκαλέσαντες τὴν βουλήν, τότε πρῶτον ἔγνωσαν, ὅτι καὶ συνέδριον ἦν τι παρὰ Ῥωμαίοις ἀγαθῶν ἀνδρῶν, οὓς ἔδει περὶ τῶν κοινῶν σκοπεῖν. [3] οἱ δέκα δὲ ταῦθ᾽ ὁρῶντες ἐπεχείρησαν μὲν ἐκ τῶν οἰκιῶν τοὺς βουλευτὰς ἄγειν· πυθόμενοι δὲ τὰς πλείους ἐρήμους ἀφειμένας εἰς τὴν ὑστεραίαν ἀνεβάλοντο. ἐν δὲ τῷ μεταξὺ [p. 118] χρόνῳ πέμποντες ἐπὶ τοὺς ἀγροὺς ἐκεῖθεν αὐτοὺς ἐκάλουν. πληρωθέντος δὲ τοῦ συνεδρίου προελθὼν Ἄππιος, ὁ τῆς δεκαδαρχίας ἡγεμών, ἀπήγγειλεν ὅτι διχόθεν ἀπό τε Αἰκανῶν καὶ Σαβίνων ἐπάγεται τῇ Ῥώμῃ πόλεμος· καὶ διεξῆλθε λόγον ἐκ πολλῆς συγκείμενον ἐπιμελείας, οὗ τέλος ἦν ψηφίσασθαι στρατοῦ καταγραφὴν καὶ διὰ τάχους ποιῆσαι τὴν ἔξοδον, ὡς οὐ διδόντος ἀναστροφὴν τοῦ καιροῦ. [4] ταῦτα δὲ αὐτοῦ λέγοντος ἀνίσταται Λεύκιος Οὐαλέριος ἐπωνυμίαν Ποτῖτος, ἀνὴρ μέγα φρονῶν ἐπὶ τοῖς προγόνοις· πατὴρ μὲν γὰρ αὐτῷ Οὐαλέριος ἦν ὁ τὸν Σαβῖνον Ἑρδώνιον ἐκπολιορκήσας κατέχοντα τὸ Καπετώλιον, καὶ τὸ μὲν φρούριον ἀνακτησάμενος, αὐτὸς δ᾽ ἐκ τῆς μάχης ἀποθανών· πάππος δὲ πρὸς πατρὸς Ποπλικόλας ὁ τοὺς βασιλεῖς ἐκβαλὼν καὶ τὴν ἀριστοκρατίαν καταστησάμενος. [5] παριόντα δ᾽ αὐτὸν ἔτι καταμαθὼν Ἄππιος καὶ καθ᾽ ἑαυτοῦ τι λέξειν ἐλπίσας· οὐχ οὗτος ὁ τόπος, εἶπεν, ὦ Οὐαλέριε, σός, οὐδὲ προσήκει σοι νῦν λέγειν, ἀλλ᾽ ὅταν οἵδε οἱ πρεσβύτεροι καὶ τιμιώτεροί σου γνώμην ἀγορεύσωσι, τότε καὶ σὺ κληθεὶς ἐρεῖς ὅ τι σοι δοκεῖ· νῦν δὲ σιώπα καὶ κάθησο. ἀλλ᾽ οὐχ ὑπὲρ τούτων, ἔφησεν ὁ Οὐαλέριος, ἀνέστηκα ἐρῶν, ἀλλ᾽ ὑπὲρ ἄλλων μειζόνων τε καὶ ἀναγκαιοτέρων, ὑπὲρ ὧν οἴομαι δεῖν πρῶτον ἀκοῦσαι τὴν βουλήν. [6] εἴσονται δ᾽ [p. 119] ἐξ ὧν ἂν ἀκούσωσιν οὗτοι, πότερα ταῦτ᾽ ἐστὶν ἀναγκαιότερα τοῖς κοινοῖς, ὑπὲρ ὧν ὑμεῖς αὐτοὺς συγκεκλήκατε, ἢ τὰ ὑπ᾽ ἐμοῦ λεχθησόμενα. ἀλλὰ μή μ᾽ ἀποστέρει λόγου βουλευτὴν ὄντα καὶ Οὐαλέριον καὶ περὶ σωτηρίας τῆς πόλεως λέγειν βουλόμενον. ἐὰν δὲ φυλάττῃς τὴν συνήθη πρὸς ἅπαντας αὐθάδειαν, δημάρχους μὲν ποίους ἐπικαλέσομαι; καταλέλυται γὰρ ἡ τῶν κατισχυομένων πολιτῶν βοήθεια ὑφ᾽ ὑμῶν. [7] καίτοι τίνος ἔλαττον τοῦτο κακόν, ὅτε Οὐαλέριος ὢν Ποτῖτος ὡς εἷς τῶν ἐλαχίστων οὐκ ἔχω τὸ ἴσον, ἀλλὰ δημαρχικῆς ἐξουσίας δέομαι; οὐ μὴν ἀλλ᾽ ἐπεὶ τῆς ἀρχῆς ἐκείνης ἀπεστερήμεθα, ὑμᾶς τοὺς ἅμα τούτῳ παρειληφότας καὶ τὴν ἐκείνης ἐξουσίαν τῆς ἀρχῆς καὶ δυναστεύοντας τῆς πόλεως ἅπαντας καλῶ καὶ οὐκ ἀγνοῶν μέν, ὅτι διὰ κενῆς τοῦτο ποιῶ, φανερὰν δὲ βουλόμενος πᾶσι γενέσθαι τὴν συνωμοσίαν ὑμῶν, ὅτι συγκεχύκατε τὰ τῆς πόλεως καὶ μίαν ἅπαντες γνώμην ἔχετε· μᾶλλον δὲ σὲ μόνον ἐπικαλοῦμαι, Κόιντε Φάβιε Οὐιβολανέ, τὸν ἐπὶ ταῖς τρισὶν ὑπατείαις κοσμούμενον, εἰ τὸν αὐτὸν νοῦν ἔτι ἔχεις. ἀλλ᾽ ἀνίστασο καὶ βοήθει τοῖς κατισχυομένοις· εἰς σὲ γὰρ ἀποβλέπει τὸ συνέδριον. [p. 120]

ΚΕΦΑΛΑΙΟΝ Ε΄

[1] ὡς δὲ ταῦτ᾽ εἶπεν, ὁ Φάβιος ἐκάθητο ὑπ᾽ αἰσχύνης οὐδὲν ἀποκρινόμενος, Ἄππιος δὲ καὶ οἱ λοιποὶ δέκα πάντες ἀναπηδήσαντες ἐκώλυον αὐτὸν λέγειν. θορύβου δὲ πολλοῦ κατασχόντος τὸ συνέδριον καὶ τῶν μὲν πλείστων ἀγανακτούντων, τῶν δ᾽ ἐκ τῆς ἑταιρείας αὐτοὺς λέγειν ὀρθῶς ἡγουμένων, ἀνίσταται Μάρκος Ὁράτιος ὁ Βαρβᾶτος ἐπικληθεὶς ἀπόγονος Ὁρατίου τοῦ συνυπατεύσαντος Ποπλίῳ Οὐαλερίῳ Ποπλικόλᾳ μετὰ τὴν ἐκβολὴν τῶν βασιλέων, ἀνὴρ καὶ τὰ πολεμικὰ δεινὸς καὶ λέγειν οὐκ ἀδύνατος, Οὐαλερίῳ δ᾽ ἐκ παλαιοῦ φίλος· ὃς οὐκέτι κατασχὼν τὴν χολὴν ἔφησε· [2] θᾶττόν μ᾽ ἀναγκάσετε, Ἄππιε, τοὺς χαλινοὺς διαρρῆξαι οὐκέτι μετριάζοντες, ἀλλὰ τὸν Ταρκύνιον ἐκεῖνον ἐνδυόμενοι, οἵ γ᾽ οὐδὲ λόγου τυχεῖν ἐᾶτε τοὺς περὶ σωτηρίας τῶν κοινῶν βουλομένους λέγειν. πότερον ὑμῶν ἐξελήλυθεν ἐκ τῆς διανοίας, ὅτι σώζονται μὲν οἱ Οὐαλερίων ἀπόγονοι τῶν ἐξελασάντων τὴν τυραννίδα, λείπεται δὲ διαδοχὴ τῆς Ὁρατίων οἰκίας, οἷς πάτριόν ἐστιν. ὁμόσε χωρεῖν τοῖς καταδουλουμένοις τὴν πατρίδα καὶ μετὰ τῶν ἄλλων καὶ μόνοις; [3] ἤ τοσαύτην κατεγνώκατε καὶ ἡμῶν καὶ τῶν ἄλλων Ῥωμαίων ἀνανδρίαν, ὥστ᾽ ἀγαπήσειν ἐάν τις ἐᾷ ζῆν ἡμᾶς ὁπωσδήποτε, [p. 121] ὑπὲρ ἐλευθερίας δὲ καὶ παρρησίας μήτ᾽ ἐρεῖν μήτε πράξειν μηθέν; ἢ μεθύετε τῷ μεγέθει τῆς ἐξουσίας; ὑμεῖς Οὐαλερίου λόρον ἀφελεῖσθε ἢ τῶν ἄλλων τινὸς βουλευτῶν τίνες ὄντες ἢ ποίαν ἀρχὴν ἔχοντες νόμιμον; οὐκ εἰς ἐνιαυτὸν ἀπεδείχθητε τῶν κοινῶν προστάται; οὐ παρῴχηκεν ὁ τῆς ἀρχῆς ὑμῶν χρόνος; οὐκ ἰδιῶται τῷ νόμῳ γεγόνατε; ταῦτ᾽ εἰς τὸν δῆμον βουλεύεσθε ἐξενεγκεῖν. [4] τί γὰρ δὴ καὶ τὸ κωλῦον ἔσται τὸν βουλόμενον ἡμῶν τὴν ἐκκλησίαν συγκαλεῖν, καὶ τὴν ἐξουσίαν ὑμῶν, ἣν παρὰ τοὺς νόμους ἔχετε, κατηγορεῖν; ἀνάδοτε τοῖς πολίταις ψῆφον ὑπὲρ αὐτοῦ τούτου, πότερα δεῖ μένειν τὴν δεκαδαρχίαν ὑμῶν, ἢ τὰς πατρίους πάλιν ἀποδείκνυσθαι ἀρχάς· κἂν τοῦτο μανεὶς ὁ δῆμος ὑπομείνῃ, πάλιν τὴν αὐτὴν κατάστασιν ἔχετε καὶ κωλύετε λέγειν, ὁπόσα βούλεταί τις ὑπὲρ τῆς πατρίδος. ἄξιοι γὰρ ἂν εἴημεν καὶ ταῦτα καὶ ἔτι χείρονα τούτων πάσχειν ἐφ᾽ ὑμῖν γενόμενοι καὶ ῥυπαίνοντες αἰσχρῷ βίῳ τὰς ἑαυτῶν τε καὶ τῶν προγόνων ἀρετάς. [p. 122]

ΚΕΦΑΛΑΙΟΝ ΣΤ΄

[1] ἔτι δ᾽ αὐτοῦ λέγοντος οἱ δέκα περιίστανται κεκραγότες καὶ τὴν δημαρχικὴν ἐπανασείοντες ἐξουσίαν καὶ ῥίψειν αὐτὸν ἀπειλοῦντες κατὰ τῆς πέτρας, εἰ μὴ σιωπήσει. ἐφ᾽ ᾧ πάντες ἀνέκραγον ὡς καταλυομένης σφῶν τῆς ἐλευθερίας, καὶ μεστὸν ἦν ἀγανακτήσεώς τε καὶ θορύβου τὸ συνέδριον. [2] τοῖς μέντοι δέκα μετέμελεν εὐθέως τῆς τε κωλύσεως τοῦ λέγειν καὶ τῆς ἀπειλῆς, ὡς ἠρεθισμένην εἶδον ἐπὶ τῷ πράγματι τὴν βουλήν· ἔπειτα προσελθὼν ἐξ αὐτῶν Ἄππιος καὶ δεηθεὶς τῶν θορυβούντων βραχὺν ἐπισχεῖν χρόνον, ἐπειδὴ κατέστειλε τὸ ταραττόμενον αὐτῶν· [3] οὐδένα ὑμῶν, εἶπεν, ἀποστεροῦμεν, ὦ ἄνδρες βουλευταί, λόγου, ὃς ἂν ἐν τῷ προσήκοντι καιρῷ λέγῃ, τοὺς δ᾽ ἐπιπολάζοντας καὶ πρὶν ἢ κληθῆναι προεξανισταμένους εἴργομεν. μηδὲν οὖν ἀγανακτεῖτε, καὶ γὰρ Ὁρατίῳ καὶ Οὐαλερίῳ καὶ παντὶ ἄλλῳ γνώμην ἀγορεύειν ἐν τῷ ἑαυτοῦ τόπῳ κατὰ τὸν ἀρχαῖον ἐθισμὸν καὶ κόσμον ἀποδώσομεν, ἐάν γε περὶ ὧν βουλευσόμενοι συνεληλύθατε, περὶ [4] τούτων λέγωσι καὶ μηδὲν ἔξω· ἐὰν δὲ δημαγωγῶσιν ὑμᾶς καὶ διαστασιάζωσι τὴν πόλιν τὰ μὴ πρὸς τὸ πρᾶγμα δημηγοροῦντες, οὐδὲν τότε· τὴν δ᾽ ἐξουσίαν τοῦ κωλύειν τοὺς ἀκοσμοῦντας, ὦ Μάρκε Ὁράτιε, παρὰ τοῦ δήμου λαβόντες ἔχομεν, ὅτε ἡμῖν καὶ τὴν τῶν ὑπάτων καὶ τὴν τῶν δημάρχων ἀρχὴν ἐψηφίσαντο, καὶ ὁ χρόνος αὐτῆς οὔπω παρελήλυθεν, ὥσπερ σοι δοκεῖ. [5] οὐ γὰρ εἰς ἐνιαυτὸν ἀπεδείχθημεν, οὐδ᾽ εἰς [p. 123] ἄλλον τινὰ χρόνον ὡρισμένον, ἀλλ᾽ ἕως ἂν καταστησώμεθα πᾶσαν τὴν νομοθεσίαν. συντελέσαντες οὖν, ὅσα κατὰ νοῦν ἔχομεν, καὶ κυρώσαντες τοὺς λοιποὺς νόμους, τότ᾽ ἀποθησόμεθα τὴν ἀρχὴν καὶ λόγον τῶν πεπραγμένων τοῖς βουλομένοις ὑμῶν ὑφέξομεν. τέως δ᾽ οὐδὲν ἐλαττώσομεν οὐδὲ τῆς ὑπατικῆς ἐξουσίας οὐδὲ [6] τῆς δημαρχικῆς. περὶ δὲ τοῦ πολέμου, τίνα χρὴ τρόπον ὡς τάχιστα καὶ κάλλιστα τοὺς ἐχθροὺς ἀμύνασθαι, γνώμας ἀξιῶ παριόντας ὑμᾶς λέγειν, πρώτους μέν, ὥσπερ ἐστὶ σύνηθες καὶ πρέπον ὑμῖν, τοὺς πρεσβυτέρους, ἔπειτα τοὺς μέσους, τελευταίους δὲ τοὺς νεωτάτους.

ΚΕΦΑΛΑΙΟΝ Ζ΄

[1] ταῦτ᾽ εἰπὼν πρῶτον μὲν ἐκάλει τὸν ἑαυτοῦ θεῖον Γάιον Κλαύδιον. ὁ δ᾽ ἀναστὰς τοιαύτην διέθετο δημηγορίαν· ἐπειδή με πρῶτον γνώμην ἀποφαίνεσθαι ἀξιοῖ Ἄππιος, ὦ βουλή, τιμῶν διὰ τὸ συγγενές, ὥσπερ αὐτῷ προσήκει, καὶ δεῖ με ἃ φρονῶ περὶ τοῦ πολέμου τοῦ πρὸς Αἰκανοὺς καὶ Σαβίνους εἰπεῖν, πρὶν ἀποδείξασθαι τὴν ἐμαυτοῦ διάνοιαν, ἐκεῖνο βουλοίμην ἂν ὑμᾶς ἐξετάσαι, τίσιν ἐπαρθέντες ἐλπίσιν Αἰκανοὶ καὶ Σαβῖνοι πόλεμον ἐπενεγκεῖν ἐτόλμησαν ἡμῖν καὶ τὴν χώραν ἐπιόντες λεηλατεῖν, οἱ τέως ἀγαπῶντες καὶ τοῖς θεοῖς πολλὴν χάριν εἰδότες, εἴ τις αὐτοὺς εἴα τὴν ἑαυτῶν ἔχειν ἀσφαλῶς. ἐὰν γὰρ τοῦτο μάθητε, καὶ τὴν ἀπαλλαγὴν τοῦ πολέμου τοῦ πρὸς αὐτοὺς ἥτις ἔσται κρατίστη μαθήσεσθε. [2] ἐκεῖνοι τοίνυν ἀκούσαντες, [p. 124] ὅτι σεσάλευται καὶ νοσεῖ τὸ πάτριον ἡμῶν πολίτευμα ἐκ πολλοῦ, καὶ τοῖς προεστηκόσι τῶν κοινῶν οὔτε ὁ δῆμος εὔνους ἐστὶν οὔτε οἱ πατρίκιοι, καὶ οὐ μάτην ἀκούσαντες — τὸ γὰρ ἀληθὲς οὕτως ἔχει, τὰς δ᾽ αἰτίας ἐπισταμένοις ὑμῖν οὐδὲν δέομαι λέγειν — ὑπέλαβον, εἴ τις ἔξωθεν ἡμᾶς κατάσχοι πόλεμος ἅμα τοῖς ἐντὸς τείχους κακοῖς, καὶ δόξειε ταῖς ἀρχαῖς δύναμιν ἐξάγειν τὴν προπολεμήσουσαν τῆς γῆς, οὔτε τοὺς πολίτας ἐπὶ τὸν στρατιωτικὸν ὅρκον ἅπαντας ἥξειν ἐκ προθυμίας ὡς πρότερον, ἀπεχθῶς διακειμένους πρὸς τὰς ἀρχάς· οὔτε τοὺς ἡγεμόνας ταῖς ἐκ τῶν νόμων τιμωρίαις χρήσεσθαι κατὰ τῶν μὴ παραγενομένων δεδοικότας, μή τι μεῖζον ἐργάσωνται κακόν, τούς τε ὑπακούσαντας καὶ τὰ ὅπλα λαβόντας ἢ καταλείψειν τὰ σημεῖα ἢ παραμένοντας ἐθελοκακήσειν ἐν τοῖς ἀγῶσιν. [3] ὧν οὐδὲν ἔξω τοῦ εἰκότος ἤλπισαν· ὅταν μὲν γὰρ ὁμονοοῦσα πόλις ἅπτηται πολέμου, καὶ τὸ αὐτὸ συμφέρον ἅπασι φαίνηται τοῖς τ᾽ ἄρχουσι καὶ τοῖς ἀρχομένοις, μετὰ προθυμίας ἅπαντες ἐπὶ τὰ δεινὰ χωροῦσι καὶ οὔτε πόνον οὔτε κίνδυνον οὐδένα ὀκνοῦσιν. [4] ὅταν δὲ νοσοῦσα ἐν αὑτῇ, πρὶν ἢ τὰ ἔνδον καταστήσασθαι, τοῖς ὑπαιθρίοις ὁμόσε χωρῇ πολεμίοις, καὶ παραστῇ τῷ μὲν πλήθει λογισμός, ὅτι οὐχ ὑπὲρ οἰκείων ἀγαθῶν κακοπαθοῦσιν, ἀλλ᾽ ἵνα βεβαιότερον αὐτῶν ἕτεροι ἄρχωσι, τοῖς δ᾽ ἡγεμόσιν, ὅτι πολέμιον ἔχουσιν οὐχ [p. 125] ἧττον τοῦ ἀντιπάλου τὸ οἰκεῖον, νοσεῖ τὰ ὅλα καὶ πᾶσα ἱκανὴ δύναμις τὰ τοιαῦτα στρατεύματα καταγωνίσασθαι καὶ φθεῖραι.

ΚΕΦΑΛΑΙΟΝ Η΄

[1] ταῦτ᾽ ἐστίν, ὦ βουλή, τὰ Σαβίνων τε καὶ Αἰκανῶν ἐνθυμήματα, οἷς πεπιστευκότες ἐμβεβλήκασιν ἡμῶν εἰς τὴν γῆν. ἐὰν μὲν οὖν ἀγανακτήσαντες τῷ καταφρονεῖσθαι πρὸς αὐτῶν ἐπαρθέντων ὡς ἔχομεν ὀργῆς δύναμιν ἐξαγαγεῖν ἐπ᾽ αὐτοὺς ψηφισώμεθα, δέδοικα μὴ ταῦθ᾽ ἡμῖν ἃ προὔλαβον ἐκεῖνοι συμβῇ, [2] μᾶλλον δ᾽ εὖ οἶδα συμβησόμενα. ἐὰν δὲ τὰ πρῶτα καὶ τἀναγκαιότατα καταστησώμεθα — ταῦτα δ᾽ ἐστὶν ἥ τ᾽ εὐκοσμία τοῦ πλήθους καὶ τὸ πᾶσι ταὐτὰ συμφέροντα φαίνεσθαι — ἐξελάσαντες μὲν ἐκ τῆς πόλεως τὴν νῦν ἐπιχωριάζουσαν ὕβριν καὶ πλεονεξίαν, ἀποδόντες δὲ τὸ ἀρχαῖον σχῆμα τῇ πολιτείᾳ, πτήξαντες οἱ νῦν θρασεῖς καὶ τὰ ὅπλα ῥίψαντες ἐκ τῶν χειρῶν ἥξουσιν ὡς ἡμᾶς οὐκ εἰς μακράν, τάς τε βλάβας % ... θούμενοι καὶ περὶ διαλλαγῶν διαλεξόμενοι, ὑπάρξει τε ἡμῖν ὃ πάντες ἂν εὔξαιντο οἱ νοῦν ἔχοντες, χωρὶς ὅπλων διαπεπολεμηκέναι τὸν πρὸς αὐτοὺς πόλεμον. [3] ταῦτα δὴ λογισαμένους ἡμᾶς οἴομαι δεῖν τὴν μὲν ὑπὲρ τοῦ πολέμου βουλήν, ἐπειδὴ ταραχωδῶς ἡμῖν [p. 126] ἔχει τὰ ἐντὸς τείχους, ἐᾶσαι κατὰ τὸ παρόν, ὑπὲρ ὁμονοίας δὲ καὶ κόσμου πολιτικοῦ προθεῖναι τῷ βουλομένῳ λέγειν. οὐ γὰρ ἐξεγένετο ἡμῖν, πρὶ εἰς τοῦτο καταστῆσαι τὸν πόλεμον, ὑπὸ τῆσδε τῆς ἀρχῆς κληθεῖσι περὶ τῶν ἐν τῇ πόλει πραγμάτων εἴ τι μὴ καλῶς εἶχε τῶν γιγνομένων διαγνῶναι. [4] πολλῆς γὰρ ἂν ἐπιτιμήσεως ἄξιος ἦν, εἴ τις ἐκεῖνον ἀφεὶς τὸν καιρὸν ἐν τούτῳ λέγειν ὑπὲρ αὐτῶν ἠξίου· οὐδ᾽ ἂν ἔχοι τις εἰπεῖν βεβαίως, ὅτι τοῦτον ὑπερβαλόμενοι τὸν καιρὸν ὡς οὐκ ἐπιτήδειον ἑτέρου δυνησόμεθα τυχεῖν ἐπιτηδειοτέρου. εἰ γὰρ ἐκ τῶν γεγονότων τὰ μέλλοντα ἔσεσθαι βούλεταί τις εἰκάζειν, πολὺς ὁ μετὰ τοῦτον ἔσται χρόνος, ἐν ᾧ περὶ οὐδενὸς τῶν κοινῶν συνελευσόμεθα βουλευσόμενοι.

ΚΕΦΑΛΑΙΟΝ Θ΄

[1] ἀξιῶ δ᾽ ὑμᾶς, Ἄππιε, τοὺς προεστηκότας τῆς πόλεως καὶ τὸ κοινὸν ἀπὸ τῶν συμφερόντων οὐχὶ τὸ ὑμῖν αὐτοῖς ἰδίᾳ λυσιτελοῦν ὀφείλοντας σκοπεῖν, ἐάν τι τῶν ἀληθῶν μετὰ παρρησίας, ἀλλὰ μὴ καθ᾽ ἡδονὰς τὰς ὑμετέρας λέγω, μή μοι διὰ τοῦτ᾽ ἀπεχθάνεσθαι ἐνθυμουμένους, ὅτι οὐκ ἐπὶ λοιδορίᾳ καὶ προπηλακισμῷ τῆς ἀρχῆς ὑμῶν ποιήσομαι τοὺς λόγους, [p. 127] ἀλλ᾽ ἵνα δείξας, ἐν οἵῳ κλύδωνι τὰ πράγματα σαλεύει τῆς πόλεως, τὴν σωτηρίαν καὶ ἐπανόρθωσιν αὐτῶν ἥτις ἔσται φράσω. [2] ἅπασι μὲν γὰρ ἴσως, ὅσοις τῇ πατρίδι ... δωσιν, ἀναγκαῖός ἐστιν ὁ περὶ τῶν κοινῇ συμφερόντων λόγος, μάλιστα δ᾽ ἐμοί. πρῶτον μὲν γάρ, ὅτι γνώμης ἄρχειν ἠξίωμαι διὰ τιμήν· αἰσχύνη δὲ καὶ μωρία πολλὴ πρῶτον ἀναστάντα μὴ οὐχ ἃ δεῖ πρῶτον ἐπανορθώσασθαι λέγειν. ἔπειθ᾽ ὅτι συμβέβηκεν ὄντι θείῳ πρὸς πατρὸς Ἀππίου τοῦ προεστηκότος τῆς δεκαδαρχίας ἥδεσθαί τε πάντων μάλιστα, ὅταν εὖ τὰ κοινὰ ὑπ᾽ αὐτῶν ἐπιτροπεύηται, καὶ ἀνιᾶσθαι παντὸς ὁτουδήτινος μᾶλλον, ὅταν μὴ καλῶς. [3] πρὸς δὲ τούτοις ὅτι ταύτην πολιτείας διαδέδεγμαι προαίρεσιν ἐκ προγόνων τὰ κοινὰ συμφέροντα πρὸ τῶν οἰκείων λυσιτελῶν αἱρεῖσθαι καὶ μηδένα κίνδυνον ἴδιον ὑπολογίζεσθαι, ἣν οὐκ ἂν προδοίην ἑκὼν εἶναι δέ μοι ταύτην τοῦ βίου προαίρεσιν καὶ οὐκ ἂν καταισχύναιμι τὰς ἐκείνων τῶν ἀνδρῶν ἀρετάς. [4] περὶ μὲν οὖν τῆς καθεστώσης πολιτείας, ὅτι πονηρῶς ἡμῖν ἔχει, καὶ δυσχεραίνουσιν ὀλίγου δεῖν πάντες αὐτῇ, μέγιστον ὑμῖν [p. 128] γενέσθω τεκμήριον πάντες οἱ τὰ κοινὰ διοικοῦντες ὃ μόνον οὐδ᾽ ἀγνοεῖν ἔξεστιν ὑμῖν, ὅτι φεύγουσιν ἐκ τῆς πόλεως ὁσημέραι καταλιπόντες τὰς πατρῴας ἑστίας οἱ χαριέστατοι τῶν δημοτικῶν, οἱ μὲν εἰς τὰς πλησιοχώρους πόλεις ἅμα γυναιξὶ καὶ τέκνοις μετατιθέμενοι τὰς οἰκήσεις, οἱ δ᾽ εἰς τοὺς πλεῖστον ἀπέχοντας τῆς πόλεως ἀγρούς· καὶ οὐδὲ τῶν πατρικίων πολλοὶ τὰς κατ᾽ ἄστυ ποιοῦνται διατριβὰς ὡς πρότερον, ἀλλὰ καὶ τούτων οἱ πλείους τὸν βίον ἔχουσιν ἐν τοῖς ἀγροῖς. [5] καὶ τί δεῖ περὶ τῶν ἄλλων λέγειν, ὅτε καὶ τῶν βουλευτῶν ὀλίγοι μέν τινες οἱ κατὰ συγγένειαν ἢ φιλίαν προσήκοντες ὑμῖν ὑπομένουσιν ἐντὸς τείχους, οἱ δ᾽ ἄλλοι τὴν ἐρημίαν ποθεινοτέραν ἡγοῦνται τῆς πατρίδος; ὅτε γοῦν ἐδέησεν ὑμῖν καλέσαι τὴν βουλήν, ἐκ τῶν ἀγρῶν καθ᾽ ἕνα καλούμενοι συνῆλθον, οἷς πάτριον ἦν ἅμα ταῖς ἀρχαῖς διὰ φυλακῆς ἔχειν τὴν πατρίδα καὶ [6] μηδενὸς ἀπολείπεσθαι τῶν κοινῶν. ἆρ᾽ οὐν τἀγαθὰ φεύγοντας ὑπολαμβάνετε ἀνθρώπους καταλιπεῖν τὰς ἑαυτῶν πατρίδας ἢ τὰ κακά; ἐγὼ μὲν γὰρ οἴομαι τὰ κακά. καίτοι τίνος ἔλαττον οἴεσθ᾽ εἶναι κακὸν πόλει καὶ ταῦτα τῇ Ῥωμαίων, ᾗ πολλῶν οἰκείων δεῖ σωμάτων, εἰ μέλλει βεβαίως καθέξειν τὴν τῶν προσοίκων ἀρχήν, τὸ καταλείπεσθαι μὲν ὑπὸ τῶν δημοτικῶν, ἐρημοῦσθαι δ᾽ ὑπὸ τῶν πατρικίων, οὔτε πολέμου κατασχόντος αὐτὴν οὔτε νόσου λοιμικῆς οὔτ᾽ ἄλλης θεηλάτου συμφορᾶς οὐδεμιᾶς; [p. 129]

ΚΕΦΑΛΑΙΟΝ Ι΄

[1] βούλεσθε οὖν ἀκοῦσαι, τίνες εἰσὶν αἱ βιαζόμεναι τοὺς ἀνθρώπους καταλιπεῖν αἰτίαι ἱερὰ καὶ τάφους προγόνων καὶ ἐξερημοῦν ἐφέστια καὶ κτήσεις πατέρων καὶ πᾶσαν ἡγεῖσθαι γῆν ἀναγκαιοτέραν τῆς πατρίδος; οὐ γὰρ ἄτερ αἰτίας ταῦθ᾽ οὕτως ἔχει. ἐγὼ δὴ φράσω πρὸς ὑμᾶς καὶ οὐκ ἀποκρύψομαι. [2] κατηγορίαι γίνονται τῆς ἀρχῆς ὑμῶν, Ἄππιε, πολλαὶ καὶ παρὰ πολλῶν· εἰ μὲν ἀληθεῖς ἢ ψευδεῖς οὐδὲν δέομαι ζητεῖν ἐν τῷ παρόντι, γίνονται δ᾽ οὖν ὅμως. οὐδεὶς δ᾽, ὡς εἰπεῖν, ἔξω τῶν ὑμετέρων ἑταίρων οἰκείως τοῖς παροῦσιν ἔχει πράγμασιν. οἱ μέν γ᾽ ἀγαθοὶ καὶ ἐξ ἀγαθῶν, οἷς προσῆκεν ἱερᾶσθαί τε καὶ ἄρχειν καὶ τὰς ἄλλας καρποῦσθαι τιμάς, ἃς οἱ πατέρες αὐτῶν ἐκαρποῦντο, ἄχθονται τούτων ἀπελαυνόμενοι δι᾽ ὑμᾶς τὰς προγονικὰς ἀξιώσεις ἀπολωλεκότες. [3] οἱ δὲ τὴν διὰ μέσου τάξιν ἔχοντες ἐν τῇ πόλει καὶ τὴν ἀπράγμονα διώκοντες ἡσυχίαν, χρημάτων τ᾽ ἀδίκους ἁρπαγὰς ἐγκαλοῦσιν ὑμῖν καὶ προπηλακισμοὺς εἰς γαμετὰς ὀδύρονται γυναῖκας καὶ παροινίας εἰς θυγατέρας ἐπιγάμους καὶ [4] ἄλλας ὕβρεις πολλὰς καὶ χαλεπάς. τὸ δὲ πενέστατον τοῦ δημοτικοῦ μέρος οὔτ᾽ ἀρχαιρεσιῶν ἔτι κύριον γινόμενον οὔτε ψηφοφοριῶν οὔτ᾽ εἰς ἐκκλησίας καλούκενον οὔτ᾽ ἄλλης πολιτικῆς φιλανθρωπίας μεταλαμβάνον οὐδεμιᾶς, διὰ ταῦτα πάνθ᾽ ὑμᾶς μισεῖ καὶ τυραννίδα καλεῖ τὴν ἀρχήν.