Ρωμαϊκή Αρχαιολογία/ε/11

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Κεφάλαια 11–20
Συγγραφέας: Διονύσιος ο Αλικαρνασσεύς
Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ε΄
Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885.


ΚΕΦΑΛΑΙΟΝ ΙΑ΄

[1] τοιαῦτα δὲ λέγοντος αὐτοῦ βοῶν καὶ δεινοπαθῶν ὁ Κολλατῖνος ἐπίβουλόν τε καὶ προδότην τῶν φίλων αὐτὸν παρ᾽ ἕκαστα ἀποκαλῶν καὶ τὰ μὲν ὑπὲρ τῶν καθ᾽ ἑαυτοῦ διαβολῶν ἀπολογούμενος, τὰ δ᾽ ὑπὲρ τῶν ἀδελφιδῶν δεόμενος ψῆφόν τε καθ᾽ ἑαυτοῦ [p. 155] τοῖς πολίταις οὐκ ἐῶν ἀναδοῦναι χαλεπώτερον ἐποίει τὸν δῆμον καὶ δεινοὺς ἤγειρεν ἐπὶ πᾶσι τοῖς λεγομένοις θορύβους. [2] ἠγριωμένων δὲ τῶν πολιτῶν πρὸς αὐτὸν καὶ οὔτ᾽ ἀπολογίαν ὑπομενόντων οὔτε δέησιν προσιεμένων, ἀλλὰ τὰς ψήφους ἀναδοθῆναι σφίσι κελευσάντων, δἰ εὐλαβείας τὸ πρᾶγμα ὁ κηδεστὴς αὐτοῦ λαβὼν Σπόριος Λουκρήτιος, ἀνὴρ τῷ δήμῳ τίμιος, μὴ μεθ᾽ ὕβρεως τῆς ἀρχῆς καὶ τῆς πατρίδος ἐκπέσῃ, λόγον αἰτησάμενος παρ᾽ ἀμφοτέρων τῶν ὑπάτων καὶ τυχὼν τῆς ἐξουσίας ταύτης πρῶτος, ὥς φασιν οἱ Ῥωμαίων συγγραφεῖς, οὔπω τότε Ῥωμαίοις ὄντος ἐν ἔθει δημηγορεῖν ἰδιώτην ἐν ἐκκλησίᾳ, κοινὴν ἐποιήσατο δέησιν ἀμφοτέρων τῶν ὑπάτων, Κολλατίνῳ μὲν παραινῶν μὴ θυμομαχεῖν μηδ᾽ ἀκόντων κατέχειν τῶν πολιτῶν τὴν ἀρχήν, ἣν παρ᾽ ἑκόντων ἔλαβεν, ἀλλ᾽ εἰ δοκεῖ τοῖς δοῦσιν αὐτὴν ἀπολαβεῖν ἑκόντα καταθέσθαι καὶ μὴ τοῖς λόγοις ἀπολύεσθαι τὰς καθ᾽ ἑαυτοῦ διαβολάς, ἀλλὰ τοῖς πράγμασι, μεταθέσθαι τε τὴν οἴκησιν ἑτέρωσέ ποί ποτε πάντα τὰ ἑαυτοῦ λαβόντα, ἕως ἂν ἐν ἀσφαλεῖ γένηται τὰ κοινά, ἐπειδὴ τοῦτο δοκεῖ τῷ δήμῳ συμφέρειν, ἐνθυμούμενον, ὅτι τοῖς μὲν ἄλλοις ἀδικήμασι γενομένοις ὀργίζεσθαι πεφύκασιν ἅπαντες, προδοσίᾳ δὲ καὶ ὑποπτευομένῃ, σωφρονέστερον ἡγούμενοι καὶ διὰ κενῆς φοβηθέντες αὐτὴν φυλάξασθαι μᾶλλον ἢ [p. 156] [3] καταφρονήσει ἐπιτρέψαντες ἀνατραπῆναι· Βροῦτον δὲ πείθων μὴ μετ᾽ αἰσχύνης καὶ προπηλακισμοῦ τὸν συνάρχοντα τῆς πατρίδος ἐκβαλεῖν, μεθ᾽ οὗ τὰ κράτιστα ὑπὲρ τῆς πόλεως ἐβούλευσεν· ἀλλ᾽ ἐὰν αὐτὸς ὑπομένῃ τὴν ἀρχὴν ἀποθέσθαι καὶ παραχωρῇ τῆς πατρίδος ἑκών, τήν τ᾽ οὐσίαν αὐτῷ πᾶσαν ἐπιτρέψαι κατὰ σχολὴν ἀνασκευάσασθαι, καὶ ἐκ τοῦ δημοσίου προσθεῖναί τινα δωρεάν, ἵνα παραμύθιον ἔχῃ τῆς συμφορᾶς τὴν παρὰ τοῦ δήμου χάριν.

ΚΕΦΑΛΑΙΟΝ ΙΒ΄

[1] ταῦτα τοῦ ἀνδρὸς ἀμφοτέροις παραινοῦντος καὶ τῶν πολιτῶν ἐπαινεσάντων τὸν λόγον, ὁ μὲν Κολλατῖνος πολλὰ κατολοφυρόμενος ἑαυτόν, εἰ διὰ συγγενῶν ἔλεον ἐκλιπεῖν ἀναγκασθήσεται τὴν πατρίδα μηδὲν ἀδικῶν, ἀποτίθεται τὴν ἀρχήν. [2] ὁ δὲ Βροῦτος ἐπαινέσας αὐτὸν ὡς τὰ κράτιστα καὶ συμφορώτατα ἑαυτῷ τε καὶ τῇ πόλει βεβουλευμένον παρεκάλει μήτ᾽ αὐτῷ μήτε τῇ πατρίδι μνησικακεῖν· ἑτέραν δὲ μεταλαβόντα οἴκησιν τὴν καταλειπομένην πατρίδα ἡγεῖσθαι, μηδενὸς μήτ᾽ ἔργου μήτε λόγου κοινωνοῦντα τοῖς ἐχθροῖς κατ᾽ αὐτῆς· τὸ δ᾽ ὅλον ἀποδημίαν ὑπολαβόντα τὴν μετανάστασιν, οὐκ ἐξορισμὸν οὐδὲ φυγήν, τὸ μὲν σῶμα παρὰ τοῖς ὑποδεξαμένοις ἔχειν, τὴν δὲ ψυχὴν παρὰ τοῖς προπέμπουσι. ταῦτα δ᾽ ὑποθέμενος τῷ ἀνδρὶ πείθει τὸν δῆμον εἴκοσι ταλάντων δοῦναι αὐτῷ δωρεὰν [p. 157] καὶ αὐτὸς πέντε τάλαντα προστίθησιν ἐκ τῶν ἰδίων. [3] Ταρκύνιος μὲν δὴ Κολλατῖνος τοιαύτῃ τύχῃ περιπεσὼν εἰς Λαουίνιον ᾤχετο τὴν μητρόπολιν τοῦ Λατίνων γένους, ἐν ᾗ γηραιὸς ἐτελεύτα· ὁ δὲ Βροῦτος οὐκ ἀξιῶν μόνος ἄρχειν οὐδ᾽ εἰς ὑπόνοιαν ἐλθεῖν τοῖς πολίταις, ὅτι μοναρχίας ὑπαχθεὶς πόθῳ τὸν συνύπατον ἐξήλασεν ἐκ τῆς πατρίδος, καλέσας τὸν δῆμον εἰς τὸ πεδίον, ἔνθα σύνηθες αὐτοῖς ἦν τούς τε βασιλεῖς καὶ τὰς ἄλλας ἀρχὰς καθιστάναι, συνάρχοντα αἱρεῖται Πόπλιον Οὐαλέριον, ἀπόγονον, ὡς καὶ πρότερον εἶπον, τοῦ Σαβίνου Οὐαλερίου, ἄνδρα πολλῶν μὲν καὶ ἄλλων ἐπιτηδευμάτων χάριν ἐπαινεῖσθαί τε καὶ θαυμάζεσθαι ἄξιον, μάλιστα δὲ τῆς αὐταρκείας τοῦ βίου. φιλοσοφία γάρ τις αὐτοδίδακτος ἐγένετο περὶ αὐτόν, ἣν ἐν πολλοῖς ἀπεδείξατο πράγμασιν, ὑπὲρ ὧν ὀλίγον ὕστερον ἐρῶ.

ΚΕΦΑΛΑΙΟΝ ΙΓ΄

[1] μετὰ τοῦτ᾽ ἤδη μιᾷ γνώμῃ περὶ πάντων χρώμενοι τοὺς μὲν ἐπὶ τῇ καθόδῳ τῶν φυγάδων συνομοσαμένους ἅπαντας ἀπέκτειναν παραχρῆμα, καὶ τὸν μηνύσαντα τὴν συνωμοσίαν δοῦλον ἐλευθερίᾳ τε καὶ πολιτείας μεταδόσει καὶ χρήμασι πολλοῖς ἐτίμησαν. ἔπειτα τρία πολιτεύματα κάλλιστα καὶ συμφορώτατα τῷ κοινῷ καταστησάμενοι τούς τ᾽ ἐν τῇ πόλει πάντας ὁμονοεῖν παρεσκεύασαν καὶ τὰς τῶν ἐχθρῶν ἑταιρίας ἐμείωσαν. [2] ἦν δὲ τὰ πολιτεύματα τῶν ἀνδρῶν τοιάδε· πρῶτον μὲν ἐκ τῶν δημοτικῶν τοὺς κρατίστους ἐπιλέξαντες [p. 158] πατρικίους ἐποίησαν καὶ συνεπλήρωσαν ἐξ αὐτῶν τὴν βουλὴν τοὺς τριακοσίους· ἔπειτα τὰς οὐσίας τῶν τυράννων εἰς τὸ κοινὸν ἅπασι τοῖς πολίταις φέροντες ἔθεσαν, συγχωρήσαντες ὅσον λάβοι τις ἐξ αὐτῶν ἔχειν· καὶ τὴν αὐτῶν γῆν ὅσην ἐκέκτηντο τοῖς μηδένα κλῆρον ἔχουσι διένειμαν, ἓν μόνον ἐξελόμενοι πεδίον, ὃ κεῖται μεταξὺ τῆς τε πόλεως καὶ τοῦ ποταμοῦ. τοῦτο δ᾽ Ἄρεος ὑπάρχειν ἱερὸν οἱ πρότερον ἐψηφίσαντο ἵπποις τε λειμῶνα καὶ νέοις ἀσκοῦσι τὰς ἐνοπλίους μελέτας γυμνάσιον ἐπιτηδειότατον· ὅτι δὲ καὶ πρότερον ἱερὸν ἦν τοῦδε τοῦ θεοῦ, Ταρκύνιος δὲ σφετερισάμενος ἔσπειρεν αὐτὸ μέγιστον ἡγοῦμαι τεκμήριον εἶναι τὸ πραχθὲν ὑπὸ τῶν ὑπάτων τότε περὶ τοὺς ἐν αὐτῷ καρπούς. [3] ἅπαντα γὰρ ἐπιτρέψαντες τῷ δήμῳ τὰ τῶν τυράννων ἄγειν τε καὶ φέρειν, τὸν ἐν τούτῳ γενόμενον τῷ πεδίῳ σῖτον τὸν μὲν ἐπὶ ταῖς καλάμαις, τὸν δ᾽ ἐπὶ ταῖς ἔτι ἅλωσιν κείμενον καὶ τὸν ἤδη κατειργασμένον οὐκ ἐπέτρεψαν οὐδενὶ φέρειν, ἀλλ᾽ ὡς ἐξάγιστόν τε καὶ οὐχ ὡς ἐπιτήδειον εἰς οἰκίας εἰσενεχθῆναι, εἰς τὸν ποταμὸν καταβαλεῖν ἐψηφίσαντο. [4] καὶ ἔστι νῦν μνημεῖον ἐμφανὲς τοῦ ποτε ἔργου νῆσος εὐμεγέθης Ἀσκληπιοῦ ἱερά, περίκλυστος ἐκ τοῦ ποταμοῦ, [p. 159] ἥν φασιν ἐκ τοῦ σωροῦ τῆς καλάμης σαπείσης καὶ ἔτι καὶ τοῦ ποταμοῦ προσλιπαίνοντος αὐτῇ ἰλὺν γενέσθαι. καὶ τοῖς μετὰ τοῦ τυράννου πεφευγόσι Ῥωμαίων κάθοδον εἰς τὴν πόλιν ἐπ᾽ ἀδείᾳ τε καὶ ἀμνηστίᾳ παντὸς ἁμαρτήματος ἔδωκαν χρόνον ὁρίσαντες ἡμερῶν εἴκοσιν· εἰ δὲ μὴ κατέλθοιεν ἐν ταύτῃ τῇ προθεσμίᾳ, τιμωρίας αὐτοῖς ὥρισαν ἀιδίους φυγὰς καὶ [5] κτημάτων ὧν ἐκέκτηντο δημεύσεις. ταῦτα τῶν ἀνδρῶν τὰ πολιτεύματα τοὺς μὲν ἀπολαύσαντας ἐκ τῆς οὐσίας τῶν τυράννων ὅτου δή τινος ὑπὲρ τοῦ μὴ ἀφαιρεθῆναι πάλιν ἃς ἔσχον ὠφελείας ἅπαντα κίνδυνον ἐποίησεν ὑπομένειν· τοὺς δὲ κατὰ δέος ὧν παρηνόμησαν ἐπὶ τῆς τυραννίδος μὴ δίκην ἀναγκασθεῖεν ὑπέχειν φυγῆς ἑαυτοῖς τιμησαμένους, ἀπαλλαγέντας τοῦ φόβου μηκέτι τὰ τῶν τυράννων, ἀλλὰ τὰ τῆς πόλεως φρονεῖν.

ΚΕΦΑΛΑΙΟΝ ΙΔ΄

[1] διαπραξάμενοι δὲ ταῦτα καὶ τὰ πρὸς τὸν πόλεμον εὐτρεπισάμενοι τέως μὲν ὑπὸ τῇ πόλει τὰς δυνάμεις συνεῖχον ἐν τοῖς πεδίοις ὑπὸ σημείοις τε καὶ ἡγεμόσι τεταγμένας καὶ τὰ πρὸς τὸν πόλεμον ἀσκούσας πυνθανόμενοι τοὺς φυγάδας ἐξ ἁπασῶν τῶν ἐν Τυρρηνίᾳ πόλεων ἀγείρειν ἐπὶ σφᾶς στρατόν, καὶ δύο μὲν πόλεις ἐκ τοῦ φανεροῦ συλλαμβάνειν αὐτοῖς τῆς καθόδου, Ταρκυνιήτας τε καὶ Οὐιεντανούς, ἀξιοχρέοις δυνάμεσιν ἀμφοτέρας, ἐκ δὲ τῶν ἄλλων ἐθελοντάς τινας, οὓς μὲν ὑπὸ φίλων παρασκευασθέντας, οὓς δὲ μισθοφόρους· [p. 160] ἐπεὶ δ᾽ ἔμαθον ἐξεληλυθότας ἤδη τοὺς πολεμίους, ἀπαντᾶν αὐτοῖς ἔγνωσαν, καὶ πρὶν ἐκείνους διαβῆναι τὸν ποταμὸν αὐτοὶ τὰς δυνάμεις διαβιβάσαντες ἐχώρουν πρόσω, καὶ κατεστρατοπέδευσαν πλησίον Τυρρηνῶν ἐν λειμῶνι καλουμένῳ Ναιβίῳ παρὰ δρυμὸν [2] ἱερὸν ἥρωος Ὁρατίου. ἐτύγχανον δὲ πλήθει τε ἀγχώμαλοι μάλισθ᾽ αἱ δυνάμεις αὐτῶν οὖσαι καὶ προθυμίᾳ ὁμοίᾳ χωροῦσαι πρὸς τὸν ἀγῶνα ἀμφότεραι. πρώτη μὲν οὖν ἐγένετο τῶν ἱππέων μάχη βραχεῖά τις εὐθὺς ἅμα τῷ συνιδεῖν ἀλλήλους πρὶν ἢ τοὺς πεζοὺς καταστρατοπεδεύεσθαι, ἐν ᾗ διάπειραν ἀλλήλων λαβόντες καὶ οὔτε νικήσαντες οὔτε λειφθέντες πρὸς τοὺς ἑαυτῶν ἑκάτεροι χάρακας ἀπηλλάγησαν· ἔπειτα οἵ τε ὁπλῖται καὶ οἱ ἱππεῖς ἀφ᾽ ἑκατέρων συνῄεσαν ταξάμενοι τὸν αὐτὸν ἀλλήλοις τρόπον, μέσην μὲν τὴν φάλαγγα τῶν πεζῶν ποιήσαντες, ἐπὶ δὲ τῶν κεράτων ἀμφοτέρων τὴν ἵππον στήσαντες. [3] ἡγεῖτο δὲ τοῦ μὲν δεξιοῦ Ῥωμαίων κέρατος Οὐαλέριος ὁ προσαιρεθεὶς ὕπατος ἐναντίαν στάσιν ἔχων Οὐιεντανοῖς, τοῦ δ᾽ εὐωνύμου Βροῦτος, καθ᾽ ὃ μέρος ἡ Ταρκυνιητῶν δύναμις ἦν· ἡγεμόνες δ᾽ αὐτὴν ἐκόσμουν οἱ Ταρκυνίου τοῦ βασιλέως παῖδες.

ΚΕΦΑΛΑΙΟΝ ΙΕ΄

[1] μελλόντων δ᾽ αὐτῶν εἰς χεῖρας ἰέναι προελθὼν ἐκ τῆς τάξεως τῶν Τυρρηνῶν εἷς τῶν Ταρκυνίου παίδων, Ἄρρους ὄνομα, ῥωμήν τε κράτιστος καὶ [p. 161] ψυχὴν λαμπρότατος τῶν ἀδελφῶν, ἐγγὺς τῶν Ῥωμαίων ἐλάσας τὸν ἵππον, ὅθεν μορφήν τε καὶ φωνὴν ἅπαντες ἔμελλον αὐτοῦ συνήσειν, λόγους ὑβριστὰς εἰς τὸν ἡγεμόνα τῶν Ῥωμαίων Βροῦτον ἀπερρίπτει, θηρίον ἄγριον ἀποκαλῶν καὶ τέκνων αἵματι μιαρόν, ἀνανδρίαν τ᾽ ἐν ταὐτῷ καὶ δειλίαν ὀνειδίζων, καὶ τελευτῶν εἰς τὸν ὑπὲρ ἁπάντων ἀγῶνα προὐκαλεῖτο μόνον αὑτῷ [2] συνοισόμενον. κἀκεῖνος οὐκ ἀξιῶν τοὺς ὀνειδισμοὺς ὑπομένειν ἤλαυνε τὸν ἵππον ἐκ τῆς τάξεως, ὑπεριδὼν καὶ τῶν ἀποτρεπόντων φίλων ἐπὶ τὸν κατεψηφισμένον ὑπὸ τῆς μοίρας θάνατον ἐπειγόμενος. ὁμοίῳ δ᾽ ἀμφότεροι θυμῷ φερόμενοι καὶ λογισμὸν οὐχ ὧν πείσονται λαβόντες, ἀλλ᾽ ὧν ἐβούλοντο δρᾶσαι, συρράττουσι τοὺς ἵππους ἐξ ἐναντίας ἐλαύνοντες καὶ φέρουσι ταῖς σαρίσαις ἀφύκτους κατ᾽ ἀλλήλων πληγὰς ἀμφότεροι δι᾽ ἀσπίδων τε καὶ θωράκων, ὁ μὲν εἰς τὰ πλευρὰ βάψας τὴν αἰχμήν, ὁ δ᾽ εἰς τὰς λαγόνας· καὶ οἱ ἵπποι αὐτῶν ἐμπλέξαντες τὰ στήθη τῇ ῥύμῃ τῆς φορᾶς ἐπὶ τοῖς ὀπισθίοις ἀνίστανται ποσὶ καὶ τοὺς ἐπιβάτας ἀναχαιτίσαντες ἀποσείονται. [3] οὕτω μὲν δὴ πεσόντες ἔκειντο πολὺ διὰ τῶν τραυμάτων ἐκβάλλοντες αἷμα καὶ ψυχορραγοῦντες, αἱ δ᾽ ἄλλαι δυνάμεις ὡς τοὺς ἡγεμόνας εἶδον συμπεσόντας, ὠθοῦνται σὺν ἀλαλαγμῷ καὶ πατάγῳ, καὶ γίνεται μέγιστος ἁπάντων ἀγὼν πεζῶν τε [p. 162] [4] καὶ ἱππέων καὶ τύχη περὶ ἀμφοτέρους ὁμοία. Ῥωμαίων τε γὰρ οἱ τὸ δεξιὸν κέρας ἔχοντες, ἐφ᾽ οὗ τεταγμένος ἦν ὁ ἕτερος τῶν ὑπάτων Οὐαλέριος, ἐνίκων τοὺς Οὐιεντανοὺς καὶ μέχρι τοῦ στρατοπέδου διώξαντες ἐπλήρωσαν νεκρῶν τὸ πεδίον, Τυρρηνῶν τε οἱ τὴν τοῦ δεξιοῦ κέρατος ἔχοντες στάσιν, ὧν ἡγοῦντο Τῖτος καὶ Σέξτος οἱ Ταρκυνίου τοῦ βασιλέως παῖδες, ἐτρέψαντο τοὺς ἐπὶ τοῦ λαιοῦ ὄντας Ῥωμαίων κέρατος, καὶ πλησίον τοῦ χάρακος αὐτῶν γενόμενοι πείρας μὲν οὐκ ἀπέστησαν, εἰ δύναιντο ἑλεῖν τὸ ἔρυμα ἐξ ἐφόδου, πολλὰς δὲ πληγὰς λαβόντες ὑποστάντων αὐτοὺς τῶν ἔνδον ἀπετράποντο. ἦσαν δ᾽ αὐτοῦ φύλακες οἱ τριάριοι λεγόμενοι, παλαιοί τε καὶ πολλῶν ἔμπειροι πολέμων, οἷς ἐσχάτοις, ὅταν ἀπογνωσθῇ πᾶσα ἐλπίς, εἰς τοὺς περὶ τῶν μεγίστων ἀγῶνας καταχρῶνται.

ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ΄

[1] ἤδη δὲ περὶ καταφορὰν ὄντος ἡλίου πρὸς τοὺς ἑαυτῶν ἀνέστρεψαν ἑκάτεροι χάρακας, οὐ τοσοῦτον ἐπὶ τῇ νίκῃ χαίροντες, ὅσον ἐπὶ τῷ πλήθει τῶν ἀπολωλότων ἀχθόμενοι καί, εἰ δεήσειεν αὐτοῖς ἑτέρας μάχης, οὐχ ἱκανοὺς ἡγούμενοι τὸν ἀγῶνα ἄρασθαι τοὺς περιλειπομένους σφῶν τραυματίας τοὺς πολλοὺς ὄντας. [2] πλείων δ᾽ ἦν περὶ τοὺς Ῥωμαίους ἀθυμία καὶ ἀπόγνωσις τῶν πραγμάτων διὰ τὸν τοῦ ἡγεμόνος θάνατον· καὶ λογισμὸς εἰσῄει πολλοῖς, ὡς ἄμεινον εἴη σφίσιν ἐκλιπεῖν τὸν χάρακα πρὶν ἡμέραν γενέσθαι. τοιαῦτα δ᾽ αὐτῶν διανοουμένων καὶ διαλεγομένων πρὸς ἀλλήλους περὶ τὴν πρώτην που μάλιστα φυλακὴν [p. 163] ἐκ τοῦ δρυμοῦ, παρ᾽ ὃν ἐστρατοπεδεύσαντο, φωνή τις ἠκούσθη ταῖς δυνάμεσιν ἀμφοτέραις γεγονυῖα, ὥσθ᾽ ἅπαντας αὐτοὺς ἀκούειν εἴτε τοῦ κατέχοντος τὸ τέμενος ἥρωος εἴτε τοῦ καλουμένου Φαύνου. [3] τούτῳ γὰρ ἀνατιθέασι τῷ δαίμονι Ῥωμαῖοι τὰ πανικὰ καὶ ὅσα φάσματα μορφὰς ἄλλοτε ἀλλοίας ἴσχοντα εἰς ὄψιν ἀνθρώπων ἔρχεται δείματα φέροντα, ἢ φωναὶ δαιμόνιοι ταράττουσι τὰς ἀκοὰς τούτου φασὶν εἶναι τοῦ θεοῦ τὸ ἔργον. ἡ δὲ τοῦ δαιμονίου φωνὴ θαρρεῖν παρεκελεύετο τοῖς Ῥωμαίοις ὡς νενικηκόσιν, ἑνὶ πλείους εἶναι τοὺς τῶν πολεμίων ἀποφαίνουσα νεκρούς. ταύτῃ λέγουσι τῇ φωνῇ τὸν Οὐαλέριον ἐπαρθέντα νυκτὸς ἔτι πολλῆς ἐπὶ τὸν χάρακα τῶν Τυρρηνῶν ὤσασθαι καὶ πολλοὺς μὲν ἀποκτείναντα ἐξ αὐτῶν, τοὺς δὲ λοιποὺς ἐκβαλόντα κρατῆσαι τοῦ στρατοπέδου.

ΚΕΦΑΛΑΙΟΝ ΙΖ΄

[1] τοιοῦτο μὲν ἡ μάχη τέλος ἔλαβεν· τῇ δ᾽ ἑξῆς ἡμέρᾳ σκυλεύσαντες οἱ Ῥωμαῖοι τοὺς τῶν πολεμίων νεκροὺς καὶ τοὺς ἑαυτῶν θάψαντες ἀπῄεσαν. τὸ δὲ Βρούτου σῶμα ἀράμενοι μετὰ πολλῶν ἐπαίνων τε καὶ δακρύων εἰς τὴν Ῥώμην ἀπεκόμιζον οἱ κράτιστοι τῶν ἱππέων στεφάνοις κεκοσμημένον ἀριστείοις. [2] ὑπήντα δ᾽ αὐτοῖς ἥ τε βουλὴ θριάμβου καταγωγῇ ψηφισαμένη κοσμῆσαι τὸν ἡγεμόνα, καὶ ὁ δῆμος ἅπας κρατῆρσι καὶ τραπέζαις ὑποδεχόμενος τὴν στρατιάν. ὡς δ᾽ εἰς [p. 164] τὴν πόλιν ἀφίκοντο, πομπεύσας ὁ ὕπατος, ὡς τοῖς βασιλεῦσιν ἔθος ἦν, ὅτε τὰς τροπαιφόρους πομπάς τε καὶ θυσίας ἐπιτελοῖεν, καὶ τὰ σκῦλα τοῖς θεοῖς ἀναθείς, ἐκείνην μὲν τὴν ἡμέραν ἱερὰν ἀνῆκε καὶ τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν ἑστιάσει προθεὶς ὑπεδέχετο· τῇ δ᾽ ἑξῆς ἡμέρᾳ φαιὰν ἐσθῆτα λαβὼν καὶ τὸ Βρούτου σῶμα προθεὶς ἐν ἀγορᾷ κεκοσμημένον ἐπὶ στρωμνῆς ἐκπρεποῦς συνεκάλει τὸν δῆμον εἰς ἐκκλησίαν καὶ προελθὼν ἐπὶ τὸ βῆμα τὸν ἐπιτάφιον ἔλεξεν ἐπ᾽ [3] αὐτῷ λόγον. εἰ μὲν οὖν Οὐαλέριος πρῶτος κατεστήσατο τὸν νόμον τόνδε Ῥωμαίοις ἢ κείμενον ὑπὸ τῶν βασιλέων παρέλαβεν, οὐκ ἔχω τὸ σαφὲς εἰπεῖν· ὅτι δὲ Ῥωμαίων ἐστὶν ἀρχαῖον εὕρεμα τὸ παρὰ τὰς ταφὰς τῶν ἐπισήμων ἀνδρῶν ἐπαίνους τῆς ἀρετῆς αὐτῶν λέγεσθαι καὶ οὐχ Ἕλληνες αὐτὸ κατεστήσαντο πρῶτοι, παρὰ τῆς κοινῆς ἱστορίας οἶδα μαθών, ἣν ποιητῶν τε οἱ παλαιότατοι καὶ συγγραφέων οἱ λογιώτατοι παραδεδώκασιν. [4] ἀγῶνας μὲν γὰρ ἐπιταφίους τιθεμένους ἐπὶ τοῖς ἐνδόξοις ἀνδράσι γυμνικούς τε καὶ ἱππικοὺς ὑπὸ τῶν προσηκόντων ἱστορήκασιν, ὡς ὑπό τ᾽ Ἀχιλλέως ἐπὶ Πατρόκλῳ καὶ ἔτι πρότερον ὑφ᾽ Ἡρακλέους ἐπὶ Πέλοπι· ἐπαίνους δὲ λεγομένους ἐπ᾽ αὐτοῖς οὐ γράφουσιν ἔξω τῶν Ἀθήνησι τραγῳδοποιῶν, οἳ κολακεύοντες τὴν πόλιν ἐπὶ τοῖς ὑπὸ Θησέως θαπτομένοις καὶ τοῦτ᾽ ἐμύθευσαν. ὀψὲ γάρ ποτε Ἀθηναῖοι προσέθεσαν τὸν ἐπιτάφιον ἔπαινον τῷ νόμῳ, εἴτ᾽ ἀπὸ τῶν ἐπ᾽ Ἀρτεμισίῳ καὶ περὶ Σαλαμῖνα καὶ ἐν Πλαταιαῖς [p. 165] ὑπὲρ τῆς πατρίδος ἀποθανόντων ἀρξάμενοι, εἴτ᾽ ἀπὸ τῶν περὶ Μαραθῶνα ἔργων. ὑστερεῖ δὲ καὶ τὰ Μαραθώνια τῆς Βρούτου ταφῆς, εἰ δὴ ἀπὸ τούτων πρώτων ἤρξαντο οἱ ἔπαινοι λέγεσθαι τοῖς ἀπογενομένοις, ἑκκαίδεκα ἔτεσιν. [5] εἰ δέ τις ἐάσας σκοπεῖν, οἵ τινες ἦσαν οἱ πρῶτοι τοὺς ἐπιταφίους ἐπαίνους καταστησάμενοι, τὸν νόμον αὐτὸν ἐφ᾽ ἑαυτοῦ βουληθείη καταμαθεῖν, παρ᾽ ὁποτέροις ἄμεινον ἔχει, τοσούτῳ φρονιμώτερον εὑρήσει παρὰ τοῖσδε κείμενον αὐτὸν ἢ παρ᾽ ἐκείνοις, ὅσῳ γ᾽ Ἀθηναῖοι μὲν ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις καταστήσασθαι τοὺς ἐπιταφίους ἀγορεύεσθαι λόγους δοκοῦσιν ἐκ μιᾶς τῆς περὶ τὸν θάνατον ἀρετῆς, κἂν τἆλλα φαῦλος γένηταί τις, ἐξετάζειν οἰόμενοι δεῖν τοὺς ἀγαθούς· [6] Ῥωμαῖοι δὲ πᾶσι τοῖς ἐνδόξοις ἀνδράσιν, ἐάν τε πολέμων ἡγεμονίας λαβόντες ἐάν τε πολιτικῶν ἔργων προστασίας συνετὰ βουλεύματα καὶ πράξεις ἀποδείξωνται καλάς, ταύτην ἔταξαν εἶναι τὴν τιμήν, οὐ μόνον τοῖς κατὰ πόλεμον ἀποθανοῦσιν, ἀλλὰ καὶ τοῖς ὁποιᾳδήποτε χρησαμένοις τοῦ βίου τελευτῇ, ἐξ ἁπάσης τῆς περὶ τὸν βίον ἀρετῆς οἰόμενοι δεῖν ἐπαινεῖσθαι τοὺς ἀγαθούς, οὐκ ἐκ μιᾶς τῆς περὶ τὸν θάνατον εὐκλείας.

ΚΕΦΑΛΑΙΟΝ ΙΗ΄

[1] Ἰούνιος μὲν δὴ Βροῦτος ὁ τὴν βασιλείαν ἐκβαλὼν καὶ πρῶτος ἀποδειχθεὶς ὕπατος, ὀψὲ μὲν εἰς ἐπιφάνειαν προελθών, ἀκαρῆ δὲ χρόνον ἀνθήσας ἐν αὐτῇ Ῥωμαίων ἁπάντων κράτιστος φανεὶς τοιαύτης [p. 166] τελευτῆς ἔτυχε, γενεὰν οὔτε ἄρρενα καταλιπὼν οὔτε θήλειαν, ὡς οἱ τὰ Ῥωμαίων σαφέστατα ἐξητακότες γράφουσι, τεκμήρια πολλὰ μὲν καὶ ἄλλα τούτου φέροντες, ὑπὲρ ἅπαντα δ᾽ ὃ δυσαντίλεκτόν ἐστιν, ὅτι τοῦ πατρικίων γένους ἐκεῖνος ἦν, οἱ δ᾽ ἀπ᾽ ἐκείνης αὑτοὺς λέγοντες εἶναι τῆς οἰκίας Ἰούνιοί τε καὶ Βροῦτοι πάντες ἦσαν πλήβειοι καὶ τὰς ἀρχὰς μετῄεσαν, ἃς τοῖς δημοτικοῖς μετιέναι νόμος, ἀγορανομίας τε καὶ δημαρχίας, ὑπατείαν δ᾽ οὐδείς, ἧς τοῖς πατρικίοις μετῆν. [2] ὀψὲ δέ ποτε καὶ ταύτης ἔτυχον τῆς ἀρχῆς, ὅτε συνεχωρήθη καὶ τοῖς δημοτικοῖς αὐτὴν λαβεῖν. ἀλλ᾽ ὑπὲρ μὲν τούτων οἷς μέλει τε καὶ διαφέρει τὸ σαφὲς εἰδέναι παρίημι σκοπεῖν.

ΚΕΦΑΛΑΙΟΝ ΙΘ΄

[1] μετὰ δὲ τὴν Βρούτου τελευτὴν ὁ συνύπατος αὐτοῦ Οὐαλέριος ὕποπτος γίνεται τοῖς δημοτικοῖς ὡς βασιλείαν κατασκευαζόμενος· πρῶτον μὲν ὅτι μόνος κατέσχε τὴν ἀρχὴν δέον εὐθὺς ἑλέσθαι τὸν συνύπατον, ὥσπερ ὁ Βροῦτος ἐποίησε Κολλατῖνον ἐκβαλών· ἔπειθ᾽ ὅτι τὴν οἰκίαν ἐν ἐπιφθόνῳ τόπῳ κατεσκευάσατο λόφον ὑπερκείμενον τῆς ἀγορᾶς ὑψηλὸν ἐπιεικῶς καὶ περίτομον, ὃν καλοῦσι Ῥωμαῖοι Οὐελίαν, [2] ἐκλεξάμενος. πυθόμενος δὲ παρὰ τῶν ἐπιτηδείων, ὅτι ταῦτα λυπεῖ τὸν δῆμον, ἀρχαιρεσιῶν προθεὶς ἡμέραν [p. 167] ὕπατον αἱρεῖται Σπόριον Λουκρήτιον, ὃς οὐ πολλὰς ἡμέρας τὴν ἀρχὴν κατασχὼν ἀποθνήσκει. εἰς δὲ τὸν ἐκείνου τόπον καθίστησι Μάρκον Ὁράτιον, καὶ τὴν οἰκίαν ἀπὸ τοῦ λόφου μετατίθεται κάτω, ἵν᾽ ἐξείη Ῥωμαίοις, ὡς αὐτὸς ἐκκλησιάζων ἔφη, βάλλειν αὐτὸν ἄνωθεν ἀπὸ τοῦ μετεώρου τοῖς λίθοις, ἐάν τι λάβωσιν ἀδικοῦντα. [3] βεβαίαν τε πίστιν ὑπὲρ τῆς ἐλευθερίας τοὺς δημοτικοὺς λαβεῖν βουλόμενος ἀφεῖλεν ἀπὸ τῶν ῥάβδων τοὺς πελέκεις, καὶ κατεστήσατο τοῖς μεθ᾽ ἑαυτὸν ὑπάτοις ἔθος, ὃ καὶ μέχρι τῆς ἐμῆς διέμεινεν ἡλικίας, ὅταν ἔξωθεν τῆς πόλεως γένωνται χρῆσθαι τοῖς πελέκεσιν, ἔνδον δὲ ταῖς ῥάβδοις κοσμεῖσθαι μόναις· [4] νόμους τε φιλανθρωποτάτους ἔθετο βοηθείας ἔχοντας τοῖς δημοτικοῖς· ἕνα μέν, ἐν ᾧ διαρρήδην ἀπεῖπεν ἄρχοντα μηδένα εἶναι Ῥωμαίων, ὃς ἂν μὴ παρὰ τοῦ δήμου λάβῃ τὴν ἀρχήν, θάνατον ἐπιθεὶς ζημίαν, ἐάν τις παρὰ ταῦτα ποιῇ, καὶ τὸν ἀποκτείναντα τούτων τινὰ ποιῶν ἀθῷον· ἕτερον δ᾽, ἐν ᾧ γέγραπται, Ἐάν τις ἄρχων Ῥωμαίων τινὰ ἀποκτείνειν ἢ μαστιγοῦν ἢ ζημιοῦν εἰς χρήματα θέλῃ, ἐξεῖναι τῷ ἰδιώτῃ προκαλεῖσθαι τὴν ἀρχὴν ἐπὶ τὴν τοῦ δήμου κρίσιν, πάσχειν δ᾽ ἐν τῷ μεταξὺ χρόνῳ μηδὲν ὑπὸ τῆς ἀρχῆς, ἕως ἂν ὁ δῆμος ὑπὲρ αὐτοῦ ψηφίσηται. [5] ἐκ τούτων γίνεται τῶν πολιτευμάτων τίμιος τοῖς δημοτικοῖς, καὶ τίθενται αὐτῷ ἐπωνύμιον Ποπλικόλαν· τοῦτο κατὰ τὴν Ἑλλήνων διάλεκτον βούλεται δηλοῦν δημοκηδῆ. καὶ τὰ μὲν [p. 168] ἐν ἐκείνῳ τῷ ἐνιαυτῷ συντελεσθέντα ὑπὸ τῶν ὑπάτων τοιάδε ἦν·

ΚΕΦΑΛΑΙΟΝ Κ΄

[1] τῷ δ᾽ ἑξῆς αὐτός τε πάλιν ἀποδείκνυται Οὐαλέριος τὸ δεύτερον ὕπατος καὶ σὺν αὐτῷ Λουκρήτιος, ἐφ᾽ ὧν ἄλλο μὲν οὐδὲν ἄξιον λόγου ἐπράχθη, τιμήσεις δ᾽ ἐγένοντο τῶν βίων καὶ τάξεις τῶν εἰς τοὺς πολέμους εἰσφορῶν, ὡς Τύλλιος ὁ βασιλεὺς ἐνομοθέτησε, πάντα τὸν ἐπὶ τῆς Ταρκυνίου δυναστείας χρόνον ἀφειμέναι, τότε δὲ πρῶτον ὑπὸ τούτων ἀνανεωθεῖσαι· ἐξ ὧν εὑρέθη τῶν ἐν ἥβῃ Ῥωμαίων περὶ τρισκαίδεκα μυριάδας. καὶ εἰς χωρίον τι Σιγνούριον καλούμενον Ῥωμαίων ἀπεστάλη στρατιά, διὰ φυλακῆς ἕξουσα τὸ φρούριον ἐπὶ ταῖς Λατίνων τε καὶ Ἑρνίκων πόλεσι κείμενον, ὅθεν τὸν πόλεμον προσεδέχοντο.