Μετάβαση στο περιεχόμενο

Πότερον Αθηναίοι κατά πόλεμον ή κατά σοφίαν ενδοξότεροι (Πλούταρχος)

Από Βικιθήκη
Πότερον Ἀθηναῖοι κατὰ πόλεμον ἢ κατὰ σοφίαν ἐνδοξότεροι
Συγγραφέας:
Ηθικά


ΠΟΤΕΡΟΝ ΑΘΗΝΑΙΟΙ ΚΑΤΑ ΠΟΛΕΜΟΝ Η ΚΑΤΑ ΣΟΦΙΑΝ ΕΝΔΟΞΟΤΕΡΟΙ


89665 345.C.1 : ** Ταῦτ´ ὀρθῶς μὲν ἐκεῖνος εἶπε πρὸς τοὺς μεθ´
89666 345.C.2 : ἑαυτὸν στρατηγούς, οἷς πάροδον ἐπὶ τὰς ὕστερον πράξεις
89667 345.C.3 : ἔδωκεν ἐξελάσας τὸν βάρβαρον καὶ τὴν Ἑλλάδ´ ἐλευθερώσας·
89668 345.C.4 : ὀρθῶς δ´ εἰρήσεται καὶ πρὸς τοὺς ἐπὶ τοῖς λόγοις
89669 345.C.5 : μέγα φρονοῦντας· ἂν γὰρ ἀνέλῃς τοὺς πράττοντας, οὐχ
89670 345.C.6 : ἕξεις τοὺς γράφοντας. ἄνελε τὴν Περικλέους πολιτείαν
89671 345.D.1 : καὶ τὰ ναύμαχα πρὸς Ῥίῳ Φορμίωνος τρόπαια καὶ τὰς
89672 345.D.2 : περὶ Κύθηρα καὶ Μέγαρα καὶ Κόρινθον ἀνδραγαθίας
89673 345.D.3 : Νικίου καὶ τὴν Δημοσθένους Πύλον καὶ τοὺς Κλέωνος
89674 345.D.4 : τετρακοσίους αἰχμαλώτους καὶ Τολμίδαν Πελοπόννησον
89675 345.D.5 : περιπλέοντα καὶ Μυρωνίδην νικῶντα Βοιωτοὺς ἐν Οἰνοφύτοις,
89676 345.D.6 : καὶ Θουκυδίδης σοι διαγέγραπται. ἄνελε τὰ περὶ
89677 345.D.7 : Ἑλλήσποντον Ἀλκιβιάδου νεανιεύματα καὶ τὰ πρὸς Λέσβον
89678 345.D.8 : Θρασύλλου καὶ τὴν ὑπὸ Θηραμένους τῆς ὀλιγαρχίας κατάλυσιν
89679 345.D.9 : καὶ Θρασύβουλον καὶ Ἀρχῖνον καὶ τοὺς ἀπὸ Φυλῆς
89680 345.D.10 : ἑβδομήκοντα κατὰ τῆς Σπαρτιατῶν ἡγεμονίας ἀνισταμένους
89681 345.D.11 : καὶ Κόνωνα πάλιν ἐμβιβάζοντα τὰς Ἀθήνας εἰς
89682 345.E.1 : τὴν θάλατταν, καὶ Κράτιππος ἀνῄρηται. Ξενοφῶν μὲν
89683 345.E.2 : γὰρ αὐτὸς ἑαυτοῦ γέγονεν ἱστορία, γράψας, ἃ ἐστρατήγησε
89684 345.E.3 : καὶ κατώρθωσε, [καὶ] Θεμιστογένει περὶ τούτων συντετάχθαι
89685 345.E.4 : τῷ Συρακοσίῳ, ἵνα πιστότερος ᾖ διηγούμενος
89686 345.E.5 : ἑαυτὸν ὡς ἄλλον, ἑτέρῳ τὴν τῶν λόγων δόξαν χαριζόμενος·
89687 345.E.6 : οἱ δ´ ἄλλοι πάντες ἱστορικοί, Κλει[νό]δημοι Δίυλ〈λ〉οι
89688 345.E.7 : Φιλόχορος Φύλαρχος, ἀλλοτρίων γεγόνασιν ἔργων
89689 345.E.8 : ὥσπερ δραμάτων ὑποκριταί, τὰς τῶν στρατηγῶν καὶ βασιλέων
89690 345.E.9 : πράξεις διατιθέμενοι καὶ ταῖς ἐκείνων ὑποδυόμενοι
89691 345.E.10 : μνήμαις, ἵν´ ὡς αὐγῆς τινος καὶ φωτὸς μετάσχωσιν.
89692 345.F.1 : ἀνακλᾶται γὰρ ἀπὸ τῶν πραττόντων ἐπὶ τοὺς γράφοντας
89693 345.F.2 : καὶ ἀναλάμπει δόξης εἴδωλον ἀλλοτρίας, ἐμφαινομένης
89694 345.F.3 : διὰ τῶν λόγων τῆς πράξεως ὡς ἐν ἐσόπτρῳ.
89695 345.F.4 : Πολλῶν μὲν δὴ καὶ ἄλλων ἡ πόλις ἥδε μήτηρ καὶ
89696 345.F.5 : τροφὸς εὐμενὴς τεχνῶν γέγονε, τὰς μὲν εὑραμένη καὶ
89697 345.F.6 : ἀναφήνασα πρώτη, ταῖς δὲ δύναμιν προσθεῖσα καὶ τιμὴν
89698 345.F.7 : καὶ αὔξησιν· οὐχ ἥκιστα δ´ ὑπ´ αὐτῆς ζωγραφία προῆκται
89699 346.A.1 : καὶ κεκόσμηται. | καὶ γὰρ Ἀπολλόδωρος ὁ ζωγράφος,
89700 346.A.2 : ἀνθρώπων πρῶτος ἐξευρὼν φθορὰν καὶ ἀπόχρωσιν σκιᾶς,
89701 346.A.3 : Ἀθηναῖος ἦν· οὗ τοῖς ἔργοις ἐπιγέγραπται ’μωμήσεταί
89702 346.A.4 : τις μᾶλλον ἢ μιμήσεται.‘ καὶ Εὐφράνωρ καὶ Νικίας καὶ
89703 346.A.5 : Ἀσκληπιόδωρος καὶ Πλεισταίνετος ὁ Φειδίου ἀδελφός, οἱ
89704 346.A.6 : μὲν στρατηγοὺς ἔγραψαν νικῶντας, οἱ δὲ μάχας, οἱ δ´
89705 346.A.7 : ἥρωας· ὥσπερ Εὐφράνωρ τὸν Θησέα τὸν ἑαυτοῦ τῷ
89706 346.A.8 : Παρρασίου παρέβαλε, λέγων τὸν μὲν ἐκείνου ῥόδα βεβρωκέναι,
89707 346.A.9 : τὸν δ´ ἑαυτοῦ κρέα βόεια. τῷ γὰρ ὄντι γλαφυρῶς ὁ
89708 346.A.10 : Παρρασίου γέγραπται *** καὶ πεποίηται καί τι προσέοικε.’
89709 346.A.11 : τὸν δ´ Εὐφράνορος ἰδών τις εἶπεν οὐκ ἀφυῶς
89710 346.A.11 :
89711 346.B.1 : ‘δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτ´ Ἀθήνη
89712 346.B.2 : θρέψε Διὸς θυγάτηρ.’ (Hom. Β 547)
89713 346.B.2 :
89714 346.B.3 : γέγραφε δὲ καὶ τὴν ἐν Μαντινείᾳ πρὸς Ἐπαμεινώνδαν
89715 346.B.4 : ἱππομαχίαν οὐκ ἀνενθουσιάστως Εὐφράνωρ. τὸ δ´ ἔργον
89716 346.B.5 : ἔσχεν οὕτως· Ἐπαμεινώνδας Θηβαῖος ἀπὸ τῆς ἐν Λεύκτροις
89717 346.B.6 : μάχης ἀρθεὶς μέγας ἐπεμβῆναι τῇ Σπάρτῃ πεσούσῃ
89718 346.B.7 : καὶ πατῆσαι τὸ φρόνημα καὶ τὸ ἀξίωμα τῆς πόλεως
89719 346.B.8 : ἠθέλησε. καὶ πρῶτα μὲν ἐμβαλὼν ἑπτὰ μυριάσι στρατοῦ
89720 346.B.9 : διεπόρθησε τὴν χώραν καὶ τοὺς περιοίκους ἀπέστησεν
89721 346.B.10 : αὐτῶν· ἔπειτα περὶ Μαντίνειαν ἀντιτεταγμένους εἰς μάχην
89722 346.C.1 : προυκαλεῖτο. μὴ βουλομένων δὲ μηδὲ τολμώντων, ἀλλὰ
89723 346.C.2 : τὴν Ἀθήνηθεν ἐπικουρίαν ἐκδεχομένων, νυκτὸς ἄρας καὶ
89724 346.C.3 : λαθὼν ἅπαντας εἰς τὴν Λακωνικὴν κατέβη, καὶ μικρὸν
89725 346.C.4 : ἔφθη τὴν πόλιν ἔρημον ἐξ ἐφόδου λαβεῖν καὶ κατασχεῖν.
89726 346.C.5 : αἰσθομένων δὲ τῶν συμμάχων καὶ βοηθείας 〈κατὰ〉
89727 346.C.6 : τάχος πρὸς τὴν πόλιν γενομένης, ὕπειξε μὲν ὡς αὖθις
89728 346.C.7 : ἐπὶ λεηλασίαν καὶ φθορὰν τῆς χώρας τρεψόμενος, ἐξαπατήσας
89729 346.C.8 : δὲ καὶ κατακοιμίσας οὕτω τοὺς πολεμίους ἀνέζευξε
89730 346.C.9 : νυκτὸς ἐκ τῆς Λακωνικῆς· καὶ διαδραμὼν [εἰς] τὴν
89731 346.C.10 : μεταξὺ χώραν ἐπεφαίνετο τοῖς Μαντινεῦσιν ἀπροσδόκητος
89732 346.C.11 : διαβουλευομένοις [αὐτοῖς] ἀκμὴν τοῦ πέμπειν τὴν εἰς
89733 346.D.1 : Λακεδαίμονα βοήθειαν καὶ εὐθέως ὁπλίζεσθαι προσέταξε
89734 346.D.2 : τοῖς Θηβαίοις. οἱ μὲν οὖν Θηβαῖοι μέγα φρονοῦντες
89735 346.D.3 : ἐν τοῖς ὅπλοις ἐπεφέροντο καὶ περιελάμβανον κύκλῳ τὰ
89736 346.D.4 : τείχη· τῶν δὲ Μαντινέων ἔκπληξις ἦν καὶ ἀλαλαγμὸς
89737 346.D.5 : καὶ διαδρομή, ὡς ῥεῦμα τὴν δύναμιν ἀθρόαν ἐμπίπτουσαν
89738 346.D.6 : 〈ἀπ〉ώσασθαι μὴ δυναμένων μηδ´ ἐπινοούντων βοήθειαν.
89739 346.D.7 : ἐν τούτῳ δὲ καιροῦ καὶ τύχης Ἀθηναῖοι κατέβαινον ἀπὸ
89740 346.D.8 : τῶν ἄκρων εἰς τὴν Μαντινικήν, οὐκ εἰδότες τὴν ῥοπὴν
89741 346.D.9 : οὐδὲ τὴν ὀξύτητα τοῦ ἀγῶνος, ἀλλ´ ὁδῷ πορευόμενοι καθ´
89742 346.D.10 : ἡσυχίαν· ὡς δέ τις αὐτῶν ἐκδραμὼν ἀπήγγειλε τὸν
89743 346.E.1 : κίνδυνον, ὀλίγοι μὲν ὄντες ὡς πρὸς τὸ πλῆθος τῶν
89744 346.E.2 : πολεμίων, ἐξ ὁδοῦ δὲ κεκμηκότες, οὐδενὸς δὲ τῶν ἄλλων
89745 346.E.3 : συμμάχων παρόντος, ὅμως εὐθὺς εἰς τάξιν καθίσταντο
89746 346.E.4 : τοῖς πλείστοις. οἱ δ´ ἱππεῖς διασκευασάμενοι καὶ προεξελάσαντες
89747 346.E.5 : ὑπὸ τὰς πύλας αὐτὰς καὶ τὸ τεῖχος ἔθεντο καρτερὰν
89748 346.E.6 : ἱππομαχίαν· καὶ κρατήσαντες ἐκ τῶν χειρῶν τοῦ
89749 346.E.7 : Ἐπαμεινώνδα ἀφείλοντο τὴν Μαντίνειαν. τοῦτο τὸ ἔργον
89750 346.E.8 : Εὐφράνωρ ἔγραψε, καὶ πάρεστιν ὁρᾶν ἐν εἰκόνι τῆς μάχης
89751 346.E.9 : τὸ σύρρηγμα καὶ τὴν ἀντέρεισιν ἀλκῆς καὶ θυμοῦ καὶ
89752 346.E.10 : πνεύματος γέμουσαν. ἀλλ´ οὐκ ἂν οἶμαι τῷ ζωγράφῳ
89753 346.F.1 : κρίσιν προθείητε πρὸς τὸν στρατηγὸν οὐδ´ ἀνάσχοισθε
89754 346.F.2 : τῶν προτιμώντων τὸν πίνακα τοῦ τροπαίου καὶ τὸ μίμημα
89755 346.F.3 : τῆς ἀληθείας.
89756 346.F.4 : Πλὴν ὁ Σιμωνίδης τὴν μὲν ζωγραφίαν ποίησιν
89757 346.F.5 : σιωπῶσαν προσαγορεύει, τὴν δὲ ποίησιν ζωγραφίαν λαλοῦσαν.
89758 346.F.6 : ἃς γὰρ οἱ ζωγράφοι πράξεις ὡς γινομένας δεικνύουσι,
89759 346.F.7 : ταύτας οἱ λόγοι γεγενημένας διηγοῦνται καὶ
89760 347.A.1 : συγγράφουσιν. | εἰ δ´ οἱ μὲν χρώμασι καὶ σχήμασιν οἱ δ´
89761 347.A.2 : ὀνόμασι καὶ λέξεσι ταὐτὰ δηλοῦσιν, ὕλῃ καὶ τρόποις
89762 347.A.3 : μιμήσεως διαφέρουσι, τέλος δ´ ἀμφοτέροις ἓν ὑπόκειται,
89763 347.A.4 : καὶ τῶν ἱστορικῶν κράτιστος ὁ τὴν διήγησιν ὥσπερ
89764 347.A.5 : γραφὴν πάθεσι καὶ προσώποις εἰδωλοποιήσας. ὁ γοῦν
89765 347.A.6 : Θουκυδίδης ἀεὶ τῷ λόγῳ πρὸς ταύτην ἁμιλλᾶται τὴν
89766 347.A.7 : ἐνάργειαν, οἷον θεατὴν ποιῆσαι τὸν ἀκροατὴν καὶ τὰ
89767 347.A.8 : γινόμενα περὶ τοὺς ὁρῶντας ἐκπληκτικὰ καὶ ταρακτικὰ
89768 347.A.9 : πάθη τοῖς ἀναγινώσκουσιν ἐνεργάσασθαι λιχνευόμενος.
89769 347.A.10 : ὁ γὰρ παρὰ τὴν ῥαχίαν αὐτὴν τῆς Πύλου παρατάττων τοὺς
89770 347.B.1 : Ἀθηναίους Δημοσθένης, καὶ ὁ τὸν κυβερνήτην ἐπισπέρχων
89771 347.B.2 : Βρασίδας ἐξοκέλλειν καὶ χωρῶν ἐπὶ τὴν 〈ἀπο〉βάθραν
89772 347.B.3 : καὶ τραυματιζόμενος καὶ λιποψυχῶν καὶ ἀποκλίνων εἰς
89773 347.B.4 : τὴν παρεξειρεσίαν, καὶ οἱ πεζομαχοῦντες μὲν ἐκ θαλάττης
89774 347.B.5 : Λακεδαιμόνιοι ναυμαχοῦντες δ´ ἀπὸ γῆς Ἀθηναῖοι· καὶ
89775 347.B.6 : πάλιν ‘ὁ’ ἐν τοῖς Σικελικοῖς ‘ἐκ τῆς γῆς πεζὸς ἀμφοτέρων,
89776 347.B.7 : ἰσορρόπου τῆς ναυμαχίας καθεστηκυίας, † ἄλαστον ἀγῶνα
89777 347.B.8 : καὶ ξύντασιν τῆς γνώμης ἔχων’ διὰ τὰς συντάξεις ****
89778 347.B.9 : ως συνεχὲς τῆς ἁμίλλης καὶ τοῖς σώμασιν αὐτοῖς ἴσα
89779 347.C.1 : τῇ δόξῃ περιδεῶς συναπονεύων‘ τῇ διαθέσει καὶ τῇ διατυπώσει
89780 347.C.2 : τῶν γινομένων γραφικῆς ἐναργείας ****ως εἰ
89781 347.C.3 : τοὺς ζωγραφοῦντας οὐκ ἄξιον παραβάλλειν τοῖς στρατηγοῖς,
89782 347.C.4 : μηδὲ τοὺς ἱστοροῦντας παραβάλλωμεν. τὴν τοίνυν
89783 347.C.5 : ἐν Μαραθῶνι μάχην ἀπήγγειλεν, ὡς μὲν Ἡρακλείδης ὁ
89784 347.C.6 : Ποντικὸς (fr. 81) ἱστορεῖ, Θέρσιππος ὁ Ἐρχιεύς· οἱ δὲ
89785 347.C.7 : πλεῖστοι λέγουσιν Εὐκλέα δραμόντα σὺν τοῖς ὅπλοις θερμὸν
89786 347.C.8 : ἀπὸ τῆς μάχης καὶ ταῖς θύραις ἐμπεσόντα τῶν πρώτων
89787 347.C.9 : τοσοῦτον μόνον εἰπεῖν ’χαίρετε‘ καὶ ’χαίρομεν,‘ εἶτ´
89788 347.C.10 : εὐθὺς ἐκπνεῦσαι. πλὴν οὗτος μὲν αὐτάγγελος ἧκε τῆς
89789 347.C.11 : μάχης ἀγωνιστὴς γενόμενος. φέρε δ´ εἴ τις ὑπὲρ λόφου
89790 347.D.1 : τινὸς ἢ σκοπῆς αἰπόλων ἢ βοτήρων τοῦ ἀγῶνος ἄπωθεν
89791 347.D.2 : γενόμενος θεατὴς καὶ κατιδὼν τὸ μέγα καὶ παντὸς λόγου
89792 347.D.3 : μεῖζον ἐκεῖνο ἔργον ἧκεν εἰς τὴν πόλιν ἄτρωτος ἄγγελος
89793 347.D.4 : καὶ ἀναίμακτος, εἶτ´ ἠξίου τιμὰς ἔχειν ἃς Κυνέγειρος ἔσχεν,
89794 347.D.5 : ἃς Καλλίμαχος, ἃς Πολύζηλος, ὅτι τὰς τούτων ἀριστείας
89795 347.D.6 : καὶ τραύματα καὶ θανάτους ἀπήγγειλεν, ἆρ´ οὐκ ἂν ἐδόκει
89796 347.D.7 : πᾶσαν ὑπερβάλλειν ἀναίδειαν, ὅπου γε Λακεδαιμονίους
89797 347.D.8 : φασὶ τῷ τὴν ἐν Μαντινείᾳ φράσαντι νίκην, ἣν Θουκυδίδης
89798 347.D.9 : ἱστόρηκεν (V 64–74), εὐαγγέλιον ἐκ φιδιτίου κρέας
89799 347.D.10 : ἀποστεῖλαι; καὶ μὴν οἱ συγγράφοντες ἐξάγγελοί τινές
89800 347.D.11 : εἰσι τῶν πράξεων εὔφωνοι καὶ τῷ λόγῳ διὰ τὸ κάλλος καὶ
89801 347.D.12 : τὴν δύναμιν ἐξικνούμενοι, οἷς εὐαγγέλιον ὀφείλουσιν οἱ
89802 347.E.1 : πρώτως ἐντυγχάνοντες καὶ ἱστοροῦντες. ἀμέλει δὲ καὶ
89803 347.E.2 : ἐγκωμιάζονται μνημονευόμενοι καὶ ἀναγινωσκόμενοι διὰ
89804 347.E.3 : τοὺς κατορθώσαντας· οὐ γὰρ οἱ λόγοι ποιοῦσι τὰς πράξεις,
89805 347.E.4 : 〈ἀλλ´ αὐτοὶ γίνονται διὰ τὰς πράξεις〉 καὶ ἀκοῆς
89806 347.E.5 : ἀξιοῦνται.
89807 347.E.6 : Καὶ γὰρ ἡ ποιητικὴ χάριν ἔσχε καὶ τιμὴν 〈τῷ〉
89808 347.E.7 : τοῖς πεπραγμένοις ἐοικότα λέγειν, ὡς Ὅμηρος ἔφη (Od.
89809 347.E.8 : τ 203)
89810 347.E.8 :
89811 347.E.9 : ’ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα.‘
89812 347.E.9 :
89813 347.E.10 : λέγεται δὲ καὶ Μενάνδρῳ τῶν συνήθων τις εἰπεῖν ’ἐγγὺς
89814 347.E.11 : οὖν Μένανδρε τὰ Διονύσια, καὶ σὺ τὴν κωμῳδίαν οὐ
89815 347.E.12 : πεποίηκας;‘ τὸν δ´ ἀποκρίνασθαι ’νὴ τοὺς θεοὺς ἔγωγε
89816 347.E.13 : πεποίηκα τὴν κωμῳδίαν· ᾠκονόμηται γὰρ ἡ διάθεσις·
89817 347.F.1 : δεῖ δ´ αὐτῇ τὰ στιχίδια ἐπᾷσαι‘, ὅτι καὶ αὐτοὶ τὰ πράγματα
89818 347.F.2 : τῶν λόγων ἀναγκαιότερα καὶ κυριώτερα νομίζουσιν.
89819 347.F.3 : ἡ δὲ Κόριννα τὸν Πίνδαρον, ὄντα νέον ἔτι καὶ τῇ
89820 347.F.4 : λογιότητι σοβαρῶς χρώμενον, ἐνουθέτησεν ὡς ἄμουσον
89821 347.F.5 : ὄντα [καὶ] μὴ ποιοῦντα μύθους, ὃ τῆς ποιητικῆς ἔργον
89822 347.F.6 : εἶναι συμβέβηκε, γλώσσας δὲ καὶ καταχρήσεις καὶ μεταφορὰς
89823 347.F.7 : καὶ μέλη καὶ ῥυθμοὺς ἡδύσματα τοῖς πράγμασιν
89824 348.A.1 : ὑποτιθέντα. | σφόδρ´ οὖν ὁ Πίνδαρος ἐπιστήσας τοῖς λεγομένοις
89825 348.A.2 : ἐποίησεν ἐκεῖνο τὸ μέλος (fr. 29 Schr.)
89826 348.A.2 :
89827 348.A.3 : ’Ἰσμηνὸν ἢ χρυσαλάκατον Μελίαν,
89828 348.A.4 : ἢ Κάδμον ἢ Σπαρτῶν ἱερὸν γένος ἀνδρῶν,
89829 348.A.5 : ἢ τὸ πάνυ σθένος Ἡρακλέους
89830 348.A.6 : ἢ τὰν 〈Διωνύσου πολυγαθέα τιμάν.‘〉
89831 348.A.6 :
89832 348.A.7 : δειξαμένου δὲ τῇ Κορίννῃ, γελάσασα ἐκείνη τῇ χειρὶ
89833 348.A.8 : δεῖν ἔφη σπείρειν, ἀλλὰ μὴ ὅλῳ τῷ θυλάκῳ. τῷ γὰρ ὄντι
89834 348.A.9 : συγκεράσας καὶ συμφορήσας πανσπερμίαν τινὰ μύθων
89835 348.A.10 : ὁ Πίνδαρος εἰς τὸ μέλος ἐξέχεεν. ἀλλ´ ὅτι μὲν ἡ ποιητικὴ
89836 348.A.11 : περὶ μυθοποιίαν ἐστί, καὶ Πλάτων εἴρηκεν (Phaedo 61b).
89837 348.A.12 : ὁ δὲ μῦθος εἶναι βούλεται λόγος ψευδὴς ἐοικὼς ἀληθινῷ·
89838 348.A.13 : διὸ καὶ πολὺ τῶν ἔργων ἀφέστηκεν, εἰ λόγος μὲν ἔργου,
89839 348.B.1 : [καὶ] λόγου δὲ μῦθος εἰκὼν καὶ εἴδωλόν ἐστι. καὶ τοσοῦτον
89840 348.B.2 : τῶν ἱστορούντων οἱ πλάττοντες τὰς πράξεις ὑστεροῦσιν,
89841 348.B.3 : ὅσον ἀπολείπονται τῶν πραττόντων οἱ λέγοντες.
89842 348.B.4 : 〈Ἐπι〉κῆς μὲν οὖν ποιήσεως ἡ πόλις οὐκ ἔσχηκεν
89843 348.B.5 : ἔνδοξον δημιουργὸν οὐδὲ μελικῆς· ὁ γὰρ Κινησίας ἀργαλέος
89844 348.B.6 : ἔοικε ποιητὴς γεγονέναι διθυράμβων· καὶ αὐτὸς
89845 348.B.7 : μὲν ἄγονος καὶ ἀκλεὴς γέγονε, σκωπτόμενος δὲ καὶ
89846 348.B.8 : χλευαζόμενος ὑπὸ τῶν κωμῳδιοποιῶν οὐκ εὐτυχοῦς δόξης
89847 348.B.9 : μετέσχηκε. τῶν δὲ δραματοποιῶν τὴν μὲν κωμῳδιοποιίαν
89848 348.B.10 : οὕτως ἄσεμνον ἡγοῦντο καὶ φορτικόν, ὥστε νόμος ἦν
89849 348.B.11 : μηδένα ποιεῖν κωμῳδίας Ἀρεοπαγίτην. ἤνθησε δ´ ἡ
89850 348.C.1 : τραγῳδία καὶ διεβοήθη, θαυμαστὸν ἀκρόαμα καὶ θέαμα
89851 348.C.2 : τῶν τότ´ ἀνθρώπων γενομένη καὶ παρασχοῦσα τοῖς
89852 348.C.3 : μύθοις καὶ τοῖς πάθεσιν ἀπάτην, ὡς Γοργίας φησίν
89853 348.C.4 : (Vorsokr. 76 B 23), ἣν ὅ τ´ ἀπατήσας δικαιότερος τοῦ
89854 348.C.5 : μὴ ἀπατήσαντος, καὶ ὁ ἀπατηθεὶς σοφώτερος τοῦ μὴ
89855 348.C.6 : ἀπατηθέντος. ὁ μὲν γὰρ ἀπατήσας δικαιότερος, ὅτι τοῦθ´
89856 348.C.7 : ὑποσχόμενος πεποίηκεν· ὁ δ´ ἀπατηθεὶς σοφώτερος·
89857 348.C.8 : εὐάλωτον γὰρ ὑφ´ ἡδονῆς λόγων τὸ μὴ ἀναίσθητον. τίν´
89858 348.C.9 : οὖν αἱ καλαὶ τραγῳδίαι ταῖς Ἀθήναις ὄνησιν ἤνεγκαν;
89859 348.C.10 : ὡς ἡ Θεμιστοκλέους δεινότης ἐτείχισε τὴν πόλιν, ὡς ἡ
89860 348.C.11 : Περικλέους ἐπιμέλεια τὴν ἄκραν ἐκόσμησεν, ὡς Μιλτιάδης
89861 348.D.1 : ἠλευθέρωσεν, ὡς Κίμων προῆγεν εἰς τὴν ἡγεμονίαν. εἰ
89862 348.D.2 : οὕτως ἡ Εὐριπίδου σοφία καὶ ἡ Σοφοκλέους λογιότης καὶ
89863 348.D.3 : τὸ Αἰσχύλου στόμα τι τῶν δυσχερῶν ἀπήλλαξεν ἤ τι
89864 348.D.4 : τῶν λαμπρῶν περιεποίησεν, ἄξιόν γε τὰ δράματα τοῖς
89865 348.D.5 : τροπαίοις ἀντιπαραθεῖναι καὶ τῷ στρατηγίῳ τὸ θέατρον
89866 348.D.6 : ἀνταναστῆσαι καὶ ταῖς ἀριστείαις τὰς διδασκαλίας ἀντιπαραβαλεῖν.
89867 348.D.7 :
89868 348.D.8 : Βούλεσθε τοὺς ἄνδρας εἰσάγωμεν αὐτοὺς τὰ σύμβολα
89869 348.D.9 : καὶ τὰ παράσημα τῶν ἔργων κομίζοντας, ἰδίαν ἑκατέρῳ
89870 348.D.10 : πάροδον ἀποδόντες; ἔνθεν μὲν δὴ προσίτωσαν ὑπ´ αὐλοῖς
89871 348.D.11 : καὶ λύραις ποιηταὶ λέγοντες καὶ ᾄδοντες (Arist. Ran. 353)
89872 348.D.11 :
89873 348.D.12 : ’εὐφημεῖν χρὴ κἀξίστασθαι τοῖς ἡμετέροισι 〈χοροῖσιν〉
89874 348.E.1 : ὅστις ἄπειρος τοιῶνδε λόγων ἢ γνώμῃ μὴ καθαρεύει,
89875 348.E.2 : ἢ γενναίων ὄργια Μουσῶν μήτ´ ᾖσεν μήτ´ ἐχόρευσε,
89876 348.E.3 : μηδὲ Κρατίνου τοῦ ταυροφάγου γλώσσης βακχεῖ´ ἐτελέσθη·‘
89877 348.E.4 :
89878 348.E.4 :
89879 348.E.5 : καὶ σκευὰς καὶ προσωπεῖα καὶ βωμοὺς καὶ μηχανὰς ἀπὸ
89880 348.E.6 : σκηνῆς περιάκτους καὶ τρίποδας ἐπινικίους κομίζοντες·
89881 348.E.7 : τραγικοὶ δ´ αὐτοῖς ὑποκριταὶ [καὶ] Νικόστρατοι καὶ
89882 348.E.8 : Καλλιππίδαι καὶ Μηνίσκοι καὶ Θεόδωροι καὶ Πῶλοι
89883 348.E.9 : συνίτωσαν, ὥσπερ γυναικὸς πολυτελοῦς τῆς τραγῳδίας
89884 348.E.10 : κομμωταὶ καὶ διφροφόροι, μᾶλλον δ´ ὡς ἀγαλμάτων
89885 348.E.11 : ἐγκαυσταὶ καὶ χρυσωταὶ καὶ βαφεῖς παρακολουθοῦντες·
89886 348.F.1 : σκευῶν δὲ καὶ προσώπων καὶ ξυστίδων ἁλουργῶν καὶ
89887 348.F.2 : μηχανῶν ἀπὸ σκηνῆς καὶ χοροποιῶν καὶ δορυφόρων
89888 348.F.3 : δυσπραγμάτευτος λαὸς καὶ χορηγία πολυτελὴς παρασκευαζέσθω.
89889 348.F.4 : πρὸς ἃ Λάκων ἀνὴρ ἀποβλέψας οὐ κακῶς
89890 348.F.5 : εἶπεν, ὡς ἁμαρτάνουσιν Ἀθηναῖοι μεγάλα τὴν σπουδὴν
89891 348.F.6 : εἰς τὴν παιδιὰν καταναλίσκοντες, τουτέστι μεγάλων ἀποστόλων
89892 348.F.7 : δαπάνας καὶ στρατευμάτων ἐφόδια καταχορηγοῦντες
89893 349.A.1 : εἰς τὸ θέατρον. ἂν γὰρ ἐκλογισθῇ | τῶν δραμάτων
89894 349.A.2 : ἕκαστον ὅσου κατέστη, πλέον ἀνηλωκὼς φανεῖται ὁ δῆμος
89895 349.A.3 : εἰς Βάκχας καὶ Φοινίσσας καὶ Οἰδίποδας καὶ Ἀντιγόνην
89896 349.A.4 : καὶ τὰ Μηδείας κακὰ καὶ Ἠλέκτρας, ὧν ὑπὲρ τῆς
89897 349.A.5 : ἡγεμονίας καὶ τῆς ἐλευθερίας πολεμῶν τοὺς βαρβάρους
89898 349.A.6 : ἀνάλωσεν. οἱ μὲν γὰρ στρατηγοὶ πολλάκις παραγγείλαντες
89899 349.A.7 : ἄπυρα σιτία κομίζειν ἐξῆγον ἐπὶ τὰς μάχας τοὺς ἄνδρας·
89900 349.A.8 : καὶ νὴ Δί´ οἱ τριήραρχοι τοῖς ἐλαύνουσιν ἄλφιτα παρασκευάσαντες,
89901 349.A.9 : ὄψον δὲ κρόμμυα 〈καὶ〉 τυρόν, ἐνεβίβαζον
89902 349.A.10 : εἰς τὰς τριήρεις· οἱ δὲ χορηγοὶ τοῖς χορευταῖς ἐγχέλεια
89903 349.A.11 : καὶ θριδάκια καὶ σκελίδας καὶ μυελὸν παρατιθέντες,
89904 349.A.12 : εὐώχουν ἐπὶ πολὺν χρόνον φωνασκουμένους καὶ τρυφῶντας.
89905 349.B.1 : καὶ τούτων τοῖς μὲν ἡττηθεῖσι περιῆν προσυβρίσθαι
89906 349.B.2 : καὶ γεγονέναι καταγελάστους· τοῖς δὲ νικήσασιν
89907 349.B.3 : ὁ τρίπους ὑπῆρχεν, οὐκ ἀνάθημα τῆς νίκης, ὡς Δημήτριός
89908 349.B.4 : φησιν, ἀλλ´ ἐπίσπεισμα τῶν ἐκκεχυμένων βίων καὶ τῶν
89909 349.B.5 : ἐκλελοιπότων κενοτάφιον οἴκων. τοιαῦτα γὰρ τὰ ποιητικῆς
89910 349.B.6 : τέλη καὶ λαμπρότερον οὐδὲν ἐξ αὐτῶν.
89911 349.B.7 : Τοὺς δὲ στρατηγοὺς αὖ πάλιν ἐνθένδε παριόντας
89912 349.B.8 : σκοπῶμεν, ὧν παρερχομένων ὡς ἀληθῶς ’εὐφημεῖν χρὴ
89913 349.B.9 : κἀξίστασθαι‘ τοὺς ἀπράκτους καὶ ἀπολιτεύτους καὶ
89914 349.B.10 : ἀστρατεύτους, ’ὅστις ἄτολμος πρὸς ἔργα τοιαῦτα καὶ
89915 349.B.11 : γνώμῃ μὴ καθαρεύει, μηδὲ Μιλτιάδου τοῦ μηδοφόνου
89916 349.C.1 : μηδὲ τοῦ περσοκτόνου Θεμιστοκλέους χειρὸς βακχεῖ´
89917 349.C.2 : ἐτελέσθη.‘ Ἀρήιος ὁ κῶμος οὗτος ἐκ γῆς ἅμα φάλαγξι
89918 349.C.3 : καὶ στόλοις ἐκ θαλάττης καὶ μεμιγμένοις σκύλοις καὶ
89919 349.C.4 : τροπαίοις βεβριθώς. ’κλῦθ´ Ἀλαλά, Πολέμου θύγατερ,
89920 349.C.5 : ἐγχέων προοίμιον, ᾇ θύεται ἄνδρες‘ (Pind. fr. 78 Schr.)
89921 349.C.6 : τὸν ’ἱρόθυτον θάνατον,‘ ὡς ὁ Θηβαῖος Ἐπαμεινώνδας
89922 349.C.7 : εἶπεν, ὑπὲρ πατρίδος καὶ τάφων καὶ ἱερῶν ἐπιδιδόντες
89923 349.C.8 : ἑαυτοὺς τοῖς καλλίστοις καὶ λαμπροτάτοις ἀγῶσιν. ὧν
89924 349.C.9 : τὰς Νίκας ὁρᾶν μοι δοκῶ προσερχομένας, οὐ βοῦν
89925 349.C.10 : ἔπαθλον ἑλκούσας ἢ τράγον, οὐδ´ ἀνεστεμμένας κιττῷ
89926 349.C.11 : καὶ Διονυσιακῆς τρυγὸς ὀδωδυίας· ἀλλ´ ὅλαι μὲν πόλεις
89927 349.C.12 : αὐτῶν εἰσι καὶ νῆσοι καὶ ἤπειροι, καὶ ναοὶ χιλιοτάλαντοι
89928 349.D.1 : καὶ δήμων ἀποικισμοὶ μυρίανδροι, τροπαίοις δὲ παντοδαποῖς
89929 349.D.2 : ἀναστέφονται καὶ λαφύροις· ὧν ἀγάλματα καὶ
89930 349.D.3 : σύμβολα παρθενῶνες ἑκατόμπεδοι, νότια τείχη, νεώσοικοι,
89931 349.D.4 : προπύλαια, Χερρόνησος, Ἀμφίπολις. Μαραθὼν τὴν Μιλτιάδου
89932 349.D.5 : Νίκην προπέμπει, καὶ Σαλαμὶς τὴν Θεμιστοκλέους,
89933 349.D.6 : χιλίων σκαφῶν ναυαγίοις ἐπιβεβηκυῖαν. φέρει δ´ ἡ μὲν
89934 349.D.7 : Κίμωνος τριήρεις ἑκατὸν Φοινίσσας ἀπ´ Εὐρυμέδοντος,
89935 349.D.8 : ἡ δὲ Δημοσθένους καὶ Κλέωνος ἀπὸ Σφακτηρίας τὴν
89936 349.D.9 : Βρασίδου ἀσπίδ´ αἰχμάλωτον καὶ δεδεμένους Σπαρτιάτας.
89937 349.D.10 : τειχίζει δὲ τὴν πόλιν ἡ Κόνωνος, ἡ δὲ Θρασυβούλου κατάγει
89938 349.D.11 : τὸν δῆμον ἀπὸ Φυλῆς ἐλεύθερον, αἱ δ´ Ἀλκιβιάδου
89939 349.E.1 : περὶ Σικελίαν ὀλισθοῦσαν τὴν πόλιν ἐγείρουσιν· ἐκ δὲ
89940 349.E.2 : τῶν Νείλεω καὶ Ἀνδρόκλου περὶ Λυδίαν καὶ Καρίαν ἀγώνων
89941 349.E.3 : Ἰωνίαν ἀνισταμένην ἐπεῖδεν ἡ Ἑλλάς. τῶν δ´ ἄλλων
89942 349.E.4 : ἑκάστης ἂν πύθῃ τί τῇ πόλει γέγονεν ἐξ αὐτῆς ἀγαθόν,
89943 349.E.5 : ἡ μὲν ἐρεῖ Λέσβον, ἡ δὲ Σάμον, ἡ δὲ Κύπρον, ἡ δὲ Πόντον
89944 349.E.6 : Εὔξεινον, ἡ δὲ πεντακοσίας τριήρεις, ἡ δὲ μυρία τάλαντα,
89945 349.E.7 : προῖκα τῆς δόξης καὶ τῶν τροπαίων. ταῦθ´ ἡ πόλις
89946 349.E.8 : ἑορτάζει καὶ ὑπὲρ τούτων θύει τοῖς θεοῖς, οὐκ ἐπὶ ταῖς
89947 349.E.9 : Αἰσχύλου νίκαις ἢ Σοφοκλέους· οὐδ´ ὅτε Καρκίνος
89948 349.E.10 : Ἀερόπῃ (Nauck 2 p. 797) † συνῆν ἢ Ἕκτορι Ἀστυδάμας
89949 349.E.11 : (Nauck 2 p. 778), ἀλλ´ ἕκτῃ μὲν ἱσταμένου Βοηδρομιῶνος
89950 349.E.12 : ἐσέτι νῦν τὴν ἐν Μαραθῶνι νίκην ἡ πόλις ἑορτάζει·
89951 349.E.13 : ἕκτῃ δ´ 〈ἐπὶ δέκα τοῦ αὐτοῦ〉 μηνὸς οἰνοχοεῖται τῆς
89952 349.F.1 : Χαβρίου περὶ Νάξον ἐπινίκια ναυμαχίας· τῇ δὲ δωδεκάτῃ
89953 349.F.2 : χαριστήρια ἔθυον ἐλευθερίας· ἐν ἐκείνῃ γὰρ οἱ ἀπὸ
89954 349.F.3 : Φυλῆς κατῆλθον· τρίτῃ δ´ ἱσταμένου τὴν ἐν Πλαταιαῖς
89955 349.F.4 : μάχην ἐνίκων. τὴν δ´ ἕκτην ἐπὶ δέκα τοῦ Μουνιχιῶνος
89956 349.F.5 : Ἀρτέμιδι καθιέρωσαν, ἐν ᾗ τοῖς Ἕλλησι περὶ Σαλαμῖνα
89957 350.A.1 : νικῶσιν ἐπέλαμψεν ἡ θεὸς πανσέληνος. | τὴν σὲ δωδεκάτην
89958 350.A.2 : τοῦ Σκιρροφοριῶνος ἱερωτέραν ἐποίησεν ὁ Μαντινειακὸς
89959 350.A.3 : ἀγών, ἐν ᾧ τῶν ἄλλων συμμάχων ἐκβιασθέντων
89960 350.A.4 : καὶ τραπέντων μόνοι τὸ καθ´ ἑαυτοὺς νικήσαντες ἔστησαν
89961 350.A.5 : τρόπαιον ἀπὸ τῶν νικώντων πολεμίων. ταῦτα τὴν πόλιν
89962 350.A.6 : ᾖρεν εἰς δόξαν, ταῦτ´ εἰς μέγεθος· ἐπὶ τούτοις Πίνδαρος
89963 350.A.7 : (fr. 76. 77 Schr. p. 414) ’ἔρεισμα τῆς Ἑλλάδος‘ προσεῖπε
89964 350.A.8 : τὰς Ἀθήνας, οὐχ ὅτι ταῖς Φρυνίχου τραγῳδίαις
89965 350.A.9 : καὶ Θέσπιδος ὤρθουν τοὺς Ἕλληνας, ἀλλ´ ὅτι πρῶτον,
89966 350.A.10 : ὥς φησιν αὐτός, ἐπ´ Ἀρτεμισίῳ ’παῖδες Ἀθαναίων
89967 350.A.11 : ἐβάλοντο φαεννὰν κρηπῖδ´ ἐλευθερίας·‘ ἐπί τε Σαλαμῖνι
89968 350.B.1 : καὶ Μυκάλῃ καὶ Πλαταιαῖς ὥσπερ ἀδαμαντίνοι〈ς κίοσι〉
89969 350.B.2 : στηρίξαντες τὴν ἐλευθερίαν τῆς Ἑλλάδος παρέδοσαν τοῖς
89970 350.B.3 : ἄλλοις ἀνθρώποις.
89971 350.B.4 : Ἀλλὰ νὴ Δία παιδιὰ τὰ τῶν ποιητῶν· οἱ δὲ ῥήτορες
89972 350.B.5 : ἔχουσί τι παραβαλλόμενοι πρὸς τοὺς στρατηγοὺς εἰκός,
89973 350.B.6 : ὡς 〈δῆλον〉 ἐξ ὧν Αἰσχίνης (Ctes. 146) σκώπτων τὸν
89974 350.B.7 : Δημοσθένην λέγειν φησίν, ὅτι γράψεται τῷ βήματι διαδικασίαν
89975 350.B.8 : πρὸς τὸ στρατήγιον. ἆρ´ οὖν ἄξιον προκρῖναι
89976 350.B.9 : τὸν Ὑπερείδου Πλαταϊκὸν τῆς Ἀριστείδου † παραγγελίας
89977 350.B.10 : νίκης; ἢ τὸν Λυσίου κατὰ τῶν τριάκοντα τῆς Θρασυβούλου
89978 350.B.11 : καὶ Ἀρχί〈ν〉ου τυραννοκτονίας; ἢ τὸν Αἰσχίνου
89979 350.B.12 : κατὰ Τιμάρχου ἑταιρήσεως τῆς Φωκίωνος εἰς Βυζάντιον
89980 350.C.1 : βοηθείας, δι´ ἧς ἐκώλυσε τοὺς τῶν συμμάχων υἱοὺς
89981 350.C.2 : ἐνύβρισμά τε καὶ παροίνημα γενέσθαι Μακεδόνων; ἢ τοῖς
89982 350.C.3 : Κόνωνος στεφάνοις, οὓς τὴν Ἑλλάδα ἐλευθερώσας ἔλαβε,
89983 350.C.4 : τὸν Δημοσθένους περὶ τοῦ στεφάνου παραβάλλωμεν, ἐν
89984 350.C.5 : ᾧ τοῦτο λαμπρότατον καὶ λογιώτατον ὁ ῥήτωρ πεποίηκεν,
89985 350.C.6 : ὀμόσας τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων,
89986 350.C.7 : οὐ τοὺς ἐν ταῖς σχολαῖς τὰ μειράκια προδιδάσκοντας·
89987 350.C.8 : ἐφ´ οἷς 〈οὐ〉 τοὺς Ἰσοκράτεις καὶ Ἀντιφῶντας καὶ
89988 350.C.9 : Ἰσαίους, ἀλλὰ τούτους ἡ πόλις δημοσίαις ταφαῖς ἔθαψεν,
89989 350.C.10 : ὑποδεξαμένη τὰ λείψανα τῶν σωμάτων, καὶ τούτους
89990 350.D.1 : ἀπεθέωσε τοῖς ὅρκοις ὁ ῥήτωρ ὀμνύων οὓς οὐκ ἐμιμεῖτο.
89991 350.D.2 : Ἰσοκράτης δὲ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας
89992 350.D.3 : ὥσπερ ἀλλοτρίαις ψυχαῖς φήσας ἐναγωνίσασθαι καὶ
89993 350.D.4 : καθυμνήσας τὴν τόλμαν αὐτῶν καὶ τὴν ὑπεροψίαν τοῦ
89994 350.D.5 : ζῆν αὐτός, ὥς φασιν, ἤδη γέρων γεγονὼς πρὸς τὸν πυθόμενον
89995 350.D.6 : πῶς διάγει, ’οὕτως‘ εἶπεν ’ὡς ἄνθρωπος ὑπὲρ
89996 350.D.7 : ἐνενήκοντα ἔτη γεγονὼς καὶ μέγιστον ἡγούμενος τῶν
89997 350.D.8 : κακῶν τὸν θάνατον.‘ οὐ γὰρ ἀκονῶν ξίφος οὐδὲ λόγχην
89998 350.D.9 : χαράττων οὐδὲ λαμπρύνων κράνος οὐδὲ στρατευόμενος
89999 350.D.10 : οὐδ´ ἐρέσσων, ἀλλ´ ἀντίθετα καὶ πάρισα καὶ ὁμοιόπτωτα
90000 350.D.11 : κολλῶν καὶ συντιθεὶς, μονονοὺ κολαπτῆρσι καὶ ξυστῆρσι
90001 350.E.1 : τὰς περιόδους ἀπολεαίνων καὶ ῥυθμίζων ἐγήρασε. πῶς
90002 350.E.2 : οὖν οὐκ ἔμελλεν ἄνθρωπος ψόφον ὅπλων φοβεῖσθαι καὶ
90003 350.E.3 : σύρρηγμα φάλαγγος ὁ φοβούμενος φωνῆεν φωνήεντι
90004 350.E.4 : συγκροῦσαι καὶ συλλαβῇ τὸ ἰσόκωλον ἐνδεὲς ἐξενεγκεῖν;
90005 350.E.5 : Μιλτιάδης μὲν γὰρ ἄρας ἐς Μαραθῶνα τῇ ὑστεραίᾳ τὴν
90006 350.E.6 : μάχην συνάψας ἧκεν εἰς ἄστυ μετὰ τῆς στρατιᾶς νενικηκώς,
90007 350.E.7 : καὶ Περικλῆς ἐννέα μησὶ Σαμίους καταστρεψάμενος
90008 350.E.8 : ἐφρόνει τοῦ Ἀγαμέμνονος μεῖζον ἔτει δεκάτῳ τὴν
90009 350.E.9 : Τροίαν ἑλόντος· Ἰσοκράτης δὲ μικροῦ τρεῖς ὀλυμπιάδας
90010 350.E.10 : ἀνήλωσεν, ἵνα γράψῃ τὸν πανηγυρικὸν λόγον, οὐ στρατευσάμενος
90011 350.E.11 : ἐν τούτοις τοῖς χρόνοις οὐδὲ πρεσβεύσας οὐδὲ
90012 350.F.1 : πόλιν κτίσας οὐδὲ ναύαρχος ἐκπεμφθείς, καίτοι μυρίους
90013 350.F.2 : τοῦ τότε χρόνου πολέμους ἐνέγκαντος· ἀλλ´ ἐν ᾧ
90014 350.F.3 : Τιμόθεος Εὔβοιαν ἠλευθέρου καὶ Χαβρίας περὶ Νάξον
90015 350.F.4 : ἐναυμάχει καὶ περὶ Λέχαιον Ἰφικράτης κατέκοπτε τὴν
90016 350.F.5 : Λακεδαιμονίων μόραν, καὶ πᾶσαν ἐλευθερώσας πόλιν ὁ
90017 351.A.1 : δῆμος | ἰσόψηφον αὐτοῖς τὴν Ἑλλάδα κατέστησεν, οἴκοι
90018 351.A.2 : καθῆστο βιβλίον ἀναπλάττων τοῖς ὀνόμασιν, ὅσῳ χρόνῳ
90019 351.A.3 : τὰ προπύλαια Περικλῆς ἀνέστησε καὶ τοὺς ἑκατομπέδους.
90020 351.A.4 : καίτοι καὶ τοῦτον ὡς βραδέως ἀνύοντα τοῖς ἔργοις ἐπισκώπτων
90021 351.A.5 : Κρατῖνος (fr. 300 K.) οὕτω πως λέγει περὶ
90022 351.A.6 : τοῦ διὰ μέσου τείχους, ’λόγοισι γὰρ αὐτὸ προάγει Περικλέης,
90023 351.A.7 : ἔργοισι δ´ οὐδὲ κινεῖ.‘ σκόπει δὲ σοφιστικὴν μικροφροσύνην,
90024 351.A.8 : τὸ ἔνατον μέρος τοῦ βίου εἰς ἕνα λόγον καταναλίσκουσαν.
90025 351.A.9 : ἀλλὰ νὴ Δία τοὺς Δημοσθένους τοῦ ῥήτορος
90026 351.A.10 : λόγους ἄξιόν ἐστι τοῖς 〈τοῦ〉 στρατη〈γοῦ ἔρ〉γοις παραβάλλειν;
90027 351.A.11 : τὸν κατὰ Κόνωνος αἰκίας (or. LIV) τοῖς περὶ
90028 351.B.1 : Πύλον τροπαίοις ἐκείνου; 〈τὸν〉 πρὸς Ἀρεθούσιον (or.
90029 351.B.2 : LIII) περὶ ἀνδραπόδων τοῖς ἐξανδραποδισθεῖσιν ὑπ´ ἐκείνου
90030 351.B.3 : Σπαρτιάταις; ἢ 〈οὐχ,〉 ὅτε τοὺς ἐπιτροπικοὺς ἔγραψε,
90031 351.B.4 : ταύτην 〈τὴν ἡλικίαν〉 Ἀλκιβιάδης ἔχων Μαντινεῖς καὶ
90032 351.B.5 : Ἠλείους ἐπὶ τὴν Λακεδαίμονα συνέστησε; καὶ μὴν οἵ
90033 351.B.6 : γε δημόσιοι λόγοι τοῦτ´ ἔχουσι θαυμαστόν, ὅτι τοῖς
90034 351.B.7 : Φιλιππικοῖς ἐπὶ πράξεις προτρέπεται καὶ τὴν Λεπτίνου
90035 351.B.8 : πρᾶξιν ἐπαινεῖ ***