Μετάβαση στο περιεχόμενο

Ρωμαϊκή Αρχαιολογία/β/21

Από Βικιθήκη
Κεφάλαια 21–30
Συγγραφέας:
Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος β΄


XXI. 1. Ἀλλ´ ὑπὲρ μὲν τούτων τοῖς αὐτὸ μόνον τὸ θεωρητικὸν τῆς φιλοσοφίας μέρος ἀποτετμημένοις ἀφείσθω σκοπεῖν, τῆς δ´ ὑπὸ Ῥωμύλου κατασταθείσης πολιτείας καὶ τάδε ἡγησάμην ἱστορίας ἄξια. Πρῶτον μὲν, ὅτι πολλοῖς σώμασιν ἀπέδωκε θεραπεύειν τὸ δαιμόνιον. Ἐν γοῦν ἄλλῃ πόλει νεοκτίστῳ τοσούτους ἱερεῖς τε καὶ θεραπευτὰς θεῶν εὐθὺς ἀποδειχθέντας οὐδεὶς ἂν εἰπεῖν ἔχοι.

2. Χωρὶς γὰρ τῶν ἐχόντων τὰς συγγενικὰς ἱερωσύνας οἱ τὰ κοινὰ περὶ τῆς πόλεως ἱερὰ συντελοῦντες κατὰ φυλάς τε καὶ φράτρας ἑξήκοντα κατεστάθησαν ἐπὶ τῆς ἐκείνου ἀρχῆς· λέγω δὲ ἃ Τερέντιος Οὐάρρων ἐν ἀρχαιολογίαις γέγραφεν, ἀνὴρ τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν ἀκμασάντων πολυπειρότατος. Ἔπειτα, ὅτι τῶν ἄλλων φαύλως πως καὶ ἀπερισκέπτως ὡς ἐπὶ τὸ πολὺ ποιουμένων τὰς αἱρέσεις τῶν ἐπιστησομένων τοῖς ἱεροῖς καὶ τῶν μὲν ἀργυρίου τὸ τίμιον ἀξιούντων ἀποκηρύττειν, τῶν δὲ κλήρῳ διαιρούντων, ἐκεῖνος οὔτε ὠνητὰς χρημάτων ἐποίησε τὰς ἱερωσύνας οὔτε κλήρῳ μεριστάς, ἀλλ´ ἐξ ἑκάστης φράτρας ἐνομοθέτησεν ἀποδείκνυσθαι δύο τοὺς ὑπὲρ πεντήκοντα ἔτη γεγονότας τοὺς γένει τε προὔχοντας τῶν ἄλλων καὶ ἀρετῇ διαφόρους καὶ χρημάτων περιουσίαν ἔχοντας ἀρκοῦσαν καὶ μηδὲν ἠλαττωμένους τῶν περὶ τὸ σῶμα· τούτους δὲ οὐκ εἰς ὡρισμένον τινὰ χρόνον τὰς τιμὰς ἔταξεν ἔχειν, ἀλλὰ διὰ παντὸς τοῦ βίου στρατειῶν μὲν ἀπολελυμένους διὰ τὴν ἡλικίαν, τῶν δὲ κατὰ τὴν πόλιν ὀχληρῶν διὰ τὸν νόμον.

XXII. 1. Ἐπεὶ δὲ καὶ διὰ γυναικῶν ἔδει τινὰ ἱερὰ συντελεῖσθαι καὶ διὰ παίδων ἀμφιθαλῶν ἕτερα, ἵνα καὶ ταῦτα γένηται κατὰ τὸ κράτιστον, τάς τε γυναῖκας ἔταξε τῶν ἱερέων τοῖς ἑαυτῶν ἀνδράσι συνιερᾶσθαι, καὶ εἴ τι μὴ θέμις ἦν ὑπ´ ἀνδρῶν ὀργιάζεσθαι κατὰ νόμον τὸν ἐπιχώριον, ταύτας ἐπιτελεῖν καὶ παῖδας αὐτῶν τὰ καθήκοντα λειτουργεῖν· τοῖς δὲ ἄπαισιν ἐκ τῶν ἄλλων οἴκων τοὺς χαριεστάτους καταλεγέντας ἐξ ἑκάστης φράτρας, κόρον καὶ κόρην, τὸν μὲν ἕως ἥβης ὑπηρετεῖν ἐπὶ τοῖς ἱεροῖς, τὴν δὲ κόρην ὅσον ἂν ᾖ χρόνον ἁγνὴ γάμων· ἐκ τῶν Ἑλληνικῶν νόμων καὶ ταῦτα μετενεγκάμενος, ὡς ἐγὼ πείθομαι.

2. Ὅσα μὲν γὰρ αἱ κανηφόροι καὶ ἀρρηφόροι λεγόμεναι λειτουργοῦσιν ἐπὶ τῶν Ἑλληνικῶν ἱερῶν, ταῦτα παρὰ Ῥωμαίοις αἱ προσαγορευόμεναι τουτολᾶται συντελοῦσι στεφάναις κοσμούμεναι τὰς κεφαλάς, οἵαις κοσμεῖται τὰ τῆς Ἐφεσίας Ἀρτέμιδος ἀφιδρύματα παρ´ Ἕλλησιν. Ὅσα δὲ παρὰ Τυρρηνοῖς καὶ ἔτι πρότερον παρὰ Πελασγοῖς ἐτέλουν ἐπί τε Κουρήτων καὶ μεγάλων θεῶν ὀργιασμοῖς οἱ καλούμενοι πρὸς αὐτῶν κάδμιλοι, ταῦτα κατὰ τὸν αὐτὸν τρόπον ὑπηρέτουν τοῖς ἱερεῦσιν οἱ λεγόμενοι νῦν ὑπὸ Ῥωμαίων κάμιλοι.

3. Ἔτι πρὸς τούτοις ἔταξε μάντιν ἐξ ἑκάστης φυλῆς ἕνα παρεῖναι τοῖς ἱεροῖς, ὃν ἡμεῖς μὲν ἱεροσκόπον καλοῦμεν, Ῥωμαῖοι δὲ ὀλίγον τι τῆς ἀρχαίας φυλάττοντες ὀνομασίας ἀρούσπικα προσαγορεύουσιν. Ἅπαντας δὲ τοὺς ἱερεῖς τε καὶ λειτουργοὺς τῶν θεῶν ἐνομοθέτησεν ἀποδείκνυσθαι μὲν ὑπὸ τῶν φρατρῶν, ἐπικυροῦσθαι δὲ ὑπὸ τῶν ἐξηγουμένων τὰ θεῖα διὰ μαντικῆς.

XXIII. 1. Ταῦτα περὶ τῶν θρησκευόντων τοὺς θεοὺς καταστησάμενος διῄρει πάλιν, ὡς ἔφην, κατ´ ἐπιτηδειότητα ταῖς φράτραις τὰ ἱερά, θεοὺς ἀποδεικνὺς ἑκάστοις καὶ δαίμονας, οὓς ἔμελλον ἀεὶ σέβειν, καὶ τὰς εἰς τὰ ἱερὰ δαπάνας ἔταξεν, ἃς ἐχρῆν αὐτοῖς ἐκ τοῦ δημοσίου δίδοσθαι.

2. Συνέθυόν τε τοῖς ἱερεῦσιν οἱ φρατριεῖς τὰς ἀπομερισθείσας αὐτοῖς θυσίας καὶ συνειστιῶντο κατὰ τὰς ἑορτὰς ἐπὶ τῆς φρατριακῆς ἑστίας· ἑστιατόριον γὰρ ἦν κατεσκευασμένον ἑκάστῃ φράτρᾳ καὶ ἐν αὐτῷ καθωσίωτό τις, ὥσπερ ἐν τοῖς Ἑλληνικοῖς πρυτανείοις, ἑστία κοινὴ τῶν φρατριῶν. Ὄνομα δὲ καὶ τοῖς ἑστιατορίοις ἦν, ὅπερ ταῖς φράτραις, κουρίαι καὶ μέχρις ἡμῶν οὕτω καλοῦνται.

3. Τοῦτο τὸ πολίτευμα δοκεῖ μοι λαβεῖν ἐκ τῆς Λακεδαιμονίων ἀγωγῆς τῆς περὶ τὰ φιδίτια κατ´ ἐκεῖνον τὸν χρόνον ἐπιχωριαζούσης, ἣν Λυκοῦργος εἰσηγήσασθαι δοκεῖ παρὰ Κρητῶν μαθών, καὶ μεγάλα τὴν πόλιν ὠφελῆσαι ἐν εἰρήνῃ μὲν εἰς εὐτέλειαν ἄγων τοὺς βίους καὶ σωφροσύνην τῆς καθ´ ἡμέραν διαίτης, ἐν πολέμῳ δ´ εἰς αἰδῶ καὶ πρόνοιαν καταστήσας ἕκαστον τοῦ μὴ καταλιπεῖν τὸν παραστάτην, ᾧ καὶ συνέσπεισε καὶ συνέθυσε καὶ κοινῶν ἱερῶν μετέσχεν.

4. Καὶ οὐ μόνον τῆς περὶ ταῦτα σοφίας χάριν ἄξιος ἐπαινεῖσθαι ὁ ἀνήρ, ἀλλὰ καὶ τῆς εὐτελείας τῶν θυσιῶν, αἷς γεραίρεσθαι τοὺς θεοὺς ἐνομοθέτησεν, ὧν αἱ πλεῖσται διέμενον ἕως τῆς καθ´ ἡμᾶς ἡλικίας, εἰ μὴ καὶ πᾶσαι κατὰ τὸν ἀρχαῖον ἐπιτελούμεναι τρόπον.

5. Ἐγὼ γοῦν ἐθεασάμην ἐν ἱεραῖς οἰκίαις δεῖπνα προκείμενα θεοῖς ἐπὶ τραπέζαις ξυλίναις ἀρχαϊκαῖς ἐν κάνησι καὶ πινακίσκοις κεραμεοῖς, ἀλφίτων μάζας καὶ πόπανα καὶ ζέας καὶ καρπῶν τινων ἀπαρχὰς καὶ ἄλλα τοιαῦτα λιτὰ καὶ εὐδάπανα καὶ πάσης ἀπειροκαλίας ἀπηλλαγμένα· καὶ σπονδὰς εἶδον ἐγκεκραμένας οὐκ ἐν ἀργυροῖς καὶ χρυσοῖς ἄγγεσιν, ἀλλ´ ἐν ὀστρακίναις κυλίσκαις καὶ πρόχοις, καὶ πάνυ ἠγάσθην τῶν ἀνδρῶν ὅτι διαμένουσιν ἐν τοῖς πατρίοις ἔθεσιν οὐδὲν ἐξαλλάττοντες τῶν ἀρχαίων ἱερῶν εἰς τὴν ἀλαζόνα πολυτέλειαν.

6. Ἔστι μὲν οὖν ἃ καὶ Νόμας Πομπίλιος ὁ μετὰ Ῥωμύλον ἄρξας τῆς πόλεως κατεστήσατο μνήμης ἄξια καὶ λόγου, περιττὸς τὴν γνώμην ἀνὴρ καὶ τὰ θεῖα ἐξηγήσασθαι σοφὸς ἐν ὀλίγοις, ὑπὲρ ὧν ὕστερον ἐρῶ, καὶ Τύλλος Ὁστίλιος ὁ τρίτος ἀπὸ Ῥωμύλου βασιλεύσας καὶ πάντες οἱ μετ´ ἐκεῖνον γενόμενοι βασιλεῖς· ἀλλ´ ὁ τὰ σπέρματα καὶ τὰς ἀρχὰς αὐτοῖς παρασχὼν καὶ τὰ κυριώτατα καταστησάμενος τῶν περὶ τὰ θεῖα νομίμων Ῥωμύλος ἦν.

XXIV. 1. Δοκεῖ δὲ καὶ τῆς ἄλλης εὐκοσμίας, ᾗ χρώμενοι Ῥωμαῖοι διεφύλαξαν εὐδαιμονοῦσαν τὴν πόλιν ἐπὶ πολλὰς γενεάς, ἐκεῖνος ἄρξαι νόμους καλοὺς καὶ συμφέροντας ἀγράφους μὲν τοὺς πλείστους, ἔστι δ´ οὓς καὶ ἐν γράμμασι κειμένους καταστησάμενος, ὧν ἐγὼ τοὺς μὲν ἄλλους οὐδὲν δέομαι γράφειν, οὓς δὲ πάντων μάλιστα τεθαύμακα καὶ ἐξ ὧν ὑπείληφα καταφανῆ καὶ τὴν ἄλλην τοῦ ἀνδρὸς γενήσεσθαι νομοθεσίαν, ὡς αὐστηρὰ καὶ μισοπόνηρος ἦν καὶ πολλὴν ἔχουσα πρὸς τοὺς ἡρωικοὺς βίους ὁμοιότητα,

2. δι´ ὀλίγης ὑπομνήσεως σημανῶ, τοσοῦτο προειπών, ὅτι μοι δοκοῦσιν ἅπαντες οἱ διατάξαντες τάς τε βαρβαρικὰς καὶ τὰς Ἑλληνικὰς πολιτείας τὸ μὲν κοινὸν ὀρθῶς ἰδεῖν, ὅτι πόλιν ἅπασαν ἐκ πολλῶν οἴκων συνεστῶσαν ὀρθήν τε πλεῖν εἰκὸς ὅταν οἱ τῶν ἰδιωτῶν εὐσταθῶσι βίοι, καὶ χειμῶνα πολὺν ἄγειν ὅταν κακῶς ἑκάστοις ἔχῃ τὰ ἴδια, καὶ ὅτι δεῖ τὸν νοῦν ἔχοντα πολιτικὸν ἐάν τε νομοθέτης ἐάν τε βασιλεὺς ᾖ, ταῦτα νομοθετεῖν, ἃ ποιήσει δικαίους καὶ σώφρονας τοὺς τῶν ἰδιωτῶν βίους.

3. Ἐξ ὧν δ´ ἂν ἐπιτηδευμάτων καὶ δι´ οἵων γένοιντο τοιοῦτοι νόμων, οὐκέθ´ ὁμοίως ἅπαντες δοκοῦσί μοι συνιδεῖν, ἀλλ´ ἔνιοί γε πολλοῦ καὶ τοῦ παντός, ὡς εἰπεῖν, ἐν τοῖς κυριωτάτοις καὶ πρώτοις μέρεσι τῆς νομοθεσίας ἁμαρτεῖν.

4. Αὐτίκα περὶ γάμων καὶ τῆς πρὸς γυναῖκας ὁμιλίας, ἀφ´ ἧς ἄρχεσθαι δεῖ τὸν νομοθέτην, ὥσπερ καὶ ἡ φύσις ἁρμόττειν τοὺς βίους ἡμῶν ἤρξατο, οἱ μὲν ἀπὸ τῶν θηρίων τὸ παράδειγμα λαβόντες ἀφέτους καὶ κοινὰς τὰς μίξεις ἐποίησαν τῷ ἄρρενι πρὸς τὸ θῆλυ, ὡς ἐρωτικῶν τε οἴστρων ἐλευθερώσοντες τοὺς βίους καὶ ζήλων ἀλληλοκτόνων ἐξελούμενοι καὶ πολλῶν ἄλλων ἀπαλλάξοντες κακῶν, ἃ καταλαμβάνει τούς τε ἰδίους οἴκους καὶ τὰς πόλεις ὅλας διὰ γυναῖκας·

5. οἱ δὲ ταύτας μὲν ἐξήλασαν ἐκ τῶν πόλεων τὰς ἀγερώχους καὶ θηριώδεις συνουσίας ἄνδρα συναρμόσαντες εἰς γυναῖκα μίαν, περὶ δὲ φυλακῆς γάμων καὶ σωφροσύνης γυναικῶν νομοθετεῖν οὔτε μεῖζον οὔτ´ ἔλαττον οὐδὲν ἐπεχείρησαν, ἀλλ´ ὡς ἀδυνάτου πράγματος ἀπέστησαν·

6. οἱ δὲ οὔτε ἀνεγγύους ἐποίησαν ὥσπερ ἔνιοι τῶν βαρβάρων τὰς ἀφροδισίους μίξεις οὔτε ἀφῆκαν ὥσπερ Λακεδαιμόνιοι τὰς τῶν γυναικῶν φυλακάς, ἀλλὰ πολλοὺς ἔθεσαν ἐπ´ αὐταῖς νόμους σωφρονιστάς. Εἰσὶ δ´ οἳ καὶ ἀρχήν τινα κατέστησαν ἐπιμελησομένην εὐκοσμίας γυναικῶν· οὐ μὴν ἀποχρῶσά γε ἡ πρόνοια αὐτῶν τῆς τηρήσεως, ἀλλὰ μαλακωτέρα τοῦ δέοντος ἐγένετο καὶ οὐχ ἱκανὴ τὴν μὴ σπουδαίᾳ φύσει κεκραμένην εἰς ἀνάγκην βίου σώφρονος ἀγαγεῖν.

XXV. 1. Ὁ δὲ Ῥωμύλος οὔτε ἀνδρὶ κατὰ γυναικὸς ἐγκλήματα δοὺς φθαρείσης ἢ τὸν οἶκον ἀδίκως ἀπολιπούσης οὔτε γαμετῇ κατ´ ἀνδρὸς αἰτιωμένῃ κάκωσιν ἢ ἄδικον ἀπόλειψιν οὔτε περὶ προικὸς ἀποδόσεως ἢ κομιδῆς νόμους θεὶς οὔτε ἄλλο τῶν παραπλησίων τούτοις διορίσας οὐδ´ ὁτιοῦν, ἕνα δὲ νόμον ὑπὲρ ἁπάντων εὖ ἔχοντα, ὡς αὐτὰ τὰ ἔργα ἐδήλωσε, καταστησάμενος εἰς σωφροσύνην καὶ πολλὴν εὐκοσμίαν ἤγαγε τὰς γυναῖκας.

2. Ἦν δὲ τοιόςδε ὁ νόμος· γυναῖκα γαμετὴν τὴν κατὰ γάμους ἱεροὺς συνελθοῦσαν ἀνδρὶ κοινωνὸν ἁπάντων εἶναι χρημάτων τε καὶ ἱερῶν. Ἐκάλουν δὲ τοὺς ἱεροὺς καὶ νομίμους οἱ παλαιοὶ γάμους Ῥωμαϊκῇ προσηγορίᾳ περιλαμβάνοντες φαρραχείους ἐπὶ τῆς κοινωνίας τοῦ φαρρός, ὃ καλοῦμεν ἡμεῖς ζέαν. αὕτη γὰρ ἦν ἀρχαία καὶ μέχρι πολλοῦ συνήθης ἅπασιν αὐτοῖς ἡ τροφή· φέρει δὲ πολλὴν καὶ καλὴν ἡ Ῥωμαίων γῆ [τὴν ζέαν]. Καὶ ὥσπερ {ἡμεῖς οἱ} Ἕλληνες τὸν κρίθινον καρπὸν ἀρχαιότατον ὑπολαμβάνοντες ἐπὶ τῶν θυσιῶν κριθαῖς καταρχόμεθα οὐλὰς αὐτὰς καλοῦντες, οὕτω Ῥωμαῖοι τιμιώτατόν τε καρπὸν καὶ ἀρχαιότατον εἶναι νομίζοντες τὰς ζέας διὰ τούτων ἁπάσης ἐμπύρου θυσίας κατάρχονται. μένει γὰρ ἔτι καὶ οὐ μεταπέπτωκεν εἰς πολυτελεστέρας ἀπαρχὰς τὸ ἔθος.

3. Τὸ δὴ κοινωνοὺς τῆς ἱερωτάτης τε καὶ πρώτης τροφῆς γενέσθαι γυναῖκας ἀνδράσι καὶ ἐπὶ τῇ ὅλῃ συνελθεῖν τύχῃ τὴν μὲν ἐπίκλησιν τῆς κοινωνίας τοῦ φαρρὸς εἶχεν, εἰς σύνδεσμον δ´ ἀναγκαῖον οἰκειότητος ἔφερεν ἀδιαλύτου, καὶ τὸ διαιρῆσον τοὺς γάμους τούτους οὐδὲν ἦν.

4. Οὗτος ὁ νόμος τάς τε γυναῖκας ἠνάγκασε τὰς γαμετάς, οἷα δὴ μηδεμίαν ἐχούσας ἑτέραν ἀποστροφήν, πρὸς ἕνα τὸν τοῦ γεγαμηκότος ζῆν τρόπον, καὶ τοὺς ἄνδρας ὡς ἀναγκαίου τε καὶ ἀναφαιρέτου κτήματος τῆς γυναικὸς κρατεῖν.

5. Σωφρονοῦσα μὲν οὖν καὶ πάντα τῷ γεγαμηκότι πειθομένη γυνὴ κυρία τοῦ οἴκου τὸν αὐτὸν τρόπον ἦν, ὅνπερ καὶ ὁ ἀνὴρ, καὶ τελευτήσαντος ἀνδρὸς κληρονόμος ἐγίνετο τῶν χρημάτων, ὡς θυγάτηρ πατρός, εἰ μὲν ἄπαις τε καὶ μηδὲν διαθέμενος ἀποθάνοι πάντων οὖσα κυρία τῶν ἀπολειφθέντων, εἰ δὲ γενεὰν ἔχοι τοῖς παισὶν ἰσόμοιρος γινομένη. Ἁμαρτάνουσα δέ τι δικαστὴν τὸν ἀδικούμενον ἐλάμβανε καὶ τοῦ μεγέθους τῆς τιμωρίας κύριον.

6. Ταῦτα δὲ οἱ συγγενεῖς μετὰ τοῦ ἀνδρὸς ἐδίκαζον· ἐν οἷς ἦν φθορὰ σώματος καί, ὃ πάντων ἐλάχιστον ἁμαρτημάτων Ἕλλησι δόξειεν ἂν ὑπάρχειν, εἴ τις οἶνον εὑρεθείη πιοῦσα γυνή. Ἀμφότερα γὰρ ταῦτα θανάτῳ ζημιοῦν συνεχώρησεν ὁ Ῥωμύλος, ὡς ἁμαρτημάτων γυναικείων αἴσχιστα, φθορὰν μὲν ἀπονοίας ἀρχὴν νομίσας, μέθην δὲ φθορᾶς.

7. Καὶ μέχρι πολλοῦ διέμεινε χρόνου ταῦτ´ ἀμφότερα παρὰ Ῥωμαίοις ἀπαραιτήτου τυγχάνοντα ὀργῆς. Μάρτυς δὲ τοῦ καλῶς ἔχειν τὸν περὶ τῶν γυναικῶν νόμον ὁ πολὺς χρόνος. ὁμολογεῖται γὰρ ἐντὸς ἐτῶν εἴκοσι καὶ πεντακοσίων μηδεὶς ἐν Ῥώμῃ λυθῆναι γάμος· κατὰ δὲ τὴν ἑβδόμην ἐπὶ ταῖς τριάκοντα καὶ ἑκατὸν ὀλυμπιάσιν ὑπατευόντων Μάρκου Πομπωνίου καὶ Γαΐου Παπιρίου πρῶτος ἀπολῦσαι λέγεται τὴν ἑαυτοῦ γυναῖκα Σπόριος Καρουΐλιος ἀνὴρ οὐκ ἀφανής, ἀναγκαζόμενος ὑπὸ τῶν τιμητῶν ὀμόσαι τέκνων ἕνεκα γυναικὶ συνοικεῖν (ἦν δ´ αὐτῷ στείρα ἡ γυνή), ὃς ἐπὶ τῷ ἔργῳ τούτῳ καίτοι δι´ ἀνάγκην γενομένῳ μισούμενος ὑπὸ τοῦ δήμου διετέλεσεν.

XXVI. 1. Ἃ μὲν οὖν εἰς γυναῖκας εὖ ἔχοντα ὁ Ῥωμύλος ἐνομοθέτησεν, ἐξ ὧν κοσμιωτέρας περὶ τοὺς ἄνδρας αὐτὰς ἀπειργάσατο, ταῦτ´ ἐστιν, ἃ δ´ εἰς αἰδῶ καὶ δικαιοσύνην παίδων, ἵνα σέβωσι τοὺς πατέρας ἅπαντα πράττοντές τε καὶ λέγοντες ὅσα ἂν ἐκεῖνοι κελεύωσιν, ἔτι τούτων ἦν σεμνότερα καὶ μεγαλοπρεπέστερα καὶ πολλὴν ἔχοντα παρὰ τοὺς ἡμετέρους νόμους διαφοράν.

2. Οἱ μὲν γὰρ τὰς Ἑλληνικὰς καταστησάμενοι πολιτείας βραχύν τινα κομιδῇ χρόνον ἔταξαν ἄρχεσθαι τοὺς παῖδας ὑπὸ τῶν πατέρων, οἱ μὲν ἕως τρίτον ἐκπληρώσωσιν ἀφ´ ἥβης ἔτος, οἱ δὲ ὅσον ἂν χρόνον ἠίθεοι μένωσιν, οἱ δὲ μέχρι τῆς εἰς τὰ ἀρχεῖα τὰ δημόσια ἐγγραφῆς, ὡς ἐκ τῆς Σόλωνος καὶ Πιττακοῦ καὶ Χαρώνδου νομοθεσίας ἔμαθον, οἷς πολλὴ μαρτυρεῖται σοφία·

3. τιμωρίας τε κατὰ τῶν παίδων ἔταξαν, ἐὰν ἀπειθῶσι τοῖς πατράσιν, οὐ βαρείας ἐξελάσαι τῆς οἰκίας ἐπιτρέψαντες αὐτοὺς καὶ χρήματα μὴ καταλιπεῖν, περαιτέρω δὲ οὐδέν. Εἰσὶ δ´ οὐχ ἱκαναὶ κατασχεῖν ἄνοιαν νεότητος καὶ αὐθάδειαν τρόπων οὐδ´ εἰς τὸ σῶφρον ἀγαγεῖν τοὺς ἠμεληκότας τῶν καλῶν αἱ μαλακαὶ τιμωρίαι· τοιγάρτοι πολλὰ ἐν Ἕλλησιν ὑπὸ τέκνων εἰς πατέρας ἀσχημονεῖται.

4. Ὁ δὲ τῶν Ῥωμαίων νομοθέτης ἅπασαν ὡς εἰπεῖν ἔδωκεν ἐξουσίαν πατρὶ καθ´ υἱοῦ καὶ παρὰ πάντα τὸν τοῦ βίου χρόνον, ἐάν τε εἴργειν, ἐάν τε μαστιγοῦν, ἐάν τε δέσμιον ἐπὶ τῶν κατ´ ἀγρὸν ἔργων κατέχειν, ἐάν τε ἀποκτιννύναι προαιρῆται, κἂν τὰ πολιτικὰ πράττων ὁ παῖς ἤδη τυγχάνῃ κἂν ἐν ἀρχαῖς ταῖς μεγίσταις ἐξεταζόμενος κἂν διὰ τὴν εἰς τὰ κοινὰ φιλοτιμίαν ἐπαινούμενος.

5. Κατὰ τοῦτόν γέ τοι τὸν νόμον ἄνδρες ἐπιφανεῖς δημηγορίας διεξιόντες ἐπὶ τῶν ἐμβόλων ἐναντίας μὲν τῇ βουλῇ, κεχαρισμένας δὲ τοῖς δημοτικοῖς, καὶ σφόδρα εὐδοκιμοῦντες ἐπὶ ταύταις κατασπασθέντες ἀπὸ τοῦ βήματος ἀπήχθησαν ὑπὸ τῶν πατέρων, ἣν ἂν ἐκείνοις φανῇ τιμωρίαν ὑφέξοντες· οὓς ἀπαγομένους διὰ τῆς ἀγορᾶς οὐδεὶς τῶν παρόντων ἐξελέσθαι δυνατὸς ἦν οὔτε ὕπατος οὔτε δήμαρχος οὔτε ὁ κολακευόμενος ὑπ´ αὐτῶν καὶ πᾶσαν ἐξουσίαν ἐλάττω τῆς ἰδίας εἶναι νομίζων ὄχλος.

6. Ἐῶ γὰρ λέγειν ὅσους ἀπέκτειναν οἱ πατέρες ἄνδρας ἀγαθοὺς ὑπ´ ἀρετῆς καὶ προθυμίας ἕτερόν τι διαπράξασθαι ἔργον γενναῖον προαχθέντας, ὃ μὴ προσέταξαν αὐτοῖς οἱ πατέρες, καθάπερ ἐπὶ Μαλλίου Τορκουάτου καὶ πολλῶν ἄλλων παρειλήφαμεν, ὑπὲρ ὧν κατὰ τὸν οἰκεῖον καιρὸν ἐρῶ.

XXVII. 1. Καὶ οὐδ´ ἐνταῦθα ἔστη τῆς ἐξουσίας ὁ τῶν Ῥωμαίων νομοθέτης, ἀλλὰ καὶ πωλεῖν ἐφῆκε τὸν υἱὸν τῷ πατρί, οὐδὲν ἐπιστραφεὶς εἴ τις ὠμὸν ὑπολήψεται τὸ συγχώρημα καὶ βαρύτερον ἢ κατὰ τὴν φυσικὴν συμπάθειαν. Καὶ ὃ πάντων μάλιστα θαυμάσειεν ἄν τις ὑπὸ τοῖς Ἑλληνικοῖς ἤθεσι τοῖς ἐκλελυμένοις τραφεὶς ὡς πικρὸν καὶ τυραννικόν, καὶ τοῦτο συνεχώρησε τῷ πατρί, μέχρι τρίτης πράσεως ἀφ´ υἱοῦ χρηματίσασθαι, μείζονα δοὺς ἐξουσίαν πατρὶ κατὰ παιδὸς ἢ δεσπότῃ κατὰ δούλων.

2. Θεραπόντων μὲν γὰρ ὁ πραθεὶς ἅπαξ, ἔπειτα τὴν ἐλευθερίαν εὑρόμενος αὑτοῦ τὸ λοιπὸν ἤδη κύριός ἐστιν, υἱὸς δὲ πραθεὶς ὑπὸ τοῦ πατρὸς εἰ γένοιτο ἐλεύθερος ὑπὸ τῷ πατρὶ πάλιν ἐγίνετο, καὶ τὸ δεύτερον ἀπεμποληθείς τε καὶ ἐλευθερωθεὶς δοῦλος ὥσπερ ἐξ ἀρχῆς τοῦ πατρὸς ἦν· μετὰ δὲ τὴν τρίτην πρᾶσιν ἀπήλλακτο τοῦ πατρός.

3. Τοῦτον τὸν νόμον ἐν ἀρχαῖς μὲν οἱ βασιλεῖς ἐφύλαττον εἴτε γεγραμμένον εἴτε ἄγραφον (οὐ γὰρ ἔχω τὸ σαφὲς εἰπεῖν) ἁπάντων κράτιστον ἡγούμενοι νόμον. Καταλυθείσης δὲ τῆς μοναρχίας, ὅτε πρῶτον ἐφάνη Ῥωμαίοις ἅπαντας τοὺς πατρίους ἐθισμούς τε καὶ νόμους ἅμα τοῖς ἐπεισάκτοις ἐν ἀγορᾷ θεῖναι φανεροὺς ἅπασι τοῖς πολίταις, ἵνα μὴ συμμεταπίπτῃ τὰ κοινὰ δίκαια ταῖς τῶν ἀρχόντων ἐξουσίαις, οἱ λαβόντες παρὰ τοῦ δήμου τὴν ἐξουσίαν τῆς συναγωγῆς τε καὶ ἀναγραφῆς αὐτῶν δέκα ἄνδρες ἅμα τοῖς ἄλλοις ἀνέγραψαν νόμοις, καὶ ἔστιν ἐν τῇ τετάρτῃ τῶν λεγομένων δώδεκα δέλτων, ἃς ἀνέθεσαν ἐν ἀγορᾷ.

4. Ὅτι δ´ οὐχ οἱ ἄνδρες δέκα οἱ τριακοσίοις ἔτεσιν ὕστερον ἀποδειχθέντες ἐπὶ τὴν ἀναγραφὴν τῶν νόμων πρῶτοι τοῦτον εἰσηγήσαντο τὸν νόμον Ῥωμαίοις, ἀλλ´ ἐκ πολλοῦ κείμενον παραλαβόντες οὐκ ἐτόλμησαν ἀνελεῖν, ἐκ πολλῶν μὲν καὶ ἄλλων καταλαμβάνομαι, μάλιστα δ´ ἐκ τῶν Νόμα Πομπιλίου τοῦ μετὰ Ῥωμύλον ἄρξαντος νόμων, ἐν οἷς καὶ οὗτος γέγραπται· ἐὰν πατὴρ υἱῷ συγχωρήσῃ γυναῖκα ἀγαγέσθαι κοινωνὸν ἐσομένην ἱερῶν τε καὶ χρημάτων κατὰ τοὺς νόμους, μηκέτι τὴν ἐξουσίαν εἶναι τῷ πατρὶ πωλεῖν τὸν υἱόν· ὅπερ οὐκ ἂν ἔργαψεν εἰ μὴ κατὰ τοὺς προτέρους νόμους ἅπαντας ἐξῆν τῷ πατρὶ πωλεῖν τοὺς υἱούς.

5. Ἀλλ´ ὑπὲρ μὲν τούτων ἅλις, βούλομαι δὲ καὶ τὸν ἄλλον ἐπὶ κεφαλαίων διελθεῖν κόσμον, ᾧ τοὺς τῶν ἰδιωτῶν ὁ Ῥωμύλος ἐκόσμησε βίους.

XXVIII. 1. Ὁρῶν γὰρ ὅτι τὸ σωφρόνως ζῆν ἅπαντας καὶ τὰ δίκαια πρὸ τῶν κερδαλέων αἱρεῖσθαι καρτερίαν τε τὴν παρὰ τοὺς πόνους ἀσκεῖν καὶ μηδὲν ὑπολαμβάνειν χρῆμα τιμιώτερον ἀρετῆς οὐ λόγων διδαχῇ παραγίνεσθαι τοῖς πολιτικοῖς πλήθεσι πέφυκεν, ἐν οἷς τὸ πλεῖόν ἐστι δυσάγωγον, ἀλλ´ ἔργων ἐθισμοῖς τῶν πρὸς ἑκάστην ἀρετὴν ἀγόντων, ὑπ´ ἀνάγκης τε μᾶλλον ἢ κατὰ γνώμην ἐπ´ αὐτὰ τοὺς πολλοὺς παραγινομένους, εἰ δὲ μηδὲν εἴη τὸ κωλῦσον ἐπὶ τὴν φύσιν ὀλισθαίνοντας εἰδώς, ἐπιδιφρίους μὲν καὶ βαναύσους καὶ προσαγωγοὺς ἐπιθυμιῶν αἰσχρῶν τέχνας, ὡς ἀφανιζούσας καὶ λυμαινομένας τά τε σώματα καὶ τὰς ψυχὰς τῶν μεταχειριζομένων, δούλοις καὶ ξένοις ἀπέδωκε μεθοδεύειν· καὶ διέμεινεν ἕως πολλοῦ πάνυ χρόνου δι´ αἰσχύνης ὄντα Ῥωμαίοις τὰ τοιαῦτα ἔργα καὶ ὑπ´ οὐδενὸς τῶν αὐθιγενῶν ἐπιτηδευόμενα.

2. Δύο δὲ μόνα τοῖς ἐλευθέροις ἐπιτηδεύματα κατέλιπε τά τε κατὰ γεωργίαν καὶ τὰ κατὰ πολέμους, ὁρῶν ὅτι γαστρός τε ἄνθρωποι γίνονται διὰ τούτους τοὺς βίους ἐγκρατεῖς ἀφροδισίοις τε ἧττον ἁλίσκονται παρανόμοις πλεονεξίαν τε οὐ τὴν βλάπτουσαν ἀλλήλους διώκουσιν, ἀλλὰ τὴν ἀπὸ τῶν πολεμίων περιποιουμένην τὰς ὠφελείας. ἀτελῆ δὲ τούτων ἑκάτερον ἡγούμενος εἶναι τῶν βίων χωριζόμενον θατέρου καὶ φιλαίτιον οὐχ ἑτέροις μέν τισιν ἀπέδωκεν ἐργάζεσθαι τὴν γῆν, ἑτέροις δὲ τὰ πολεμίων φέρειν τε καὶ ἄγειν ὡς ὁ παρὰ Λακεδαιμονίοις εἶχε νόμος, ἀλλὰ τοὺς αὐτοὺς τόν τε πολεμικὸν καὶ τὸν γεωργικὸν ἔταξε βίον ζῆν·

3. εἰ μὲν εἰρήνην ἄγοιεν ἐπὶ τοῖς κατ´ ἀγρὸν ἔργοις ἐθίζων ἅπαντας μένειν, πλὴν εἴ ποτε δεηθεῖεν ἀγορᾶς, τότε δ´ εἰς ἄστυ συνιόντας ἀγοράζειν, ἐνάτην ὁρίζων ἡμέραν ταῖς ἀγοραῖς· ὅτε δὲ πόλεμος καταλάβοι στρατεύεσθαι διδάσκων καὶ μὴ παραχωρεῖν ἑτέροις μήτε τῶν πόνων μήτε τῶν ὠφελειῶν. διῄρει γὰρ αὐτοῖς ἐξ ἴσου γῆν τε ὅσην ἂν ἀφέλοιτο πολεμίους καὶ ἀνδράποδα καὶ χρήματα, καὶ παρεσκεύαζεν ἀγαπητῶς δέχεσθαι τὰς στρατείας.

XXIX. 1. Τῶν δ´ εἰς ἀλλήλους ἀδικημάτων οὐ χρονίους ἀλλὰ ταχείας ἐποιεῖτο τὰς κρίσεις τὰ μὲν αὐτὸς διαιτῶν, τὰ δ´ ἄλλοις ἐπιτρέπων, καὶ τὰς τιμωρίας αὐτῶν πρὸς τὰ μεγέθη τῶν ἁμαρτημάτων ἐποιεῖτο. ἀποτρέπειν τε ἀνθρώπους ἀπὸ παντὸς ἔργου πονηροῦ τὸν φόβον μάλιστα δυνάμενον ὁρῶν πολλὰ εἰς τοῦτο παρεσκευάσατο χωρίον τε, ἐν ᾧ καθεζόμενος ἐδίκαζεν, ἐν τῷ φανερωτάτῳ τῆς ἀγορᾶς καὶ στρατιωτῶν, οἳ παρηκολούθουν αὐτῷ τριακόσιοι τὸν ἀριθμὸν ὄντες, καταπληκτικώτατοι τὴν πρόσοψιν, ῥάβδους τε καὶ πελέκεις ὑπ´ ἀνδρῶν δώδεκα φερομένους, οἷς τοὺς μὲν ἄξια μαστίγων δεδρακότας ἔξαινον ἐν ἀγορᾷ, τῶν δὲ τὰ μέγιστα ἠδικηκότων τοὺς τραχήλους ἀπέκοπτον ἐν τῷ φανερῷ.

2. Τοιοῦτος μὲν δή τις ὁ κόσμος ἦν τῆς κατασκευασθείσης ὑπὸ Ῥωμύλου πολιτείας· ἀπόχρη γὰρ ἐκ τούτων καὶ περὶ τῶν ἄλλων εἰκάσαι.

XXX. 1. Αἱ δὲ ἄλλαι πράξεις αἵ τε κατὰ τοὺς πολέμους ὑπὸ τοῦ ἀνδρὸς γενόμεναι καὶ αἱ κατὰ τὴν πόλιν, ὧν ἄν τις καὶ λόγον ποιήσαιτ´ ἐν ἱστορίας γραφῇ, τοιαῦταί τινες παραδίδονται.

2. Πολλῶν περιοικούντων τὴν Ῥώμην ἐθνῶν μεγάλων τε καὶ τὰ πολέμια ἀλκίμων, ὧν οὐδὲν ἦν τοῖς Ῥωμαίοις φίλιον, οἰκειώσασθαι ταῦτα βουληθεὶς ἐπιγαμίαις, ὅσπερ ἐδόκει τοῖς παλαιοῖς τρόπος εἶναι βεβαιότατος τῶν συναπτόντων φιλίας, ἐνθυμούμενος δὲ ὅτι βουλόμεναι μὲν αἱ πόλεις οὐκ ἂν συνέλθοιεν αὐτοῖς ἄρτι τε συνοικιζομένοις καὶ οὔτε χρήμασι δυνατοῖς οὔτε λαμπρὸν ἔργον ἐπιδεδειγμένοις οὐδέν, βιασθεῖσαι δὲ εἴξουσιν εἰ μηδεμία γένοιτο περὶ τὴν ἀνάγκην ὕβρις, γνώμην ἔσχεν, ᾗ καὶ Νεμέτωρ ὁ πάππος αὐτοῦ προσέθετο, δι´ ἁρπαγῆς παρθένων ἀθρόας γενομένης ποιήσασθαι τὰς ἐπιγαμίας.

3. Γνοὺς δὲ ταῦτα θεῷ μὲν εὐχὰς τίθεται πρῶτον ἀπορρήτων βουλευμάτων ἡγεμόνι, ἐὰν ἡ πεῖρα αὐτῷ χωρήσῃ κατὰ νοῦν θυσίας καὶ ἑορτὰς ἄξειν καθ´ ἕκαστον ἐνιαυτόν· ἔπειτα τῷ συνεδρίῳ τῆς γερουσίας ἀνενέγκας τὸν λόγον, ἐπειδὴ κἀκείνοις τὸ βούλευμα ἤρεσκεν, ἑορτὴν προεῖπε καὶ πανήγυριν ἄξειν Ποσειδῶνι καὶ περιήγγελλεν εἰς τὰς ἔγγιστα πόλεις καλῶν τοὺς βουλομένους ἀγορᾶς τε μεταλαμβάνειν καὶ ἀγώνων· καὶ γὰρ ἀγῶνας ἄξειν ἔμελλεν ἵππων τε καὶ ἀνδρῶν παντοδαπούς.

4. Συνελθόντων δὲ πολλῶν ξένων εἰς τὴν ἑορτὴν γυναιξὶν ἅμα καὶ τέκνοις, ἐπειδὴ τάς τε θυσίας ἐπετέλεσε τῷ Ποσειδῶνι καὶ τοὺς ἀγῶνας, τῇ τελευταίᾳ τῶν ἡμερῶν, ᾗ διαλύσειν ἔμελλε τὴν πανήγυριν, παράγγελμα δίδωσι τοῖς νέοις, ἡνίκ´ ἂν αὐτὸς ἄρῃ τὸ σημεῖον ἁρπάζειν τὰς παρούσας ἐπὶ τὴν θέαν παρθένους, αἷς ἂν ἐπιτύχωσιν ἕκαστοι, καὶ φυλάττειν ἁγνὰς ἐκείνην τὴν νύκτα, τῇ δ´ ἑξῆς ἡμέρᾳ πρὸς ἑαυτὸν ἄγειν.

5. Οἱ μὲν δὴ νέοι διαστάντες κατὰ συστροφάς, ἐπειδὴ τὸ σύνθημα ἀρθὲν εἶδον τρέπονται πρὸς τὴν τῶν παρθένων ἁρπαγήν, ταραχὴ δὲ τῶν ξένων εὐθὺς ἐγένετο καὶ φυγὴ μεῖζόν τι κακὸν ὑφορωμένων. Τῇ δ´ ἑξῆς ἡμέρᾳ προαχθεισῶν τῶν παρθένων, παραμυθησάμενος αὐτῶν τὴν ἀθυμίαν ὁ Ῥωμύλος, ὡς οὐκ ἐφ´ ὕβρει τῆς ἁρπαγῆς ἀλλ´ ἐπὶ γάμῳ γενομένης, Ἑλληνικόν τε καὶ ἀρχαῖον ἀποφαίνων τὸ ἔθος καὶ τρόπων συμπάντων καθ´ οὓς συνάπτονται γάμοι ταῖς γυναιξὶν ἐπιφανέστατον, ἠξίου στέργειν τοὺς δοθέντας αὐταῖς ἄνδρας ὑπὸ τῆς τύχης·

6. Καὶ μετὰ τοῦτο διαριθμήσας τὰς κόρας ἑξακοσίας τε καὶ ὀγδοήκοντα καὶ τρεῖς εὑρεθείσας κατέλεξεν αὖθις ἐκ τῶν ἀγάμων ἄνδρας ἰσαρίθμους, οἷς αὐτὰς συνήρμοττε κατὰ τοὺς πατρίους ἑκάστης ἐθισμούς, ἐπὶ κοινωνίᾳ πυρὸς καὶ ὕδατος ἐγγυῶν τοὺς γάμους, ὡς καὶ μέχρι τῶν καθ´ ἡμᾶς ἐπιτελοῦνται χρόνων.