Μετάβαση στο περιεχόμενο

Προβλήματα/37

Από Βικιθήκη
Ὅσα περὶ ὄλον τὸ σώμα
Συγγραφέας:
Προβλήματα
Bekker, Aristoteles Opera Omnia, 965a-966b


ΛΖ. ΟΣΑ ΠΕΡΙ ΟΛΟΝ ΤΟ ΣΩΜΑ.



Διὰ τί ἀεὶ τοῦ σώματος ῥέοντος, καὶ τῆς ἀπορροῆς
γινομένης ἐκ τῶν περιττωμάτων, οὐ κουφίζεται τὸ σῶμα,
ἐὰν μὴ ἰδίῃ; ἢ διότι ἐλάττων ἡ ἔκκρισις γίνεται; ὅταν
γὰρ ἐξ ὑγροῦ μεταβάλλῃ εἰς ἀέρα, πλέον γίνεται ἐξ
ἐλάττονος· τὸ γὰρ διακρινόμενον πλέον, ὥστε ἐν πλείονι
χρόνῳ ἡ ἔκκρισις.

Διὰ τί δὲ τοῦτο; ἢ διότι δι' ἐλαττόνων πόρων ἡ ἔξο-
δός ἐστιν; τὸ γὰρ γλίσχρον καὶ τὸ κολλῶδες μετὰ μὲν
τοῦ ὑγροῦ ἐκκρίνεται διὰ τὴν κατάμιξιν, μετὰ δὲ τοῦ πνεύ-
ματος ἀδυνατεῖ. μάλιστα δὲ τοῦτ' ἐστὶ τὸ λυποῦν. διὸ καὶ
οἱ ἔμετοι τῶν ἱδρώτων κουφίζουσι μᾶλλον, ὅτι συνεξάγουσι
τοῦτο, ἅτε παχύτεροι καὶ σωματωδέστεροι ὄντες. ἢ καὶ ὅτι
τῇ μὲν σαρκὶ πόρρω οὗτος ὁ τόπος, ἐν ᾧ τὸ γλίσχρον καὶ
κολλῶδες, ὥστε ἔργον μεταστῆσαι, τῇ δὲ κοιλίᾳ ἐγγύς; ἢ
γὰρ ἐν ταύτῃ γίνεται ἢ πλησίον· διὸ καὶ δυσεξάγωγος
ἄλλως.

Διὰ τί αἱ τρίψεις σαρκοῦσιν; ἢ ὅτι αὐξητικώτατον
τῶν ἐν τῷ σώματι τὸ θερμόν ἐστιν; τοῦ μὲν γὰρ ἐνυπάρ-
χοντος μείζους οἱ ὄγκοι γίνονται διὰ τὸ ἀεὶ αὐτὸ ἐν κινή-
σει εἶναι καὶ εἰς τὸ ἄνω φέρεσθαι καὶ πνευματοῦν τὰ ἐν
ἡμῖν ὑγρά, ὃ ἐν τῇ τρίψει γίνεται· ἐκλείποντος δὲ φθίνει
καὶ ἐλαττοῦται τὸ σῶμα. ἢ ὅτι ὀγκοτέρα τῆς τροφῆς γί-
νεται ἡ σὰρξ διὰ τὴν θερμασίαν; ἅπαν γὰρ τὸ θερμὸν
ἐπισπαστικὸν τοῦ ὑγροῦ ἐστίν, ἡ δ' εἰς τὴν σάρκα διαδιδομένη
τροφὴ ὑγρά ἐστι, καὶ ἐπιδέχεται τὴν τροφὴν μᾶλλον διὰ
τὴν ἀραίωσιν· ἀραιοτέρα γὰρ γινομένη μᾶλλον δύναται
δέχεσθαι ὥσπερ σπογγιά. ἡ δὲ τρῖψις εὔπνουν καὶ ἀραιὰν
ποιεῖ τὴν σάρκα, καὶ κωλύει συστάσεις γίνεσθαι κατὰ τὸ
σῶμα. τούτου δὲ μὴ ὄντος οὐδὲ συντήξεις γίνονται· αἱ
γὰρ ἀτροφίαι καὶ αἱ συντήξεις ἐκ τῶν ἀθροισθέντων εἰσίν.
εὐπνούστερα δὲ καὶ ἀραιότερα καὶ ὁμαλέστερα γινόμενα
εἰκὸς μᾶλλον ὀγκοῦσθαι. τῆς τε γὰρ τροφῆς δεκτικώτερα
καὶ τῶν ἐκκρίσεων προετικώτερα γίνεται, ὅτι οὐ δεῖ πυκνοῦν
τὴν σάρκα πρὸς ὑγίειαν, ἀλλ' ἀραιοῦν· ὥσπερ γὰρ πόλις
ὑγιεινή ἐστι καὶ τόπος εὔπνους (διὸ καὶ ἡ θάλαττα ὑγιεινή),
οὕτω καὶ σῶμα τὸ εὔπνουν μᾶλλον ὑγιεινόν ἐστι τοῦ ἐναν-
τίως ἔχοντος. δεῖ γὰρ ἢ μὴ ὑπάρχειν μηδέν, ἢ τούτου ὡς
τάχιστα ἀπαλλάττεσθαι· καὶ δεῖ οὕτως ἔχειν τὸ σῶμα
ὥστε λαμβάνον εὐθὺς ἐκκρίνειν τὴν περίττωσιν, καὶ εἶναι ἐν
κινήσει ἀεὶ καὶ μηδέποτε ἠρεμεῖν. τὸ μὲν γὰρ μένον σή-
πεται, ὥσπερ καὶ ὕδωρ τὸ μὴ κινούμενον· σηπόμενον δὲ
νόσον ποιεῖ· τὸ δὲ ἐκκρινόμενον πρὸ τοῦ διαφθαρῆναι χω-
ρίζεται. τοῦτο οὖν πυκνουμένης μὲν τῆς σαρκὸς οὐ γίνεται
(ὡσπερεὶ γὰρ ἐμφράττονται οἱ πόροι), ἀραιουμένης δὲ συμ-
βαίνει. διὸ καὶ οὐ δεῖ ἐν τῷ ἡλίῳ γυμνὸν βαδίζειν (συνί-
σταται γὰρ ἡ σὰρξ καὶ κομιδῇ ἀποσαρκοῦται· τὸ μὲν γὰρ
ἐντὸς ὑγρὸν διαμένει, τὸ δ' ἐπιπολῆς ἀπαλλάττεται ἐξατ-
μιζόμενον, ὥσπερ καὶ τὰ κρέα τὰ ὀπτὰ τῶν ἑφθῶν μᾶλ-
λον τὰ ἐντὸς ὑγρά ἐστιν) οὐδὲ τὰ στήθη γυμνὰ ἔχοντα
βαδίζειν ἐν ἡλίῳ (ἀπὸ γὰρ τῶν ἄριστα ᾠκοδομημένων τοῦ
σώματος ὁ ἥλιος φέρει, ὃ ἥκιστα δεῖται ἀφαιρέσεως), ἀλλὰ
μᾶλλον τὰ ἐντὸς ξηραντέον. ἐκεῖθεν μὲν οὖν διὰ τὸ πόρρω
εἶναι, ἐὰν μὴ μετὰ πόνου, οὐκ ἔστιν ἱδρῶτα ἄγειν· ἀπὸ τού-
των δὲ διὰ τὸ πρόχειρα εἶναι ῥᾴδιον ἀναλῶσαι τὸ ὑγρόν.

Διὰ τί ψυχθέντες ἀπὸ τῆς αὐτῆς θερμασίας καιό-
μεθα μᾶλλον καὶ ἀλγοῦμεν; πότερον διὰ τὴν πυκνότητα
στέγει ἡ σὰρξ τὸ προσπῖπτον θερμόν; διὸ μόλιβδος ἐρίου
θερμότερος. ἢ βίαιος γίνεται τοῦ θερμοῦ ἡ δίοδος διὰ τὸ
πεπηγέναι ὑπὸ ψυχροῦ τὸ σῶμα;

Διὰ τί αἱ ξηροτριβίαι στερεὰν τὴν σάρκα παρασκευά-
ζουσιν; ἢ ὅτι διὰ τὴν τρῖψιν τῆς θερμασίας ἐπιγινομένης
τὸ ὑγρὸν καταναλίσκεται. πρὸς δὲ τούτοις ἡ σὰρξ τριβο-
μένη πυκνοῦται· ἅπαντα δὲ ὅσα πλείονος τρίψεως τυγχά-
νει πυκνοῦται καὶ στερεὰ γίνεται. θεωρῆσαι δὲ τὸ τοιοῦτον
ἔστιν ἐπὶ πολλῶν· τὸ γὰρ σταῖς ἢ πηλὸς ἢ ἄλλο τι τῶν
τοιούτων, ἐὰν μὲν ὕδωρ ἐπιχέας ἕλκῃς, ὑγρὰ καὶ κλυδῶντα
διαμένει, ἐὰν δὲ πλείω τρῖψιν προσάγῃς, πυκνοῦταί τε καὶ
στερεοῦται ταχέως καὶ γλίσχρα γίνεται.

Διὰ τί αἱ τρίψεις μᾶλλον σαρκοῦσι τῶν δρόμων; ἢ
ὅτι οἱ μὲν δρόμοι περιψύχουσι τὴν σάρκα καὶ οὐ δεκτικὴν
τροφῆς παρασκευάζουσιν, ἀλλὰ τὰ μὲν συσσείεται κάτω,
τὰ δ' ἐπὶ πολλοῦ τοῦ φυσικοῦ θερμοῦ ἐπιτελουμένου παντελῶς
λεπτυνόμενα εἰς πνεῦμα διακρίνεται; ἡ δὲ παλάμη τῇ
τρίψει τὴν σάρκα ἀραιὰν καὶ δεκτικὴν αὐτῆς παρασκευά-
ζει. καὶ ἡ ἔξωθεν δὲ ἁφὴ ἐναντιουμένη διὰ τῆς πιλήσεως
τῇ φορᾷ αὐτὸν συνέχει μᾶλλον, καὶ ἀνάκλασιν τῆς σαρ-
κὸς ποιεῖται.