Μετάβαση στο περιεχόμενο

Ρωμαϊκή Αρχαιολογία/ε/01

Από Βικιθήκη
Κεφάλαια 01–10
Συγγραφέας:
Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ε΄
Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885.


ΚΕΦΑΛΑΙΟΝ Α΄

[1] ἡ μὲν δὴ βασιλικὴ Ῥωμαίων πολιτεία διαμείνασα μετὰ τὸν οἰκισμὸν τῆς Ῥώμης ἐτῶν τεττάρων καὶ τετταράκοντα καὶ διακοσίων ἀριθμόν, ἐπὶ δὲ τοῦ τελευταίου βασιλέως τυραννὶς γενομένη διὰ ταύτας τὰς προφάσεις καὶ ὑπὸ τούτων κατελύθη τῶν ἀνδρῶν, ὀλυμπιάδος μὲν ὀγδόης καὶ ἑξηκοστῆς ἐνεστώσης, ἣν ἐνίκα στάδιον Ἰσχόμαχος Κροτωνιάτης, Ἀθήνησι δὲ [2] τὴν ἐνιαύσιον ἀρχὴν ἔχοντος Ἰσαγόρου. ἀριστοκρατίας δὲ γενομένης οἱ πρῶτοι τὴν βασιλικὴν ἀρχὴν παραλαβόντες ὕπατοι τεττάρων μηνῶν εἰς τὸν ἐνιαυτὸν ἐκεῖνον ἐπιλειπομένων Λεύκιος Ἰούνιος Βροῦτος καὶ Λεύκιος Ταρκύνιος Κολλατῖνος, οὓς καλοῦσι Ῥωμαῖοι κατὰ τὴν ἑαυτῶν διάλεκτον ὥσπερ ἔφην προβούλους, [p. 139] ἑτέρους παραλαβόντες πολλοὺς ἐλθόντων εἰς τὴν πόλιν τῶν ἀπὸ στρατοπέδου μετὰ τὰς σπονδὰς τὰς γενομένας αὐτοῖς πρὸς Ἀρδεάτας, ὀλίγαις ὕστερον ἡμέραις τῆς ἐκβολῆς τοῦ τυράννου συγκαλέσαντες τὸν δῆμον εἰς ἐκκλησίαν καὶ πολλοὺς ὑπὲρ ὁμονοίας λόγους ποιησάμενοι ψήφισμά τε πάλιν ἐπεκύρωσαν ἕτερον, περὶ ὧν οἱ κατὰ πόλιν ὄντες πρότερον ἐπεψηφίσαντο φυγὴν Ταρκυνίοις ἐπιβαλόντες ἀίδιον· [3] καὶ μετὰ τοῦτο καθαρμοὺς τῆς πόλεως ποιησάμενοι καὶ ὅρκια τεμόντες αὐτοί τε πρῶτοι στάντες ἐπὶ τῶν τομίων ὤμοσαν καὶ τοὺς ἄλλους πολίτας ἔπεισαν ὀμόσαι, μὴ κατάξειν ἀπὸ τῆς φυγῆς βασιλέα Ταρκύνιον μήτε τοὺς παῖδας αὐτοῦ μήτε τοὺς ἐξ ἐκείνων γενησομένους, βασιλέα τε τῆς Ῥωμαίων πόλεως μηκέτι καταστήσειν μηθένα μηδὲ τοῖς καθιστάναι βουλομένοις ἐπιτρέψειν. ταῦτα μὲν περὶ ἑαυτῶν τε καὶ τῶν τέκνων καὶ τοῦ μεθ᾽ ἑαυτοὺς γένους ὤμοσαν. [4] ἐπειδὴ δὲ πολλῶν καὶ μεγάλων ἀγαθῶν αἴτιοι γεγονέναι τοῖς κοινοῖς πράγμασιν ἔδοξαν οἱ βασιλεῖς, φυλάττειν τοὔνομα τῆς ἀρχῆς, ὅσον ἂν ἡ πόλις διαμένῃ χρόνον, βουλόμενοι τοὺς ἱεροφάντας τε καὶ οἰωνομάντεις ἐκέλευσαν ἀποδεῖξαι τὸν ἐπιτηδειότατον τῶν πρεσβυτέρων, ὃς οὐδενὸς ἤμελλεν ἕξειν ἑτέρου πλὴν τῶν περὶ τὰ θεῖα σεβασμῶν τὴν προστασίαν, ἁπάσης λειτουργίας πολεμικῆς καὶ πολιτικῆς ἀφειμένος, [p. 140] ἱερῶν καλούμενος βασιλεύς. καὶ καθίσταται πρῶτος ἱερῶν βασιλεὺς Μάνιος Παπίριος ἐκ τῶν πατρικίων ἀνὴρ ἡσυχίας φίλος.

ΚΕΦΑΛΑΙΟΝ Β΄

[1] ὡς δὲ κατεστήσαντο ταῦτα, δείσαντες, ὡς ἐμοὶ δοκεῖ, μὴ δόξα τοῖς πολλοῖς ἐγγένηται περὶ τῆς καινῆς πολιτείας οὐκ ἀληθής, ὅτι δύο βασιλεῖς κύριοι γεγόνασι τῆς πόλεως ἀνθ᾽ ἑνὸς ἑκατέρου τῶν ὑπάτων τοὺς δώδεκα πελέκεις ἔχοντος, ὥσπερ εἶχον οἱ βασιλεῖς, ἔκριναν τό τε δέος ἀφελέσθαι τῶν πολιτῶν καὶ τῆς ἐξουσίας μειῶσαι τὸν φθόνον, τοῦ μὲν ἑτέρου τῶν ὑπάτων τοὺς δώδεκα κατατάξαντες προηγεῖσθαι πελέκεις, τοῦ δ᾽ ἑτέρου δώδεκα ὑπηρέτας ῥάβδους ἔχοντας μόνον, ὡς δέ τινες ἱστοροῦσι, καὶ κορύνας, γίνεσθαι δὲ τῶν πελέκεων τὴν παράληψιν ἐκ περιτροπῆς ἕνα μῆνα κατέχοντος αὐτοὺς ἑκατέρου παραλλάξ. [2] τοῦτο δὴ τὸ πολίτευμα καταστησάμενοι καὶ ἄλλα τούτοις παραπλήσια οὐκ ὀλίγα πρόθυμον ἐποίησαν εἰς τὴν διαμονὴν τῶν πραγμάτων τὸν δημότην καὶ ταπεινὸν ὄχλον καὶ γὰρ τοὺς νόμους τοὺς περὶ τῶν συμβολαίων τοὺς ὑπὸ Τυλλίου γραφέντας φιλανθρώπους καὶ δημοτικοὺς εἶναι δοκοῦντας, οὓς ἅπαντας κατέλυσε Ταρκύνιος, ἀνενεώσαντο καὶ τὰς θυσίας τάς τε κατὰ πόλιν καὶ τὰς ἐπὶ τῶν ἀγρῶν, ἃς ἐποιοῦντο κοινῶς συνιόντες οἱ δημόται τε καὶ οἱ φυλέται, πάλιν προσέταξαν ἐπιτελεῖσθαι, [p. 141] ὡς ἐπὶ Τυλλίου συνετελοῦντο· ἐκκλησιάζειν τ᾽ αὐτοῖς ἀπέδοσαν ὑπὲρ τῶν μεγίστων καὶ ψῆφον ἐπιφέρειν καὶ τἆλλα πράττειν, ὅσα κατὰ τοὺς προτέρους ἐθισμοὺς ἔπραττον. [3] τοῖς μὲν οὖν πολλοῖς καθ᾽ ἡδονὴν τὰ γινόμενα ὑπ᾽ αὐτῶν ἦν ἐκ πολυχρονίου δουλείας εἰς ἀνέλπιστον ἀφιγμένοις ἐλευθερίαν, εὑρέθησαν δέ τινες ἐξ αὐτῶν ὅμως, οἷς πόθος ἦν τῶν ἐν τυραννίδι κακῶν δι᾽ εὐήθειαν ἢ διὰ πλεονεξίαν, ἄνδρες οὐκ ἀφανεῖς, οἳ συνώμοσαν ἐπὶ προδοσίᾳ τῆς πόλεως Ταρκύνιόν τε καταδέξασθαι συνθέμενοι καὶ τοὺς ὑπάτους ἀποκτεῖναι. ἡγεμόνες δ᾽ αὐτῶν οἵτινες ἐγένοντο καὶ δι᾽ οἵας ἐξηλέγχθησαν ἀνελπίστου συντυχίας καίτοι πάντας ἀνθρώπους λεληθέναι δοκοῦντες, μικρὰ τῶν ἔμπροσθεν γενομένων ἀναλαβὼν λέξω.

ΚΕΦΑΛΑΙΟΝ Γ΄

[1] Ταρκύνιος ἐπειδὴ τῆς βασιλείας ἐξέπεσε, χρόνον μέν τινα οὐ πολὺν ἐν πόλει Γαβίοις διέτριβε τούς τε συνιόντας πρὸς αὐτὸν ἐκ τῆς πόλεως ὑποδεχόμενος, οἷς ἦν τυραννὶς ἀσπαστότερον χρῆμα ἐλευθερίας, καὶ ταῖς Λατίνων ἐλπίσιν ἐπέχων ὡς δι᾽ ἐκείνων καταχθησόμενος ἐπὶ τὴν ἀρχήν. ὡς δ᾽ οὐ προσεῖχον αὐτῷ τὸν νοῦν αἱ πόλεις οὐδ᾽ ἐβούλοντο πόλεμον ὑπὲρ αὐτοῦ εἰς τὴν Ῥωμαίων πόλιν ἐκφέρειν, ἀπογνοὺς τὰς παρὰ τούτων ἐπικουρίας, εἰς Τυρρηνικὴν καταφεύγει πόλιν Ταρκυνίους, ἐξ ἧς τὸ πρὸς μητρὸς αὐτῷ γένος ἦν. [2] πείσας δὲ τὰ τέλη τῶν Ταρκυνιητῶν [p. 142] δωρεαῖς καὶ δι᾽ ἐκείνων ἐπὶ τὴν ἐκκλησίαν παραχθεὶς τήν τε συγγένειαν ἀνενεώσατο τὴν ὑπάρχουσαν αὐτῷ πρὸς τὴν πόλιν καὶ τὰς εὐεργεσίας διεξῆλθεν, ἃς ὁ πάππος αὐτοῦ πάσαις ἐχαρίσατο ταῖς ἐν Τυρρηνίᾳ πόλεσι, καὶ τὰς συνθήκας ὑπεμίμνησκεν, ἃς ἦσαν πεποιημένοι πρὸς αὐτόν· ἐπὶ δὲ τούτοις ἅπασι τῆς κατειληφυίας αὐτὸν ὠδύρετο τύχας, ὡς ἐκ μεγάλης ἐκπεσὼν εὐδαιμονίας ἐν ἡμέρᾳ μιᾷ πλάνης καὶ τῶν ἀναγκαίων ἐνδεὴς σὺν υἱοῖς τρισὶν ἐπὶ τοὺς ἐφ᾽ ἑαυτῷ ποτε γενομένους ἠναγκάσθη καταφυγεῖν. [3] διεξελθὼν δ᾽ ὧδε ταῦτα μετὰ πολλῶν οἴκτων τε καὶ δακρύων ἔπεισε τὸν δῆμον πρέσβεις ἀποστεῖλαι πρῶτον εἰς Ῥώμην συμβατηρίους φέροντας ὑπὲρ αὐτοῦ λόγους, ὡς δὴ συμπραττόντων αὐτῷ τῶν δυνατῶν ἐκεῖθεν καὶ συλληψομένων τῆς καθόδου. ἀποδειχθέντων δὲ πρεσβευτῶν, οὓς αὐτὸς προείλετο, διδάξας τοὺς ἄνδρας ἃ χρὴ λέγειν τε καὶ πράττειν, καὶ παρὰ τῶν σὺν αὐτῷ φυγάδων γράμματα δοὺς δεήσεις ἔχοντα πρὸς τοὺς οἰκείους αὐτῶν καὶ φίλους, ἀπέστειλε φέροντάς τι καὶ χρυσίον.

ΚΕΦΑΛΑΙΟΝ Δ΄

[1] οὗτοι οἱ ἄνδρες εἰς Ῥώμην ἐλθόντες ἔλεγον ἐπὶ τῆς βουλῆς, Ὅτι Ταρκύνιος ἀξιοῖ λαβὼν ἄδειαν ἐλθεῖν σὺν ὀλίγοις πρῶτον μὲν ἐπὶ τὸ συνέδριον, ὥσπερ ἐστὶ δίκαιον· ἔπειτ᾽ ἂν λάβῃ παρὰ τῆς βουλῆς τὸ συγχώρημα τότε καὶ ἐπὶ τὴν ἐκκλησίαν ἐλθεῖν λόγον ὑφέξων ὑπὲρ ἁπάντων ὧν ἔπραξεν, ἀφ᾽ οὗ τὴν ἀρχὴν παρέλαβε, καὶ δικασταῖς χρησόμενος ἐάν τις αὐτοῦ [p. 143] [2] κατηγορήσῃ πᾶσι Ῥωμαίοις. ἀπολογηθεὶς δὲ καὶ πείσας ἅπαντας, ὡς οὐδὲν ἄξιον εἴργασται φυγῆς, ἐὰν μὲν ἀποδῶσιν αὐτῷ τὴν βασιλείαν αὖθις, ἄρξειν ἐφ᾽ οἷς ἂν ὁρίσωσιν οἱ πολῖται δικαίοις, ἐὰν δὲ μηκέτι βασιλεύεσθαι προαιρῶνται καθάπερ ἔμπροσθεν, ἀλλ᾽ ἑτέραν τινὰ καταστήσασθαι πολιτείαν, μένων ἐν τῇ πόλει πατρίδι οὔσῃ καὶ τὸν ἴδιον οἶκον ἔχων πολιτεύσεσθαι μετὰ πάντων ἐξ ἴσου, φυγῆς δ᾽ ἀπηλλάχθαι καὶ πλάνης. [3] ταῦτα διεξελθόντες ἐδέοντο τῆς βουλῆς, μάλιστα μὲν διὰ τὸ δίκαιον, ὃ πᾶσιν ἀνθρώποις καθέστηκε, μηθένα λόγου καὶ κρίσεως ἀποστερεῖν, συγχωρῆσαι τῷ ἀνδρὶ τὴν ἀπολογίαν, ἧς αὐτοὶ γενήσονται δικασταί· εἰ δ᾽ ἐκείνῳ ταύτην οὐ βούλονται δοῦναι τὴν χάριν, τῆς δεομένης ὑπὲρ αὐτοῦ πόλεως ἕνεκα μετριάσαι, δωρεὰν αὐτῇ διδόντας, ἐξ ἧς οὐδὲν αὐτοὶ βλαπτόμενοι μεγάλην δόξουσι τιμὴν κατατίθεσθαι τῇ λαμβανούσῃ, ἀνθρώπους δ᾽ ὄντας μηδὲν ὑπὲρ τὴν φύσιν τὴν ἀνθρωπίνην φρονεῖν μηδ᾽ ἀθανάτους ἔχειν τὰς ὀργὰς ἐν θνητοῖς σώμασιν, ἀλλὰ καὶ παρὰ γνώμην τί πράττειν ἐπιεικὲς ὑπομεῖναι τῶν δεομένων χάριν, ἐνθυμηθέντας, ὅτι φρονίμων μὲν ἀνθρώπων ἔργον ἐστὶ ταῖς φιλίαις χαρίζεσθαι τὰς ἔχθρας, ἀνοήτων δὲ καὶ βαρβάρων τοῖς ἐχθροῖς συναναιρεῖν τοὺς φίλους.

ΚΕΦΑΛΑΙΟΝ Ε΄

[1] τοιαῦτα λεξάντων αὐτῶν ἀναστὰς ὁ Βροῦτος ἔφη Περὶ μὲν εἰσόδου Ταρκυνίων εἰς τήνδε πόλιν παύσασθε, ἄνδρες Τυρρηνοί, τὰ πλείω λέγοντες. ἐπῆκται γὰρ ἤδη ψῆφος ἀίδιον κατ᾽ αὐτῶν ὁρίζουσα φυγήν, [p. 144] καὶ θεοὺς ὀμωμόκαμεν ἅπαντες μήτ᾽ αὐτοὶ κατάξειν τοὺς τυράννους μηδὲ τοῖς κατάγουσιν ἐπιτρέψειν· εἰ δέ τινος ἄλλου δεῖσθε τῶν μετρίων, ἃ μὴ νόμοις μηδ᾽ ὅρκοις κεκωλύμεθα δρᾶν, λέγετε. μετὰ τοῦτο παρελθόντες οἱ πρέσβεις λέγουσι· [2] παρὰ δόξαν μὲν ἡμῖν ἀπήντηται τὰ πρῶτα· πρεσβευσάμενοι γὰρ ὑπὲρ ἀνδρὸς ἱκέτου λόγον ὑμῖν ὑποσχεῖν ἀξιοῦντος καὶ τὸ κοινὸν ἁπάντων δίκαιον εἰς ἰδίαν αἰτούμενοι χάριν οὐ δεδυνήμεθα τούτου τυχεῖν· ἐπεὶ δ᾽ οὕτως ὑμῖν δοκεῖ, περὶ μὲν εἰσόδου Ταρκυνίων οὐδὲν ἔτι λιπαροῦμεν, προκαλούμεθα δ᾽ ὑμᾶς εἰς ἕτερόν τι δίκαιον, ὑπὲρ οὗ τὰς ἐντολὰς ἡμῖν ἔδωκεν ἡ πατρίς, καὶ οὔτε νόμος ὁ κωλύσων αὐτὸ ποιεῖν ὑμᾶς ἐστιν οὔθ᾽ ὅρκος, ἀποδοῦναι τῷ βασιλεῖ τὴν οὐσίαν, ἣν ὁ πάππος αὐτοῦ πρότερον ἐκέκτητο οὐθὲν τῶν ὑμετέρων οὔτε βίᾳ κατασχὼν οὔτε λάθρα, παρὰ δὲ τοῦ πατρὸς διαδεξάμενος καὶ πρὸς ὑμᾶς μετενέγκας. ἀπόχρη γὰρ αὐτῷ τὰ ἑαυτοῦ κομισαμένῳ ζῆν ἑτέρωθί που μακαρίως μηθὲν ἐνοχλοῦντι ὑμῖν. [3] τοιαῦτα μὲν οἱ πρέσβεις διαλεχθέντες ἐξῆλθον· τῶν δ᾽ ὑπάτων Βροῦτος μὲν κατέχειν τὰ χρήματα συνεβούλευσε τιμωρίας τε χάριν ἀνθ᾽ ὧν οἱ τύραννοι τὸ κοινὸν ἠδίκησαν πολλῶν ὄντων καὶ μεγάλων, καὶ τοῦ συμφέροντος ἕνεκεν, ἵνα μὴ γένοιτ᾽ αὐτοῖς ἀφορμὴ πρὸς τὸν πόλεμον, διδάσκων ὡς οὐκ ἀγαπήσουσι Ταρκύνιοι τὰς οὐσίας ἀπολαβόντες οὐδ᾽ ὑπομενοῦσιν ἰδιώτην βίον ζῆν, ἀλλὰ πόλεμον ἐπάξουσι Ῥωμαίοις ἀλλοεθνῆ καὶ πειράσονται βίᾳ κατελθεῖν ἐπὶ τὴν ἀρχήν. [4] Κολλατῖνος δὲ τἀναντία παρῄνει λέγων, ὡς οὐδὲν τὰ [p. 145] χρήματα τῶν τυράννων ἠδίκει τὴν πόλιν, ἀλλὰ τὰ σώματα, φυλάττεσθαί τ᾽ αὐτοὺς ἀξιῶν ἀμφότερα, μὴ δόξης τε πονηρᾶς παρὰ πάντων τύχωσιν ὡς διὰ τὸν πλοῦτον ἐξεληλακότες ἐκ τῆς ἀρχῆς Ταρκυνίους, καὶ πρόφασιν πολέμου δικαίαν παράσχωσιν αὐτοῖς ὡς ἀποστερουμένοις τῶν ἰδίων· ἄδηλον μὲν εἶναι φάσκων, εἰ κομισάμενοι τὰ χρήματα πολεμεῖν ἐπιχειρήσουσιν ἔτι πρὸς αὐτοὺς περὶ τῆς καθόδου, πρόδηλον δὲ θάτερον ὡς οὐκ ἀξιώσουσιν εἰρήνην ἄγειν τὰς οὐσίας ἀφαιρεθέντες.

ΚΕΦΑΛΑΙΟΝ ΣΤ΄

[1] ταῦτα δὲ τῶν ὑπάτων λεγόντων καὶ πολλῶν συναγορευόντων ἀμφοτέροις ἀποροῦσα, ὅ τι χρὴ πράττειν, ἡ βουλὴ καὶ ἐφ᾽ ἡμέρας συχνὰς σκοποῦσα, ἐπεὶ συμφορώτερα μὲν ὁ Βροῦτος ἐδόκει λέγειν, δικαιότερα δ᾽ ὁ Κολλατῖνος παρῄνει, τελευτῶσα διέγνω τὸν δῆμον ποιῆσαι τοῦ τε συμφέροντος καὶ τοῦ δικαίου κριτήν. [2] πολλῶν δὲ λεχθέντων ὑφ᾽ ἑκατέρου τῶν ὑπάτων ἀναλαβοῦσαι ψῆφον αἱ φρᾶτραι τριάκοντα οὖσαι τὸν ἀριθμὸν οὕτω μικρὰν ἐποιήσαντο τὴν ἐπὶ θάτερα ῥοπήν, ὥστε μιᾷ ψήφῳ πλείους γενέσθαι τῶν κατέχειν τὰ χρήματα βουλομένων τὰς ἀποδιδόναι κελευούσας. λαβόντες δὲ παρὰ τῶν ὑπάτων τὰς ἀποκρίσεις οἱ Τυρρηνοὶ καὶ πολλὰ τὴν πόλιν ἐπαινέσαντες, ὅτι τὰ δίκαια πρὸ τῶν συμφερόντων εἵλοντο, Ταρκυνίῳ μὲν ἐπέστειλαν τοὺς ἀποληψομένους τὰ χρήματα πέμπειν, αὐτοὶ δ᾽ ἐπέμειναν ἐν τῇ πόλει συναγωγήν τε τῶν ἐπίπλων καὶ διάθεσιν τῶν μὴ δυναμένων ἄγεσθαί τε καὶ φέρεσθαι σκηπτόμενοι· ὡς δὲ τἀληθὲς εἶχε ταράττοντες καὶ [p. 146] σκευωρούμενοι τὰ κατὰ τὴν πόλιν, ὡς ὁ τύραννος αὐτοῖς ἐπέστειλε. [3] τάς τε γὰρ ἐπιστολὰς τὰς παρὰ τῶν φυγάδων τοῖς ἐπιτηδείοις αὐτῶν ἀπεδίδοσαν καὶ παρ᾽ ἐκείνων ἑτέρας πρὸς τοὺς φυγάδας ἐλάμβανον· συνιόντες δὲ πολλοῖς εἰς ὁμιλίαν καὶ διάπειραν αὐτῶν τῆς προαιρέσεως λαμβάνοντες, οὓς εὑρίσκοιεν εὐαλώτους δἰ ἀσθένειαν γνώμης ἢ βίου σπάνιν ἢ πόθον τῶν ἐν τῇ τυραννίδι πλεονεξιῶν, ἐλπίδας τε χρηστὰς ὑποτείνοντες αὐτοῖς καὶ χρήματα διδόντες ἐπεχείρουν [4] διαφθείρειν. ἔμελλον δ᾽ ὥσπερ εἰκὸς ἐν πόλει μεγάλῃ καὶ πολυοχλούσῃ φανήσεσθαί τινες οἱ τὴν χείρω πολιτείαν αἱρησόμενοι πρὸ τῆς κρείττονος οὐ τῶν ἀσήμων μόνον, ἀλλὰ καὶ τῶν ἐπιφανῶν, ἐν οἷς ἦσαν Ἰούνιοί τε δύο Τίτος καὶ Τιβέριος Βρούτου παῖδες τοῦ ὑπατεύοντος ἀρτίως ἀρχόμενοι γενειᾶν καὶ σὺν αὐτοῖς Οὐιτέλλιοί τε δύο Μάρκος καὶ Μάνιος, ἀδελφοὶ τῆς Βρούτου γυναικός, ἱκανοὶ τὰ κοινὰ πράττειν, καὶ Κολλατίνου θατέρου τῶν ὑπάτων ἀδελφῆς υἱοὶ δύο Λεύκιος καὶ Μάρκος Ἀκύλλιοι τὴν αὐτὴν ἔχοντες τοῖς Βρούτου παισὶν ἡλικίαν, παρ᾽ οἷς αἱ σύνοδοι τὰ πολλὰ ἐγίνοντο πατρὸς οὐκέτι περιόντος αὐτοῖς καὶ τὰ περὶ τῆς καθόδου τῶν τυράννων βουλεύματα συνετίθετο.

ΚΕΦΑΛΑΙΟΝ Ζ΄

[1] ἐκ πολλῶν μὲν οὖν καὶ ἄλλων ἔδοξέ μοι τὰ Ῥωμαίων πράγματα προνοίᾳ θεῶν εἰς τοσαύτην προελθεῖν εὐδαιμονίαν, οὐχ ἥκιστα δὲ καὶ ἐκ τῶν τότε [p. 147] γενομένων. τοσαύτη γὰρ ἄνοια καὶ θεοβλάβεια τοὺς δυστήνους ἐκείνους κατέσχεν, ὥσθ᾽ ὑπέμειναν ἐπιστολὰς γράψαι πρὸς τὸν τύραννον αὐτογράφους δηλοῦντες αὐτῷ τὸ πλῆθός τε τῶν μετεχόντων τῆς συνωμοσίας καὶ χρόνον, ἐν ᾧ τὴν κατὰ τῶν ὑπάτων ἐπίθεσιν ἔμελλον ποιήσεσθαι, πεισθέντες ὑπὸ τῶν ἀφικομένων ὡς αὐτοὺς παρὰ τοῦ τυράννου γραμμάτων, ὅτι βούλεται προειδέναι, τίνας αὐτῷ προσήκει Ῥωμαίων εὖ [2] ποιεῖν κατασχόντι τὴν ἀρχήν. τούτων δ᾽ ἐγένοντο τῶν ἐπιστολῶν ἐγκρατεῖς οἱ ὕπατοι κατὰ τοιάνδε τινὰ συντυχίαν. παρ᾽ Ἀκυλλίοις τοῖς ἐκ τῆς Κολλατίνου γεγονόσιν ἀδελφῆς οἱ κορυφαιότατοι τῶν ἐν τῇ συνωμοσίᾳ κατήγοντο παρακληθέντες ὡς ἐφ᾽ ἱερὰ καὶ θυσίαν· μετὰ δὲ τὴν ἑστίασιν ἐξελθεῖν ἐκ τοῦ συμποσίου κελεύσαντες τοὺς διακόνους καὶ πρὸ τῶν θυρῶν τοῦ ἀνδρῶνος ἀπελθεῖν διεφέροντό τε πρὸς ἀλλήλους ὑπὲρ τῆς καταγωγῆς τῶν τυράννων καὶ τὰ δόξαντα εἰς ἐπιστολὰς κατεχώριζον αὐτογράφους, ἃς ἔδει τοὺς Ἀκυλλίους λαβόντας ἀποδοῦναι τοῖς ἐκ Τυρρηνίας πρέσβεσιν, [3] ἐκείνους δὲ Ταρκυνίῳ. ἐν τούτῳ δὴ τῷ χρόνῳ τῶν θεραπόντων τις οἰνοχόος ἐκ πόλεως Καινίνης αἰχμάλωτος ὄνομα Οὐινδίκιος ὑποπτεύσας τοὺς ἄνδρας βουλεύειν πονηρὰ τῇ μεταστάσει τῶν διακόνων ἔμεινε μόνος ἔξω παρὰ ταῖς θύραις καὶ τούς τε λόγους παρ᾽ αὐτῶν ἠκροάσατο καὶ τὰς ἐπιστολὰς εἶδεν ὑπὸ πάντων [p. 148] γραφομένας, ἁρμῷ τινι τῆς θύρας διαφανεῖ τὴν ὄψιν προσβαλών. [4] ἐξελθὼν δὲ πολλῆς ἔτι νυκτὸς οὔσης ὡς ἀπεσταλμένος ὑπὸ τῶν δεσποτῶν ἐπὶ χρείαν τινά, πρὸς μὲν τοὺς ὑπάτους ὤκνησεν ἐλθεῖν δεδιώς, μὴ συγκρύψαι τὸ πρᾶγμα βουλόμενοι διὰ τὴν εὔνοιαν τῶν συγγενῶν τὸν μηνύσαντα τὴν συνωμοσίαν ἀφανίσωσιν, ἀφικόμενος δ᾽ ὡς Πόπλιον Οὐαλέριον, ὃς ἐν τοῖς πρώτοις τέτταρσιν ἦν τῶν τὴν τυραννίδα καταλυσάντων, δεξιώσει καὶ δι᾽ ὅρκων τὸ πιστὸν παρ᾽ αὐτοῦ λαβὼν ὑπὲρ ἀσφαλείας τῆς ἑαυτοῦ μηνυτὴς ὧν τ᾽ ἤκουσε καὶ [5] ὧν εἶδε γίνεται. ὁ δ᾽ ὡς ἔμαθεν οὐδεμίαν ἀναβολὴν ποιησάμενος ἐπὶ τὴν οἰκίαν τῶν Ἀκυλλίων σὺν χειρὶ πολλῇ πελατῶν τε καὶ φίλων παραγίνεται περὶ τὸν ὄρθρον καὶ παρελθὼν εἴσω τῶν θυρῶν ὡς ἐπ᾽ ἄλλην τινὰ χρείαν παρὼν ἀκωλύτως κατ᾽ οἶκον ἔτι τῶν μειρακίων ὄντων ἐγκρατὴς γίνεται τῶν ἐπιστολῶν καὶ τοὺς νεανίσκους συλλαβὼν καθίστησιν ἐπὶ τοὺς ὑπάτους.

ΚΕΦΑΛΑΙΟΝ Η΄

[1] τὰ δὲ μετὰ ταῦτα ἔργα θατέρου τῶν ὑπάτων Βρούτου μεγάλα καὶ θαυμαστὰ λέγειν ἔχων, ἐφ᾽ οἷς μέγιστα φρονοῦσι Ῥωμαῖοι, δέδοικα μὴ σκληρὰ καὶ ἄπιστα τοῖς Ἕλλησι δόξω λέγειν, ἐπειδὴ πεφύκασιν ἅπαντες ἀπὸ τῶν ἰδίων παθῶν τὰ περὶ τῶν ἄλλων λεγόμενα κρίνειν καὶ τὸ πιστὸν ἄπιστον ἐφ᾽ ἑαυτοὺς ποιεῖν· ἐρῶ δ᾽ οὖν ὅμως. [2] ἐπειδὴ γὰρ ἡμέρα τάχιστα [p. 149] ἐγένετο, καθίσας ἐπὶ τὸ βῆμα καὶ τὰς ἐπιστολὰς τῶν ἐν τῇ συνωμοσίᾳ διασκεπτόμενος, ὡς εὗρε τὰς ὑπὸ τῶν υἱῶν γραφείσας ταῖς σφραγῖσιν ἑκατέραν γνωρίσας καὶ μετὰ τὸ λῦσαι τὰ σημεῖα τοῖς χειρογράφοις, ἀναγνωσθῆναι πρῶτον ἐκέλευσεν ἀμφοτέρας ὑπὸ τοῦ γραμματέως εἰς τὴν ἁπάντων τῶν παρόντων ἀκοήν· ἔπειτα λέγειν ἐκέλευσε τοῖς παισίν, εἴ τι βούλονται. [3] ὡς δ᾽ οὐκ ἐτόλμησεν αὐτῶν οὐδέτερος πρὸς ἄρνησιν ἀναιδῆ τραπέσθαι, ἀλλὰ κατεψηφικότες ἑαυτῶν ἔκλαιον ἀμφότεροι, ὀλίγον δ᾽ ἐπισχὼν χρόνον ἀνίσταται καὶ σιωπὴν προκηρύξας ἐκδεχομένων ἁπάντων, τί τέλος ἐξοίσει, θάνατον ἔφη καταδικάζειν τῶν τέκνων· ἐφ᾽ ᾧ πάντες ἀνέκραγον οὐκ ἀξιοῦντες τοιοῦτον ἄνδρα ζημιωθῆναι τέκνων θανάτῳ καὶ χαρίζεσθαι τὰς ψυχὰς τῶν μειρακίων ἐβούλοντο τῷ πατρί. [4] ὁ δ᾽ οὔτε τὰς φωνὰς αὐτῶν οὔτε τὰς οἰμωγὰς ἀνασχόμενος ἐκέλευσε τοῖς ὑπηρέταις ἀπάγειν τοὺς νεανίσκους ὀλοφυρομένους καὶ ἀντιβολοῦντας καὶ ταῖς φιλτάταις αὐτὸν ἀνακαλουμένους προσηγορίαις. θαυμαστὸν μὲν καὶ τοῦτο πᾶσιν ἐφάνη τὸ μηδὲν ἐνδοῦναι τὸν ἄνδρα μήτε πρὸς τὰς δεήσεις τῶν πολιτῶν μήτε πρὸς τοὺς οἴκτους τῶν τέκτων, πολλῷ δ᾽ ἔτι τούτου θαυμασιώτερον τὸ περὶ τὰς τιμωρίας αὐτῶν ἀμείλικτον. [5] οὔτε γὰρ ἄλλοθί που συνεχώρησεν ἀπαχθέντας τοὺς υἱοὺς ἔξω τῆς ἁπάντων ὄψεως ἀποθανεῖν, οὔτ᾽ αὐτὸς ἐκ τῆς ἀγορᾶς ὑπανεχώρησεν, [p. 150] ἕως ἐκεῖνοι κολασθῶσι, τὴν δεινὴν θέαν ἐκτρεπόμενος, οὔτ᾽ ἄνευ προπηλακισμοῦ ἀφῆκεν αὐτοῖς τὴν ἐψηφισμένην ἐκπληρῶσαι μοῖραν· ἀλλὰ πάντα τὰ περὶ τὰς τιμωρίας ἔθη καὶ νόμιμα φυλάττων, ὅσα τοῖς κακούργοις ἀπόκειται παθεῖν, ἐν ἀγορᾷ πάντων ὁρώντων αἰκισθέντας τὰ σώματα πληγαῖς, αὐτὸς ἅπασι τοῖς γιγνομένοις παρών, τότε συνεχώρησε τοὺς αὐχένας τοῖς πελέκεσιν ἀποκοπῆναι. [6] ὑπὲρ ἅπαντα δὲ τὰ παράδοξα καὶ θαυμαστὰ τοῦ ἀνδρὸς τὸ ἀτενὲς τῆς ὄψεως καὶ ἄτεγκτον ἦν· ὅς γε τῶν ἄλλων ἁπάντων ὅσοι τῷ πάθει παρεγένοντο κλαιόντων μόνος οὔτ᾽ ἀνακλαυσάμενος ὤφθη τὸν μόρον τῶν τέκνων οὔτ᾽ ἀποιμώξας ἑαυτὸν τῆς καθεξούσης τὸν οἶκον ἐρημίας οὔτ᾽ ἄλλο μαλακὸν οὐθὲν ἐνδούς, ἀλλ᾽ ἄδακρύς τε καὶ ἀστένακτος καὶ ἀτενὴς διαμένων εὐκαρδίως ἤνεγκε τὴν συμφοράν. οὕτως ἰσχυρὸς ἦν τὴν γνώμην καὶ βέβαιος τὰ κριθέντα διατηρεῖν καὶ τῶν ἐπιταραττόντων τοὺς λογισμοὺς παθῶν καρτερός.

ΚΕΦΑΛΑΙΟΝ Θ΄

[1] ἀποκτείνας δὲ τοὺς υἱοὺς εὐθὺς ἐκάλει τοὺς ἀδελφιδοῦς τοῦ συνάρχοντος Ἀκυλλίους, παρ᾽ οἷς αἱ σύνοδοι τῶν κατὰ τῆς πόλεως συνομοσαμένων ἐγένοντο· καὶ τὰς ἐπιστολὰς αὐτῶν ἀναγνῶναι τῷ γραμματεῖ κελεύσας, ὥστε πάντας ἀκούειν τοὺς παρόντας, ἀπολογίαν ἔφησεν αὐτοῖς διδόναι. ὡς δὲ προήχθησαν οἱ νεανίσκοι πρὸς τὸ βῆμα, εἴθ᾽ ὑποθεμένου τινὸς τῶν φίλων εἴτ᾽ αὐτοὶ συμφρονήσαντες τοῖς γόνασι [p. 151] τοῦ θείου προσπίπτουσιν ὡς δι᾽ ἐκείνου σωθησόμενοι. [2] κελεύσαντος δὲ τοῦ Βρούτου τοῖς ῥαβδούχοις ἀποσπᾶν αὐτοὺς καὶ ἀπάγειν ἐπὶ τὸν θάνατον, εἰ μὴ βούλοιντο ἀπολογήσασθαι, μικρὸν ἐπισχεῖν τοῖς ὑπηρέταις ὁ Καλλατῖνος εἰπών, ἕως τῷ συνάρχοντι διαλεχθῇ, λαβὼν τὸν ἄνδρα καταμόνας πολλὰς ἐξέτεινεν ὑπὲρ τῶν μειρακίων δεήσεις· τὰ μὲν ἀπολογούμενος ὡς διὰ νεότητος ἄνοιαν καὶ πονηρὰς φίλων ὁμιλίας εἰς ταύτην ἐμπεσόντων τὴν φρενοβλάβειαν, τὰ δὲ παρακαλῶν ἑαυτῷ χαρίσασθαι τὰς ψυχὰς τῶν συγγενῶν [3] μίαν αἰτουμένῳ ταύτην τὴν δωρεὰν καὶ περὶ οὐδενὸς ἔτι ἑτέρου ἐνοχλήσοντι, τὰ δὲ διδάσκων, ὅτι συνταραχθῆναι κίνδυνος ὅλην τὴν πόλιν, ἐὰν ἅπαντας ἐπιχειρῶσι θανάτῳ ζημιοῦν τοὺς δόξαντάς τι συμπράττειν τοῖς φυγάσιν ὑπὲρ τῆς καθόδου· πολλοὺς γὰρ εἶναι καὶ οὐκ ἀσήμων οἰκιῶν ἐνίους. ὡς δ᾽ οὐκ ἔπειθε, τελευτῶν ἠξίου μὴ θάνατον, ἀλλὰ μετρίαν κατ᾽ αὐτῶν ὁρίσαι κόλασιν, ἄτοπον εἶναι λέγων τοὺς μὲν τυράννους φυγαῖς ἐζημιῶσθαι, τοὺς δὲ τῶν τυράννων φίλους θανάτῳ. ἀντιλέγοντος δὲ καὶ πρὸς τὴν ἐπιείκειαν τῆς κολάσεως τοῦ ἀνδρὸς καὶ οὐδ᾽ εἰς ἑτέρους ἀναβαλέσθαι χρόνους τὰς κρίσεις τῶν ἐν ταῖς αἰτίαις βουλομένου· τελευταία γὰρ αὕτη τοῦ συνάρχοντος δέησις ἦν· ἀλλ᾽ αὐθημερὸν ἀποκτενεῖν ἅπαντας ἀπειλοῦντος καὶ διομνυμένου, ἀδημονῶν ὁ Κολλατῖνος ἐπὶ τῷ μηδενὸς ὦν ἠξίου τυγχάνειν, Τοιγαροῦν, ἔφησεν, ἐπεὶ σκαιὸς εἶ καὶ πικρὸς ἐγὼ τὰ μειράκια ἀφαιροῦμαι τῆς [p. 152] αὐτῆς ἐξουσίας ἧς σὺ κύριος ὤν. καὶ ὁ Βροῦτος ἐκπικρανθείς, οὐκ ἐμοῦ γ᾽, ἔφη, ζῶντος, ὦ Κολλατῖνε, τοὺς προδότας τῆς πατρίδος ἰσχύσεις ἐξελέσθαι· ἀλλὰ καὶ σὺ δώσεις δίκας ἃς προσῆκεν οὐκ εἰς μακράν.

ΚΕΦΑΛΑΙΟΝ Ι΄

[1] ταῦτ᾽ εἰπὼν καὶ φυλακὴν τοῖς μειρακίοις ἐπιστήσας ἐκάλει τὸν δῆμον εἰς ἐκκλησίαν. πληρωθείσης δὲ τῆς ἀγορᾶς ὄχλου· περιβόητον γὰρ ἀνὰ τὴν πόλιν ὅλην τὸ περὶ τοὺς παῖδας αὐτοῦ πάθος ἐγεγόνει· προελθών τε καὶ τοὺς ἐντιμοτάτους τῶν ἐν τῷ συνεδρίῳ [2] παραστησάμενος ἔλεξε τοιάδε· ἐβουλόμην μὲν ἄν, ὦ ἄνδρες πολῖται, Κολλατῖνον τουτονὶ τὸν συνάρχοντα περὶ πάντων μοι ταὐτὰ φρονεῖν καὶ μὴ τῷ λόγῳ μόνον, ἀλλὰ καὶ τοῖς ἔργοις μισεῖν τοὺς τυράννους καὶ πολεμεῖν· ἐπεὶ δὲ τἀναντία φρονῶν γέγονέ μοι καταφανὴς καὶ ἔστιν οὐ μόνον τῇ φύσει Ταρκυνίων συγγενής, ἀλλὰ καὶ τῇ προαιρέσει, διαλλαγάς τε πράττων πρὸς αὐτοὺς καὶ ἀντὶ τῶν κοινῇ συμφερόντων τὸ ἑαυτοῦ σκοπῶν λυσιτελές, αὐτός τε κωλύειν αὐτὸν παρεσκεύασμαι πράττειν ἃ κατὰ νοῦν ἔχει πονηρὰ ὄντα, καὶ ὑμᾶς ἐπὶ τούτῳ παρεκάλεσα· φράσω δ᾽ ὑμῖν πρῶτον μὲν, ἐν οἷς ἐγένετο κινδύνοις τὰ πράγματα τῆς πόλεως, ἔπειτα πῶς αὐτοῖς ἑκάτερος ἡμῶν κέχρηται. [3] τῶν πολιτῶν τινες συνελθόντες εἰς τὴν Ἀκυλλίων οἰκίαν τῶν ἐκ τῆς Κολλατίνου γεγονότων ἀδελφῆς, ἐν οἷς ἦσαν οἵ τ᾽ ἐμοὶ παῖδες ἀμφότεροι καὶ οἱ τῆς γυναικὸς [p. 153] ἀδελφοὶ τῆς ἐμῆς καὶ ἄλλοι τινὲς ἅμα τούτοις οὐκ ἀφανεῖς, συνθήκας ἐποιήσαντο πρὸς ἀλλήλους καὶ συνώμοσαν ἀποκτείναντες ἐμὲ καταγαγεῖν Ταρκύνιον ἐπὶ τὴν ἀρχήν· ἐπιστολάς τε περὶ τούτων γράψαντες αὐτογράφους καὶ ταῖς ἑαυτῶν σφραγῖσι κατασημηνάμενοι πέμπειν πρὸς τοὺς φυγάδας ἔμελλον. [4] ταῦθ᾽ ἡμῖν θεῶν τινος εὐνοίᾳ καταφανῆ γέγονεν ὑπὸ τοῦδε μηνυθέντα τοῦ ἀνδρός· ἔστι δ᾽ Ἀκυλλίων δοῦλος, παρ᾽ οἷς καταγόμενοι τῇ παρελθούσῃ νυκτὶ τὰς ἐπιστολὰς ἔγραψαν· καὶ τῶν γραμμάτων γεγόναμεν αὐτῶν ἐγκρατεῖς. Τῖτον μὲν οὖν ἐγὼ καὶ Τιβέριον τοὺς ἐμοὺς παῖδας τετιμώρημαι· καὶ οὐδὲν καταλέλυται διὰ τὴν ἐμὴν ἐπιείκειαν οὔτε νόμος οὔθ᾽ ὅρκος· Ἀκυλλίους δὲ Κολλατῖνος ἀφαιρεῖταί μου καί φησιν οὐκ ἐάσειν ὅμοια τοῖς ἐμοῖς παισὶ βουλεύσαντας τῶν ὁμοίων ἐκείνοις τυχεῖν. [5] εἰ δ᾽ οὗτοι μηδεμίαν ὑφέξουσι δίκην, οὐδὲ τοὺς ἀδελφοὺς τῆς ἐμῆς γυναικὸς οὐδὲ τοὺς ἄλλους προδότας τῆς πατρίδος ἐξέσται μοι κολάσαι. τί γὰρ δὴ δίκαιον πρὸς αὐτοὺς ἕξω λέγειν, ἂν τούτους ἀφῶ; τίνος οὖν ταῦτα μηνύματα τίθεσθε; πότερα τῆς πρὸς τὴν πόλιν εὐνοίας ἢ τῶν πρὸς τοὺς τυράννους διαλλαγῶν, καὶ πότερα τῆς ἐμπεδώσεως τῶν ὅρκων, οὓς ἀφ᾽ ἡμῶν ἀρξάμενοι πάντες ὠμόσατε, ἢ τῆς συγχύσεώς τε καὶ ἐπιορκίας; [6] καὶ εἰ μὲν ἔλαθεν ἡμᾶς, ταῖς ἀραῖς ἔνοχος ἦν ἂν καὶ θεοῖς ὑπέσχεν, οὓς ἐπιώρκει, δίκας· ἐπειδὴ δὲ καταφανὴς γέγονεν, ὑφ᾽ ἡμῶν αὐτὸν προσήκει κολασθῆναι, [p. 154] ὅς γ᾽ ὀλίγαις μὲν ἡμέραις πρότερον τὰ χρήματα τοῖς τυράννοις ὑμᾶς ἔπεισεν ἀποδοῦναι, ἵνα μὴ κατὰ τῶν ἐχθρῶν ἡ πόλις αὐτοῖς ἔχῃ χρῆσθαι πρὸς τὸν πόλεμον, ἀλλὰ κατὰ τῆς πόλεως οἱ ἐχθροί· νῦν δὲ τοὺς ἐπὶ καθόδῳ τῶν τυράννων συνομοσαμένους ἀφεῖσθαι τῆς τιμωρίας οἴεται δεῖν, ἐκείνοις αὐτοὺς δηλονότι χαριζόμενος, ἵν᾽, ἐὰν ἄρα κατέλθωσιν εἴτ᾽ ἐκ προδοσίας εἴτε πολέμῳ, ταύτας προφερόμενος τὰς χάριτας ἁπάντων ὡς φίλος ὅσων ἂν αἱρῆται παρ᾽ αὐτῶν τυγχάνῃ. [7] ἔπειτ᾽ ἐγὼ τῶν ἐμῶν οὐ φεισάμενος τέκνων σοῦ φείσομαι, Κολλατῖνε, ὃς τὸ μὲν σῶμα παρ᾽ ἡμῖν ἔχεις, τὴν δὲ ψυχὴν παρὰ τοῖς πολεμίοις, καὶ τοὺς μὲν προδότας τῆς πατρίδος σώζεις, ἐμὲ δὲ τὸν ὑπὲρ αὐτῆς ἀγωνιζόμενον ἀποκτενεῖς; πόθεν; πολλοῦ γε καὶ δεῖ· ἀλλ᾽ ἵνα μηδὲν ἔτι τοιοῦτον ἐξεργάσῃ, τὴν μὲν ἀρχὴν ἀφαιροῦμαί σε καὶ πόλιν ἑτέραν κελεύω μεταλαβεῖν· ὑμῖν δ᾽, ὦ πολῖται, ψῆφον ἀναδώσω καλέσας αὐτίκα μάλα τοὺς λόχους, ἵνα διαγνῶσιν, εἰ χρὴ ταῦτ᾽ εἶναι κύρια· εὖ δ᾽ ἴστε ὅτι δυεῖν θάτερον ἢ Κολλατῖνον ἕξοντες ὕπατον ἢ Βροῦτον.