Μετάβαση στο περιεχόμενο

Περί των Αιγυπτίων μυστηρίων/ΣΤ

Από Βικιθήκη
Περὶ τῶν Αἰγυπτίων μυστηρίων
Συγγραφέας:
Βιβλίον ϛʹ


[1]  Ταῦτα μὲν οὖν οὐκ ἂν ἄλλως ἔχοι· τὸ δὲ λοιπὸν ἐμοὶ καιρὸς ἐπὶ τὴν ἑξῆς ἀπορίαν ὧν σὺ προτείνεις μεταβαίνειν. Τί γὰρ δήποτε, ὡς ὁ σὸς λόγος, νεκροῦ μὲν ἀναφῆ δεῖν εἶναι τὸν ἐπόπτην, διὰ δὲ νεκρῶν ζῴων τὰ πολλὰ αἱ θεαγωγίαι ἐπιτελοῦνται; πάλιν οὖν καὶ ταῦτα διαλύοντες τὴν δοκοῦσαν εἶναι μάχην ἐπισκεψώμεθα· μὴ οὐδαμῶς ᾖ τις ἐν αὐτῇ ἀντίθεσις, φαίνεται δὲ μόνον ἐναντίως ἔχειν. Εἰ μὲν γὰρ τῶν αὐτῶν νεκρῶν σωμάτων καὶ ἀπείχοντο τῆς ἁφῆς καὶ ἥπτοντο, ἦν ἂν τοῦτο πρὸς ἑαυτὸ ὑπεναντίον· εἰ δὲ ἄλλων μὲν ἀπέχεσθαι παραγγέλλουσι τῶν ἀνιέρων, ἄλλων δὲ ἅπτεσθαι ὅσα καθιεροῦνται, οὐδεμίαν τοῦτο ἔχει ἐναντίωσιν. Ἔτι τοίνυν τῶν μὲν ἀνθρωπείων σωμάτων, ἐπειδὰν ἀπολίπῃ αὐτὰ ἡ ψυχή, οὐχ ὅσιον θιγγάνειν (τῆς γὰρ θείας ζωῆς ἴχνος τι ἢ εἴδωλον ἢ ἔμβασις ἐναποσβέννυται ἐν τῷ σώματι κατὰ τὸν θάνατον), τῶν δὲ ἄλλων ζῴων οὐκέτι ἀνόσιον ἅπτεσθαι τεθνηκότων, ἐπεὶ οὐδὲ κεκοινωνήκασι τῆς θειοτέρας ζωῆς. Ἔστι τοίνυν πρὸς ἄλλους μὲν τὸ ἀναφὲς οἰκεῖον, οἷον τοὺς ὕλης καθαροὺς θεούς, πρὸς ἄλλους δὲ τὸ κλητικὸν διὰ τῶν ζῴων ἀποδέδοται τοὺς ἐπιβεβηκότας τῶν ζῴων καὶ προσεχῶς αὐτοῖς συνηρτημένους· οὐδὲ κατὰ τοῦτο οὖν συμβαίνει τις ἐναντίωσις.

[2]  Καὶ ἄλλως δ' ἄν τις τοῦτο διαλύσειεν· ἀνθρώποις μὲν γὰρ ἐν ὕλῃ κατεχομένοις τὰ ἐστερημένα τῆς ζωῆς σώματα φέρει τινὰ κηλῖδα, διότι τῷ ζῶντι τὸ μὴ ζῶν, ὥσπερ τῷ καθαρῷ τὸ ῥυπαρὸν καὶ τῷ ἐν ἕξει τὸ ἐν στερήσει, μολυσμόν τινα ἐντίθησιν, καὶ διότι τῷ μὲν δύναμιν ἔχοντι τοῦ ἀποθνῄσκειν ἐμποιεῖ τινα μολυσμὸν διὰ τὴν φυσικὴν τὸ χεῖρον πρὸς αὐτὸ ἐπιτηδειότητα, δαίμονι δὲ τὸ σῶμα ἀσωμάτῳ ὄντι παντελῶς καὶ μὴ παραδεχομένῳ φθορὰν μηδαμόθεν, οὐδένα ἐμποιεῖ μολυςμόν· ἀλλ' ὑπερέχειν ἀνάγκη τοῦ διεφθαρμένου σώματος καὶ μηδεμίαν ἀπ' αὐτοῦ παραδέχεσθαί τινα εἰς ἑαυτὸν φθορᾶς ἔμφασιν.

[3]  Πρὸς μὲν οὖν τὴν ἐναντίωσιν τῆς ἀπορίας τοσαῦτα λέγω· αὐτὸ δὲ καθ' ἑαυτὸ τὸ διὰ τῶν ἱερῶν ζῴων, ὥςπερ τῶν ἱεράκων, ὅπως ἐπιτελεῖται μαντικὸν διερμηνεύοντες, θεοὺς μὲν οὐδέποτέ φαμεν παραγίγνεσθαι τῇ χρήσει τῶν κηδευθέντων οὕτω σωμάτων· οὔτε γὰρ μεριστῶς οὔτε προσεχῶς οὔτε ἐνύλως οὔτε μετά τινος σχέσεως προΐστανται τῶν καθ' ἕκαστα ζῴων· δαίμοσι δὲ καὶ τούτοις σφόδρα διῃρημένοις καὶ διαλαχοῦσιν ἄλλοις ἄλλα ζῷα προσεχῶς τε ἐπιβεβηκόσι τῇ τοιαύτῃ προστασίᾳ καὶ οὐ παντελῶς αὐτάρκη καὶ ἄυλον τὴν οἰκείαν ἀρχὴν διακληρωσαμένοις, ἡ τοιαύτη δεδόσθω τῶν μαντικῶν ὀργάνων ἐπαφή· ἢ εἰ οὕτω τις βούλοιτο τίθεσθαι, ἕδρα αὐτοῖς ἀπονενεμήσθω τοιαύτη, δι' ἧς ἀνθρώποις ὁμιλεῖν καὶ χρῆσθαι πεφύκασι· σωμάτων μὲν οὖν καὶ ταύτην εἶναι καθαρὰν δεῖ νομίζειν, οὐδεμία γὰρ γίγνεται κοινωνία τῷ καθαρῷ πρὸς τὸ ἐναντίον· διὰ δὲ τῆς ψυχῆς τῶν ζῴων συνάπτεσθαι αὐτὴν ἀνθρώποις ἔχει τινὰ λόγον. Αὕτη γὰρ ἔχει τινὰ οἰκειότητα πρὸς ἀνθρώπους μὲν διὰ τὸ ὁμογενὲς τῆς ζωῆς, πρὸς δαίμονας δέ, διότι σωμάτων ἀπολυθεῖσα χωριστή πως ὑπάρχει· μέση δὲ οὖσα ἀμφοτέρων ὑπηρετεῖ μὲν τῷ ἐφεστηκότι, ἐξαγγέλλει δὲ τοῖς ἔτι κατεχομένοις ἐν σώματι ἅπερ ὁ ἐπιβεβηκὼς προστάττει, κοινὸν δὲ σύνδεςμον ἀμφοτέροις τούτοις πρὸς ἀλλήλους ἐνδίδωσι.

[4]  Δεῖ δὲ ἡγεῖσθαι ὡς καὶ ἡ χρωμένη ψυχὴ τοῖς τοιούτοις μαντείοις οὐκ ἐπήκοος μόνον γίγνεται τῆς μαντείας, ἀλλὰ καὶ συμβάλλεταί τινα μοῖραν ἀφ' ἑαυτῆς οὐκ ὀλίγην εἰς τὴν ἀπεργασίαν αὐτῆς τὴν ἐπὶ τῶν ἔργων· καὶ γὰρ συντρέπεται καὶ συνεργεῖ καὶ συμπρογιγνώσκει διά τινος συμπαθοῦς ἀνάγκης· ἔστι μὲν οὖν ὁ τρόπος τῆς μαντείας οὗτος τοιοῦτος πάντῃ διεστηκὼς τοῦ θείου καὶ ἀληθινοῦ τρόπου, περὶ σμικρῶν τε καὶ ἐφημέρων πραγμάτων δυνάμενος προλέγειν, περὶ τῶν ἐν τῇ διῃρημένῃ φύσει κειμένων ὅσα ἤδη περὶ τὴν γένεσιν ἐμφέρεται, κινήσεις τε ἀφ' ἑαυτῶν παρέχει τοῖς δυναμένοις αὐτὰς δέχεσθαι, καὶ πάθη πολυειδῶς ἐμποιεῖ τοῖς πεφυκόσιν ἐπιτηδείως εἰς τὸ συμπάσχειν· διὰ πάθους δὲ οὐκ ἂν παραγένοιτό ποτε ἡ τελεία πρόγνωσις· αὐτὸ γὰρ μάλιστα τὸ ἄτρεπτόν τε καὶ ἄυλον καὶ πάντῃ καθαρὸν τῷ μέλλοντι ἐπιβάλλειν εἴωθε, τὸ δὲ συμμιγνύμενον πρὸς τὸ ἀλόγιστον καὶ σκοτεινὸν τοῦ σωματοειδοῦς καὶ ὑλικοῦ πληροῦται πολλῆς ἀγνωσίας· ὅθεν οὐδέποτε τὴν τοιαύτην τεχνικὴν κατασκευὴν εἰς τὸ μαντεύεσθαι ἀποδέχεσθαι ἄξιον. Οὐδὲ χρῆσθαι αὐτῇ ἐπὶ μεγάλης σπουδῆς δεῖ, οὐδὲ ἄλλῳ χρωμένῳ πιστευτέον ὡς ἔχοντι παρ' ἑαυτῷ σαφὲς καὶ γνώριμόν τι τεκμήριον τῆς ἀληθείας. Τοσαῦτα δὴ καὶ περὶ τῆς τοιαύτης μαντείας ἡμῖν εἰρήσθω.

[5]  Φέρε δὴ οὖν καὶ περὶ ἄλλου γένους ἀποριῶν ἀποκεκρυμμένην ἔχοντος τὴν αἰτίαν ποιησώμεθα λόγον· ὅπερ ἔχει μέν, ὡς καὶ σὺ αὐτὸς λέγεις, βιαστικὰς ἀπειλάς, μερίζεται δὲ περὶ τὸ πλῆθος τῶν ἀπειλῶν πολυμερῶς· ἢ γὰρ τὸν οὐρανὸν προσαράξειν ἢ τὰ κρυπτὰ τῆς Ἴσιδος ἐκφανεῖν ἢ τὸ ἐν Ἀβύδῳ ἀπόρρητον δείξειν ἢ στήσειν τὴν βάριν ἢ τὰ μέλη τοῦ Ὀσίριδος διασκεδάσειν τῷ Τυφῶνι ἢ ἄλλο τι τοιοῦτον ἀπειλεῖ ποιήσειν. Τοῦτο δὴ πᾶν τὸ εἶδος τῶν λόγων οὐχ, ὡς σὺ νομίζεις, πρὸς ἥλιον ἢ σελήνην ἤ τινα τῶν κατ' οὐρανὸν ἐπανατείνονται οἱ ἄνθρωποι (ἔτι γὰρ ἂν συνέβη δεινότερα ἄτοπα ὧν σὺ σχετλιάζεις), ἀλλ' ὅπερ ἐν τοῖς ἔμπροσθεν ἔλεγον, ἐπί τι γένος δυνάμεων ἐν τῷ κόσμῳ μεριστὸν ἄκριτον ἀλόγιστον, ὃ δέχεται μὲν ἀπ' ἄλλου λόγον καὶ κατακούει, οἰκείᾳ δὲ συνέσει οὔτε χρῆται οὔτε τὸ ἀληθὲς καὶ ψεῦδος ἢ δυνατὸν ἢ ἀδύνατον διακρίνει. Τὸ δὴ τοιοῦτον ἀθρόως ἐπανατεινομένων τῶν ἀπειλῶν συγκινεῖται καὶ ἐκπλήττεται, ὡς ἂν οἶμαι πεφυκὸς αὐτό τε ἄγεσθαι ταῖς ἐμφάσεσι καὶ τὰ ἄλλα ψυχαγωγεῖν διὰ τῆς ἐμπλήκτου καὶ ἀσταθμήτου φαντασίας.

[6]  Ἔχει δὲ ταῦτα καὶ ἄλλον τοιοῦτον λόγον. Ὁ θεουργὸς διὰ τὴν δύναμιν τῶν ἀπορρήτων συνθημάτων οὐκέτι ὡς ἄνθρωπος οὐδ' ὡς ἀνθρωπίνῃ ψυχῇ χρώμενος ἐπιτάττει τοῖς κοσμικοῖς, ἀλλ' ὡς ἐν τῇ τῶν θεῶν τάξει προϋπάρχων μείζοσι τῆς καθ' ἑαυτὸν οὐσίας ἐπανατάσεσι χρῆται· οὐχ ὡς ποιήσων πάντα ἅπερ διισχυρίζεται, ἀλλ' ἐν τῇ τοιαύτῃ τῶν λόγων χρήσει διδάσκων ὅσην καὶ ἡλίκην καὶ τίνα ἔχει τὴν δύναμιν διὰ τὴν πρὸς θεοὺς ἕνωσιν, ἣν παρέσχηκεν αὐτῷ τῶν ἀπορρήτων συμβόλων ἡ γνῶσις. Δύναται δέ τις καὶ τοῦτο εἰπεῖν, ὡς τοσαύτην ἔχουσιν οἱ κατὰ μέρη διῃρημένοι δαίμονες, οἱ φυλάττοντες τὰ μέρη τοῦ παντός, ἐπιμέλειαν ἧς εἰλήχασιν ἕκαστοι μερίδος καὶ κηδεμονίαν, ὡς μηδὲ λόγον ἐναντίον ἀνέχεσθαι, τὴν δὲ ἀίδιον διαμονὴν τῶν ἐν τῷ κόσμῳ διαφυλάττειν ἀμετάτρεπτον. Ταύτην τοίνυν ἀμετάπτωτον παρειλήφασι, διότι τῶν θεῶν ἡ τάξις ἀκίνητος κατὰ τὰ αὐτὰ διαμένει· ἐν ᾧ τοίνυν ἔχουσι τὸ εἶναι οἵ τε ἀέριοι καὶ οἱ περὶ γῆν δαίμονες, τοῦτο οὐδὲ ἄχρις ἀκοῆς ἀνέχονται ἀπειλούμενον.

[7]  Ἢ καὶ οὕτως ἄν τις ἀποδοίη τὸν ἀπολογισμόν· τῶν ἀπορρήτων μυστηρίων οἱ δαίμονες ἐπιτροπεύουσι τὴν φυλακήν, οὕτω δή τι διαφερόντως ὡς ἐνταῦθα πρώτως συνεχομένης τῆς ἐν τῷ παντὶ διακοσμήσεως. Διὰ τοῦτο γὰρ μένει μὲν ἐν τάξει τὰ τοῦ παντὸς μόρια, διότι ἡ ἀγαθοποιὸς τοῦ Ὀσίριδος δύναμις ἁγνὴ καὶ ἄχραντος μένει, καὶ οὐ συμμίγνυται πρὸς τὴν ἐναντίαν πλημμέλειαν καὶ ταραχήν, μένει δὲ καὶ ἡ τῶν ὅλων ζωὴ καθαρὰ καὶ ἀδιάφθορος, ἐπειδὴ τὰ ἀπόκρυφα ζωογόνα τῶν λόγων κάλλη τῆς Ἴσιδος οὐ κάτεισιν εἰς τὸ φαινόμενον καὶ ὁρώμενον σῶμα. Ἀκίνητα δὲ διατελεῖ πάντα καὶ ἀειγενῆ, διότι οὐδέποτε ἵσταται ὁ τοῦ ἡλίου δρόμος· τέλεα δὲ καὶ ὁλόκληρα διαμένει πάντα, ἐπειδὴ τὰ ἐν Ἀβύδῳ ἀπόρρητα οὐδέποτε ἀποκαλύπτεται· οἷς οὖν ἔχει τὴν σωτηρίαν τὰ ὅλα (λέγω δὲ ἐν τῷ τὰ ἀπόρρητα κεκρυμμένα ἀεὶ διατηρεῖσθαι καὶ ἐν τῷ τὴν ἄφθεγκτον τῶν θεῶν οὐσίαν μηδέποτε τῆς ἐναντίας μεταλαμβάνειν μοίρας), τοῦτο οὐδ' ἄχρι φωνῆς ἀνεκτόν ἐστι τοῖς περιγείοις δαίμοσιν ἐπακούειν ὡς ἄλλως ἔχον ἢ βέβηλον γιγνόμενον, καὶ διὰ τοῦτο ἔχει τινὰ πρὸς αὐτοὺς ὁ τοιοῦτος τρόπος τῶν λόγων· θεοῖς δὲ οὐδεὶς ἀπειλεῖ, οὐδ' ἐστί τις τοιοῦτος τρόπος εὐχῆς πρὸς αὐτοὺς γιγνόμενος. Διόπερ παρὰ Χαλδαίοις, παρ' οἷς διακέκριται καθαρὸς ὁ πρὸς μόνους τοὺς θεοὺς λόγος, οὐδαμοῦ ἀπειλὴ λέγεται· Αἰγύπτιοι δὲ συμμιγνύοντες ἅμα μετὰ τῶν θείων συνθημάτων καὶ τοὺς δαιμονίους λόγους, χρῶνται ἔστιν ὅτε καὶ ταῖς ἀπειλαῖς. Ἔχεις δὴ καὶ τὴν περὶ τούτων ἀπόκρισιν συντόμως μὲν μετρίως δ' ἐγᾦμαι ἀποκεκαθαρμένην.