Μετάβαση στο περιεχόμενο

Ρωμαϊκή Αρχαιολογία/β/31

Από Βικιθήκη
Κεφάλαια 31–40
Συγγραφέας:
Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος β΄


XXXI. 1. Ταῦτα δὲ γενέσθαι τινὲς μὲν γράφουσι κατὰ τὸν πρῶτον ἐνιαυτὸν τῆς Ῥωμύλου ἀρχῆς, Γναῖος δὲ Γέλλιος κατὰ τὸν τέταρτον· ὃ καὶ μᾶλλον εἰκός. Νέον γὰρ οἰκιζομένης πόλεως ἡγεμόνα πρὶν ἢ καταστήσασθαι τὴν πολιτείαν ἔργῳ τηλικούτῳ ἐπιχειρεῖν οὐκ ἔχει λόγον. τῆς δὲ ἁρπαγῆς τὴν αἰτίαν οἱ μὲν εἰς σπάνιν γυναικῶν ἀναφέρουσιν, οἱ δ´ εἰς ἀφορμὴν πολέμου, οἱ δὲ τὰ πιθανώτατα γράφοντες, οἷς κἀγὼ συγκατεθέμην, εἰς τὸ συνάψαι φιλότητα πρὸς τὰς πλησιοχώρους πόλεις ἀναγκαίαν.

2. Τὴν δὲ τότε ὑπὸ Ῥωμύλου καθιερωθεῖσαν ἑορτὴν ἔτι καὶ εἰς ἐμὲ ἄγοντες Ῥωμαῖοι διετέλουν Κωνσουάλια καλοῦντες, ἐν ᾗ βωμός τε ὑπόγειος ἱδρυμένος παρὰ τῷ μεγίστῳ τῶν ἱπποδρόμων περισκαφείσης τῆς γῆς θυσίαις τε καὶ ὑπερπύροις ἀπαρχαῖς γεραίρεται, καὶ δρόμος ἵππων ζευκτῶν τε καὶ ἀζεύκτων ἐπιτελεῖται. Καλεῖται δὲ ὁ θεός, ᾧ ταῦτ´ ἐπιτελοῦσι, Κῶνσος ὑπὸ Ῥωμαίων, ὃν ἐξερμηνεύοντες εἰς τὴν ἡμετέραν γλῶτταν Ποσειδῶνα σεισίχθονά φασιν εἶναί τινες καὶ διὰ τοῦτο ὑπογείῳ τετιμῆσθαι βωμῷ λέγουσιν, ὅτι τὴν γῆν ὁ θεὸς οὗτος ἔχει.

3. Ἐγὼ δὲ καὶ ἕτερον οἶδα λόγον ἀκούων, ὡς τῆς μὲν ἑορτῆς τῷ Ποσειδῶνι ἀγομένης καὶ τοῦ δρόμου τῶν ἵππων τούτῳ τῷ θεῷ γινομένου, τοῦ δὲ καταγείου βωμοῦ δαίμονι ἀρρήτῳ τινὶ βουλευμάτων κρυφίων ἡγεμόνι καὶ φύλακι κατασκευασθέντος ὕστερον· Ποσειδῶνι γὰρ ἀφανῆ βωμὸν οὐδαμόθι γῆς οὔθ´ ὑφ´ Ἑλλήνων οὔθ´ ὑπὸ βαρβάρων καθιδρῦσθαι· τὸ δ´ ἀληθὲς ὅπως ἔχει χαλεπὸν εἰπεῖν.

XXXII. 1. Ὡς δὲ διεβοήθη τὰ περὶ τὴν ἁρπαγὴν τῶν παρθένων καὶ τὰ περὶ τοὺς γάμους εἰς τὰς πλησιοχώρους πόλεις, αἱ μὲν αὐτὸ τὸ πραχθὲν πρὸς ὀργὴν ἐλάμβανον, αἱ δ´ ἀφ´ ἧς ἐπράχθη διαθέσεως καὶ εἰς ὃ τέλος ἐχώρησεν ἀναλογιζόμεναι μετρίως αὐτὸ ἔφερον, κατέσκηψε δ´ οὖν ἀνὰ χρόνον εἰς πολέμους τοὺς μὲν ἄλλους εὐπετεῖς, ἕνα δὲ τὸν πρὸς Σαβίνους μέγαν καὶ χαλεπόν· οἷς ἅπασι τέλος ἐπηκολούθησεν εὐτυχές, ὥσπερ αὐτῷ τὰ μαντεύματα προεθέσπισε πρὶν ἐπιχειρῆσαι τῷ ἔργῳ πόνους μὲν καὶ κινδύνους μεγάλους προσημαίνοντα, τὰς δὲ τελευτὰς αὐτῶν ἔσεσθαι καλάς.

2. Ἦσαν δὲ αἱ πρῶται πόλεις ἄρξασαι τοῦ πρὸς αὐτὸν πολέμου Καινίνη καὶ Ἄντεμνα καὶ Κρουστομέρεια, πρόφασιν μὲν ποιούμεναι τὴν ἁρπαγὴν τῶν παρθένων καὶ τὸ μὴ λαβεῖν ὑπὲρ αὐτῶν δίκας, ὡς δὲ τἀληθὲς εἶχεν ἀχθόμεναι τῇ κτίσει τε καὶ αὐξήσει τῆς Ῥώμης δι´ ὀλίγου πολλῇ γενομένῃ καὶ οὐκ ἀξιοῦσαι περιιδεῖν κοινὸν ἐπὶ τοῖς περιοίκοις ἅπασι κακὸν φυόμενον.

3. Τέως μὲν οὖν πρὸς τὸ Σαβίνων ἔθνος ἀποστέλλουσαι πρέσβεις ἐκείνους ἠξίουν τὴν ἡγεμονίαν τοῦ πολέμου παραλαβεῖν ἰσχύν τε μεγίστην ἔχοντας καὶ χρήμασι πλείοσι δυναμένους ἄρχειν τε ἀξιοῦντας τῶν πλησιοχώρων καὶ οὐκ ἐλάχιστα τῶν ἄλλων περιυβρισμένους· τῶν γὰρ ἡρπασμένων αἱ πλείους ἦσαν ἐκείνων.

XXXIII. 1. Ἐπεὶ δ´ οὐδὲν ἐπέραινον ἀντικαθισταμένων αὐταῖς τῶν παρὰ τοῦ Ῥωμύλου πρεσβειῶν καὶ θεραπευουσῶν λόγοις τε καὶ ἔργοις τὸ ἔθνος, ἀχθόμεναι τῇ τριβῇ τοῦ χρόνου μελλόντων ἀεὶ τῶν Σαβίνων καὶ ἀναβαλλομένων εἰς χρόνους μακροὺς τὴν περὶ τοῦ πολέμου βουλὴν αὐταὶ καθ´ ἑαυτὰς ἔγνωσαν τοῖς Ῥωμαίοις πολεμεῖν, ἀποχρῆν οἰόμεναι τὴν οἰκείαν δύναμιν, εἰ καθ´ ἓν αἱ τρεῖς γένοιντο, μίαν ἄρασθαι πόλιν οὐ μεγάλην. Ἐβουλεύσαντο μὲν ταῦτα, συνελθεῖν δ´ οὐκ ἔφθησαν εἰς ἓν ἅπασαι στρατόπεδον προεξαναστάντων προχειρότερον τῶν ἐκ τῆς Καινίνης, οἵπερ καὶ μάλιστα ἐδόκουν τὸν πόλεμον ἐνάγειν.

2. Ἐξεστρατευμένων δὲ τούτων καὶ δῃούντων τὴν ὅμορον ἐξαγαγὼν τὴν δύναμιν ὁ Ῥωμύλος, ἀφυλάκτοις οὖσιν ἔτι τοῖς πολεμίοις ἀπροσδοκήτως ἐπιτίθεται καὶ τοῦ τε χάρακος αὐτῶν ἀρτίως ἱδρυμένου γίνεται κύριος τοῖς τε φεύγουσιν εἰς τὴν πόλιν ἐκ ποδὸς ἑπόμενος οὐδέπω τῶν ἔνδον πεπυσμένων τὴν περὶ τοὺς σφετέρους συμφορὰν τεῖχός τε ἀφύλακτον εὑρὼν καὶ πύλας ἀκλείστους αἱρεῖ τὴν πόλιν ἐξ ἐφόδου καὶ τὸν βασιλέα τῶν Καινινιτῶν ὑπαντήσαντα σὺν καρτερᾷ χειρὶ μαχόμενος αὐτοχειρίᾳ κτείνει καὶ τὰ ὅπλα ἀφαιρεῖται.

XXXIV. 1. Τοῦτον δὲ τὸν τρόπον ἁλούσης τῆς πόλεως τὰ ὅπλα παραδοῦναι τοὺς ἁλόντας κελεύσας καὶ παῖδας εἰς ὁμηρείαν, οὓς ἐβούλετο, λαβὼν ἐπὶ τοὺς Ἀντεμνάτας ἐχώρει. γενόμενος δὲ καὶ τῆς ἐκείνων δυνάμεως ἐσκεδασμένης ἔτι κατὰ τὰς προνομὰς τῇ παρ´ ἐλπίδας ἐφόδῳ καθάπερ καὶ τῆς προτέρας ἐγκρατὴς καὶ τὰ αὐτὰ τοὺς ἁλόντας διαθεὶς ἀπῆγεν ἐπ´ οἴκου τὴν δύναμιν, ἄγων σκῦλά τε ἀπὸ τῶν πεπτωκότων κατὰ τὴν μάχην καὶ ἀκροθίνια λαφύρων θεοῖς, καὶ πολλὰς ἅμα τούτοις θυσίας ἐποιήσατο.

2. Τελευταῖος δὲ τῆς πομπῆς αὐτὸς ἐπορεύετο ἐσθῆτα μὲν ἠμφιεσμένος ἁλουργῆ, δάφνῃ δὲ κατεστεμμένος τὰς κόμας καὶ ἵνα τὸ βασίλειον ἀξίωμα σώζῃ τεθρίππῳ παρεμβεβηκώς. Ἡ δ´ ἄλλη δύναμις αὐτῷ παρηκολούθει πεζῶν τε καὶ ἱππέων κεκοσμημένη κατὰ τέλη θεούς τε ὑμνοῦσα πατρίοις ᾠδαῖς καὶ τὸν ἡγεμόνα κυδαίνουσα ποιήμασιν αὐτοσχεδίοις. Οἱ δ´ ἐκ τῆς πόλεως ὑπήντων αὐτοῖς ἅμα γυναιξί τε καὶ τέκνοις παρ´ ἄμφω τὰ μέρη τῆς ὁδοῦ τῇ τε νίκῃ συνηδόμενοι καὶ τὴν ἄλλην ἅπασαν ἐνδεικνύμενοι φιλοφροσύνην. Ὡς δὲ παρῆλθεν ἡ δύναμις εἰς τὴν πόλιν κρατῆρσί τε ἐπετύγχανεν οἴνῳ κεκραμένοις καὶ τραπέζαις τροφῆς παντοίας γεμούσαις, αἳ παρὰ τὰς ἐπιφανεστάτας τῶν οἰκιῶν ἔκειντο, ἵνα ἐμφορεῖσθαι τοῖς βουλομένοις ᾖ.

3. Ἡ μὲν οὖν ἐπινίκιός τε καὶ τροπαιοφόρος πομπὴ καὶ θυσία, ἣν καλοῦσι Ῥωμαῖοι θρίαμβον, ὑπὸ Ῥωμύλου πρώτου κατασταθεῖσα τοιαύτη τις ἦν· ἐν δὲ τῷ καθ´ ἡμᾶς βίῳ πολυτελὴς γέγονε καὶ ἀλαζὼν εἰς πλούτου μᾶλλον ἐπίδειξιν ἢ δόκησιν ἀρετῆς ἐπιτραγῳδουμένη καὶ καθ´ ἅπασαν ἰδέαν ἐκβέβηκε τὴν ἀρχαίαν εὐτέλειαν.

4. Μετὰ δὲ τὴν πομπήν τε καὶ θυσίαν νεὼν κατασκευάσας ὁ Ῥωμύλος ἐπὶ τῆς κορυφῆς τοῦ Καπιτωλίου λόφου Διός, ὃν ἐπικαλοῦσι Ῥωμαῖοι φερέτριον, οὐ μέγαν· ἔτι γὰρ αὐτοῦ σώζεται τὸ ἀρχαῖον ἴχνος ἐλάττονας ἢ πέντε ποδῶν καὶ δέκα τὰς μείζους πλευρὰς ἔχον· ἐν τούτῳ καθιέρωσε τὰ σκῦλα τοῦ Καινινιτῶν βασιλέως, ὃν αὐτοχειρίᾳ κατειργάσατο. τὸν δὲ Δία τὸν φερέτριον, ᾧ τὰ ὅπλα ὁ Ῥωμύλος ἀνέθηκεν, εἴτε βούλεταί τις τροπαιοῦχον εἴτε σκυλοφόρον καλεῖν ὡς ἀξιοῦσί τινες εἴθ´, ὅτι πάντων ὑπερέχει καὶ πᾶσαν ἐν κύκλῳ περιείληφε τὴν τῶν ὄντων φύσιν τε καὶ κίνησιν, ὑπερφερέτην οὐχ ἁμαρτήσεται τῆς ἀληθείας.

XXXV. 1. Ὡς δ´ ἀπέδωκε τοῖς θεοῖς ὁ βασιλεὺς τὰς χαριστηρίους θυσίας τε καὶ ἀπαρχάς, πρὶν ἢ τῶν ἄλλων τι διαπράξασθαι βουλὴν ἐποιεῖτο περὶ τῶν κρατηθεισῶν πόλεων, ὅντινα χρηστέον αὐταῖς τρόπον, αὐτὸς ἣν ὑπελάμβανε κρατίστην εἶναι γνώμην, πρῶτος ἀποδειξάμενος.

2. Ὡς δὲ πᾶσι τοῖς ἐν τῷ συνεδρίῳ παροῦσιν ἥ τε ἀσφάλεια τῶν βουλευμάτων τοῦ ἡγεμόνος ἤρεσκε καὶ ἡ λαμπρότης τά τε ἄλλα ὅσα ἐξ αὐτῶν γενήσεται τῇ πόλει χρήσιμα οὐκ ἐν τῷ παραχρῆμα μόνον ἀλλὰ καὶ εἰς ἅπαντα τὸν ἄλλον χρόνον ἐπῃνεῖτο, συνελθεῖν κελεύσας τὰς γυναῖκας ὅσαι τοῦ τε Ἀντεμνατῶν καὶ τοῦ Καινινιτῶν ἐτύγχανον οὖσαι γένους, ἡρπασμέναι δὲ ἅμα ταῖς ἄλλαις, ἐπεὶ δὲ συνῆλθον ὀλοφυρόμεναί τε καὶ προκυλιόμεναι καὶ τὰς τῶν πατρίδων ἀνακλαίουσαι τύχας, ἐπισχεῖν τῶν ὀδυρμῶν καὶ σιωπῆσαι κελεύσας ἔλεξε·

3. Τοῖς μὲν ὑμετέροις πατράσι καὶ ἀδελφοῖς καὶ ὅλαις ταῖς πόλεσιν ὑμῶν ἅπαντα τὰ δεινὰ ὀφείλεται παθεῖν, ὅτι πόλεμον ἀντὶ φιλίας οὔτε ἀναγκαῖον οὔτε καλὸν ἀνείλοντο· ἡμεῖς δὲ πολλῶν ἕνεκεν ἐγνώκαμεν μετρίᾳ χρήσασθαι γνώμῃ πρὸς αὐτοὺς θεῶν τε νέμεσιν ὑφορώμενοι τὴν ἅπασι τοῖς ὑπερόγκοις ἐνισταμένην καὶ ἀνθρώπων φθόνον δεδιότες ἔλεόν τε κοινῶν κακῶν οὐ μικρὸν ἔρανον εἶναι νομίζοντες, ὡς κἂν αὐτοί ποτε τοῦ παρ´ ἑτέρων δεηθέντες, ὑμῖν τε οὐ μεμπταῖς ὑπαρχούσαις μέχρι τοῦδε περὶ τοὺς ἑαυτῶν ἄνδρας οὐ μικρὰν οἰόμενοι ταύτην ἔσεσθαι τιμὴν καὶ χάριν.

4. Παρίεμεν οὖν αὐτοῖς τὴν ἁμαρτάδα ταύτην ἀζήμιον καὶ οὔτε ἐλευθερίαν οὔτε κτῆσιν οὔτ´ ἄλλο τῶν ἀγαθῶν οὐδὲν τοὺς πολίτας ὑμῶν ἀφαιρούμεθα. ἐφίεμεν δὲ τοῖς τε μένειν γλιχομένοις ἐκεῖ καὶ τοῖς μετενέγκασθαι βουλομένοις τὰς οἰκήσεις ἀκίνδυνόν τε καὶ ἀμεταμέλητον τὴν αἵρεσιν. Τοῦ δὲ μηδὲν ἔτι αὐτοὺς ἐπεξαμαρτεῖν μηδ´ εὑρεθῆναί τι χρῆμα, ὃ ποιήσει τὰς πόλεις διαλύσασθαι τὴν πρὸς ἡμᾶς φιλίαν, φάρμακον ἡγούμεθα κράτιστον εἶναι πρὸς εὐδοξίαν τε καὶ πρὸς ἀσφάλειαν τὸ αὐτὸ χρήσιμον ἀμφοτέροις, εἰ ποιήσαιμεν ἀποικίας τῆς Ῥώμης τὰς πόλεις καὶ συνοίκους αὐταῖς πέμψαιμεν αὐτόθεν τοὺς ἱκανούς. Ἄπιτε οὖν ἀγαθὴν ἔχουσαι διάνοιαν καὶ διπλασίως ἢ πρότερον ἀσπάζεσθε καὶ τιμᾶτε τοὺς ἄνδρας, ὑφ´ ὧν γονεῖς τε ὑμῶν ἐσώθησαν καὶ ἀδελφοὶ καὶ πατρίδες ἐλεύθεραι ἀφίενται.

5. Αἱ μὲν δὴ γυναῖκες ὡς ταῦτ´ ἤκουσαν περιχαρεῖς γενόμεναι καὶ πολλὰ δάκρυα ὑφ´ ἡδονῆς ἀφεῖσαι μετέστησαν ἐκ τῆς ἀγορᾶς, ὁ δὲ Ῥωμύλος τριακοσίους μὲν ἄνδρας εἰς ἑκατέραν ἀποίκους ἀπέστειλεν, οἷς ἔδοσαν αἱ πόλεις τρίτην κατακληρουχῆσαι μοῖραν τῆς ἑαυτῶν γῆς.

6. Καινινιτῶν δὲ καὶ Ἀντεμνατῶν τοὺς βουλομένους μεταθέσθαι τὴν οἴκησιν εἰς Ῥώμην γυναιξὶν ἅμα καὶ τέκνοις μετήγαγον κλήρους τε τοὺς ἑαυτῶν ἔχοντας καὶ χρήματα φερομένους ὅσα ἐκέκτηντο, οὓς εὐθὺς εἰς φυλὰς καὶ φράτρας ὁ βασιλεὺς κατέγραψε, τρισχιλίων οὐκ ἐλάττους ὄντας, ὥστε τοὺς σύμπαντας ἑξακισχιλίους πεζοὺς Ῥωμαίοις τότε πρῶτον ἐκ καταλόγου γενέσθαι.

7. Καινίνη μὲν δὴ καὶ Ἄντεμνα πόλεις οὐκ ἄσημοι γένος ἔχουσαι τὸ Ἑλληνικόν, Ἀβοριγῖνες γὰρ αὐτὰς ἀφελόμενοι τοὺς Σικελοὺς κατέσχον, Οἰνώτρων μοῖρα τῶν ἐξ Ἀρκαδίας ἀφικομένων, ὡς εἴρηταί μοι πρότερον, μετὰ τόνδε τὸν πόλεμον ἀποικίαι Ῥωμαίων γεγένηντο.

XXXVI. 1 Ὁ δὲ Ῥωμύλος ταῦτα διαπραξάμενος ἐπὶ Κρουστομερίνους ἐξάγει τὴν στρατιὰν παρεσκευασμένους ἄμεινον τῶν προτέρων· οὓς ἐκ παρατάξεώς τε καὶ τειχομαχίας παραστησάμενος ἄνδρας ἀγαθοὺς κατὰ τὸν ἀγῶνα γενομένους οὐδὲν ἔτι διαθεῖναι κακὸν ἠξίωσεν, ἀλλὰ καὶ ταύτην ἐποίησεν ἄποικον Ῥωμαίων τὴν πόλιν ὥσπερ τὰς προτέρας.

2. Ἦν δὲ τὸ Κρουστομέριον Ἀλβανῶν ἀπόκτισις πολλοῖς πρότερον τῆς Ῥώμης ἀποσταλεῖσα χρόνοις. Διαγγελλούσης δὲ τῆς φήμης πολλαῖς πόλεσι τήν τε κατὰ πολέμους γενναιότητα τοῦ ἡγεμόνος καὶ πρὸς τοὺς κρατηθέντας ἐπιείκειαν ἄνδρες τε αὐτῷ προσετίθεντο πολλοὶ καὶ ἀγαθοὶ δυνάμεις ἀξιοχρέους πανοικίᾳ μετανισταμένας ἐπαγόμενοι, ὧν ἐφ´ ἑνὸς ἡγεμόνος ἐκ Τυρρηνίας ἐλθόντος, ᾧ Καίλιος ὄνομα ἦν, τῶν λόφων τις, ἐν ᾧ καθιδρύθη, Καίλιος εἰς τόδε χρόνου καλεῖται· καὶ πόλεις ὅλαι παρεδίδοσαν ἑαυτὰς ἀπὸ τῆς Μεδυλλίνων ἀρξάμεναι καὶ ἐγίνοντο Ῥωμαίων ἀποικίαι.

3. Σαβῖνοι δὲ ταῦτα ὁρῶντες ἤχθοντο καὶ δι´ αἰτίας ἀλλήλους εἶχον, ὅτι οὐκ ἀρχομένην τὴν Ῥωμαίων ἰσχὺν ἐκώλυσαν, ἀλλ´ ἐπὶ μέγα προηκούσῃ συμφέρεσθαι ἔμελλον, ἐδόκει τε αὐτοῖς ἐπανορθώσασθαι τὴν προτέραν ἄγνοιαν ἀξιολόγου δυνάμεως ἀποστολῇ. Καὶ μετὰ τοῦτο ἀγορὰν ποιησάμενοι σύμπαντες ἐν τῇ μεγίστῃ τε πόλει καὶ πλεῖστον ἀξίωμα ἐχούσῃ τοῦ ἔθνους, ᾗ Κυρὶς ὄνομα ἦν, ψῆφον ὑπὲρ τοῦ πολέμου διήνεγκαν ἀποδείξαντες ἡγεμόνα τῆς στρατιᾶς Τῖτον, ὃς ἐπεκαλεῖτο Τάτιος, βασιλέα Κυριτῶν. Σαβῖνοι μὲν δὴ ταῦτα βουλευσάμενοι καὶ διαλυθέντες κατὰ τὰς πόλεις τὰ πρὸς τὸν πόλεμον ηὐτρεπίζοντο, ὡς εἰς νέωτα ἐπὶ τὴν Ῥώμην πολλῇ χειρὶ ἐλάσοντες.

XXXVII. 1. Ἐν τούτῳ δὲ καὶ ὁ Ῥωμύλος ἀντιπαρεσκευάζετο τὰ κράτιστα, ὡς ἀμυνούμενος ἄνδρας τὰ πολέμια ἀλκίμους, τοῦ μὲν Παλατίου τὸ τεῖχος ὡς ἀσφαλέστερον εἶναι τοῖς ἔνδον ὑψηλοτέροις ἐρύμασιν ἐγείρων, τοὺς δὲ παρακειμένους αὐτῷ λόφους τόν τε Αὐεντῖνον καὶ τὸν Καπιτωλῖνον νῦν λεγόμενον ἀποταφρεύων καὶ χαρακώμασι καρτεροῖς περιλαμβάνων, ἐν οἷς τὰ ποίμνια καὶ τοὺς γεωργοὺς αὐλίζεσθαι τὰς νύκτας ἐπέταξεν ἐχεγγύῳ φρουρᾷ καταλαβὼν ἑκάτερον, καὶ εἴ τι ἄλλο χωρίον ἀσφάλειαν αὐτοῖς παρέξειν ἔμελλεν ἀποταφρεύων καὶ περισταυρῶν καὶ διὰ φυλακῆς ἔχων.

2. Ἧκε δὲ αὐτῷ Τυρρηνῶν ἐπικουρίαν ἱκανὴν ἄγων ἐκ Σολωνίου πόλεως ἀνὴρ δραστήριος καὶ τὰ πολέμια ἔργα διαφανής, Λοκόμων ὄνομα, φίλος οὐ πρὸ πολλοῦ γεγονώς, καὶ παρ´ Ἀλβανῶν ἄνδρες, οὓς ὁ πάππος ἔπεμψεν αὐτῷ, συχνοὶ στρατιῶταί τε καὶ ὑπηρέται καὶ τεχνῖται πολεμικῶν ἔργων, σῖτός τε καὶ ὅπλα καὶ ὅσα τούτοις πρόσφορα ἦν ἱκανῶς ἅπαντα ἐπεχορηγεῖτο.

3. Ἐπεὶ δ´ ἐν ἑτοίμῳ τὰ πρὸς τὸν ἀγῶνα ἦν ἑκατέροις, ἔαρος ἀρχομένου μέλλοντες ἐξάγειν οἱ Σαβῖνοι τὰς δυνάμεις ἔγνωσαν ἀποστεῖλαι πρεσβείαν πρῶτον ὡς τοὺς πολεμίους τάς τε γυναῖκας ἀξιώσουσαν ἀπολαβεῖν καὶ δίκας ὑπὲρ αὐτῶν αἰτήσουσαν τῆς ἁρπαγῆς, ἵνα δὴ δι´ ἀνάγκην δοκῶσιν ἀνειληφέναι τὸν πόλεμον οὐ τυγχάνοντες τῶν δικαίων, καὶ τοὺς κήρυκας ἔπεμπον ἐπὶ ταῦτα.

4. Ῥωμύλου δὲ ἀξιοῦντος τὰς μὲν γυναῖκας, ἐπειδὴ οὐδ´ αὐταῖς ἀκούσαις ὁ μετὰ τῶν ἀνδρῶν βίος ἦν, ἐᾶν παρὰ τοῖς γεγαμηκόσι μένειν, εἰ δέ τινος ἄλλου δέονται λαμβάνειν ὡς παρὰ φίλων, πολέμου δὲ μὴ ἄρχειν, οὐδενὶ τῶν ἀξιουμένων ὑπακούσαντες ἐξῆγον τὴν στρατιὰν πεζοὺς μὲν ἄγοντες πεντακισχιλίους ἐπὶ δύο μυριάσιν, ἱππεῖς δὲ ὀλίγου δέοντας χιλίων.

5. Ἦν δὲ καὶ ἡ τῶν Ῥωμαίων δύναμις οὐ πολὺ τῆς Σαβίνων δέουσα δύο μὲν αἱ τῶν πεζῶν μυριάδες, ὀκτακόσιοι δ´ ἱππεῖς, καὶ προεκάθητο τῆς πόλεως διχῇ διῃρημένη, μία μὲν μοῖρα τὸν Ἐσκυλῖνον κατέχουσα λόφον, ἐφ´ ἧς αὐτὸς ὁ Ῥωμύλος ἦν, ἑτέρα δὲ τὸν Κυρίνιον οὔπω ταύτην ἔχοντα τὴν προσηγορίαν, ἧς ὁ Τυρρηνὸς ἦν Λοκόμων ἡγεμών.

XXXVIII. 1. Μαθὼν δὲ τὴν παρασκευὴν αὐτῶν Τάτιος ὁ τῶν Σαβίνων βασιλεὺς νυκτὸς ἀναστήσας τὸν στρατὸν ἦγε διὰ τῆς χώρας οὐδὲν σινόμενος τῶν κατὰ τοὺς ἀγροὺς καὶ πρὶν ἀνατεῖλαι τὸν ἥλιον μεταξὺ τοῦ τε Κυρινίου καὶ τοῦ Καπιτωλίου τίθησιν ἐν τῷ πεδίῳ τὸν χάρακα. ὁρῶν δὲ ἀσφαλεῖ πάντα φυλακῇ κατεχόμενα πρὸς τῶν πολεμίων, σφίσι δὲ οὐδὲν χωρίον ἀπολειπόμενον ὀχυρὸν εἰς πολλὴν ἐνέπιπτεν ἀπορίαν οὐκ ἔχων ὅ τι χρήσεται τῇ τριβῇ τοῦ χρόνου.

2. Ἀμηχανοῦντι δὲ αὐτῷ παράδοξος εὐτυχία γίνεται παραδοθέντος τοῦ κρατίστου τῶν ὀχυρωμάτων κατὰ τοιάνδε τινὰ συντυχίαν. Παρεξιόντας γὰρ τὴν ῥίζαν τοῦ Καπιτωλίου τοὺς Σαβίνους εἰς ἐπίσκεψιν, εἴ τι μέρος εὑρεθείη τοῦ λόφου κλοπῇ ληφθῆναι δυνατὸν ἢ βίᾳ, παρθένος τις ἀπὸ τοῦ μετεώρου κατεσκόπει θυγάτηρ ἀνδρὸς ἐπιφανοῦς, ᾧ προσέκειτο ἡ τοῦ χωρίου φυλακή, Τάρπεια ὄνομα·

3. Καὶ αὐτὴν, ὡς μὲν Φάβιός τε καὶ Κίγκιος γράφουσιν, ἔρως εἰσέρχεται τῶν ψελλίων, ἃ περὶ τοῖς ἀριστεροῖς βραχίοσιν ἐφόρουν, καὶ τῶν δακτυλίων· χρυσοφόροι γὰρ ἦσαν οἱ Σαβῖνοι τότε καὶ Τυρρηνῶν οὐχ ἧττον ἁβροδίαιτοι· ὡς δὲ Πείσων Λεύκιος ὁ τιμητικὸς ἱστορεῖ, καλοῦ πράγματος ἐπιθυμία γυμνοὺς τῶν σκεπαστηρίων ὅπλων παραδοῦναι τοῖς πολίταις τοὺς πολεμίους.

4. Ὁπότερον δὲ τούτων ἀληθέστερόν ἐστιν ἐκ τῶν ὕστερον γενομένων ἔξεστιν εἰκάζειν. πέμψασα δ´ οὖν τῶν θεραπαινίδων τινὰ διὰ πυλίδος, ἣν οὐδεὶς ἔμαθεν ἀνοιγομένην, ἠξίου τὸν βασιλέα τῶν Σαβίνων ἐλθεῖν αὑτῇ δίχα τῶν ἄλλων εἰς λόγους, ὡς ἐκείνῳ διαλεξομένη περὶ πράγματος ἀναγκαίου καὶ μεγάλου. Δεξαμένου δὲ τοῦ Τατίου τὸν λόγον κατ´ ἐλπίδα προδοσίας καὶ συνελθόντος εἰς τὸν ἀποδειχθέντα τόπον, προελθοῦσα εἰς ἐφικτὸν ἡ παρθένος ἐξεληλυθέναι μὲν νυκτὸς ἐκ τοῦ φρουρίου τὸν πατέρα αὑτῆς ἔφη χρείας τινὸς ἕνεκα, τὰς δὲ κλεῖς αὐτὴ φυλάττειν τῶν πυλῶν καὶ παραδώσειν αὐτοῖς τὸ ἔρυμα νυκτὸς ἀφικομένοις μισθὸν τῆς προδοσίας λαβοῦσα τὰ φορήματα τῶν Σαβίνων, ἃ περὶ τοῖς εὐωνύμοις εἶχον ἅπαντες βραχίοσιν.

5. Εὐδοκοῦντος δὲ τοῦ Τατίου λαβοῦσα τὰς πίστεις δι´ ὅρκων παρ´ αὐτοῦ καὶ αὐτὴ δοῦσα τοῦ μὴ ψεύδεσθαι τὰς ὁμολογίας τόπον τε ὁρίσασα, ἐφ´ ὃν ἔδει τοὺς Σαβίνους ἐλθεῖν, τὸν ἐχυρώτατον καὶ νυκτὸς ὥραν τὴν ἀφυλακτοτάτην ἀπῄει καὶ τοὺς ἔνδον ἔλαθε.

XXXIX. 1. Μέχρι μὲν δὴ τούτων συμφέρονται πάντες οἱ Ῥωμαίων συγγραφεῖς, ἐν δὲ τοῖς ὕστερον λεγομένοις οὐχ ὁμολογοῦσι. Πείσων γὰρ ὁ τιμητικός, οὗ καὶ πρότερον ἐμνήσθην, ἄγγελόν φησιν ὑπὸ τῆς Ταρπείας ἀποσταλῆναι νύκτωρ ἐκ τοῦ χωρίου δηλώσοντα τῷ Ῥωμύλῳ τὰς γενομένας τῇ κόρῃ πρὸς τοὺς Σαβίνους ὁμολογίας, ὅτι μέλλοι τὰ σκεπαστήρια παρ´ αὐτῶν αἰτεῖν ὅπλα διὰ τῆς κοινότητος τῶν ὁμολογιῶν παρακρουσαμένη, δύναμίν τε ἀξιώσοντα πέμπειν ἐπὶ τὸ φρούριον ἑτέραν νυκτός, ὡς αὐτῷ στρατηλάτῃ παραληψόμενον τοὺς πολεμίους γυμνοὺς τῶν ὅπλων· τὸν δὲ ἄγγελον αὐτομολήσαντα πρὸς τὸν ἡγεμόνα τῶν Σαβίνων κατήγορον γενέσθαι τῶν τῆς Ταρπείας βουλευμάτων. Οἱ δὲ περὶ τὸν Φάβιόν τε καὶ Κίγκιον οὐδὲν τοιοῦτο γεγονέναι λέγουσιν, ἀλλὰ φυλάξαι τὴν κόρην διαβεβαιοῦνται τὰς περὶ τῆς προδοσίας συνθήκας.

2. Τὰ δ´ ἑξῆς ἅπαντες πάλιν ὁμοίως γράφουσι. φασὶ γὰρ ὅτι παραγενομένου σὺν τῷ κρατίστῳ τῆς στρατιᾶς μέρει τοῦ βασιλέως τῶν Σαβίνων φυλάττουσα τὰς ὑποσχέσεις ἡ Τάρπεια τοῖς μὲν πολεμίοις ἀνέῳξε τὴν συγκειμένην πυλίδα, τοὺς δ´ ἐν τῷ χωρίῳ φύλακας ἀναστήσασα διαταχέων σώζειν ἑαυτοὺς ἠξίου καθ´ ἑτέρας ἐξόδους τοῖς πολεμίοις ἀφανεῖς, ὡς κατεχόντων ἤδη τῶν Σαβίνων τὸ φρούριον· 3. διαφυγόντων δὲ τούτων τοὺς μὲν Σαβίνους ἀνεῳγμένας εὑρόντας τὰς πύλας κατασχεῖν τὸ φρούριον ἔρημον τῶν φυλάκων, τὴν δὲ Τάρπειαν ὡς τὰ παρ´ ἑαυτῆς ὅσα συνέθετο παρεσχημένην ἀξιοῦν τοὺς μισθοὺς τῆς προδοσίας κατὰ τοὺς ὅρκους ἀπολαβεῖν.

XL. 1. Ἔπειτα πάλιν ὁ μὲν Πείσων φησὶ τῶν Σαβίνων τὸν χρυσὸν ἑτοίμων ὄντων διδόναι τῇ κόρῃ τὸν περὶ τοῖς ἀριστεροῖς βραχίοσι τὴν Τάρπειαν οὐ τὸν κόσμον ἀλλὰ τοὺς θυρεοὺς παρ´ αὐτῶν αἰτεῖν. Τατίῳ δὲ θυμόν τε εἰσελθεῖν ἐπὶ τῇ ἐξαπάτῃ καὶ λογισμὸν τοῦ μὴ παραβῆναι τὰς ὁμολογίας. Δόξαι δ´ οὖν αὐτῷ δοῦναι μὲν τὰ ὅπλα, ὥσπερ ἡ παῖς ἠξίωσε, ποιῆσαι δ´ ὅπως αὐτοῖς μηδὲν λαβοῦσα χρήσεται, καὶ αὐτίκα διατεινάμενον ὡς μάλιστα ἰσχύος εἶχε ῥῖψαι τὸν θυρεὸν κατὰ τῆς κόρης καὶ τοῖς ἄλλοις παρακελεύσασθαι ταὐτὸ ποιεῖν. οὕτω δὴ βαλλομένην πάντοθεν τὴν Τάρπειαν ὑπὸ πλήθους τε καὶ ἰσχύος τῶν πληγῶν πεσεῖν καὶ περισωρευθεῖσαν ὑπὸ τῶν θυρεῶν ἀποθανεῖν.

2. Οἱ δὲ περὶ τὸν Φάβιον ἐπὶ τοῖς Σαβίνοις ποιοῦσι τὴν τῶν ὁμολογιῶν ἀπάτην· δέον γὰρ αὐτοὺς τὸν χρυσόν, ὥσπερ ἡ Τάρπεια ἠξίου, κατὰ τὰς ὁμολογίας ἀποδιδόναι, χαλεπαίνοντας ἐπὶ τῷ μεγέθει τοῦ μισθοῦ τὰ σκεπαστήρια κατ´ αὐτῆς βαλεῖν, ὡς ταῦτα ὅτε ὤμνυσαν αὐτῇ δώσειν ὑπεσχημένους. Ἔοικε δὲ τὰ μετὰ ταῦτα γενόμενα τὴν Πείσωνος ἀληθεστέραν ποιεῖν {ἀπόκρισιν}.

3. Τάφου τε γὰρ ἔνθα ἔπεσεν ἠξίωται τὸν ἱερώτατον τῆς πόλεως κατέχουσα λόφον, καὶ χοὰς αὐτῇ Ῥωμαῖοι καθ´ ἕκαστον ἐνιαυτὸν ἐπιτελοῦσι, (λέγω δὲ ἃ Πείσων γράφει) ὧν οὐδενὸς εἰκὸς αὐτήν, εἰ προδιδοῦσα τὴν πατρίδα τοῖς πολεμίοις ἀπέθανεν, οὔτε παρὰ τῶν προδοθέντων οὔτε παρὰ τῶν ἀποκτεινάντων τυχεῖν, ἀλλὰ καὶ εἴ τι λείψανον αὐτῆς ἦν τοῦ σώματος ἀνασκαφὲν ἔξω ῥιφῆναι σὺν χρόνῳ φόβου τε καὶ ἀποτροπῆς ἕνεκα τῶν μελλόντων τὰ ὅμοια δρᾶν. Ἀλλ´ ὑπὲρ μὲν τούτων κρινέτω τις ὡς βούλεται.