Μετάβαση στο περιεχόμενο

Προβλήματα/38

Από Βικιθήκη
Ὅσα περὶ χρόαν
Συγγραφέας:
Προβλήματα
Bekker, Aristoteles Opera Omnia, 966b-967b


ΛΗ. ΟΣΑ ΠΕΡΙ ΧΡΟΑΝ.



Διὰ τί τὸν μὲν κηρὸν καὶ τοὔλαιον λευκαίνει ὁ ἥλιος,
τὴν δὲ σάρκα μελαίνει; ἢ ὅτι τὰ μὲν λευκαίνει ἀπάγων
τὸ ὕδωρ (φύσει γὰρ τὸ ὑγρὸν μέλαν διὰ τὴν μῖξιν τοῦ
γεώδους ὕδατος), τὴν δὲ σάρκα ἐπικαίει;

Διὰ τί οἱ ἁλιεῖς καὶ πορφυρεῖς καὶ ἁπλῶς οἱ τὴν
θάλατταν ἐργαζόμενοι πυρροί εἰσιν; πότερον ὅτι ἡ θάλαττα
θερμὴ καὶ αὐχμώδης ἐστὶ διὰ τὴν ἅλμην; τὸ δὲ τοιοῦτον
πυρρὰς ποιεῖ τὰς τρίχας, καθάπερ ἥ τε κονία καὶ τὸ ἀρ-
σενικόν. ἢ τὰ μὲν ἐκτὸς γίνονται θερμότεροι, τὰ δ' ἐντὸς
περιψύχονται διὰ τὸ βρεχομένων αὐτῶν ἀεὶ ξηραίνεσθαι
ὑπὸ τοῦ ἡλίου τὰ πέριξ; τούτων δὲ τοῦτο πασχόντων αἱ τρί-
χες ξηραινόμεναι λεπτύνονται καὶ πυρροῦνται. καὶ πάντες
δὲ οἱ πρὸς ἄρκτον πυρρότριχες καὶ λεπτότριχές εἰσιν.

Διὰ τί οἱ μὲν ἐν ἱματίῳ δρόμοι καὶ ἡ τοῦ ἐλαίου εἰς
ἱμάτιον χρῖσις εὔχρους ποιεῖ, οἱ δὲ γυμνοὶ δρόμοι ἄχρους;
ἢ ὅτι ἡ μὲν εὔπνοια εὔχροιαν ποιεῖ, ἡ δὲ κατάπνιξις τοὐ-
ναντίον. διὰ δὴ τὸ συνθερμαινόμενον τὸ ἐπιπολῆς ὑγρὸν
μὴ διαψύχεσθαι ἄχροιαν ποιεῖ. ἄμφω δὲ ταὐτὸν ποιεῖ,
ἡ ἐν τῷ ἱματίῳ ἴδισις καὶ ἡ εἰς τὸ ἱμάτιον ἄλειψις· ἐγ-
κατακλείεται γὰρ ἡ θερμότης. οἱ δὲ γυμνοὶ δρόμοι ἄχρουν
ποιοῦσι διὰ τοὐναντίον, ὅτι καταψύχει ὁ ἀὴρ τὰς συνιστα-
μένας ἐκκρίσεις καὶ διαπνεῖ τὸ σῶμα. ἔτι τὸ ἔλαιον ὑγρὸν
ὂν καὶ λεπτόν, ὑπαλειφθὲν καὶ τοὺς πόρους ἐμφρᾶττον,
οὔτε τὸ ἐκ τοῦ σώματος ὑγρὸν καὶ πνεῦμα ἔξω ῥεῖν ἐᾷ,
οὔτε τὸ ἐκτὸς πνεῦμα ἐντός. διὸ καταπνιγόμενα ἐν τῷ
σώματι ὑγρὰ περιττώματα σηπόμενα ἄχροιαν ποιεῖ.

Διὰ τί ἡ εὔπνοια εὔχρους ποιεῖ; ἢ ὅτι ἄχροια ἔοικεν
εἶναι οἷον σῆψίς τις χρωτός; ὅταν οὖν τὸ ἐπιπολῆς ὑγρὸν
καὶ θερμὸν ᾖ, τοῦτο συμβαίνει χλωρὸν γίνεσθαι, ἐὰν μὴ
ψυχθῇ καὶ ἀποπνεύσῃ τὸ θερμόν.

Διὰ τί οἱ μὲν ἱδρώσαντες ἐκ τῶν γυμνασίων εὔχροοί
εἰσιν εὐθύς, οἱ δὲ ἀθληταὶ ἄχροοι; ἢ διότι ὑπὸ μὲν τοῦ
μετρίου πόνου τὸ θερμὸν ἐκκάεται καὶ ἐπιπολάζει, ὑπὸ δὲ
τῶν πολλῶν ἐξηθεῖται μετὰ τοῦ ἱδρῶτος καὶ τοῦ πνεύματος,
ἀραιουμένου τοῦ σώματος ἐν τῷ πονεῖν; ὅταν μὲν οὖν ἐπιπο-
λάσῃ τὸ θερμόν, εὔχροοι γίνονται, καθάπερ οἵ τε θερμαι-
νόμενοι καὶ αἰσχυνόμενοι· ὅταν δὲ ἐκλίπῃ, ἄχροοι. οἱ μὲν
οὖν ἰδιῶται μέτρια γυμνάζονται, οἱ δὲ ἀθληταὶ πολλά.

Διὰ τί μᾶλλον καίονται ὑπὸ τοῦ ἡλίου οἱ καθεζόμενοι
τῶν γυμναζομένων; ἢ ὅτι οἱ ἐν κινήσει ὄντες ὥσπερ ῥιπί-
ζονται ὑπὸ τοῦ πνεύματος διὰ τὸ κινεῖν τὸν ἀέρα, οἱ δὲ
καθήμενοι οὐ πάσχουσι τοῦτο;

Διὰ τί ὁ μὲν ἥλιος ἐπικάει, τὸ δὲ πῦρ οὔ; ἢ διότι
λεπτότερός ἐστιν ὁ ἥλιος, καὶ μᾶλλον δύναται διαδύεσθαι εἰς
τὴν σάρκα; τὸ δὲ πῦρ, ἐὰν καὶ ἐπικαύσῃ, ἄνω μόνον ποιεῖ
τὸ χρῶμα, τὰς φοῖδας καλουμένας· εἴσω δὲ οὐκ εἰσδύεται.

Διὰ τί τὸ πῦρ οὐ ποιεῖ μέλανας, ὁ δὲ ἥλιος ποιεῖ·
τὸν δὲ κέραμον ποιεῖ, ὁ δὲ ἥλιος οὔ; ἢ οὐχ ὁμοίως ἑκάτε-
ρον ποιεῖ, ἀλλ' ὁ μὲν ἐπικάων τὴν χρόαν μελαίνει, τὸ δὲ
πῦρ τὸν κέραμον ἀναπιμπλᾷ, ᾗ ἀναφέρει ἀσβόλῳ. τοῦτο
δ' ἐστὶ λεπτῆς μαρίλης, ἀποθραυομένων ἅμα καὶ καομένων
τῶν ἀνθράκων. τοὺς δ' ἀνθρώπους ὁ μὲν ἥλιος μελαίνει, τὸ
δὲ πῦρ οὔ, ὅτι τοῦ μὲν μαλθακὴ ἡ θερμότης, καὶ διὰ μι-
κρομέρειαν δύναται τὸ δέρμα αὐτὸ κάειν· ὥστε διὰ μὲν
τὸ τῆς σαρκὸς μὴ ἅπτεσθαι οὐκ ἀλγεινόν, διὰ δὲ τὸ κάειν
μέλαν ποιεῖ. τὸ δὲ πῦρ ἢ οὐχ ἅπτεται ἢ εἴσω διέρχεται,
ἐπεὶ μέλανα καὶ τὰ πυρίκαυστα γίνεται, ἀλλ' οὐ μόνον
ἐκεῖνον τὸν τόπον κάει οὗ ἡ χροιά.

Διὰ τί οἱ γηράσκοντες μελάντεροι γίνονται; ἢ ὅτι
πᾶν σηπόμενον μελάντερον γίνεται, πλὴν εὐρῶτος; τοῦτο δ'
ἐστὶ γῆρας καὶ σαπρότης. ἔτι ἐπειδὴ τὸ αἷμα ξηραινόμε-
νον μελάντερον γίνεται, εἰκότως ἂν μελάντεροι εἶεν οἱ πρες-
βύτεροι· τοῦτο γάρ ἐστι τὸ χρῷζον ἡμῶν τὰ σώματα φυ-
σικῶς.

Διὰ τί περὶ τὴν τῶν σιτίων ἐργασίαν, οἱ μὲν περὶ
τὰς κριθὰς ἄχροοι γίνονται καὶ καταρροϊκοί, οἱ δὲ περὶ τοὺς
πυροὺς εὐεκτικοί; ἢ διότι εὐπεπτότερος ὁ πυρὸς τῆς κριθῆς,
ὥστε καὶ αἱ ἀπόρροιαι;

Διὰ τί ὁ μὲν ἥλιος τὸ μὲν ἔλαιον λευκαίνει, τὴν δὲ
σάρκα μελαίνει; ἢ ὅτι τοῦ μὲν ἐλαίου ἀπάγει τὸ γεῶδες;
τοῦτο δὲ ἦν τὸ μέλαν, ὥσπερ τὸ γεῶδες τοῦ οἴνου. τὴν δὲ
σάρκα μελαίνει, ὅτι κάει· τὸ γὰρ γεῶδες καόμενον ἅπαν
γίνεται μέλαν.