Πλάτωνος επιγράμματα
Εμφάνιση
Πλάτωνος Επιγράμματα Συγγραφέας: Επιγράμματα στην Παλατινή Ανθολογία |
- V 78 τὴν ψυχὴν Ἀγάθωνα φιλῶν ἐπὶ χείλεσιν εἶχον
- V 79 Τῷ μήλῳ βάλλω σε· σὺ δ΄ εἰ μὲν ἑκοῦσα φιλεῖς με
- V 80 μῆλον ἐγώ. βάλλει με φιλῶν σέ τις· ἀλλ΄ ἐπίνευσον
- VI Ἡ σοβαρὸν γελάσασα καθ᾿ Ἑλλάδος
- VI 43 Τὸν Νυμφῶν θεράποντα φιλόμβριον ὑγρὸν ἀοιδόν
- VII 99 δάκρυα μὲν Ἑκάβῃ τε καὶ Ἰλιάδεσσι γυναιξὶ
- VII 100 νῦν͵ ὅτε μηδὲν Ἄλεξις ὅσον μόνον εἶφ΄ ὅτι καλός
- VII 256 Οἵδε ποτ΄ Αἰγαίοιο βαρύβρομον οἶδμα λιπόντες
- VII 259 Εὐβοίης γένος εἰμὲν Ἐρετρικόν͵ ἄγχι δὲ Σούσων
- VII 265 Ναυηγοῦ τάφος εἰμί͵ ὁ δ΄ ἀντίον ἐστὶ γεωργοῦ
- VII 268 Ναυηγόν με δέδορκας͵ ὃν ἡ κτείνασα θάλασσα
- VII 269 Πλωτῆρες͵ σώιζοισθε καὶ εἰν ἁλὶ καὶ κατὰ γαῖαν
- VII 669 ἀστέρας εἰσαθρεῖς Ἀστὴρ ἐμός· εἴθε γενοίμην
- VII 670 ἀστὴρ πρὶν μὲν ἔλαμπες ἐνὶ ζῳοῖσιν Ἑῷος
- IX 3 Πλάτωνος ή Αντιπάτρου Θεσσαλονικέως, Εἰνοδίην καρύην με παρερχομένοισ΄ ἐφύτευσαν
- IX 51 Αἰὼν πάντα φέρει· δολιχὸς χρόνος οἶδεν ἀμείβειν
- IX 506 Ἐννέα τὰς Μούσας φασίν τινες. ὡς ὀλιγώρως
- IX 747 Εἰκόνα πέντε βοῶν μικρὰ λίθος εἶχεν ἴασπις
- IX 823 Σιγάτω λάσιον Δρυάδων λέπας οἵ τ΄ ἀπὸ πέτρας
- XVI 13 Ὑψίκομον παρὰ τάνδε καθίζεο φωνήεσσαν
- XVI 160 Ἡ Παφίη Κυθέρεια δι΄ οἴδματος ἐς Κνίδον
- XVI 161 Οὔτε σε Πραξιτέλης τεχνάσατο
- XVI 210 Ἄλσος δ’ ὡς ἱκόμεσθα βαθύσκιον, εὕρομεν ἔνδον
V 78 Πλάτωνος
[Επεξεργασία]- τὴν ψυχὴν Ἀγάθωνα φιλῶν ἐπὶ χείλεσιν εἶχον· ἦλθε γὰρ ἡ τλήμων ὡς διαβησομένη.
V 79 Πλάτωνος
[Επεξεργασία]- Τῷ μήλῳ βάλλω σε· σὺ δ΄ εἰ μὲν ἑκοῦσα φιλεῖς με͵ δεξαμένη τῆς σῆς παρθενίης μετάδος͵
- εἰ δ΄ ἄρ΄ ὃ μὴ γίγνοιτο νοεῖς͵ τοῦτ΄ αὐτὸ λαβοῦσα σκέψαι τὴν ὥρην ὡς ὀλιγοχρόνιος.
V 80 Πλάτωνος
[Επεξεργασία]- μῆλον ἐγώ. βάλλει με φιλῶν σέ τις· ἀλλ΄ ἐπίνευσον͵ Ξανθίππη· κἀγὼ καὶ σὺ μαραινόμεθα.
- Μήλο είμ’ εγώ, που στο πετά κάποιος που σ’ αγαπά. Ξανθίππη, δέξου, τι κι εσύ κι εγώ θα μαραθούμε.
VI 1 Πλάτωνος
[Επεξεργασία]- Ἡ σοβαρὸν γελάσασα καθ᾿ Ἑλλάδος, ἡ τὸν ἐραστῶν ἑσμὸν ἐνὶ προθύροις Λαῒς ἔχουσα νέων,
- τῇ Παφίῃ τὸ κάτοπτρον, ἐπεὶ τοίη μὲν ὁρᾶσθαι οὐκ ἐθέλω, οἵη δ᾿ ἦν πάρος, οὐ δύναμαι.
VI 43 Πλάτωνος
[Επεξεργασία]- Τὸν Νυμφῶν θεράποντα φιλόμβριον ὑγρὸν ἀοιδόν͵ τὸν λιβάσιν κούφαις τερπόμενον βάτραχον
- χαλκῶι μορφώσας τις ὁδοιπόρος εὖχος ἔθηκεν, καύματος ἐχθροτάτην δίψαν ἀκεσσάμενος.
- πλαζομένωι γὰρ ἔδειξεν ὕδωρ, εὔκαιρον ἀείσας κοιλάδος ἐκ δροσερῆς ἀμφιβίωι στόματι.
- φωνὴν δ΄ ἡγήτειραν ὁδοιπόρος οὐκ ἀπολείπων ηὗρε πόσιν γλυκερῶν ὧν ἐπόθει ναμάτων.
VII 99 Πλάτωνος
[Επεξεργασία]- δάκρυα μὲν Ἑκάβῃ τε καὶ Ἰλιάδεσσι γυναιξὶ Μοῖραι ἐπέκλωσαν δὴ τότε γεινομέναις͵
- σοὶ δέ͵ Δίων͵ ῥέξαντι καλῶν ἐπινίκιον ἔργων δαίμονες εὐρείας ἐλπίδας ἐξέχεαν.
- κεῖσαι δ΄ εὐρυχόρῳ ἐν πατρίδι τίμιος ἀστοῖς͵ ὦ ἐμὸν ἐκμήνας θυμὸν ἔρωτι Δίων.
VII 100 Πλάτωνος
[Επεξεργασία]- νῦν͵ ὅτε μηδὲν Ἄλεξις ὅσον μόνον εἶφ΄ ὅτι καλός͵ ὦπται καὶ πάντῃ πᾶς τις ἐπιστρέφεται.
- θυμέ͵ τί μηνύεις κυσὶν ὀστέον; εἶτ΄ ἀνιήσεις ὕστερον; οὐχ οὕτω Φαῖδρον ἀπωλέσαμεν;
VII 256 Πλάτωνος
[Επεξεργασία]- Οἵδε ποτ΄ Αἰγαίοιο βαρύβρομον οἶδμα λιπόντες Ἐκβατάνων πεδίωι κείμεθ΄ ἐνὶ μεσάτωι.
- χαῖρε͵ κλυτή ποτε πατρὶς Ἐρέτρια͵ χαίρετ΄͵ Ἀθῆναι͵ γείτονες Εὐβοίης͵ χαῖρε͵ θάλασσα φίλη.
VII 259 Πλάτωνος
[Επεξεργασία]- Εὐβοίης γένος εἰμὲν Ἐρετρικόν͵ ἄγχι δὲ Σούσων κείμεθα· φεῦ͵ γαίης ὅσσον ἀφ΄ ἡμετέρης.
- Παιδιά τής Εύβοιας είμαστε, απ’ τήν Ερέτρια• κοντά δε στά Σούσα κείμεθα (είμαστε θαμμένοι), αλίμονο, πόσο μακριά απ’ τή γή μας.
VII 265 Πλάτωνος
[Επεξεργασία]- Ναυηγοῦ τάφος εἰμί͵ ὁ δ΄ ἀντίον ἐστὶ γεωργοῦ͵ ὡς ἁλὶ καὶ γαίηι ξυνὸς ὕπεστ΄ Ἀίδης
VII 268 Πλάτωνος
[Επεξεργασία]- Ναυηγόν με δέδορκας͵ ὃν ἡ κτείνασα θάλασσα γυμνῶσαι πυμάτου φάρεος ἠιδέσατο.
- ἄνθρωπος παλάμηισιν ἀταρβήτοις μ΄ ἀπέδυσεν τόσσον ἄγος τόσσου κέρδεος ἀράμενος.
- κεῖνο καὶ ἐνδύσαιτο καὶ εἰν Ἀίδαο φέροιτο͵ καί μιν ἴδοι Μίνως τοὐμὸν ἔχοντα ῥάκος.
VII 269 Πλάτωνος
[Επεξεργασία]- Πλωτῆρες͵ σώιζοισθε καὶ εἰν ἁλὶ καὶ κατὰ γαῖαν. ἴστε δὲ ναυηγοῦ σῆμα παρερχόμενοι.
VII 669 Πλάτωνος
[Επεξεργασία]- ἀστέρας εἰσαθρεῖς Ἀστὴρ ἐμός· εἴθε γενοίμην οὐρανός͵ ὡς πολλοῖς ὄμμασιν εἰς σὲ βλέπω
VII 670 Πλάτωνος
[Επεξεργασία]- ἀστὴρ πρὶν μὲν ἔλαμπες ἐνὶ ζῳοῖσιν Ἑῷος͵
- νῦν δὲ θανὼν λάμπεις Ἕσπερος ἐν φθιμένοις.
ΙΧ 3 Πλάτωνος ή Αντιπάτρου Θεσσαλονικέως
[Επεξεργασία]- Εἰνοδίην καρύην με παρερχομένοισ΄ ἐφύτευσαν παισὶ λιθοβλήτου παίγνιον εὐστοχίης.
- πάντας δ΄ ἀκρεμόνας τε καὶ εὐθαλέας ὀροδάμνους κέκλασμαι πυκιναῖς χερμάσι βαλλομένη.
- δένδρεσιν εὐκάρποισ΄ οὐδὲν πλέον· ἦ γὰρ ἔγωγε δυσδαίμων ἐς ἐμὴν ὕβριν ἐκαρποφόρουν.
IX 51 Πλάτωνος
[Επεξεργασία]- Αἰὼν πάντα φέρει· δολιχὸς χρόνος οἶδεν ἀμείβειν οὔνομα καὶ μορφὴν καὶ φύσιν ἠδὲ τύχην.
IX 506 Πλάτωνος
[Επεξεργασία]- Ἐννέα τὰς Μούσας φασίν τινες. ὡς ὀλιγώρως. ἢν ἰδέ· καὶ Σαπφὼ Λεσβόθεν͵ ἡ δεκάτη.
- Λέν μερικοί, επιπόλαια, πώς είν’ εννιά οι Μούσες. Μά νά κ’ η δέκατη, η Σαπφώ από τή Μυτιλήνη.
IX 747 Πλάτωνος
[Επεξεργασία]- Εἰκόνα πέντε βοῶν μικρὰ λίθος εἶχεν ἴασπις͵ ὡς ἤδη πάσας ἔμπνοα βοσκομένας.
- καὶ τάχα κἂν ἀπέφευγε τὰ βοίδια· νῦν δὲ κρατεῖται τῆι χρυσῆι μάνδρηι τὸ βραχὺ βουκόλιον.
IX 823 Πλάτωνος
[Επεξεργασία]- Σιγάτω λάσιον Δρυάδων λέπας οἵ τ΄ ἀπὸ πέτρας κρουνοὶ καὶ βληχὴ πουλυμιγὴς τοκάδων͵
- αὐτὸς ἐπεὶ σύριγγι μελίζεται εὐκελάδωι Πάν ὑγρὸν ἱεὶς ζευκτῶν χεῖλος ὑπὲρ καλάμων.
- αἱ δὲ πέριξ θαλεροῖσι χορὸν ποσὶν ἐστήσαντο Ὑδριάδες νύμφαι͵ νύμφαι Ἁμαδρυάδες.
XVI 13 Πλάτωνος
[Επεξεργασία]- Ὑψίκομον παρὰ τάνδε καθίζεο φωνήεσσαν φρίσσουσαν πυκνοῖς κῶνον ὑπὸ ζεφύροις͵
- καί σοι καχλάζουσιν ἐμοῖς παρὰ νάμασι σῦριγξ θελγομένωι στάξει κῶμα κατὰ βλεφάρων.
XVI 160 Πλάτωνος
[Επεξεργασία]- Ἡ Παφίη Κυθέρεια δι΄ οἴδματος ἐς Κνίδον ἦλθεν βουλομένη κατιδεῖν εἰκόνα τὴν ἰδίην.
- πάντηι δ΄ ἀθρήσασα περισκέπτωι ἐνὶ χώρωι φθέγξατο· ποῦ γυμνὴν εἶδέ με Πραξιτέλης;
XVI 161 Πλάτωνος
[Επεξεργασία]- Οὔτε σε Πραξιτέλης τεχνάσατο͵ οὔθ΄ ὁ σίδαρος· ἀλλ΄ οὕτως ἔστης͵ ὥς ποτε κρινομένη.
XVI 210 Πλάτωνος
[Επεξεργασία]- Ἄλσος δ’ ὡς ἱκόμεσθα βαθύσκιον, εὕρομεν ἔνδον
- πορφυρέοις μήλοισιν ἐοικότα παῖδα Κυθήρης.
- οὐδ' ἔχεν ἰοδόκον φαρέτρην, οὐ καμπύλα τόξα.
- ἀλλὰ τὰ μὲν δένδρεσσιν ὑπ’ εὐπετάλοισι κρέμαντο,
- αὐτὸς δ’ ἐν καλύκεσσι ῥόδων πεπηδημένος ὕπνῳ
- εὗδεν μειδιόων. ξουθαὶ δ’ ἐφύπερθε μέλισσαι
- κηροχύτου μέλιτος λαροῖς ἐπὶ χείλεσι ῥαῖνον.