Μετάβαση στο περιεχόμενο

Περί φιλοπλουτίας (Πλούταρχος)

Από Βικιθήκη
Περὶ φιλοπλουτίας
Συγγραφέας:
Ηθικά


ΠΕΡΙ ΦΙΛΟΠΛΟΥΤΙΑΣ


[1] Ἱππόμαχος ὁ ἀλείπτης ἐπαινούντων τινῶν ἄνθρωπον εὐμήκη καὶ μακρὰς ἔχοντα χεῖρας ὡς πυκτικὸν

« Εἴπερ » ἔφη « καθελεῖν ἔδει τὸν στέφανον ᾐωρημένον. »

Τοῦτ´ ἔστιν εἰπεῖν πρὸς τοὺς τὰ καλὰ χωρία καὶ τὰς μεγάλας οἰκίας καὶ τὸ πολὺ ἀργύριον ὑπερεκπεπληγμένους καὶ μακαρίζοντας·

« Εἴ γ´ ἔδει πωλουμένην πρίασθαι τὴν εὐδαιμονίαν »

(καίτοι πολλοὺς ἂν εἴποι τις ὅτι μᾶλλον ἐθέλουσι πλουτεῖν {καὶ} κακοδαιμονοῦντες ἢ μακάριοι γενέσθαι δόντες ἀργύριον). Ἀλλ´ οὐκ ἔστι γε χρημάτων ὤνιον ἀλυπία μεγαλοφροσύνη εὐστάθεια θαρραλεότης αὐτάρκεια. Τῷ πλουτεῖν οὐκ ἔνεστι τὸ πλούτου καταφρονεῖν οὐδὲ τῷ τὰ περιττὰ κεκτῆσθαι τὸ μὴ δεῖσθαι τῶν περιττῶν.

[2] Τίνος οὖν ἀπαλλάττει τῶν ἄλλων κακῶν ὁ πλοῦτος, εἰ μηδὲ φιλοπλουτίας; ἀλλὰ ποτὸν μὲν ἔσβεσε τὴν ποτοῦ ὄρεξιν καὶ τροφὴ τὴν τροφῆς ἐπιθυμίαν ἠκέσατο· κἀκεῖνος ὁ λέγων

« Δὸς χλαῖναν Ἱππώνακτι, κάρτα γὰρ ῥιγῶ »

πλειόνων ἐπιφερομένων δυσανασχετεῖ καὶ διωθεῖται· φιλαργυρίαν δ´ οὐ σβέννυσιν ἀργύριον οὐδὲ χρυσίον, οὐδὲ πλεονεξία παύεται κτωμένη τὸ πλέον. ἀλλ´ ἔστιν εἰπεῖν πρὸς τὸν πλοῦτον ὡς πρὸς ἰατρὸν ἀλαζόνα

« Τὸ φάρμακόν σου τὴν νόσον μείζω ποιεῖ »·

ἄρτου δεομένους καὶ οἴκου καὶ σκέπης μετρίας καὶ τοῦ τυχόντος ὄψου παραλαβὼν ἐμπέπληκεν ἐπιθυμίας χρυσοῦ καὶ ἀργύρου καὶ ἐλέφαντος καὶ σμαράγδων καὶ κυνῶν καὶ ἵππων, εἰς χαλεπὰ καὶ σπάνια καὶ δυσπόριστα καὶ ἄχρηστα μεταθεὶς ἐκ τῶν ἀναγκαίων τὴν ὄρεξιν. Ἐπεὶ τῶν γ´ ἀρκούντων οὐδεὶς πένης ἐστίν, οὐδὲ δεδάνεισται πώποτ´ ἄνθρωπος ἀργύριον, ἵν´ ἄλφιτα πρίηται ἢ τυρὸν ἢ ἄρτον ἢ ἐλαίας, ἀλλὰ τὸν μὲν οἰκία πολυτελὴς χρεωφειλέτην πεποίηκε, τὸν δ´ ὁμοροῦν ἐλαιόφυτον, τὸν δὲ σιτῶνες ἀμπελῶνες, ἄλλον ἡμίονοι Γαλατικαί, ἄλλον ἵπποι ζυγοφόροι

« Κείν´ ὄχεα κροτέοντες »

ἐνσεσείκασιν εἰς βάραθρα συμβολαίων καὶ τόκων καὶ ὑποθηκῶν· εἶθ´ ὥσπερ οἱ πίνοντες μετὰ τὸ μὴ διψῆν ἢ ἐσθίοντες μετὰ τὸ μὴ πεινῆν καὶ ὅσα διψῶντες ἢ πεινῶντες ἔλαβον προσεξεμοῦσιν, οὕτως οἱ τῶν ἀχρήστων ἐφιέμενοι καὶ περιττῶν οὐδὲ τῶν ἀναγκαίων κρατοῦσιν. Οὗτοι μὲν οὖν τοιοῦτοι.

[3] Τοὺς δὲ μηδὲν ἀποβάλλοντας ἔχοντας δὲ πολλὰ πλειόνων δ´ ἀεὶ δεομένους ἔτι μᾶλλον θαυμάσειεν ἄν τις τοῦ Ἀριστίππου μεμνημένος. Ἐκεῖνος γὰρ εἰώθει λέγειν, ὅτι

« Πολλὰ μέν τις ἐσθίων πολλὰ δὲ πίνων πληρούμενος δὲ μηδέποτε πρὸς τοὺς ἰατροὺς βαδίζει καὶ πυνθάνεται τί τὸ πάθος καὶ τίς ἡ διάθεσις καὶ πῶς ἂν ἀπαλλαγείη· εἰ δέ τις ἔχων πέντε κλίνας δέκα ζητεῖ, καὶ κεκτημένος δέκα τραπέζας ἑτέρας συνωνεῖται τοσαύτας, καὶ χωρίων πολλῶν παρόντων καὶ ἀργυρίου οὐ γίνεται μεστὸς ἀλλ´ ἐπ´ ἄλλα συντέταται καὶ ἀγρυπνεῖ καὶ ἀπλήρωτός ἐστι πάντων, οὗτος οὐκ οἴεται δεῖσθαι τοῦ θεραπεύσοντος καὶ δείξοντος ἀφ´ ἧς αἰτίας τοῦτο πέπονθε; »

καίτοι τῶν διψώντων τὸν μὲν οὐ πεπωκότα προσδοκήσειεν ἄν τις ἀπαλλαγήσεσθαι πιόντα τοῦ διψῆν, τὸν δὲ πίνοντα συνεχῶς καὶ μὴ παυόμενον οὐ πληρώσεως ἀλλὰ καθάρσεως οἰόμεθα δεῖσθαι, καὶ κελεύομεν ἐμεῖν ὡς οὐχ ὑπ´ ἐνδείας ὀχλούμενον ἀλλά τινος δριμύτητος ἢ θερμότητος αὐτῷ παρὰ φύσιν ἐνούσης· οὐκοῦν καὶ τῶν ποριζομένων ὁ μὲν ἐνδεὴς καὶ ἄπορος παύσαιτ´ ἂν ἴσως ἐργασίαν κτησάμενος ἢ θησαυρὸν εὑρὼν ἢ φίλου βοηθήσαντος ἐκτίσας καὶ ἀπαλλαγεὶς τοῦ δανειστοῦ, τὸν δὲ πλείω τῶν ἱκανῶν ἔχοντα καὶ πλειόνων ὀρεγόμενον οὐ χρυσίον ἐστὶν οὐδ´ ἀργύριον τὸ θεραπεῦσον οὐδ´ ἵπποι καὶ πρόβατα καὶ βόες, ἀλλ´ ἐκβολῆς δεῖται καὶ καθαρμοῦ. Πενία γὰρ οὐκ ἔστιν ἀλλ´ ἀπληστία τὸ πάθος αὐτοῦ καὶ φιλοπλουτία διὰ κρίσιν φαύλην καὶ ἀλόγιστον ἐνοῦσα· ἣν ἂν μή τις ἐξέληται τῆς ψυχῆς ὥσπερ ἕλμιγγα πλατεῖαν, οὐ παύσονται δεόμενοι τῶν περιττῶν, τουτέστιν ἐπιθυμοῦντες ὧν οὐ δέονται.

[4] Ὅταν ἰατρὸς εἰσελθὼν πρὸς ἄνθρωπον ἐρριμμένον ἐν τῷ κλινιδίῳ καὶ στένοντα καὶ μὴ βουλόμενον τροφὴν λαβεῖν ἅψηται καὶ ἀνακρίνῃ καὶ εὕρῃ μὴ πυρέττοντα, « ψυχικὴ νόσος » ἔφη καὶ ἀπῆλθεν· οὐκοῦν καὶ ἡμεῖς ὅταν ἴδωμεν ἄνδρα τῷ πορισμῷ προστετηκότα καὶ τοῖς ἀναλώμασιν ἐπιστένοντα καὶ μηδενὸς εἰς χρηματισμὸν συντελοῦντος αἰσχροῦ μηδ´ ἀνιαροῦ φειδόμενον, οἰκίας δ´ ἔχοντα καὶ χώρας καὶ ἀγέλας καὶ ἀνδράποδα σὺν ἱματίοις, τί φήσομεν εἶναι τοῦ ἀνθρώπου τὸ πάθος ἢ πενίαν ψυχικήν; ἐπεὶ τήν γε χρηματικήν, ὥς φησιν ὁ Μένανδρος, εἷς ἂν φίλος ἀπαλλάξειεν εὐεργετήσας, τὴν δὲ ψυχικὴν ἐκείνην οὐκ ἂν ἐμπλήσειαν ἅπαντες οὔτε ζῶντες οὔτ´ ἀποθανόντες. Ὅθεν εὖ πρὸς τούτους λέλεκται ὑπὸ τοῦ Σόλωνος

« Πλούτου δ´ οὐδὲν τέρμα πεφασμένον ἀνθρώποισιν. »

Ἐπεὶ τοῖς γε νοῦν ἔχουσιν ὁ τῆς φύσεως πλοῦτος ὥρισται καὶ τὸ τέρμα πάρεστι, τῇ χρείᾳ καθάπερ κέντρῳ καὶ διαστήματι περιγραφόμενον. Ἀλλὰ καὶ τοῦτο τῆς φιλαργυρίας ἴδιον· ἐπιθυμία γάρ ἐστι μαχομένη πρὸς τὴν αὑτῆς πλήρωσιν· αἱ δ´ ἄλλαι καὶ συνεργοῦσιν· οὐδεὶς γοῦν ἀπέχεται χρήσεως ὄψου διὰ φιλοψίαν οὐδ´ οἴνου δι´ οἰνοφλυγίαν, ὡς χρημάτων ἀπέχονται διὰ φιλοχρηματίαν. Καίτοι πῶς οὐ μανικὸν οὐδ´ οἰκτρὸν τὸ πάθος, εἴ τις ἱματίῳ μὴ χρῆται διὰ τὸ ῥιγοῦν μηδ´ ἄρτῳ διὰ τὸ πεινῆν μηδὲ πλούτῳ διὰ τὸ φιλοπλουτεῖν, ἀλλ´ ἐν τοῖς Θρασωνίδου κακοῖς ἐστιν

« Παρ´ ἐμοὶ γάρ ἐστιν ἔνδον, ἔνδον ἐστί μοι, καὶ βούλομαι τοῦθ´ ὡς ἂν ἐμμανέστατα ἐρῶν τις, οὐ ποιῶ δέ· »

κατακλείσας δὲ πάντα καὶ κατασφραγισάμενος καὶ παραριθμήσας τοκισταῖς καὶ πραγματευταῖς ἄλλα συνάγω καὶ διώκω, καὶ ζυγομαχῶ πρὸς τοὺς οἰκέτας πρὸς τοὺς γεωργοὺς πρὸς τοὺς χρεώστας·

« Ἄπολλον, ἀνθρώπων τιν´ ἀθλιώτερον ἑόρακας; ἆρ´ ἐρῶντα δυσποτμώτερον; »

[5] Ὁ Σοφοκλῆς ἐρωτηθείς, εἰ δύναται γυναικὶ πλησιάζειν,

« εὐφήμει, ἄνθρωπε » εἶπεν « ἐλεύθερος γέγονα λυττῶντας καὶ ἀγρίους δεσπότας διὰ τὸ γῆρας ἀποφυγών. »

Χάριεν γὰρ ἅμα ταῖς ἡδοναῖς συνεκλείπειν τὰς ἐπιθυμίας, ἃς μήτε ηὗρεν μὲν φησὶν Ἀλκαῖος μήτε γυναῖκα. Τοῦτο δ´ οὐκ ἔστιν ἐπὶ τῆς φιλοπλουτίας· ἀλλ´ ὥσπερ βαρεῖα καὶ πικρὰ δέσποινα κτάσθαι μὲν ἀναγκάζει χρῆσθαι δὲ κωλύει, καὶ τὴν μὲν ἐπιθυμίαν ἐγείρει τὴν δ´ ἡδονὴν ἀφαιρεῖται. Τοὺς μὲν οὖν Ῥοδίους ὁ Στρατόνικος ἐπέσκωπτεν εἰς πολυτέλειαν, οἰκοδομεῖν μὲν ὡς ἀθανάτους λέγων ὀψωνεῖν δ´ ὡς ὀλιγοχρονίους· οἱ δὲ φιλάργυροι κτῶνται μὲν ὡς πολυτελεῖς χρῶνται δ´ ὡς ἀνελεύθεροι, καὶ τοὺς μὲν πόνους ὑπομένουσι τὰς δ´ ἡδονὰς οὐκ ἔχουσιν. Ὁ γοῦν Δημάδης ἐπιστὰς ἀριστῶντί ποτε Φωκίωνι καὶ θεασάμενος αὐτοῦ τὴν τράπεζαν αὐστηρὰν καὶ λιτὴν

« Θαυμάζω » ὦ Φωκίων » εἶπεν « ὅτι οὕτως ἀριστᾶν δυνάμενος πολιτεύῃ »

(αὐτὸς γὰρ εἰς τὴν γαστέρα ἐδημαγώγει, καὶ τὰς Ἀθήνας μικρὸν ἡγούμενος τῆς ἀσωτίας ἐφόδιον ἐκ τῆς Μακεδονίας ἐπεσιτίζετο· καὶ διὰ τοῦτ´ Ἀντίπατρος εἶπε θεασάμενος αὐτὸν γέροντα

« καθάπερ ἱερείου διαπεπραγμένου μηδὲν ἔτι λοιπὸν ἢ τὴν γλῶσσαν εἶναι καὶ τὴν κοιλίαν »)·

σὲ δ´ οὐκ ἄν τις, ὦ κακόδαιμον, θαυμάσειεν, εἰ δυνάμενος οὕτω ζῆν ἀνελευθέρως καὶ ἀπανθρώπως καὶ ἀμεταδότως καὶ πρὸς φίλους ἀπηνῶς καὶ πρὸς πόλιν ἀφιλοτίμως κακοπαθεῖς καὶ ἀγρυπνεῖς καὶ ἐργολαβεῖς καὶ κληρονομεῖς καὶ ὑποπίπτεις τηλικοῦτον ἔχων τῆς ἀπραγμοσύνης ἐφόδιον, τὴν ἀνελευθερίαν; Βυζάντιόν τινα λέγουσιν ἐπὶ δυσμόρφῳ γυναικὶ μοιχὸν εὑρόντ´ εἰπεῖν,

« ὦ ταλαίπωρε, τίς ἀνάγκα; σαπρὰ γὰρ ἁ τρύξ ».

Ἄγε σὺ κυκᾷς ὑφάπτεις, ὦ πόνηρε, τοὺς βασιλεῖς ἔα πορίζεσθαι τοὺς ἐπιτρόπους τῶν βασιλέων τοὺς ἐν ταῖς πόλεσι πρωτεύειν καὶ ἄρχειν ἐθέλοντας, ἐκείνοις ἀνάγκη διὰ τὴν φιλοτιμίαν καὶ τὴν ἀλαζονείαν καὶ τὴν κενὴν δόξαν ἑστιῶσιν χαριζομένοις δορυφοροῦσιν δῶρα πέμπουσι στρατεύματα τρέφουσι μονομάχους ὠνουμένοις· σὺ δὲ τοσαῦτα πράγματα συγχεῖς καὶ ταράττεις καὶ « στροβεῖς σεαυτόν », κοχλίου βίον ζῶν διὰ τὴν μικρολογίαν, καὶ τὰ δυσχερῆ πάνθ´ ὑπομένεις οὐδὲν εὖ πάσχων, ὥσπερ ὄνος βαλανέως ξύλα καὶ φρύγανα κατακομίζων, ἀεὶ καπνοῦ καὶ τέφρας ἀναπιμπλάμενος λουτροῦ δὲ μὴ μετέχων μηδ´ ἀλέας μηδὲ καθαρειότητος.

[6] Καὶ ταῦτα μὲν πρὸς τὴν ὀνώδη καὶ μυρμηκώδη λέγεται φιλοπλουτίαν· ἑτέρα δ´ ἐστὶν ἡ θηριώδης, συκοφαντοῦσα καὶ κληρονομοῦσα καὶ παραλογιζομένη καὶ πολυπραγμονοῦσα καὶ φροντίζουσα καὶ ἀριθμοῦσα τῶν φίλων ἔτι πόσοι ζῶσιν, εἶτα πρὸς μηδὲν ἀπολαύουσα τῶν πανταχόθεν προσποριζομένων. Ὥσπερ οὖν ἐχίδνας καὶ κανθαρίδας καὶ φαλάγγια μᾶλλον προβαλλόμεθα καὶ δυσχεραίνομεν ἄρκτων καὶ λεόντων, ὅτι κτείνει καὶ ἀπόλλυσιν ἀνθρώπους μηδὲν χρώμενα τοῖς ἀπολλυμένοις ὑπ´ αὐτῶν, οὕτω δεῖ μᾶλλον δυσχεραίνειν τῶν δι´ ἀσωτίαν τοὺς διὰ μικρολογίαν καὶ ἀνελευθερίαν πονηρούς· ἀφαιροῦνται γὰρ ἄλλων, οἷς αὐτοὶ χρῆσθαι μὴ δύνανται μηδὲ πεφύκασιν. Ὅθεν ἐκεῖνοι μὲν ἐκεχειρίαν ἄγουσιν ἐν ἀφθόνοις γενόμενοι καὶ χορηγίαν ἔχοντες (ὥσπερ ὁ Δημοσθένης ἔλεγε πρὸς τοὺς νομίζοντας τῆς πονηρίας τὸν Δημάδην πεπαῦσθαι,

« Νῦν γὰρ » ἔφη « μεστὸν ὁρᾶτε, καθάπερ τοὺς λέοντας »)·

τοῖς δ´ εἰς μηδὲν ἡδὺ μηδὲ χρήσιμον πονηρευομένοις οὐκ ἔστιν ἀνακωχὴ τοῦ πλεονεκτεῖν οὐδ´ ἀσχολία κενοῖς οὖσιν ἀεὶ καὶ προσδεομένοις ἁπάντων.

[7] « Ἀλλὰ νὴ Δία » φήσει τις {ὅτι} « παισὶν οὗτοι καὶ κληρονόμοις φυλάττουσι καὶ θησαυρίζουσι. »

Πῶς; οἷς ζῶντες οὐδὲν μεταδιδόασιν, ἀλλ´ ὥσπερ τῶν μυῶν τῶν ἐν τοῖς μετάλλοις τὴν χρυσῖτιν ἐσθιόντων οὐκ ἔσται τοῦ χρυσίου μεταλαβεῖν εἰ μὴ νεκρῶν γενομένων καὶ ἀνατμηθέντων. Παισὶ δὲ καὶ κληρονόμοις διὰ τί βούλονται πολλὰ χρήματα καὶ μεγάλην οὐσίαν ἀπολιπεῖν; ἵνα δηλονότι καὶ οὗτοι φυλάττωσιν ἑτέροις, κἀκεῖνοι πάλιν, ὥσπερ οἱ κεραμεοῖ σωλῆνες οὐδὲν ἀναλαμβάνοντες εἰς ἑαυτοὺς ἀλλ´ ἕκαστος εἰς ἕτερον ἐξ ἑαυτοῦ μεθιείς, ἄχρι ἄν τις ἔξωθεν ἢ συκοφάντης ἢ τύραννος ἐκκόψας τὸν φυλάττοντα καὶ κατάξας ἀλλαχόσε παρατρέψῃ καὶ παροχετεύσῃ τὸν πλοῦτον, ἤ, καθάπερ λέγουσιν, εἷς ὁ πονηρότατος ἐν τῷ γένει γενόμενος, καταφάγῃ τὰ πάντων· οὐ γὰρ μόνον κατὰ τὸν Εὐριπίδην

« Ἀκόλασθ´ ὁμιλεῖν γίνεται δούλων τέκνα »

ἀλλὰ καὶ μικρολόγων· ὥς που καὶ Διογένης ἐπέσκωψεν εἰπὼν

« Μεγαρέως ἀνδρὸς βέλτιον εἶναι κριὸν ἢ υἱὸν γενέσθαι. »

Καὶ γὰρ οἷς δοκοῦσι παιδεύειν, ἀπολλύουσι καὶ προσδιαστρέφουσιν ἐμφυτεύοντες τὴν αὑτῶν φιλαργυρίαν καὶ μικρολογίαν, ὥσπερ {οὖν} τι φρούριον τῆς κληρονομίας ἐνοικοδομοῦντες τοῖς κληρονόμοις. Ταῦτα γάρ ἐστιν ἃ παραινοῦσι καὶ διδάσκουσι

« Κέρδαινε καὶ φείδου, καὶ τοσούτου νόμιζε σεαυτὸν ἄξιον ὅσον ἂν ἔχῃς ».

Τοῦτο δ´ οὐκ ἔστι παιδεύειν, ἀλλὰ συστέλλειν καὶ ἀπορράπτειν ὥσπερ βαλλάντιον, ἵνα στέγειν καὶ φυλάττειν τὸ εἰσβληθὲν δύνηται. Καίτοι τὸ μὲν βαλλάντιον ἐμβληθέντος τοῦ ἀργυρίου γίνεται ῥυπαρὸν καὶ δυσῶδες, οἱ δὲ τῶν φιλαργύρων παῖδες πρὶν ἢ παραλαμβάνειν τὸν πλοῦτον ἀναπίμπλανται τῆς φιλοπλουτίας ἀπ´ αὐτῶν τῶν πατέρων. Καὶ μέντοι τῆς διδασκαλίας καὶ μισθοὺς ἀξίους ἀποτίνουσιν αὐτοῖς, οὐ φιλοῦντες ὅτι πολλὰ λήψονται, ἀλλὰ μισοῦντες ὅτι μήπω λαμβάνουσι. Μηδὲν γὰρ ἄλλο θαυμάζειν ἢ τὸν πλοῦτον μαθόντες μηδ´ ἐπ´ ἄλλῳ τινὶ ζῆν ἢ τῷ πολλὰ κεκτῆσθαι κώλυσιν τοῦ ἰδίου βίου τὸν ἐκείνων ποιοῦνται, καὶ νομίζουσιν αὑτῶν ἀφαιρεῖσθαι τὸν χρόνον, ὅσον ἐκείνοις προστίθησι. Διὸ καὶ ζώντων μὲν ἔτι τῶν πατέρων λανθάνοντες ἁμωσγέπως παρακλέπτουσι τῆς ἡδονῆς καὶ ἀπολαύουσιν ὥσπερ ἀλλοτρίων, μεταδιδόντες φίλοις ἀναλίσκοντες εἰς ἐπιθυμίας ἔτι ἀκούοντες ἔτι μανθάνοντες. Ὅταν δ´ ἀποθανόντων τὰς κλεῖς παραλάβωσι καὶ τὰς σφραγῖδας, ἕτερον βίου σχῆμ´ αὐτοῖς ἐστι καὶ πρόσωπον ἀγέλαστον αὐστηρὸν ἀνέντευκτον· οὐ κολοφὼν οὐ σφαῖρα οὐ τραχηλισμὸς οὐκ Ἀκαδήμεια οὐ Λύκειον, ἀλλ´ οἰκετῶν ἀνάκρισις καὶ γραμματείων ἐπίσκεψις καὶ πρὸς οἰκονόμους ἢ χρεώστας διαλογισμὸς καὶ ἀσχολία καὶ φροντὶς ἀφαιρουμένη τὸ ἄριστον καὶ συνελαύνουσα νυκτὸς εἰς τὸ βαλανεῖον,

« Γυμνάσια δ´ οἷσιν ἐνετράφη Δίρκης θ´ ὕδωρ » παρώδευται· κἂν εἴπῃ τις « οὐκ ἀκούσῃ τοῦ φιλοσόφου; »
« Πόθεν ἐμοί; » φησίν « οὐ σχολάζω τοῦ πατρὸς τεθνηκότος. »

Ὦ ταλαίπωρε, τί σοι τοιοῦτο καταλέλοιπεν οἷον ἀφῄρηται, τὴν σχολὴν καὶ τὴν ἐλευθερίαν; μᾶλλον δ´ οὐκ ἐκεῖνος ἀλλ´ ὁ πλοῦτος περιχυθεὶς καὶ κρατήσας, ὥσπερ ἡ παρ´ Ἡσιόδῳ γυνή

« Εὔει ἄτερ δαλοῖο καὶ ὠμῷ γήραϊ δῶκεν, »

ὥσπερ ῥυτίδας ἀώρους ἢ πολιὰς ἐπαγαγὼν τῇ ψυχῇ τὰς φροντίδας ἐκ τῆς φιλαργυρίας καὶ τὰς ἀσχολίας, ὑφ´ ὧν μαραίνεται τὸ γαῦρον καὶ τὸ φιλότιμον καὶ τὸ φιλάνθρωπον.

[8] « Τί οὖν; » φήσει τις, « οὐχ ὁρᾷς καὶ χρωμένους ἐνίους δαψιλῶς τοῖς χρήμασι; »

Σὺ δ´ οὐκ ἀκούεις, φήσομεν, Ἀριστοτέλους λέγοντος ὅτι οἱ μὲν οὐ χρῶνται οἱ δὲ παραχρῶνται, καθάπερ οὐδετέρου προσήκοντος; ἀλλ´ ἐκείνους μὲν οὐκ ὠφελεῖ τὸ οἰκεῖον οὐδὲ κοσμεῖ, τούτους δὲ καὶ βλάπτει καὶ καταισχύνει. Φέρε δὴ σκεψώμεθα τὸ πρῶτον, ἡ χρῆσις αὕτη, δι´ ἣν θαυμάζεται ὁ πλοῦτος, πότερον τῶν ἀρκούντων; οὐδὲν οὖν πλέον ἔχουσιν οἱ πλούσιοι τῶν μέτρια κεκτημένων, ἀλλ´ « ἄπλουτος ὁ πλοῦτός ἐστιν » ὥς φησι Θεόφραστος, καὶ ἄζηλος ἀληθῶς, εἰ Καλλίας ὁ πλουσιώτατος Ἀθηναίων καὶ Ἰσμηνίας ὁ Θηβαίων εὐπορώτατος ἐχρῶντο τούτοις, οἷς Σωκράτης καὶ Ἐπαμεινώνδας. Ὡς γὰρ Ἀγάθων τὸν αὐλὸν ἀπέπεμψεν ἐκ τοῦ συμποσίου πρὸς τὰς γυναῖκας οἰόμενος ἀρκεῖν τοὺς λόγους τῶν παρόντων, οὕτως ἀποπέμψειας ἂν καὶ στρωμνὰς ἁλουργεῖς καὶ τραπέζας πολυτελεῖς καὶ τὰ περιττὰ πάντα, τοὺς πλουσίους ὁρῶν χρωμένους οἷς οἱ πένητες· καὶ

« Αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο, ἔργα »

δ´ οὐ

« Βοῶν ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν, »

ἀλλὰ χρυσοχόων καὶ τορευτῶν καὶ μυρεψῶν καὶ μεγείρων, καλῆς καὶ σώφρονος γενομένης ξενηλασίας τῶν ἀχρήστων. Εἰ δὲ τὰ μὲν ἀρκοῦντα κοινὰ καὶ τῶν μὴ πλουσίων ἐστί, σεμνύνεται δ´ ὁ πλοῦτος ἐπὶ τοῖς περιττοῖς καὶ τὸν Σκόπαν τὸν Θεσσαλὸν ἐπαινεῖς, ὃς αἰτηθείς τι τῶν κατὰ τὴν οἰκίαν ὡς περιττὸν αὐτῷ καὶ ἄχρηστον

« Ἀλλὰ μήν » ἔφη « τούτοις ἐσμὲν ἡμεῖς εὐδαίμονες καὶ μακάριοι τοῖς περιττοῖς, ἀλλ´ οὐκ ἐκείνοις τοῖς ἀναγκαίοις »,

ὅρα μὴ πομπὴν ἐπαινοῦντι καὶ πανήγυριν μᾶλλον ἢ βίον ἔοικας. Ἡ πάτριος τῶν Διονυσίων ἑορτὴ τὸ παλαιὸν ἐπέμπετο δημοτικῶς καὶ ἱλαρῶς· ἀμφορεὺς οἴνου καὶ κληματίς, εἶτα τράγον τις εἷλκεν, ἄλλος ἰσχάδων ἄρριχον ἠκολούθει κομίζων, ἐπὶ πᾶσι δ´ ὁ φαλλός. Ἀλλὰ νῦν ταῦτα παρεώραται καὶ ἠφάνισται χρυσωμάτων παραφερομένων καὶ ἱματίων πολυτελῶν καὶ ζευγῶν ἐλαυνομένων καὶ προσωπείων· οὕτω τὰ ἀναγκαῖα τοῦ πλούτου καὶ χρήσιμα τοῖς ἀχρήστοις κατακέχωσται καὶ τοῖς περιττοῖς.

[9] Οἱ δὲ πολλοὶ τὸ τοῦ Τηλεμάχου πάσχομεν· καὶ γὰρ ἐκεῖνος ὑπ´ ἀπειρίας μᾶλλον δ´ ἀπειροκαλίας τὴν μὲν Νέστορος ἰδὼν οἰκίαν κλίνας ἔχουσαν τραπέζας ἱμάτια στρώματα οἶνον ἡδὺν οὐκ ἐμακάριζε τὸν εὐποροῦντα τῶν ἀναγκαίων ἢ καὶ χρησίμων, παρὰ δὲ τῷ Μενελάῳ θεασάμενος ἐλέφαντα καὶ χρυσὸν καὶ ἤλεκτρον ἐξεπλάγη καὶ εἶπε

« Ζηνός που τοιήδε γ´ Ὀλυμπίου ἔνδοθεν αὐλή· ὅσσα τάδ´ ἄσπετα πολλά· σέβας μ´ ἔχει εἰσορόωντα. »

Σωκράτης δ´ ἂν εἶπεν ἢ καὶ Διογένης

« Ὅσσα τάδ´ ἄθλια πολλὰ »

καὶ ἄχρηστα καὶ μάταια·

« Γέλως μ´ ἔχει εἰσορόωντα. »
« Τί λέγεις, ἀβέλτερε; τῆς γυναικὸς ὀφείλων παρελεῖν τὴν πορφύραν καὶ τὸν κόσμον, ἵνα παύσηται τρυφῶσα καὶ ξενομανοῦσα, τὴν οἰκίαν πάλιν καλλωπίζεις ὡς θέατρον ἢ θυμέλην τοῖς εἰσιοῦσι; »

[10] Τοιαύτην ὁ πλοῦτος εὐδαιμονίαν ἔχει, θεατῶν δίχα καὶ μαρτύρων {ἢ} τὸ μηδὲν οὖσαν. Ὅμοιόν γε τὸ σωφρονεῖν τὸ φιλοσοφεῖν τὸ γινώσκειν ἃ δεῖ περὶ θεῶν, ἅ, κἂν λανθάνῃ πάντας ἀνθρώπους, | ἴδιον σέλας ἔχει καὶ φέγγος ἐν τῇ ψυχῇ μέγα καὶ χαρὰν ποιεῖ σύνοικον αὐτῇ δι´ ἑαυτῆς ἀντιλαμβανομένῃ τἀγαθοῦ, ἄν τ´ ἴδῃ τις ἄν τε λανθάνῃ καὶ θεοὺς καὶ ἀνθρώπους ἅπαντας. Τοιοῦτόν ἐστιν ἀρετὴ ἀλήθεια μαθημάτων κάλλος {τε} γεωμετρικῶν ἀστρολογικῶν· ὧν τίνι τὰ τοῦ πλούτου φάλαρα ταῦτα καὶ περιδέραια καὶ ἀνθίσματα κορασιώδη παραβαλεῖν ἄξιον; μηδενὸς ὁρῶντος μηδὲ προσβλέποντος ὄντως τυφλὸς γίνεται καὶ ἀφεγγὴς ὁ πλοῦτος. Μόνος γὰρ ὁ πλούσιος δειπνῶν μετὰ τῆς γυναικὸς ἢ τῶν συνήθων οὔτε ταῖς θυίναις παρέχει πράγματα τραπέζαις οὔτε τοῖς χρυσοῖς ἐκπώμασιν ἀλλὰ χρῆται τοῖς προστυχοῦσι, καὶ ἡ γυνὴ ἄχρυσος καὶ ἀπόρφυρος καὶ ἀφελὴς πάρεστιν· ὅταν δὲ σύνδειπνον, τουτέστι πομπὴ καὶ θέατρον, συγκροτῆται καὶ δρᾶμα πλουσιακὸν εἰσάγηται,

« Νηῶν δ´ ἔκφερε λέβητάς τε τρίποδάς τε »,

τῶν τε λύχνων αἱ θῆκαι περισμῶνται, τὰς κύλικας ἀλλάσσουσι, τοὺς οἰνοχόους μεταμφιεννύουσι, πάντα κινοῦσι, χρυσὸν ἄργυρον λιθοκόλλητα, ἄλλοις πλουτεῖν ὁμολογοῦντες. Ἀλλὰ σωφροσύνης γε, κἂν μόνος δειπνῇ, δεῖται, κἂν εὐωχίας.