Μετάβαση στο περιεχόμενο

Περί των Αιγυπτίων μυστηρίων/Ε

Από Βικιθήκη
Περὶ τῶν Αἰγυπτίων μυστηρίων
Συγγραφέας:
Βιβλίον εʹ


[1]  Ὃ τοίνυν πάντων, ὡς ἔπος εἰπεῖν, ἀνθρώπων τῶν τε ἐν παιδείᾳ διατριβόντων καὶ τῶν ἀπειροτέρων τῆς ἐν λόγοις μελέτης κοινόν ἐστι ζήτημα, ἀπορεῖς κατὰ τὸ συνεχές, τὸ περὶ θυσιῶν λέγω, τίνα ἔχουσι χρείαν ἢ δύναμιν ἐν τῷ παντὶ καὶ παρὰ τοῖς θεοῖς, τίνος τε ἕνεκα λόγου προσφόρως μὲν τοῖς τιμωμένοις ὠφελίμως δὲ τοῖς τὰ δῶρα προσάγουσιν ἐπιτελοῦνται. Πρόσεστι δὲ δὴ αὐτόθι καὶ ἄλλη τις ἐναντίωσις ἡ ἀπὸ τοῦ τοὺς ὑποφήτας ἀπέχεσθαι δεῖν ἐμψύχων, ἵνα μὴ οἱ θεοὶ τοῖς ἀπὸ ζῴων ἀτμοῖς χραίνωνται· ἐναντίον γὰρ δὴ τοῦτο τῷ αὐτοὺς τοῖς ἀπὸ ζῴων ἀτμοῖς μάλιστα δελεάζεσθαι.

[2]  Τὴν μὲν οὖν μάχην τῶν νυνὶ προκειμένων εὐπόρως ἄν τις διαλύσειε, τὴν τῶν ὅλων πρὸς τὰ μέρη παραδείξας ὑπεροχήν, καὶ τὴν τῶν θεῶν πρὸς τοὺς ἀνθρώπους ἐξῃρημένην ὑπερβολὴν ὑπομνήσας· οἷον ὃ λέγω τῇ μὲν ὅλῃ ψυχῇ προεστηκέναι τοῦ κοσμικοῦ παντὸς σώματος, καὶ τοῖς οὐρανίοις θεοῖς ἐπιβεβηκέναι τοῦ οὐρανίου σώματος οὔτε βλαβερόν ἐστιν εἰς παθῶν παραδοχὴν οὔτε ἐμπόδιον πρὸς τὰς νοήσεις, τῇ δὲ ἐν μέρει ψυχῇ κοινωνεῖν σώματι πρὸς ἀμφότερα ταῦτά ἐστιν ἀλυσιτελές. Εἰ δή τις κατιδὼν τοῦτο συμπλέκει τινὰ τοιαύτην ἀπορίαν, ὡς εἰ τῇ ψυχῇ τῇ ἡμετέρᾳ δεςμὸς τὸ σῶμα, καὶ τῇ τοῦ παντὸς ἔσται δεσμός, καὶ εἴπερ ἡ μεριστὴ ψυχὴ πρὸς τὸ σῶμα ἐπέστραπται, καὶ ἡ δύναμις τῶν θεῶν ὡσαύτως ἐπέστραπται πρὸς τὴν γένεσιν, πᾶς ἂν ἀπαντήσειε πρὸς τοῦτο, λέγων ὡς οὐκ οἶδεν ὅση τίς ἐστιν ἡ τῶν κρειττόνων πρὸς τοὺς ἀνθρώπους καὶ ἡ τῶν ὅλων ὑπεροχὴ πρὸς τὰ μέρη. Ἐπ' ἄλλων οὖν καὶ ἄλλων τὰ ἀντικείμενα προσαγόμενα οὐδεμίαν κινεῖ πρὸς ἀμφισβήτησιν.

[3]  Καὶ ἐνταῦθα δὴ οὖν ὁ αὐτὸς ἐξαρκεῖ λόγος· ἡμῖν μὲν γὰρ βαρύτητα καὶ μιασμὸν ἐναπομόργνυται τῶν τῆς ψυχῆς κοινωνησάντων ποτὲ σωμάτων ἡ ἀπόλαυσις, ἡδυπάθειάν τε ἐντίκτει καὶ ἄλλα ἐμποιεῖ τῇ ψυχῇ πολλὰ νοσήματα· ἐπὶ δὲ τῶν θεῶν καὶ τῶν ἐγκοσμίων καὶ ὅλων αἰτίων ἡ ἀπὸ τούτων ἀναγομένη πως ἱεροπρεπῶς ἀναθυμίασις (ἅτε δὴ περιεχομένη καὶ οὐ περιέχουσα, συνταττομένη τε αὕτη πρὸς τὸ πᾶν ἀλλ' οὐχὶ συντάττουσα πρὸς ἑαυτὴν τὰ ὅλα καὶ τὰ τῶν θεῶν), συναρμόζεται αὕτη τοῖς κρείττοσι καὶ ὅλοις αἰτίοις ἀλλ' οὐχὶ κατέχει αὐτὰ καὶ συναρμόζει πρὸς ἑαυτήν.

[4]  Οὐδὲ γὰρ ὅπερ σε εἴσεισιν ὡς μαχόμενον περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς ἔχει τινὰ δυσκολίαν, εἴ τις αὐτὸ ὀρθῶς ὑπολαμβάνοι· οὐ γὰρ δὴ ἵνα μὴ οἱ θεοὶ τοῖς ἀπὸ ζῴων ἀτμοῖς χραίνωνται, διὰ τοῦτο οἱ θεραπεύοντες αὐτοὺς ἀπέχονται τῶν ἐμψύχων. Τίς γὰρ ἂν καὶ ἀπὸ σωμάτων ἀναθυμίασις αὐτοῖς πελάσειεν, οἳ καὶ πρὶν ἐφάψασθαί τι τῶν ἐνύλων τῆς σφετέρας δυνάμεως τὴν ὕλην ἀναφῶς ἀποκόπτουσιν; καὶ μὴ ὅτι ἡ δύναμις αὐτῶν ἀναιρεῖ πάντα καὶ ἀφανίζει τὰ σώματα ἄνευ τοῦ πρὸς αὐτὰ πελάζειν, ἀλλὰ καὶ τὸ σῶμα τὸ οὐράνιον ἄμικτόν ἐστι πρὸς πάντα τὰ ὑλικὰ στοιχεῖα, καὶ οὔτε ἂν αὐτὸ παραδέξαιτό τι εἰς ἑαυτὸ τῶν ἔξωθεν, οὔτε ἂν ἀφ' ἑαυτοῦ τινα δοίη μοῖραν εἰς τὰ ἀλλότρια. Πότε οὖν ἀτμός τις περίγειος, ὃς οὐδὲ ἄχρι σταδίων πέντε ἀπὸ γῆς ἐπαιρόμενος ἀπορρεῖ πάλιν εἰς τὴν γῆν, δύναται τῷ οὐρανῷ πελάζειν ἢ τρέφειν τὸ κυκλοφορητικὸν καὶ ἄυλον σῶμα ἢ ποιεῖν τι ἐν αὐτῷ ὅλως ἢ μίασμα ἢ ἄλλο ὁτιοῦν πάθος;

Ὁμολογεῖται γὰρ δὴ τὸ αἰθέριον σῶμα πάσης ἐκτὸς εἶναι ἐναντιώσεως, τροπῆς τε πάσης ἀπηλλάχθαι, καὶ τὸ δύνασθαι εἰς ὁτιοῦν μεταβάλλειν πάντῃ καθαρεύειν, ῥοπῆς τε τῆς ἐπὶ τὸ μέσον καὶ ἀπὸ τοῦ μέσου παντελῶς ἀπολελύσθαι, διότι ἀρρεπές ἐστιν ἢ κατὰ κύκλον περιφέρεται· οὔκουν οὐδὲ ἀπὸ τῶν σωμάτων τῶν ἐκ διαφερουσῶν δυνάμεων καὶ κινήσεων συνεστηκότων, τρεπομένων παντοίως ἢ ἄνω ἢ κάτω φερομένων, οὐκ ἔστιν ἥτις ἂν κοινωνία φύσεως ἢ δυνάμεως ἢ ἀναθυμιάσεως συμμιχθείη πρὸς τὰ ἐν οὐρανῷ σώματα, οὐδὲ ποιήσει τι οὖν εἰς αὐτά, ἅ γε παντελῶς ἀπ' αὐτῶν κεχώρισται. Οὐ γὰρ ἐκεῖνα δύναμίν τινα ἔχει τοῦ παραδέχεσθαι εἰς ἑαυτὰ τὴν ἀπὸ τῶν γιγνομένων μεταβολήν, ὄντα ἀγέννητα. Ἦ που ἄρα τὰ τῶν θεῶν χραίνεται ἀπὸ τῶν τοιούτων ἀτμῶν, ἃ καὶ τῆς ὕλης ὅλης καὶ τῶν ἐνύλων σωμάτων τοὺς ἀτμούς, ἵν' οὕτως εἴπωμεν, ἐξαίφνης κατὰ μίαν βολὴν ἀποκόπτει;

Τοῦτο μὲν οὖν οὐκ ἄξιον ὑπονοεῖν· πολὺ δὲ μᾶλλον ἐκεῖνο χρὴ διανοεῖσθαι, ὡς ἡμῖν καὶ τῇ ἡμετέρᾳ φύσει τὰ τοιαῦτά ἐστιν ἀλλότρια· τὰ μὲν γὰρ δὴ διῃρημένα εἰς τὰ μεριστὰ καὶ τὰ ἔνυλα πρὸς τὰ ἔνυλα καὶ ὅλως τὰ ὁμοφυῆ πρὸς τὰ ὁμοφυῆ δύναταί τινα κοινωνίαν ἔχειν πρὸς ἄλληλα τοῦ ποιεῖν ἢ πάσχειν, τὰ δ' ἐπ' ἄλλης ὄντα οὐσίας καὶ ὅσα παντελῶς ὑπεραίρει φύσεσί τε καὶ δυνάμεσιν ἑτέραις χρῆται, ταῦτα οὐχ οἷά τέ ἐστιν ἢ ποιεῖν εἰς ἄλληλα ἢ δέχεσθαί τινα παρ' ἀλλήλων. Καὶ ὁ μολυσμὸς οὖν ἀπὸ τῶν ἐνύλων συμπίπτει τοῖς ἀπὸ σώματος ὑλικοῦ κατεχομένοις, καὶ τὸ ἀπὸ τούτων ἀποκαθαίρεσθαι ἀναγκαῖον ἐκείνοις ὅσα δύναται ἀπὸ τῆς ὕλης μιαίνεσθαι· ἃ δ' οὔτε ὅλως ἔχει φύσιν διαιρετὴν οὔτε δύναμιν κέκτηται τοῦ εἰσδέχεσθαι εἰς ἑαυτὰ τὰ ἀπὸ τῆς ὕλης πάθη, τί ἂν ἀπὸ τῶν ἐνύλων μιανθείη; πῶς δ' ἔνεστιν ἀπὸ τῶν ἐμῶν παθημάτων ἢ ἄλλου του τῶν ἀνθρώπων ἐπιθολοῦσθαι τὸ θεῖον, ὃ μηδὲν ἔχει κοινὸν πρὸς ἡμᾶς, τῆς ἀνθρωπίνης ἀσθενείας κρεῖττον προϋπάρχον;

Οὐδέτερον ἄρα διαφέρει τι τοῖς θεοῖς, οὔτε τὸ ἡμᾶς ἐμπίπλασθαι ὑλικῶν σωμάτων (οὐδὲ γάρ ἐστιν ὅλως τι πρὸς αὐτοὺς τοῦτο, οὐδὲ χραίνονται αὐτοὶ ἀπὸ τῆς ἡμετέρας κηλῖδος, ἄχραντοι γάρ εἰσι πάντῃ καὶ ἀκήρατοι), οὔτε εἴ τινες ὑλικοὶ σωμάτων ἀτμοὶ περὶ γῆν ἀναδίδονται. Πορρωτάτω γὰρ αὐτῶν καὶ οὗτοι τῆς οὐσίας καὶ δυνάμεως ἀφεστήκασιν.

Ὅλη ἄρα καὶ τῆς ἐναντιώσεως συνανῄρηται ἡ ὑπόθεσις, εἰ μηδέτερον αὐτῆς ὑπάρχει μόριον περὶ τοὺς θεούς· ὃ γὰρ μηδὲ ὅλως ἐστί, πῶς ἂν ἔχοι τινὰ ἐν ἑαυτῷ μάχην; μάτην ἄρα ὑποπτεύεις τὰ τοιαῦτα ὡς ἄτοπα καὶ ἀναξίας τῶν θεῶν προσάγεις ἀπορίας, ἃς οὐδ' ἐπ' ἀνθρώπων τῶν ἀγαθῶν εὐλόγως ἄν τις προσοῖτο. Τὸ γὰρ δελεάζεσθαι ὑπὸ τῆς τῶν ἀτμῶν ἀναθυμιάσεως οὐδὲ ἄνθρωπός τις νοῦν ἔχων καὶ ἀπαθὴς εἰσδέξαιτ' ἄν ποτε εἰς ἑαυτόν, μὴ ὅτι γε τῶν κρειττόνων τις· ἀλλὰ ταῦτα μὲν μικρὸν ὕστερον τεύξεται λόγου, νυνὶ δέ, τῆς ἐναντιώσεως διὰ πολλῶν λύσεων ἀνῃρημένης, ἐνταῦθα καὶ περὶ τῆς πρώτης ἀπορίας τὸν λογισμὸν ἀποπαύομεν.

[5]  Ὃ δὲ μεῖζον ἐρώτημα καὶ περὶ μειζόνων πυνθάνῃ, πῶς ἄν σοι δυνηθείην δυσβάτου καὶ μακρᾶς δεόμενον διερμηνεύσεως ἀποκρίνασθαι διὰ βραχέων καὶ ἱκανῶς; «ἐρῶ μὲν οὖν ἐγώ, καὶ προθυμίας οὐδὲν ἀπολείψω· πειρῶ δ' ἕπεσθαι» τοῖς συντόμως ὑποδεικνυμένοις καὶ μέχρις ἐμφάσεως ἐνίοις προϊοῦσιν· ἐγὼ δέ σοι λέγω τό γε ἐμὸν δόγμα περὶ θυσιῶν, ὡς οὐδέποτε αὐτὰς δεῖ προσίεσθαι τιμῆς μόνης ἕνεκα, καθάπερ δὴ τιμῶμεν τοὺς εὐεργέτας, οὐδὲ ὁμολογίας ἕνεκα χαρίτων, ἐφ' οἷς ἡμῖν οἱ θεοὶ δεδώκασιν ἀγαθοῖς, οὐδὲ ἀπαρχῆς χάριν ἢ δώρων τινῶν ἀντιδόσεως, ἀφ' ὧν ἡμῖν παρέχουσιν οἱ θεοὶ πρεσβυτέρων δώρων· κοινὰ γὰρ ταῦτα καὶ πρὸς ἀνθρώπους ἐστίν, ἀπό τε τῆς κοινῆς εἴληπται πολιτείας, τὸ τῶν θεῶν παντελῶς ὑπερέχον καὶ τὸ τῆς τάξεως αὐτῶν, ὡς αἰτίων ἐξῃρημένων, μηδαμῶς διασώζοντα.

[6]  Τὸ δὲ μέγιστον τὸ δραστήριον τῶν θυσιῶν, καὶ διὰ τί μάλιστα τοσαῦτα ἐπιτελεῖ, ὡς μήτε λοιμῶν παῦλαν μήτε λιμῶν ἢ ἀφορίας χωρὶς αὐτῶν γίγνεσθαι, μήτε ὄμβρων αἰτήσεις, μήτε τὰ τιμιώτερα τούτων, ὅσα εἰς ψυχῆς κάθαρσιν ἢ τελείωσιν ἢ τὴν ἀπὸ τῆς γενέσεως ἀπαλλαγὴν συμβάλλεται, ταῦτα δὴ οὖν οὐδ' ὅλως ἐνδείκνυνται οἱ τοιοῦτοι τρόποι τῶν θυσιῶν. Ὥστε οὐκ ἄν τις αὐτοὺς δοκιμάσειε δικαίως ὡς ἐπαξίως τῶν ἐν αὐταῖς ἔργων τὴν αἰτίαν ἀπολογιζομένους, ἀλλ' εἴπερ ἄρα, ὡς ἐπακολουθοῦντας καὶ κατὰ δεύτερον τρόπον συνηρτημένους τοῖς πρώτοις καὶ πρεσβυτάτοις αἰτίοις δευτέρως ἂν αὐτοὺς παραδέξαιτο.

[7]  Ἀπαιτεῖ δὴ οὖν ὁ λόγος εἰπεῖν κατὰ τί τὸ ποιητικὸν ἔχουσι τῶν πραγμάτων αἱ θυσίαι καὶ τὸ συνηρτημένον πρὸς τοὺς θεοὺς προηγουμένως αἰτίους τῶν γιγνομένων. Ἐὰν δὲ λέγωμεν ὡς ἐν ἑνὶ ζῴῳ τῷ παντὶ καὶ μίαν ζωὴν τὴν αὐτὴν πανταχοῦ ἔχοντι κοινωνία τῶν ὁμοίων δυνάμεων ἢ τῶν ἐναντίων διάστασις ἤ τις ἐπιτηδειότης τοῦ ποιοῦντος πρὸς τὸ πάσχον συγκινεῖ τὰ ὅμοια καὶ ἐπιτήδεια, ὡσαύτως κατὰ μίαν συμπάθειαν διήκουσα καὶ ἐν τοῖς πορρωτάτω ὡς ἔγγιστα οὖσι, λέγεται μέν τι οὕτω τῶν ἀληθῶν καὶ τῶν συνεπομένων ταῖς θυσίαις ἐξ ἀνάγκης, οὐ μὴν ὅ γε ἀληθὴς τρόπος τῶν θυσιῶν ἐπιδείκνυται. Οὐ γὰρ ἐν τῇ φύσει καὶ ταῖς φυσικαῖς ἀνάγκαις ἡ τῶν θεῶν κεῖται οὐσία, ὥστε πάθεσι φυσικοῖς συνεγείρεσθαι ἢ ταῖς διατεινούσαις δι' ὅλης τῆς φύσεως δυνάμεσιν, ἀλλ' ἔξω τούτων καθ' ἑαυτὴν ὥρισται, οὐδὲν ἔχουσα πρὸς αὐτὰ κοινὸν οὔτε κατ' οὐσίαν οὔτε κατὰ δύναμιν οὔτε κατ' ἄλλο οὐδ' ὁτιοῦν.

[8]  Τὰ δ' αὐτὰ ἄτοπα συμβαίνει καὶ εἴ τινες τῶν παρ' ἡμῖν ἀριθμοὺς ὡς ἐπὶ τοῦ κροκοδείλου λαμβάνουσι τὴν ἑξηκοντάδα ὡς οἰκείαν ἡλίῳ, ἢ λόγους φυσικοὺς ὡς τὰς τῶν ζῴων δυνάμεις καὶ ἐνεργείας, οἷον κυνὸς κυνοκεφάλου μυγαλῆς, κοινὰς οὔσας πρὸς σελήνην, ἢ τὰ ἔνυλα εἴδη (ὥσπερ ἐπὶ τῶν ἱερῶν ζῴων θεωρεῖται κατὰ τὰς χροιὰς καὶ πάσας τοῦ σώματος μορφάς) ἢ ἄλλο τι τῶν περὶ τοῖς σώμασι τῶν ζῴων ἢ τῶν ἄλλων ὁπωςοῦν προσαγομένων αἰτιῶνται τῆς ποιήσεως, ἢ μέλος (ὡς ἐπὶ τῆς καρδίας τοῦ ἀλεκτρυόνος) ἢ ἄλλα τινὰ τοιαῦτα τῶν περὶ τὴν φύσιν θεωρουμένων ὡς αἴτια τῆς ἐν ταῖς θυσίαις ἀπεργασίας λογίζονται. Καὶ γὰρ ἐκ τούτων οὐχ ὑπερφυής τις ἡ τῶν θεῶν αἰτία δείκνυται, οὐδ' ὡς τοιαύτη συγκινεῖται ταῖς θυσίαις, ὡς δὲ φυσικὴ κατεχομένη τε ὑπὸ τῆς ὕλης καὶ ὑπὸ τῶν σωμάτων περιειλημμένη φυσικῶς αὐτοῖς συνεγείρεται καὶ συναναπαύεται, καὶ ταῦτα τὰ περὶ τὴν φύσιν ὑπάρχοντα. Εἰ δ' ἄρα τι καὶ τοιοῦτον ἐν ταῖς οὐσίαις συνακολουθεῖ, ὡς συναίτιον καὶ τὸν ὧν οὐκ ἄνευ λόγον ἔχον, οὕτω συνήρτηται τοῖς προηγουμένοις αἰτίοις.

[9]  Βέλτιον οὖν φιλίαν καὶ οἰκείωσιν αἰτιᾶσθαι, σχέσιν τε συνδετικὴν τῶν δημιουργούντων πρὸς τὰ δημιουργούμενα καὶ τῶν γεννώντων πρὸς τὰ ἀπογεννώμενα. Ὅταν οὖν ταύτης προηγουμένης τῆς κοινῆς ἀρχῆς λάβωμέν τι ζῷον ἢ τῶν φυομένων ἐπὶ τῆς γῆς ἀκραιφνῶς καὶ καθαρῶς διασῶζον τὸ βούλημα τοῦ πεποιηκότος, τότε διὰ τοῦ τοιούτου τὴν ἐπιβεβηκυῖαν ἀχράντως ἐπ' αὐτοῦ δημιουργικὴν αἰτίαν οἰκείως κινοῦμεν. Πολλῶν δὲ οὐσῶν τούτων καὶ τῶν μὲν προσεχῶς συνηρτημένων, ὥσπερ τῶν δαιμονίων, τῶν δὲ ἀνωτέρω τούτων προτεταγμένων, ὥσπερ τῶν θείων αἰτίων, ἔτι δὲ τούτων πρεσβυτάτης τῆς μιᾶς αἰτίας ἐξηγουμένης, συγκινεῖται μὲν ὑπὸ τῆς τελείας θυσίας πάντα τὰ αἴτια· καθ' ἣν εἴληχε δὲ ἕκαστα τάξιν, συγγενῶς πρὸς αὐτὴν οἰκειοῦται. Ἐὰν δὲ ἀτελής τις γένηται, μέχρι τινὸς προχωρεῖ, προσώτερον δὲ προελθεῖν οὐχ οἵα τέ ἐστιν.

Ὅθεν δὴ καὶ πολλοὶ μὲν δαίμοσιν ἀγαθοῖς, πολλοὶ δὲ θεῶν ταῖς τελευταίαις δυνάμεσι, πολλοὶ δὲ ταῖς περικοσμίοις ἢ περιγείοις δαιμόνων ἢ θεῶν δυνάμεσιν ἡγοῦνται τὰς θυσίας προσάγεσθαι, μέρος μέν τι τῶν περὶ αὐτὰς οὐ ψευδῶς ἀφηγούμενοι, τὸ δ' ὅλον αὐτῆς τῆς δυνάμεως καὶ τὰ πάντα ἀγαθὰ καὶ εἰς πᾶν τὸ θεῖον διατείνοντα οὐκ εἰδότες.

[10]  Ἡμεῖς δὲ πάντα προσιέμεθα, τὰ μὲν φυσικὰ καὶ ὡς ἐν ἑνὶ ζῴῳ κατ' ἐπιτηδειότητα ἢ συμπάθειαν ἢ ἀντιπάθειαν συγκινούμενα, ὡς τηνάλλως ὑποκείμενα καὶ ἐπακολουθοῦντα καὶ δουλεύοντα εἰς τὴν αἰτίαν τῆς τῶν θυσιῶν ποιήσεως, τὰ δὲ τῶν δαιμόνων καὶ τῶν περιγείων ἢ περικοσμίων θείων δυνάμεων, ὡς πρῶτα προςοικειούμενα κατὰ τὴν ὡς πρὸς ἡμᾶς τάξιν· τὰ μέντοι τελειότατα καὶ ἡγεμονικώτατα τῶν αἰτίων τῆς ἐν ταῖς θυσίαις ποιήσεως συνάπτεσθαι λέγομεν ταῖς δημιουργικαῖς καὶ τελειοτάταις δυνάμεσιν· ἐπεὶ δὲ αὗται περιέχουσιν ἐν ἑαυταῖς πάντα ὅσα ποτέ ἐστιν αἴτια, συγκινεῖσθαι λέγομεν ἅμα μετὰ τούτων ἀθρόως καὶ πάντα ὅσα ποτέ ἐστι ποιητικά, ἐκ δὲ ἁπάντων κοινὸν κατιέναι τὸ ὄφελος εἰς ὅλην τὴν γένεσιν, ἐνίοτε μὲν κατὰ πόλεις καὶ δήμους ἢ ἔθνη παντοδαπὰ ἢ μείζονας τούτων ἢ ἐλάττονας περιγραφάς, ἄλλοτε δὲ κατὰ οἴκους ἢ κατὰ ἄνδρα ἕκαστον παρεχούσας τὰ ἀγαθὰ ἀφθόνως, βουλήσει καὶ οὐ πάθει τῶν χαριζομένων τὴν διανομὴν αὐτῶν ἀπεργαζομένων, νῷ τε ἀπαθεῖ κατ' οἰκειότητα καὶ συγγένειαν κρινόντων, ὡς δεῖ διδόναι, φιλίας τε μιᾶς, τῆς τὰ πάντα συνεχούσης, τὸν σύνδεσμον τοῦτον διά τινος ἀρρήτου κοινωνίας ἀπεργαζομένης.

Πολὺ γὰρ ταῦτα ἀληθέστερά ἐστι καὶ μᾶλλον τῆς τῶν θεῶν οὐσίας καὶ δυνάμεως τυγχάνει ἢ ὃ σὺ καθυπονοεῖς, ὡς ἀτμοῖς θυσιῶν τοῖς ἀπὸ ζῴων μάλιστα δελεάζονται· εἰ γάρ τί που καὶ περίκειται τοῖς δαίμοσι σῶμα, ὃ δή τινες τρέφεσθαι ἀπὸ τῶν θυσιῶν νομίζουσιν, ἄτρεπτόν ἐστι τοῦτο καὶ ἀπαθὲς αὐγοειδές τε καὶ ἀνενδεές, ὡς μήτε ἀπορρεῖν τι ἀπ' αὐτοῦ μήτ' ἐπιρροῆς ἔξωθεν αὐτὸ προσδεῖσθαι. Εἰ δ' ἄρα καὶ τοῦτό τις θείη, τοῦ κόσμου καὶ τοῦ ἐν αὐτῷ ἀέρος ἀνέκλειπτον ἔχοντος ἀπὸ τῶν περὶ τὴν γῆν τὴν ἀναθυμίασιν, περικεχυμένου τε πανταχόθεν ἐπίσης τοῦ τοιούτου ῥεύματος, τίς ἂν ἔτι χρεία αὐτοῖς εἴη τῶν θυσιῶν; ἀλλ' οὐδὲ δι' ἴσου τοῖς ἀπορρέουσιν ἀναπληροῖ τὰ ἐπεισιόντα συμμέτρως, ὡς μήτε ὑπερβολὴν ἐπικρατεῖν μήτε ἔλλειψίν ποτε ἐγγίγνεσθαι, ἰσότητα δὲ πάντῃ καὶ ὁμαλότητα τῶν δαιμονίων σωμάτων ὡσαύτως ὑπάρχειν. Οὐ γὰρ δήπου τοῖς μὲν ἐν γῇ καὶ θαλάττῃ πᾶσι ζῴοις ὁ δημιουργὸς ἄφθονον καὶ ἕτοιμον διατροφὴν παρέθηκε, τοῖς δὲ κρείττοσιν ἡμῶν ἔνδειαν ταύτης ἐνεποίησεν. Οὐδὲ τοῖς μὲν ἄλλοις ζῴοις ἐξ ἑαυτῶν ἔμφυτον παρέσχε τὴν εὐπορίαν τῶν καθ' ἡμέραν ἐπιτηδείων, τοῖς δαίμοσι δὲ ἐπείσακτον καὶ παρ' ἡμῶν τῶν ἀνθρώπων συντελουμένην ἔδωκε τὴν διατροφήν· καὶ ὡς ἔοικεν, ἐὰν ἡμεῖς δι' ἀργίαν ἢ ἄλλην τινὰ πρόφασιν κατολιγωρήσωμεν τῆς τοιαύτης εἰσφορᾶς, ἐνδεῆ τῶν δαιμόνων τὰ σώματα ἔσται, ἀσυμμετρίας τε καὶ ἀταξίας μεθέξει.

Διὰ τί οὖν οἱ ταῦτα λέγοντες οὐ καὶ τὴν ὅλην ἀναστρέφουσι τάξιν, ὥστε ἡμᾶς ἐν καλλίονι ποιεῖν τάξει καὶ δυνατωτέρους; εἰ γὰρ τροφέας ἡμᾶς καὶ ἀποπληρωτὰς ποιοῦσι τῶν δαιμόνων, ἡμεῖς τῶν δαιμόνων ἐσόμεθα αἰτιώτεροι· ἕκαστον γὰρ ἀφ' οὗ γέγονεν, ἀπὸ τούτου καὶ τὴν τροφὴν καὶ τελειότητα προσλαμβάνει. Καὶ τοῦτο ἴδοι μὲν ἄν τις καὶ ἐπὶ τῶν φανερῶν γενέσεων. Ἔστι δὲ καὶ ἐπὶ τῶν κοσμικῶν θεωρεῖν· καὶ γὰρ τὰ περίγεια ἀπὸ τῶν οὐρανίων τρέφεται. Πολὺ δὲ διαφερόντως ἐπὶ τῶν ἀφανῶν αἰτίων κατάδηλον γίγνεται. Ψυχὴ μὲν γὰρ ἀπὸ νοῦ τελειοῦται, φύσις δὲ ἀπὸ ψυχῆς, τά τε ἄλλα ὡσαύτως ἀπὸ τῶν αἰτίων τρέφεται· εἰ δὲ ἀδύνατον ἀρχηγοὺς ἡμᾶς εἶναι τῶν δαιμόνων, τῷ αὐτῷ λόγῳ καὶ τῆς τροφῆς αὐτῶν ἐσμεν αἴτιοι.

[11]  Δοκεῖ δ' ἔμοιγε καὶ ἄλλο διαμαρτάνειν ἡ παροῦσα ἐπιζήτησις. Ἀγνοεῖ γὰρ τὴν διὰ τοῦ πυρὸς προςαγωγὴν τῶν θυσιῶν, ὡς δαπανητικὴ μᾶλλον τῆς ὕλης ἐστὶ καὶ ἀναιρετική, ἀφομοιωτική τε πρὸς ἑαυτὴν ἀλλ' οὐχὶ αὐτὴ ἀφομοιουμένη πρὸς τὴν ὕλην, ἀναγωγός τε ἐπὶ τὸ θεῖον καὶ οὐράνιον πῦρ καὶ ἄυλον ἀλλ' οὐχὶ κάτω βρίθουσα περὶ τὴν ὕλην καὶ τὴν γένεσιν. Εἰ μὲν γὰρ ὕλης ἦν γλυκυθυμία τις ἡ διὰ τῶν ἀπὸ τῆς ὕλης ἀτμῶν δελεάζουσα ἀπόλαυσις, ἐχρῆν ἀκέραιον τὴν ὕλην εἶναι· πλείων γὰρ ἂν οὕτως ἡ ἀπ' αὐτῆς ἀπορροὴ τοῖς μεταλαμβάνουσι προσεγένετο· νῦν δὲ ἐμπίπραται πᾶσα καὶ καταναλίσκεται καὶ εἰς τὴν τοῦ πυρὸς καθαρότητα καὶ λεπτότητα μεταβάλλεται· ὃ καὶ αὐτὸ σημεῖόν ἐστιν ἐναργὲς τοῦ ἐναντίου ἢ οὗ σὺ λέγεις. Ἀπαθεῖς τε γάρ εἰσιν οἱ κρείττονες, οἷς φίλον ἐστὶ τὸ τὴν ὕλην ἐκκόπτεσθαι διὰ τοῦ πυρός, καὶ ἡμᾶς ἀπαθεῖς ἀπεργάζονται· καὶ τὰ ἐν ἡμῖν ἀφομοιοῦνται τοῖς θεοῖς, ὥσπερ δὴ καὶ τὸ πῦρ ἀφομοιοῖ πάντα τὰ στερεὰ καὶ ἀντίτυπα τοῖς φωτεινοῖς καὶ λεπτοῖς σώμασιν, ἡμᾶς τε ἀνάγει διὰ τῶν θυσιῶν καὶ τοῦ θυηπολικοῦ πυρὸς πρὸς τὸ τῶν θεῶν πῦρ κατὰ τὰ αὐτὰ τῇ τοῦ πυρὸς ἀναγωγῇ τῇ πρὸς τὸ πῦρ ἐπαγομένῃ καὶ ἀνελκούσῃ τὰ καταγωγὰ καὶ ἀντίτυπα πρὸς τὰ θεῖα καὶ τὰ οὐράνια.

[12]  Ὡς γὰρ ἁπλῶς εἰπεῖν, οὔτε ἀπὸ τῆς ὕλης οὔτε ἀπὸ τῶν στοιχείων οὔτε ἀπ' ἄλλου τινὸς τῶν γιγνωςκομένων ἡμῖν σωμάτων ἐστὶ τὸ ὑπηρετοῦν τοῖς δαίμοσιν ὄχημα σωματοειδές. Τίς ἂν οὖν ἀπ' ἄλλης οὐσίας εἰς ἄλλην οὐσίαν γένοιτο ἄν ποτε ἀποπλήρωσις; ἢ τίς ἀπόλαυσις ἀπὸ τῶν ἀλλοτρίων τοῖς ἀλλοτρίοις δύναται προστίθεσθαι; οὐκ ἔστιν οὐδεμία, ἀλλὰ πολὺ μᾶλλον ὥσπερ οἱ θεοὶ τῷ κεραυνίῳ πυρὶ τέμνουσι τὴν ὕλην καὶ χωρίζουσιν ἀπ' αὐτῆς τὰ ἄυλα μὲν κατὰ τὴν οὐσίαν κρατούμενα δὲ ἀπ' αὐτῆς καὶ πεπεδημένα, ἀπαθῆ τε ἐξ ἐμπαθῶν ἀπεργάζονται, οὕτω καὶ τὸ μιμούμενον παρ' ἡμῖν πῦρ τοῦ θείου πυρὸς τὴν ἐνέργειαν ἀναιρεῖ τὸ ὑλικὸν πᾶν ἐν ταῖς θυσίαις, τά τε προσαγόμενα τῷ πυρὶ καθαίρει καὶ ἀπολύει τῶν ἐν τῇ ὕλῃ δεσμῶν, ἐπιτήδειά τε διὰ καθαρότητα φύσεως πρὸς τὴν τῶν θεῶν κοινωνίαν ἀπεργάζεται, καὶ ἡμᾶς διὰ τῶν αὐτῶν τρόπων ἀπολύει τῶν τῆς γενέσεως δεσμῶν καὶ ἀφομοιοῖ τοῖς θεοῖς, πρός τε τὴν φιλίαν αὐτῶν ἐπιτηδείους ἐργάζεται, καὶ περιάγει τὴν ἔνυλον ἡμῖν φύσιν ἐπὶ τὴν ἄυλον.

[13]  Κοινῶς μὲν οὕτω τὰς ἀτόπους ὑπονοίας ἀνελόντες περὶ θυσιῶν ἀντ' αὐτῶν τὰς ἀληθεῖς νοήσεις ἀντεισηγάγομεν κατ' ἰδίαν περὶ ἑκάστου θυσιῶν εἴδους, ὡς ὁ ἴδιος λόγος περὶ τῶν θυσιῶν ἀπαιτεῖ τὴν διάρθρωσιν, ὅστις ἄλλης τέ ἐστι πραγματείας καὶ ἅμα ἀπὸ τῶν εἰρημένων, ὅστις εὐφυής ἐστι καὶ ἀφ' ἑνὸς ἐπὶ πολλὰ δυνατὸς διατείνειν τὴν διάνοιαν ῥᾳδίως γνώσεται ἀπὸ τούτων καὶ τὰ παραλειπόμενα. Ἐγὼ μὲν οὖν ᾤμην ταῦτα ἱκανῶς εἰρῆσθαι, τά τε ἄλλα καὶ διότι τῆς τῶν θεῶν ἐπαξίως εἶχε καθαρότητος· ἐπεὶ δὲ τοῖς ἄλλοις ἴσως ἂν ἀπιστίαν παράσχοιτο μὴ οὐκ ᾖ ἐναργῆ, καὶ ὑποψίαν ὡς μὴ κινοῦντα τὴν διάνοιαν μηδ' ἐπιλαμβανόμενα τῶν τῆς ψυχῆς διαλογισμῶν, βούλομαι περὶ τῶν αὐτῶν ὀλίγα πλείονα διελθεῖν, καὶ ἐὰν οἷόν τε ᾖ, γνωριμώτερα τεκμήρια τῶν ἤδη προειρημένων παραθέσθαι.

[14]  Ἀρχὴ δὲ πασῶν ἀρίστη ἣ τῆς τῶν θεῶν τάξεως τὸν θεσμὸν τῶν θυσιῶν ἐχόμενον ἐπιδείκνυσιν· ἄνωθεν οὖν τοὺς μὲν ὑλαίους τῶν θεῶν τοὺς δὲ ἀύλους ὑποθώμεθα· ὑλαίους μὲν τοὺς τὴν ὕλην περιέχοντας ἐν ἑαυτοῖς καὶ διακοσμοῦντας, ἀύλους δὲ παντελῶς τοὺς ἐξῃρημένους ἀπὸ τῆς ὕλης καὶ ὑπερέχοντας. Κατὰ δὲ τὴν τῶν ἱερέων τέχνην ἄρχεσθαι χρὴ τῶν ἱερουργιῶν ἀπὸ τῶν ὑλαίων· οὐ γὰρ ἂν ἄλλως ἐπὶ τοὺς ἀύλους θεοὺς γένοιτο ἡ ἀνάβασις. Οὗτοι δὴ οὖν ἔχουσί τινα κοινωνίαν πρὸς τὴν ὕλην καθόσον αὐτῆς ἐπιβεβήκασιν· οἱ αὐτοὶ δὴ οὖν καὶ τῶν περὶ τὴν ὕλην ἐγγιγνομένων ἐπάρχουσιν, οἷον διαιρέσεων, πληγῆς ἀντιτύπου, μεταβολῆς γενέσεως φθορᾶς πάντων τῶν ἐνύλων σωμάτων.

Εἰ δή τις τοὺς τοιούτους βούλοιτο θεραπεύειν θεουργικῶς, ᾗ πεφύκασι καὶ ᾗ τὴν ἀρχὴν εἰλήχασι ταύτῃ προσεκτέον αὐτοῖς τὴν θεραπείαν, ἐνύλοις οὖσιν αὐτοῖς ἔνυλον οὖσαν· οὕτω γὰρ ἂν ὅλους αὐτοὺς δι' ὅλων προσαγοίμεθα εἰς οἰκείωσιν, συγγένειάν τε αὐτοῖς ἐν τῇ θεραπείᾳ προσφέροιμεν τὴν προσήκουσαν· καὶ ἐπὶ τῶν θυσιῶν τοίνυν τὰ νεκρὰ σώματα καὶ ἀπεστερημένα τῆς ζωῆς, φόνος τε τῶν ζῴων καὶ κατανάλωσις τῶν σωμάτων μεταβολή τε παντοία καὶ φθορά, καὶ ὅλως ἡ πρόπτωσις ‹τοῖς› τῆς ὕλης προϊσταμένοις θεοῖς προςήκει· οὐκ αὐτοῖς δι' ἑαυτούς, ἀλλὰ διὰ τὴν ὕλην ἧς ἐπάρχουσιν. Εἰ γὰρ καὶ ὅτι μάλιστα χωριστοί εἰσιν ἀπ' αὐτῆς, ἀλλ' ὅμως αὐτῇ πάρεισι· καὶ εἰ περιέχουσιν αὐτὴν ἐν ἀύλῳ δυνάμει, σὺν αὐτῇ ὑπάρχουσι· τά τε διοικούμενα τοῖς διοικοῦσίν ἐστιν οὐκ ἀλλότρια καὶ τὰ διακοσμούμενα τοῖς διακοσμοῦσι, τοῖς χρωμένοις τε τὰ ὑπηρετοῦντα ὡς ὄργανά ἐστιν οὐκ ἀνάρμοστα. Διόπερ τοῖς μὲν ἀύλοις θεοῖς ὕλην προσφέρειν διὰ θυσιῶν ἐστιν ἀλλότριον, τοῖς δ' ἐνύλοις οἰκειότατον ἅπασιν.

[15]  Σκεψώμεθα δὴ τὸ μετὰ τοῦτο συμφώνως τοῖς προειρημένοις καὶ τὴν ἡμετέραν διπλῆν κατάστασιν· ὅτε μὲν γὰρ ὅλοι ψυχὴ γιγνόμεθα καί ἐσμεν ἔξω τοῦ σώματος μετέωροί τε τῷ νῷ, μεθ' ὅλων τῶν ἀύλων θεῶν μετεωροπολοῦμεν· ὅτε δ' αὖ δεδέμεθα ἐν τῷ ὀστρεώδει σώματι, καὶ ὑπὸ τῆς ὕλης κατεχόμεθα καί ἐσμεν σωματοειδεῖς· πάλιν οὖν ἥκει τῆς θρησκείας ὁ διπλοῦς τρόπος· ὁ μὲν γὰρ ἔσται ἁπλοῦς ἀσώματος ἁγνὸς ἀπὸ πάσης γενέσεως, ὅστις ταῖς ἀχράντοις ἐπιβάλλει ψυχαῖς, ὁ δ' ἀναπιμπλάμενος τῶν σωμάτων καὶ τῆς ἐνύλου πάσης πραγματείας, ὅστις ταῖς μὴ καθαραῖς πρέπει ψυχαῖς μηδὲ ἀπολυθείσαις πάσης γενέσεως. Καὶ θυσιῶν τοίνυν τίθημι διττὰ εἴδη· τὰ μὲν τῶν ἀποκεκαθαρμένων παντάπασιν ἀνθρώπων, οἷα ἐφ' ἑνὸς ἄν ποτε γένοιτο σπανίως, ὥς φησιν Ἡράκλειτος, ἤ τινων ὀλίγων εὐαριθμήτων ἀνδρῶν, τὰ δ' ἔνυλα καὶ σωματοειδῆ καὶ διὰ μεταβολῆς συνιστάμενα, οἷα τοῖς ἔτι κατεχομένοις ὑπὸ τοῦ σώματος ἁρμόζει. Πόλεσι τοίνυν καὶ δήμοις οὐκ ἀπολελυμένοις τῆς γενεσιουργοῦ μοίρας καὶ τῆς ἀντεχομένης τῶν σωμάτων κοινωνίας εἰ μὴ δώσει τις τὸν τοιοῦτον τρόπον τῆς ἁγιστείας, ἀμφοτέρων διαμαρτήσει, καὶ τῶν ἀύλων ἀγαθῶν καὶ τῶν ἐνύλων· τὰ μὲν γὰρ οὐ δύναται δέξασθαι, τοῖς δὲ οὐ προσάγει τὸ οἰκεῖον. Καὶ ἅμα ἕκαστος καθότι ἐστίν, οὐ μέντοι καθὸ μή ἐστι, ποιεῖται τῆς ὁσίας τὴν ἐπιμέλειαν· οὐκ ἄρα δεῖ αὐτὴν ὑπεραίρειν τὸ οἰκεῖον μέτρον τοῦ θεραπεύοντος.

Ὁ δ' αὐτός ἐστί μοι λόγος καὶ περὶ τῆς συμπλοκῆς τῆς οἰκείως συναρμοζομένης τῶν θεραπευόντων ἀνδρῶν καὶ τῶν θεραπευομένων δυνάμεων. Καὶ γὰρ ταύτην τὸν ἑαυτῇ πρόσφορον τρόπον τῆς θρησκείας ἐκλέγεσθαι ἀξιῶ, ἄυλον μὲν τὴν ἀύλως συμμιγνυμένην καὶ ταῖς ἀσωμάτοις καθαρῶς δυνάμεσι πρὸς αὐτὰ καθαρῶς τὰ ἀσώματα συναπτομένην, σωματοειδῶς δὲ τὴν σωματοειδῆ καὶ μετὰ σωμάτων συνηρτημένην, πρὸς τὰς σώμασιν ἐπιβεβηκυίας οὐσίας ἀνακεραννυμένην.

[16]  Μὴ ἀτιμάσωμεν τοίνυν ἔτι καὶ τὰ τοιαῦτα εἰπεῖν, ὡς πολλάκις τῆς τοῦ σώματος ἕνεκα ἀναγκαίας χρείας διαπραγματευόμεθά τι πρὸς τοὺς ἐφόρους τοῦ σώματος θεοὺς καὶ δαίμονας ἀγαθούς· οἷον καθαίροντες αὐτὸ ἀπὸ κηλίδων παλαιῶν ἢ νόσων ἀπολύοντες καὶ ὑγείας πληροῦντες, ἢ τὸ μὲν βαρὺ καὶ νωθρὸν ἀποκόπτοντες ἀπ' αὐτοῦ τὸ δὲ κοῦφον καὶ δραστήριον αὐτῷ παρέχοντες, ἢ ἄλλο γέ τι τῶν πάντων ἀγαθῶν αὐτῷ παρασκευάζοντες. Τότε δὴ οὖν οὐ δήπου νοερῶς καὶ ἀσωμάτως τὸ σῶμα μεταχειριζόμεθα· οὐ γὰρ πέφυκε τῶν τοιούτων τρόπων τὸ σῶμα μετέχειν· τῶν δὲ συγγενῶν ἑαυτῷ μεταλαγχάνον, σώμασι σῶμα θεραπεύεταί τε καὶ ἀποκαθαίρεται. Ἔσται δὴ οὖν καὶ ὁ τῶν θυσιῶν θεςμὸς ἐπὶ τῆς τοιαύτης χρείας ἐξ ἀνάγκης σωματοειδής, τὰ μὲν ἀποκόπτων τῶν ἐν ἡμῖν περιττευόντων, τὰ δὲ ἀναπληρῶν ὅσα ἡμῖν ἐλλείπει, τὰ δὲ εἰς συμμετρίαν ἄγων καὶ τάξιν ὅσα πλημμελῶς ἐπιτετάρακται. Καὶ μὴν πολλὰ καὶ πρὸς τὸν ἀνθρώπινον βίον ἐπιτηδείων δεόμενοι ἡμῖν γενέσθαι παρὰ τῶν κρειττόνων ἱερουργίαις χρώμεθα· ταῦτα δ' ἔστι δήπου κηδεμονίαν σώματι παρέχοντα ἢ ἐκείνων ἐπιμελούμενα ἃ τῶν σωμάτων ἕνεκα κτώμεθα.

[17]  Τί δὴ οὖν ἡμῖν ἔσται παρὰ τῶν ἐξῃρημένων παντάπασι θεῶν πάσης ἀνθρωπίνης γενέσεως εἰς ἀκαρπίαν ἢ ἀγονίαν ἢ περιουσίαν ἢ ἄλλο τι τῶν τοῦ βίου πραγμάτων ἐχομένων; οὐδὲν οὐδαμῶς· τοὺς γὰρ ἀπολελυμένους πάντων οὐκ ἔνεστι τῶν τοιούτων ἐφάπτεσθαι δόσεων. Ἀλλ' εἰ μέν τις λέγοι ὅτι περιέχουσι καὶ τοὺς τοιούτους θεοὺς οἱ παντελῶς ἄυλοι, περιέχοντες δὲ αὐτοὺς καὶ τὰ δῶρα αὐτῶν κατὰ μίαν τὴν πρώτην αἰτίαν συνειλήφασιν ἐν ἑαυτοῖς, λέγοι τινὰ ἂν οὕτω κατιοῦσαν ἀπ' αὐτῶν περιουσίαν τῆς θείας δόσεως· ὡς δὲ αὐτοὶ ταῦτα δρῶσι προσεχῶς ἐφαπτόμενοι τῶν τοῦ ἀνθρωπίνου βίου πράξεων, οὐδενὶ συγχωρητέον λέγειν. Μεριστή τε γάρ ἐστιν ἡ τοιαύτη προστασία τῶν τῇδε, καὶ μετά τινος ἐπιστροφῆς ἐπιτελεῖται, χωριστή τε οὐκ ἔστι πάντῃ σωμάτων, καὶ οὐ δύναται δέξασθαι τὴν καθαρὰν καὶ ἄχραντον ἐπιστασίαν. Οὐκοῦν καὶ τρόπος ἱερουργίας ἐπὶ τῶν τοιούτων ἔργων ὁ συμμιγὴς πρὸς τὰ σώματα καὶ τῆς γενέσεως ἐχόμενος ἁρμόζει, οὐχ ὅστις ἐστὶν ἄυλος παντελῶς καὶ ἀσώματος. Ὁ μὲν γὰρ καθαρὸς ὑπερέχεται παντελῶς καὶ ἔστιν ἀσύμμετρος, ὁ δὲ τοῖς σώμασι προσχρώμενος καὶ ταῖς διὰ τῶν σωμάτων δυνάμεσι, πάντων μάλιστά ἐστι συγγενέστατος, δυνατὸς μὲν ἐμποιεῖν τινας εὐπραγίας εἰς τὸν βίον, δυνατὸς δὲ ἀποτρέπειν καὶ τὰς ἐνισταμένας δυσπραγίας, συμμετρίαν δὲ καὶ κρᾶσιν τῷ θνητῷ γένει παρεχόμενος.

[18]  Κατ' ἄλλην τοίνυν διαίρεσιν ἡ πολλὴ μὲν ἀγέλη τῶν ἀνθρώπων ὑποτέτακται ὑπὸ τὴν φύσιν, φυσικαῖς τε δυνάμεσι διοικεῖται, καὶ κάτω πρὸς τὰ τῆς φύσεως ἔργα βλέπει, συμπληροῖ τε τῆς εἱμαρμένης τὴν διοίκησιν, καὶ τῶν καθ' εἱμαρμένην ἐπιτελουμένων δέχεται τὴν τάξιν, πρακτικόν τε λογισμὸν ἀεὶ ποιεῖται περὶ μόνων τῶν κατὰ φύσιν. Ὀλίγοι δέ τινες ὑπερφυεῖ δή τινι δυνάμει τοῦ νοῦ χρώμενοι, τῆς φύσεως μὲν ἀφιςτάνονται, πρὸς δὲ τὸν χωριστὸν καὶ ἀμιγῆ νοῦν περιάγονται, οἵτινες ἅμα καὶ τῶν φυσικῶν δυνάμεων γίγνονται κρείττονες. Ἔνιοι δὲ μεταξὺ τούτων φέρονται περὶ τὰ μέσα τῆς φύσεώς τε καὶ τοῦ καθαροῦ νοῦ, οἱ μὲν ἀμφοτέρῳ ἐφεπόμενοι, οἱ δὲ συμμικτόν τινα ἀπ' αὐτῶν ζωὴν μετιόντες, οἱ δὲ ἀπολυόμενοι μὲν τῶν ὑποδεεςτέρων ἐπὶ δὲ τὰ ἀμείνονα μεθιστάμενοι.

Τούτων δὴ οὖν οὕτω διῃρημένων, καὶ τὸ τοῖσδε ἑπόμενον εὔδηλον ἂν ὅτι μάλιστα γένοιτο. Οἱ μὲν γὰρ ἐπιτροπευόμενοι κατὰ τὴν τῶν ὅλων φύσιν, καὶ αὐτοὶ κατὰ φύσιν τὴν οἰκείαν ἑαυτῶν ζῶντες δυνάμεσί τε τῆς φύσεως χρώμενοι, τὴν θρησκείαν ἐπιτηδεύουσι τῇ φύσει πρόσφορον καὶ τοῖς κινουμένοις ὑπὸ τῆς φύσεως σώμασι, τόπους τε καὶ ἀέρας καὶ ὕλην καὶ δυνάμεις τῆς ὕλης, καὶ σώματα καὶ τὰς περὶ τοῖς σώμασιν ἕξεις καὶ ποιότητας, κινήσεις τε τὰς προσηκούσας καὶ μεταβολὰς τῶν ἐν γενέσει, καὶ τἄλλα τὰ ἐχόμενα τούτων ἐπιτηδεύοντες ἔν τε τοῖς ἄλλοις τῆς εὐσεβείας μορίοις καὶ δὴ καὶ ἐν τῷ θυηπολικῷ μέρει. Οἱ δὲ κατὰ νοῦν μόνον καὶ τὴν τοῦ νοῦ ζωὴν τὸν βίον διάγοντες, τῶν δὲ τῆς φύσεως δεσμῶν ἀπολυθέντες, νοερὸν καὶ ἀσώματον ἱερατικῆς θεσμὸν διαμελετῶσι περὶ πάντα τῆς θεουργίας τὰ μέρη. Οἱ δὲ μέσοι τούτων κατὰ τὰς διαφορὰς τῆς μεταξὺ μεσότητος καὶ τὰς ὁδοὺς τῆς ἁγιστείας διαφόρους διαπονοῦσιν, ἤτοι μετέχοντες ἀμφοτέρων τῶν τρόπων τῆς θρησκείας, ἢ τοῦ μὲν ἀφιστάμενοι, ἢ ὡς ὑπόθεσιν αὐτὰ λαμβάνοντες τῶν τιμιωτέρων (ἄνευ γὰρ αὐτῶν οὐκ ἄν ποτε παραγένοιτο τὰ ὑπερέχοντα), ἢ ἄλλως οὑτωσὶ μεταχειριζόμενοι αὐτὰ δεόντως.

[19]  Περὶ δὲ τὸν αὐτὸν τόπον κἀκείνη στρέφεται ἡ διαίρεσις· τῶν θείων οὐσιῶν καὶ δυνάμεων αἱ μὲν ἔχουσι ψυχὴν καὶ φύσιν ὑποκειμένην καὶ ὑπηρετοῦσαν αὐτῶν ταῖς δημιουργίαις, ᾗπερ ἂν αὗται βούλωνται, αἱ δὲ πάντῃ ψυχῆς καὶ φύσεώς εἰσι χωρισταί, λέγω δὲ τῆς θείας ψυχῆς τε καὶ φύσεως ἀλλ' οὐχὶ τῆς περικοσμίου τε καὶ γενεσιουργοῦ· τινὲς δὲ καὶ μέσαι τούτων ὑπάρχουσαι κοινωνίαν αὐταῖς παρέχουσι πρὸς ἀλλήλας, ἢ κατὰ σύνδεσμον ἕνα ἀδιαίρετον, ἢ κατὰ μετάδοσιν τῶν μειζόνων ἄφθονον, ἢ κατὰ ὑποδοχὴν τῶν ἐλαττόνων ἀκώλυτον, ἢ κατὰ σύνδετον ἀμφοῖν ὁμόνοιαν. Ὅταν μὲν οὖν θεοὺς θεραπεύωμεν τοὺς βασιλεύοντας ψυχῆς καὶ φύσεως, οὐκ ἀλλότριον τούτοις ἐστὶ καὶ φυσικὰς δυνάμεις προσφέρειν, σώματά τε τὰ διοικούμενα ὑπὸ τῆς φύσεως καθαγίζειν αὐτοῖς οὐκ ἔστιν ἀπόβλητον· ὅλα γὰρ τὰ τῆς φύσεως ἔργα ὑπηρετεῖ τε αὐτοῖς καὶ συντελεῖ τι αὐτῶν εἰς τὴν διακόσμησιν. Ὅταν δὲ τοὺς αὐτοὺς καθ' ἑαυτοὺς μονοειδεῖς ὄντας τιμᾶν ἐπιχειρῶμεν, ἀπολύτοις τιμαῖς αὐτοὺς γεραίρειν ἄξιον· τὰ δὲ νοερὰ τοῖς τοιούτοις δῶρα ἁρμόζει καὶ τὰ τῆς ἀσωμάτου ζωῆς, ὅσα τε ἀρετὴ καὶ σοφία δωρεῖται, καὶ εἴ τινα τέλεια καὶ ὅλα τῆς ψυχῆς ἐστιν ἀγαθά. Καὶ μὴν τοῖς γε μέσοις καὶ τῶν μέσων ἡγεμονοῦσιν ἀγαθῶν ἐνίοτε μὲν ἂν διπλᾶ δῶρα συναρμόσειεν, ἐνιότε δ' ἂν ἐπίκοινα πρὸς ἀμφότερα ταῦτα, ἢ καὶ ἀποσχιζόμενα μὲν ἀπὸ τῶν κάτω πρὸς δὲ τὰ ὑψηλότερα ἀνήκοντα, ἢ πάντως ἑνί γε τῶν τρόπων συμπληροῦντα τὴν μεσότητα.

[20]  Ἀπ' ἄλλης τοίνυν ἀρχῆς ὁρμώμενοι τοῦ τε κόςμου καὶ τῶν ἐγκοσμίων θεῶν, τῆς τε ἐν αὐτῷ τῶν τεττάρων στοιχείων διανομῆς, καὶ τῆς κατὰ τὰ μέτρα τῶν στοιχείων συλλήξεως, καὶ τῆς ἐν τάξει περὶ τοῖς κέντροις περιδινουμένης περιφορᾶς, εὔβατον ἔχομεν ἄνοδον ἐπὶ τὴν ἀλήθειαν τῆς περὶ θυσιῶν ἁγιστείας· εἰ γὰρ αὐτοί τέ ἐσμεν ἐν κόσμῳ καὶ ὡς μέρη περιεχόμεθα ἐν ὅλῳ τῷ παντί, παραγόμεθά τε ὑπ' αὐτοῦ πρώτως, καὶ τελειούμεθα ἀπὸ τῶν ὅλων ἐν αὐτῷ δυνάμεων, ἀπό τε τῶν ἐν αὐτῷ στοιχείων συνεστήκαμεν, καὶ μοῖράν τινα ζωῆς καὶ φύσεως παρ' αὐτοῦ λαβόντες ἔχομεν, οὐ δεῖ δὴ διὰ ταῦτα ὑπερβαίνειν τὸν κόσμον καὶ τὰς ἐγκοσμίους διατάξεις.

Θῶμεν οὖν καθ' ἑκάστην περικόσμιον μερίδα εἶναι μέν τι καὶ σῶμα τοῦτο ὅπερ ὁρῶμεν, εἶναι καὶ τὰς περὶ τοῖς σώμασι μεριστὰς δυνάμεις ἀσωμάτους· ὁ δὴ τῆς θρησκείας νόμος τὰ ὅμοια δηλονότι τοῖς ὁμοίοις ἀπονέμει, καὶ διατείνει δι' ὅλων οὕτως ἄνωθεν ἄχρι τῶν ἐσχάτων, ἀσώματα μὲν ἀσωμάτοις, σώματα δὲ σώμασι, τὰ σύμμετρα κατὰ τὴν ἑαυτῶν φύσιν ἑκατέροις ἀποδιδούς. Ἀλλὰ μὴν ὁπότε γέ τις τῶν θεουργικῶν θεῶν ὑπερκοσμίως μετάσχοι (τοῦτο δ' ἐστὶ τὸ πάντων σπανιώτατον), ἐκεῖνος δήπουθέν ἐστιν ὁ καὶ σωμάτων καὶ ὕλης ὑπερέχων ἐπὶ θεραπείᾳ τῶν θεῶν, ὑπερκοσμίῳ τε δυνάμει τοῖς θεοῖς ἑνούμενος. Οὐ δεῖ δὴ τὸ ἐν ἑνί ποτε μόλις καὶ ὀψὲ παραγιγνόμενον ἐπὶ τῷ τέλει τῆς ἱερατικῆς τοῦτο κοινὸν ἀποφαίνειν πρὸς ἅπαντας ἀνθρώπους, ἀλλ' οὐδὲ πρὸς τοὺς ἀρχομένους τῆς θεουργίας ποιεῖσθαι αὐτόχρημα κοινόν, οὐδὲ πρὸς τοὺς μεσοῦντας ἐν αὐτῇ· καὶ γὰρ οὗτοι ἁμωσγέπως σωματοειδῆ ποιοῦνται τὴν ἐπιμέλειαν τῆς ὁσιότητος.

[21]  Οἶμαι τοίνυν καὶ τοῦτο ἂν προσομολογῆσαι πάντας τοὺς φιλοθεάμονας τῆς θεουργικῆς ἀληθείας, ὡς οὐκ ἐκ μέρους χρὴ οὐδὲ ἀτελῶς συνυφαίνειν τοῖς θείοις τὴν ἐπιβάλλουσαν αὐτοῖς εὐσέβειαν. Ἐπειδὴ τοίνυν πρὸ τῆς παρουσίας τῶν θεῶν προκινοῦνται πᾶσαι δυνάμεις ὅσαι αὐτοῖς προϋπόκεινται, καὶ ὅταν μέλλωσι κινεῖσθαι ἐπὶ γῆν προηγοῦνται αὐτῶν καὶ προπομπεύουσιν, ὁ μὲν μὴ ἀπονείμας πᾶσι τὸ πρόσφορον καὶ κατὰ τὴν ἐπιβάλλουσαν τιμὴν ἕκαστον δεξιωσάμενος, ἀτελὴς ἀπέρχεται καὶ ἄμοιρος τῆς μετουσίας τῶν θεῶν, ὁ δὲ πάντα τε ἱλεωσάμενος καὶ ἑκάστῳ τὰ κεχαρισμένα καὶ κατὰ δύναμιν ὁμοιότατα γέρα προσενεγκών, ἀσφαλὴς καὶ ἄπταιστος ἀεὶ διαμένει, τέλεον καὶ ὁλόκληρον τὴν ὑποδοχὴν τοῦ θείου χοροῦ καλῶς ἀποπληρώσας. Ὁπότε δὴ οὖν τοῦτο οὕτως ἔχει, πότερον ἁπλοῦν καὶ ἐξ ὀλίγων δή τινων συνιστάμενον τὸν τρόπον εἶναι δεῖ τῆς ἁγιστείας, ἢ πολύτροπον καὶ παναρμόνιον καὶ ἀπὸ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν ἐν τῷ κόσμῳ συγκεκροτημένον;

Εἰ μὲν οὖν ἁπλοῦν τι καὶ μιᾶς τάξεως τὸ παρακαλούμενον καὶ κινούμενον ἦν ἐν ταῖς ἁγιστείαις, ἁπλοῦς ἂν ἦν καὶ τῶν θυσιῶν ἐξ ἀνάγκης ὁ τρόπος· εἰ δὲ τῶν μὲν ἄλλων οὐδενὶ περιληπτόν, ὅσον ἐγείρεται πλῆθος δυνάμεων ἐν τῷ κατιέναι καὶ κινεῖσθαι τοὺς θεούς, μόνοι δὲ οἱ θεουργοὶ ταῦτα ἐπὶ τῶν ἔργων πειραθέντες ἀκριβῶς γιγνώσκουσι, μόνοι οὗτοι καὶ δύνανται γιγνώσκειν τίς ἐστιν ἡ τελεσιουργία τῆς ἱερατικῆς, καὶ τὰ παραλειπόμενα ἴσασι, κἂν βραχέα ᾖ, ὅτι τὸ ὅλον τῆς θρησκείας ἔργον ἀνατρέπει, ὥσπερ ἐν ἁρμονίᾳ μιᾶς χορδῆς ῥαγείσης ἡ ὅλη ἀνάρμοστός τε καὶ ἀσύμμετρος γίγνεται· ὥσπερ οὖν ἐπὶ τῶν φανερῶν θείων καθόδων ἐναργὴς ἡ βλάβη γίγνεται τοῖς ἀτίμητόν τινα τῶν κρειττόνων παραλιποῦσιν, οὕτω καὶ ἐπὶ τῆς ἀφανοῦς αὐτῶν παρουσίας ἐν ταῖς θυσίαις οὐ τὸν μὲν τὸν δ' οὔ, πάνυ δὲ τιμητέον καθ' ἣν ἕκαστος εἴληχε τάξιν. Ὁ δὲ ἀγέραστόν τινα ἀφεὶς συνέχεε τὸ ὅλον καὶ τὴν μίαν καὶ ὅλην διακόσμησιν διέσπασεν· οὐχ ὡς ἄν τις οὖν νομίσειεν, ἀτελῆ τὴν ὑποδοχὴν ἐποιήσατο, ἀλλὰ καὶ τὸ παράπαν τὴν ὅλην ἀνέστρεψεν ἁγιστείαν.

[22]  Τί δέ; οὐχὶ τὸ ἀκρότατον τῆς ἱερατικῆς ἐπ' αὐτὸ τὸ κυριώτατον τοῦ ὅλου πλήθους ἓν ἀνατρέχει, καὶ ἐν αὐτῷ ἅμα τὰς πολλὰς οὐσίας καὶ ἀρχὰς συνθεραπεύει; καὶ πάνυ γε, φήσαιμ' ἄν· ἀλλὰ τοῦτο ὀψιαίτατα παραγίγνεται καὶ τοῖς σφόδρα ὀλιγιστοῖς, καὶ ἀγαπητὸν εἰ καὶ ἐν δυσμαῖς τοῦ βίου ποτὲ ὑπάρξειεν. Ἀλλ' ὁ νῦν λόγος οὐ τῷ τοιούτῳ ἀνδρὶ διαθεσμοθετεῖ (κρείττων γάρ ἐστι παντὸς νόμου), τοῖς δὲ δεομένοις θεσμοῦ τινος προσάγει τὴν τοιαύτην νομοθεσίαν. Λέγει τοίνυν ὅτι καθάπερ κόσμον τινὰ ἐκ πολλῶν τάξεων εἰς μίαν συνιόντα σύνταξιν, οὕτω καὶ τῶν θυσιῶν δεῖ τὴν συμπλήρωσιν, ἀνέκλειπτον οὖσαν καὶ ὁλόκληρον, ὅλῳ τῷ διακόσμῳ τῶν κρειττόνων συνάπτεσθαι. Ἀλλὰ μὴν οὗτος εἴ γε πολύς ἐστι καὶ παντελὴς καὶ κατὰ πολλὰς τάξεις συμφυόμενος, δεῖ τοίνυν καὶ τὴν ἱερουργίαν μιμεῖσθαι αὐτοῦ τὸ παντοδαπὸν δι' ὅλων τῶν προςαγομένων δυνάμεων. Κατὰ τὰ αὐτὰ τοίνυν καὶ τὰ περὶ ἡμᾶς παντοδαπὰ ὄντα οὐ χρὴ ἐκ μέρους τινὸς τῶν ἐν αὐτοῖς συνυφαίνεσθαι πρὸς τὰ προηγούμενα αὐτῶν θεῖα αἴτια, ἀλλ' οὐδὲ ἀτελῶς πρὸς τοὺς ἀρχηγέτας αὐτῶν ἀνήκειν.

[23]  Ὁ τοίνυν ποικίλος τρόπος τῆς ἐν ταῖς ἱερουργίαις ἁγιστείας τὰ μὲν ἀποκαθαίρει, τὰ δὲ τελειοῖ τῶν ἐν ἡμῖν ἢ περὶ ἡμᾶς ὄντων, τὰ δὲ εἰς συμμετρίαν καὶ τάξιν καθίστησι, τὰ δὲ ἄλλως ἀπολύει τῆς θνητοειδοῦς πλημμελείας, πάντα δὲ προσήγορα τοῖς ὅλοις κρείττοσιν ἡμῶν ἀπεργάζεται. Καὶ μὴν συνιόντων γε εἰς τὸ αὐτὸ τῶν θείων αἰτίων καὶ τῶν ἀνθρωπίνων παραπλησίων αὐτοῖς παρασκευῶν, πάντα τελεῖ καὶ μεγάλα ἀγαθὰ τῆς θυσίας ἡ τελεσιουργία παρέχεται.

Οὐ χεῖρον δέ τι καὶ τὰ τοιαῦτα προσθεῖναι πρὸς ἀκριβῆ περὶ τῶν αὐτῶν κατανόησιν. Πέφυκεν ἀεὶ τῶν ἀκροτάτων ἡ περιουσία τῆς δυνάμεως καὶ ἐν τῷδε ὑπερέχειν τῶν ὅλων, ἐν τῷ παρεῖναι πᾶσιν ἐξ ἴσου τὴν αὐτὴν ἀνεμποδίστως· ἐλλάμπει τοίνυν κατὰ τοῦτον τὸν λόγον καὶ τοῖς ἐσχάτοις τὰ πρώτιστα, καὶ πάρεστιν ἀύλως τοῖς ἐνύλοις τὰ ἄυλα. Μὴ δή τις θαυμαζέτω ἐὰν καὶ ὕλην τινὰ καθαρὰν καὶ θείαν εἶναι λέγωμεν· ἀπὸ γὰρ τοῦ πατρὸς καὶ δημιουργοῦ τῶν ὅλων καὶ αὕτη γενομένη, τὴν τελειότητα ἑαυτῆς ἐπιτηδείαν κέκτηται πρὸς θεῶν ὑποδοχήν. Καὶ ἅμα οὐδὲν διείργει τὰ κρείττονα πρὸς τὸ δύνασθαι τὰ καταδεέστερα ἑαυτῶν ἐλλάμπειν, οὐδὲ τὴν ὕλην οὖν ἀφίστησιν οὐδὲν τῆς τῶν βελτιόνων μετουσίας, ὥστε ὅση τελεία καὶ καθαρὰ καὶ ἀγαθοειδὴς ὑπάρχει πρὸς θεῶν ὑποδοχήν ἐστιν οὐκ ἀνάρμοστος· ἐπεὶ γὰρ ἔδει καὶ τὰ ἐν γῇ μηδαμῶς εἶναι ἄμοιρα τῆς θείας κοινωνίας, ἐδέξατό τινα ἀπ' αὐτῆς θείαν μοῖραν καὶ ἡ γῆ, ἱκανὴν οὖσαν χωρῆσαι τοὺς θεούς.

Ταῦτα τοίνυν κατιδοῦσα ἡ θεουργικὴ τέχνη, κοινῶς τε οὑτωσὶ κατ' οἰκειότητα ἑκάστῳ τῶν θεῶν τὰς προςφόρους ὑποδοχὰς ἀνευρίσκουσα, συμπλέκει πολλάκις λίθους βοτάνας ζῷα ἀρώματα ἄλλα τοιαῦτα ἱερὰ καὶ τέλεια καὶ θεοειδῆ, κἄπειτα ἀπὸ πάντων τούτων ὑποδοχὴν ὁλοτελῆ καὶ καθαρὰν ἀπεργάζεται.

Οὐ γὰρ δὴ δεῖ δυσχεραίνειν πᾶσαν ὕλην, ἀλλὰ μόνην τὴν ἀλλοτρίαν τῶν θεῶν, τὴν δὲ οἰκείαν πρὸς αὐτοὺς ἐκλέγεσθαι, ὡς συμφωνεῖν δυναμένην εἴς τε θεῶν οἰκοδομήσεις καὶ καθιδρύσεις ἀγαλμάτων καὶ δὴ καὶ εἰς τὰς τῶν θυσιῶν ἱερουργίας. Οὐδὲ γὰρ ἂν ἄλλως τοῖς ἐπὶ γῆς τόποις ἢ τοῖς δεῦρο κατοικοῦσιν ἀνθρώποις μετουσία ἂν γένοιτο τῆς τῶν κρειττόνων λήψεως, εἰ μή τις τοιαύτη καταβολὴ πρώτη προενιδρυθείη· πείθεσθαι δὲ χρὴ τοῖς ἀπορρήτοις λόγοις ὡς καὶ διὰ τῶν μακαρίων θεαμάτων ὕλη τις ἐκ θεῶν παραδίδοται· αὕτη δέ που συμφυής ἐστιν αὐτοῖς ἐκείνοις τοῖς διδοῦσιν· οὐκοῦν καὶ ἡ τῆς τοιαύτης ὕλης θυσία ἀνεγείρει τοὺς θεοὺς ἐπὶ τὴν ἔκφασιν, καὶ προσκαλεῖται εὐθέως πρὸς κατάληψιν, χωρεῖ τε αὐτοὺς παραγιγνομένους καὶ τελείως ἐπιδείκνυσι.

[24]  Τὰ δ' αὐτὰ ἄν τις καταμάθοι καὶ ἀπὸ τῆς κατὰ τόπους διανομῆς καὶ ἀπὸ τῆς μεριστῆς ἐφ' ἑκάστῳ τῶν ὄντων ἐπιστασίας, ὅση κατὰ διαφόρους τάξεις ἢ μείζονας ἢ ἐλάττονας τὰς λήξεις ταύτας κατενείματο· δῆλον γὰρ δήπου τοῦθ', ὅτι τοῖς ἐπιβεβηκόσι τινῶν τόπων θεοῖς τὰ ἀπ' αὐτῶν γεννώμενα προσάγεσθαι εἰς θυσίαν ἐστὶν οἰκειότατα, καὶ τοῖς διοικοῦσι τὰ τῶν διοικουμένων· ἀεὶ μὲν γὰρ τοῖς ποιοῦσι τὰ ἑαυτῶν ἔργα διαφερόντως ἐστὶ κεχαρισμένα, τοῖς δὲ πρώτως τινὰ παράγουσι καὶ πρώτως ἐστὶ τὰ τοιαῦτα προσφιλῆ· εἴτε οὖν ζῷά τινα εἴτε φυτὰ εἴτε ἄλλα τῶν ἐπὶ γῆς διακυβερνᾶται ἀπὸ τῶν κρειττόνων, ὁμοῦ τῆς ἐπιστασίας αὐτῶν μετείληχε καὶ τὴν κοινωνίαν ἡμῖν προξενεῖ πρὸς αὐτοὺς ἀδιαίρετον. Ἔνια μὲν οὖν τῶν τοιούτων, σωζόμενα αὐτὰ καὶ τηρούμενα, τῶν συνεχόντων συναύξει τὴν πρὸς θεοὺς οἰκείωσιν, ὅσα τῷ μένειν ἀκέραια τὴν δύναμιν τῆς κοινωνίας θεῶν καὶ ἀνθρώπων διασώζει. Τοιαῦτα δ' ἐστὶν ἔνια τῶν ἐν Αἰγύπτῳ ζῴων, καὶ οἷος ὁ ἱερὸς ἄνθρωπος πανταχοῦ ὑπάρχει. Ἔνια δὲ καθαγιαζόμενα λαμπροτέραν ποιεῖ τὴν οἰκειότητα, ὅσα τὴν ἀνάλυσιν ἐπὶ τὴν τῶν πρώτων στοιχείων ἀρχὴν συγγενῆ ποιεῖται τοῖς τῶν κρειττόνων αἰτίοις καὶ ἱεροπρεπεστέραν· τελειουμένης γὰρ ἀεὶ ταύτης τελειότερα καὶ τὰ ἀπ' αὐτῆς ἐνδιδόμενα ἀγαθὰ καθήκει.

[25]  Εἰ μὲν οὖν ἀνθρώπινα ἔθη ταῦτα ἦν μόνον, καὶ διὰ τῶν ἡμετέρων νομίμων ἐπεκυροῦτο, εἶχεν ἄν τις λέγειν ἡμετέρων ἐννοιῶν εὑρέσεις εἶναι τὰς τῶν θεῶν ἁγιστείας· νῦν δὲ θεός ἐστιν αὐτῶν ἡγεμὼν ὁ ἐπὶ θυσιῶν οὕτω καλούμενος, καὶ θεοὶ καὶ ἄγγελοι περὶ αὐτὸν παμπληθεῖς ὑπάρχουσιν· καθ' ἕκαστόν τε ἔθνος τῶν ἐπὶ γῆς διακεκλήρωταί τις ὑπ' αὐτοῦ κοινὸς προστάτης, καὶ καθ' ἕκαστον ἱερὸν ὁ ἴδιος· καὶ τῶν μὲν πρὸς θεοὺς θυσιῶν ἔφορός ἐστι θεός, τῶν δὲ πρὸς ἀγγέλους ἄγγελος, τῶν δὲ πρὸς δαίμονας δαίμων, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως ὃ κατὰ τὸ οἰκεῖον γένος συγγενῶς συγκεκλήρωται ἐφ' ἑκάστων. Ὁπότε δὴ οὖν μετὰ θεῶν ἐφόρων καὶ ἀποπληρωτῶν τῆς θυηπολίας τὰς θυσίας προσάγομεν τοῖς θεοῖς, ὁμοῦ μὲν σέβειν δεῖ τὸν θεσμὸν τῆς ἐν ταῖς θυσίαις θείας ὁσίας, ὁμοῦ δὲ θαρρεῖν ἐφ' ἑαυτοῖς προσήκει (ὡς ὑπὸ θεοῖς ἄρχουσιν ἱερουργοῦμεν), ὁμοῦ δὲ καὶ τὴν ἀξίαν εὐλάβειαν ἔχειν, μή πῃ τῶν θεῶν ἀνάξιόν τι δῶρον προσαγάγωμεν ἢ ἀλλότριον· ἐπὶ τῷ τέλει δὲ κἀκεῖνο παραγγέλλομεν, στοχάζεσθαι πάντων τελέως τῶν περὶ ἡμᾶς, τῶν ἐν τῷ παντί, τῶν κατὰ γένη διωρισμένων θεῶν ἀγγέλων δαιμόνων, καὶ πρὸς πάντας ταύτῃ ὁμοίως προσφιλῆ τὴν θυσίαν δωρεῖσθαι· μόνως γὰρ ἂν οὕτως ἐπάξιος τῶν ἐφεστηκότων αὐτῆς θεῶν ἡ ἁγιστεία γένοιτο.

[26]  Ἐπεὶ δὲ μέρος τῶν θυσιῶν οὐ τὸ σμικρότατόν ἐστι τὸ τῶν εὐχῶν, συμπληροῖ τε αὐτὰς ἐν τοῖς μάλιστα, καὶ διὰ τούτων κρατύνεται αὐτῶν καὶ ἐπιτελεῖται τὸ πᾶν ἔργον, κοινήν τε συντέλειαν ποιεῖται πρὸς τὴν θρησκείαν, καὶ τὴν κοινωνίαν ἀδιάλυτον ἐμπλέκει τὴν ἱερατικὴν πρὸς τοὺς θεούς, οὐ χεῖρον καὶ περὶ ταύτης ὀλίγα διελθεῖν· καὶ γὰρ αὐτὸ καθ' αὑτὸ τοῦτο ἄξιόν ἐστι μαθήσεως, καὶ τὴν περὶ θεῶν ἐπιστήμην τελειοτέραν ἀπεργάζεται. Φημὶ δὴ οὖν ὡς τὸ μὲν πρῶτον τῆς εὐχῆς εἶδός ἐστι συναγωγόν, συναφῆς τε τῆς πρὸς τὸ θεῖον καὶ γνωρίσεως ἐξηγούμενον· τὸ δ' ἐπὶ τούτῳ κοινωνίας ὁμονοητικῆς συνδετικόν, δόσεις τε προκαλούμενον τὰς ἐκ θεῶν καταπεμπομένας πρὸ τοῦ λόγου, καὶ πρὸ τοῦ νοῆσαι τὰ ὅλα ἔργα ἐπιτελούσας· τὸ δὲ τελεώτατον αὐτῆς ἡ ἄρρητος ἕνωσις ἐπισφραγίζεται, τὸ πᾶν κῦρος ἐνιδρύουσα τοῖς θεοῖς, καὶ τελέως ἐν αὐτοῖς κεῖσθαι τὴν ψυχὴν ἡμῶν παρέχουσα.

Ἐν τρισὶ δὲ τούτοις ὅροις, ἐν οἷς τὰ θεῖα πάντα μετρεῖται, τὴν πρὸς θεοὺς ἡμῶν φιλίαν συναρμόσασα καὶ τὸ ἀπὸ τῶν θεῶν ἱερατικὸν ὄφελος τριπλοῦν ἐνδίδωσι, τὸ μὲν εἰς ἐπίλαμψιν τεῖνον, τὸ δὲ εἰς κοινὴν ἀπεργασίαν, τὸ δὲ εἰς τὴν τελείαν ἀποπλήρωσιν ἀπὸ τοῦ πυρός· καὶ ποτὲ μὲν προηγεῖται τῶν θυσιῶν, ποτὲ δ' αὖ μεταξὺ διαλαμβάνει τὴν ἱερουργίαν, ἄλλοτε δ' αὖ τὸ τέλος τῶν θυσιῶν ἀποπληροῖ· ἔργον τε οὐδὲν ἱερατικὸν ἄνευ τῶν ἐν ταῖς εὐχαῖς ἱκετειῶν γίγνεται. Ἡ δ' ἐν αὐταῖς ἐγχρονίζουσα διατριβὴ τρέφει μὲν τὸν ἡμέτερον νοῦν, τὴν δὲ τῆς ψυχῆς ὑποδοχὴν τῶν θεῶν ποιεῖ λίαν εὐρυτέραν, ἀνοίγει δὲ τοῖς ἀνθρώποις τὰ τῶν θεῶν, συνήθειαν δὲ παρέχει πρὸς τὰς τοῦ φωτὸς μαρμαρυγάς, κατὰ βραχὺ δὲ τελειοῖ τὰ ἐν ἡμῖν πρὸς τὰς τῶν θεῶν συναφάς, ἕως ἂν ἐπὶ τὸ ἀκρότατον ἡμᾶς ἐπαναγάγῃ, καὶ τὰ μὲν ἡμέτερα τῆς διανοίας ἤθη ἠρέμα ἀνέλκει, τὰ δὲ τῶν θεῶν ἡμῖν ἐκδίδωσι, πειθὼ δὲ καὶ κοινωνίαν καὶ φιλίαν ἀδιάλυτον ἐγείρει, τόν τε θεῖον ἔρωτα συναύξει, καὶ τὸ θεῖον τῆς ψυχῆς ἀνάπτει, ἀποκαθαίρει τε πᾶν τὸ ἐναντίον τῆς ψυχῆς, καὶ ἀπορρίπτει τοῦ αἰθερώδους καὶ αὐγοειδοῦς πνεύματος περὶ αὐτὴν ὅσον ἐστὶ γενεσιουργόν, ἐλπίδα τε ἀγαθὴν καὶ τὴν περὶ τὸ φῶς πίστιν τελειοῖ, καὶ τὸ ὅλον εἰπεῖν, ὁμιλητὰς τῶν θεῶν, ἵνα οὕτως εἴπωμεν, τοὺς χρωμένους αὐταῖς ἀπεργάζεται.

Εἰ δὴ τοῦτό ἐστιν ὅπερ εὐχὴν ἄν τις εἴποι, δρᾷ τε ἐν ἡμῖν τοσαῦτα ἀγαθὰ τὸ τοιοῦτον, ἔχει τε πρὸς τὰς θυσίας ἣν εἰρήκαμεν κοινωνίαν, πῶς οὐ καὶ διὰ τούτου καταφανὲς γίγνεται τὸ τῶν θυσιῶν τέλος, ὡς συναφῆς καὶ αὐτὸ δημιουργικῆς μετείληχεν ἐπειδὴ δι' ἔργων οἰκειοῦται τοῖς θεοῖς, τό τε ἀγαθὸν αὐτῆς ὡς τοσοῦτόν ἐστιν ὅσον ἀπὸ τῶν δημιουργικῶν αἰτίων καταπέμπεται εἰς ἀνθρώπους; καὶ μὴν ἀπ' ἐκείνου γε αὖθις τὸ τῶν εὐχῶν ἀναγωγὸν καὶ τελεσιουργὸν καὶ ἀποπληρωτικὸν εὔδηλον γίγνεται, πῶς μὲν δραστήριον πῶς δὲ ἡνωμένον ἐπιτελεῖται πῶς δὲ ἔχει τὸν ἐνδιδόμενον ἀπὸ τῶν θεῶν κοινὸν σύνδεσμον· τὸ τρίτον τοίνυν, ὡς ἄμφω δι' ἀλλήλων βεβαιοῦται, καὶ δύναμιν ἐντίθησιν εἰς ἄλληλα ἁγιστείας τελείαν ἱερατικήν, ῥᾳδίως ἄν τις ἀπὸ τῶν εἰρημένων κατανοήσειεν.

Διόπερ δὴ δι' ὅλων φαίνεται τῆς ἱερατικῆς ἀγωγῆς ἡ πᾶσα σύμπνοια καὶ συνέργεια πρὸς ἑαυτήν, ζῴου παντὸς μᾶλλον συμφυῆ τὰ μόρια ἑαυτῆς παντάπασι κατὰ μίαν συνέχειαν συνάπτουσα, ἧς οὐδέποτε δεῖ καταμελεῖν, οὐδὲ τὰ ἡμίση μέρη αὐτῆς ἐγκρίνοντας τὰ ἄλλα ἀποδοκιμάζειν· ὁμοίως δὲ πᾶσιν ἐγγυμνάζεσθαι καὶ δι' ὅλων αὐτῶν τελειοῦσθαι χρὴ τοὺς ἐθέλοντας εἰλικρινῶς τοῖς θεοῖς συνάπτεσθαι.