Περί Θεολογίας και της Ενσάρκου Οικονομίας του Υιού του Θεού/Πρώτη εκατοντάς

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Περί Θεολογίας και της Ενσάρκου Οικονομίας του Υιού του Θεού
Συγγραφέας:


α΄. Εἷς Θεός, ἄναρχος, ἀκατάληπτος, ὅλην ἔχων τοῦ εἶναι τήν δύναμιν διόλου· τήν, πότε καί πῶς εἶναι παντάπασιν ἀπωθούμενος ἔννοιαν· ὡς πᾶσιν ἄβατος, καί μηδενί τῶν ὄντων ἐκ φυσικῆς ἐμφάσεως διεγνωσμένος.

β΄. Ὁ Θεός, οὐκ ἔστι δι᾿ ἑαυτόν, ὡς ἡμᾶς εἰδέναι δυνατόν· οὔτε ἀρχή, οὔτε μεσότης, οὔτε τέλος, οὔτε τι τό σύνολον ἕτερον τῶν τοῖς μετ᾿ αὐτόν φυσικῶς ἐνθεωρουμένων· ἀόριστος γάρ ἐστι καί ἀκίνητος καί ἄπειρος, ὡς πάσης οὐσίας καί δυνάμεως καί ἐνεργείας ὑπερέκεινα ἀπείρως ὤν.

γ΄. Πᾶσα οὐσία τόν ἑαυτῆς ὅρον ἑαυτῇ συνεισάγουσα, ἀρχή πέφυκεν εἶναι,τῆς ἐπιθεωρουμένης αὐτῇ κατά δύναμιν κινήσεως. Πᾶσα δέ φυσική πρός ἐνέργειαν κίνησις, τῆς μέν οὐσίας μετεπινοουμένη· προεπινοουμένη δέ τῆς ἐνεργείας, μεσότης ἐστίν, ὡς ἀμφοῖν κατά τό μέσον φυσικῶς διειλημμένη· καί πᾶσα ἐνέργεια τῷ κατ᾿ αὐτήν λόγῳ φυσικῶς περιγραφομένη, τέλος ἐστί τῆς πρό αὐτῆς κατ᾿ ἐπίνοιαν οὐσιώδους κινήσεως.

δ΄. Οὐκ ἔστιν ὁ Θεός οὐσία, κατά τήν ἁπλῶς ἤ πῶς λεγομένην οὐσίαν, ἵνα καί ἀρχή· οὔτε δύναμις κατά τήν ἁπλῶς ἤ πῶς λεγομένην δύναμιν, ἵνα καί μεσότης· οὔτε ἐνέργεια, κατά τήν ἁπλῶς ἤ πῶς λεγομένην ἐνέργειαν, ἵνα καί τέλος ἐστί τῆς κατά δύναμιν προεπινοουμένης οὐσιώδους κινήσεως· ἀλλ᾿ οὐσιοποιός καί ὑπερούσιος ὀντότης· καί δυναμοποιός καί ὑπερδύναμος ἵδρυσις· καί πάσης ἐνεργείας δραστική καί ἀτελεύτητος ἕξις· καί συντόμως εἰπεῖν, πάσης οὐσίας καί δυνάμεως καί ἐνεργείας, ἀρχῆς τε καί μεσότητος καί τέλους ποιητική.

ε΄. Ἡ ἀρχή καί ἡ μεσότης καί τό τέλος, τῶν χρόνῳ διαιρετῶν εἰσι γνωρίσματα· εἴποι δ᾿ ἄν τις ἀληθεύων, καί τῶν ἐν αἰῶνι συνορωμένων. Ὁ μέν γάρ χρόνος, μετρουμένην ἔχων τήν κίνησιν, ἀριθμῷ περιγράφεται· ὁ αἰών δέ συνεπινοουμένην ἔχων τῇ ὑπάρξει τήν πότε κατηγορίαν, πάσχει διάστασιν, ὡς ἀρχήν τοῦ εἶναι λαβών. Εἰ δέ χρόνος καί αἰών οὐκ ἄναρχα, πολλῷ μᾶλλον τά ἐν τούτοις περιεχόμενα.

στ΄. Εἷς καί μόνος κατά φύσιν ἀεί κυρίως ἐστίν ὁ Θεός, ὅλον τό κυρίως εἶναι κατά πάντα τρόπον ἑαυτῷ περικλείων, ὡς καί αὐτοῦ τοῦ εἶναι κυρίως ὑπέρτερος. Εἰ δέ τοῦτο, οὐδαμῶς οὐδέν οὐδαμοῦ τῶν εἶναι λεγομένων τό σύνολον ἔχει τό, κυρίως εἶναι. Οὐκοῦν οὐδέν αὐτῷ τό παράπαν ἐξ ἀϊδίου συνθεωρεῖται κατ᾿ οὐσίαν διάφορον· οὐκ αἰών, οὐ χρόνος, οὐδέ τι τῶν τούτοις ἐνδιαιτωμένων. Οὐ γάρ συμβαίνουσιν ἀλλήλοις πώποτε, τό κυρίως εἶναι καί οὐ κυρίως.

ζ΄. Ἀρχή πᾶσα καί μεσότης καί τέλος, εἰς ἅπαν τήν σχετικήν δι᾿ ὅλου κατηγορίαν οὐκ ἤρνηται· Θεός δέ καθόλου πάσης σχέσεως ὑπάρχων ἀπειράκις ἀπείρως ἀνώτερος, οὔτε ἀρχή οὔτε μεσότης οὔτε τέλος εἰκότως ἐστίν· οὐδέ τι τό σύνολον ἕτερον, τῶν, οἷς ἐνθεωρεῖσθαι κατά τήν σχέσιν ἡ τοῦ πρός τι δύναται κατηγορίαν.

η΄. Πάντα τά ὄντα, νοούμενα λέγεται· τῶν ἐπ᾿ αὐτά γνώσεων ἐναποδείκτους ἔχοντα τάς ἀρχάς· ὁ δέ Θεός, οὐ νοούμενος ὀνομάζεται· ἀλλ᾿ ἐκ τῶν νοουμένων μόνον εἶναι πιστεύεται· διόπερ οὐδέν τῶν νοουμένων αὐτῷ καθ᾿ ὁτιοῦν παραβάλλεται.

θ΄. Αἱ τῶν ὄντων γνώσεις, συνηρτημένους φυσικῶς ἔχουσι πρός ἀπόδειξιν τούς οἰκείους λόγους, οἷς περιγραφήν φυσικῶς ὑπομένουσιν· ὁ δέ Θεός, διά τῶν ἐν τοῖς οὖσι λόγων εἶναι μόνον πιστεύεται· πάσης ἀποδείξεως βασιμώτερον, τοῖς εὐσεβέσι τήν ὅτι κυρίως ἐστίν ὁμολογίαν καί πίστιν διδούς. Πίστις γάρ ἐστι, γνῶσις ἀληθής ἀναποδείκτους ἔχουσα τάς ἀρχάς, ὡς τῶν ὑπέρ νοῦν καί λόγον ὑπάρχουσα πραγμάτων ὑπόστασις.

ι΄. Ἀρχή τῶν ὄντων καί μεσότης καί τέλος ἐστίν ὁ Θεός, ὡς ἐνεργῶν, ἀλλ᾿ οὐ πάσχω ὥσπερ καί τά ἄλλα πάντα, οἷς παρ᾿ ἡμῶν ὀνομάζεται. Ἀρχή γάρ ἐστιν ὡς δημιουργός· καί μεσότης, ὡς προνοητής· καί τέλος, ὡς περιγραφή. Ἐξ αὐτοῦ γάρ, φησί, καί δι᾿ αὐτοῦ, καί εἰς αὐτόν τά πάντα.

ια΄. Οὐκ ἔστι ψυχή λογική κατ᾿ οὐσίαν ψυχῆς λογικῆς τιμιωτέρα. Πᾶσαν γάρ ψυχήν κατ᾿ εἰκόνα ἑαυτοῦ δημιουργῶν, ὡς ἀγαθός ὁ Θεός, αὐτοκίνητον εἰς τό εἶναι παράγει· ἑκάστη δέ κατά πρόθεσιν, ἤ τήν τιμήν ἐπιλέγεται, ἤ τήν ἀτιμίαν ἑκοῦσα διά τῶν ἔργων προσίεται.

ιβ΄. Ὁ Θεός, ἥλιός ἐστι δικαιοσύνης, ὡς γέγραπται· πᾶσιν ἁπλῶς τάς ἀκτῖνας ἐπιλάμπων τῆς ἀγαθότητος· ἡ δέ ψυχή, ἤ κηρός ὡς φιλόθεος, ἤ πηλός ὡς φιλόϋλος κατά τήν γνώμην γίνεσθαι πέφυκεν· ὥσπερ οὖν ὁ πηλός κατά φύσιν ἡλίῳ ξηραίνεται· ὁ δέ κηρός, φυσικῶς ἁπαλύνεται· οὕτω καί πᾶσα ψυχή φιλόϋλος καί φιλόκοσμος ἀπό Θεοῦ νουθετουμένη, καί ὡς πηλός κατά τήν γνώμην ἀντιτυποῦσα, σκληρύνεται· καί ἑαυτήν ὠθεῖ κατά τόν Φαραώ πρός ἀπώλειαν· πᾶσα δέ φιλόθεος, ὡς κηρός ἁπαλύνεται, καί τούς τῶν θείων τύπους καί χαρακτῆρας εἰσδεχομένη, γίνεται Θεοῦ κατοικητήριον ἐν πνεύματι.

ιγ΄. Ὁ τόν νοῦν ταῖς θείαις καταστράψας νοήσεσιν, καί τόν λόγον ἐθίσας θείοις ὕμνοις ἀπαύστως γεραίρειν τόν Κτίσαντα, καί ταῖς ἀκηράτοις φαντασίαις καθαγιάσας τήν αἴσθησιν· οὗτος τῷ φυσικῷ κατ᾿ εἰκόνα καλῷ, προσέθηκε τό καθ᾿ ὁμοίωσιν γνωμικόν ἀγαθόν.

ιδ΄. Φυλάττει τις τῷ Θεῷ τήν ψυχήν ἀκηλίδωτον, εἰ τήν μέν διάνοιαν περί μόνου Θεοῦ, καί τῶν αὐτοῦ ἀρετῶν διανοεῖσθαι βιάσαιτο· τόν δέ λόγον, ὀρθόν ἑρμηνέα καί ἐξηγητήν τῶν αὐτῶν ἀρετῶν καταστήσειε· καί τήν αἴσθησιν εὐσεβῶς τόν ὁρατόν κόσμον καί τά ἐν αὐτῷ πάντα φαντάζεσθαι διδάξειε, τήν τῶν ἐν αὐτοῖς λόγων μεγαλειότητα τῇ ψυχῇ διαγγέλλουσαν.

ιε΄. Ὁ τῆς πικρᾶς δουλείας τῶν τυραννούντων δαιμόνων ἐλευθερώσας ἡμᾶς Θεός, φιλάνθρωπον θεοσεβείας ἡμῖν ζυγόν ἐδωρήσατο, τήν ταπεινοφροσύνην· δι᾿ ἧς πᾶσα μέν διαβολική δαμάζεται δύναμις· πᾶν δέ τοῖς ἑλομένοις αὐτήν ἀγαθόν δημιουργεῖται, καί ἀραδιούργητον διαφυλάττεται.

ιστ΄. Ὁ πιστεύων, φοβεῖται· ὁ δέ φοβούμενος ταπεινοῦται· ὁ δέ ταπεινούμενος, πραΰνεται, τήν τῶν παρά φύσιν τοῦ θυμοῦ καί τῆς ἐπιθυμίας κινημάτων ἀνενέργητον ἕξιν λαβών· ὁ δέ πραΰς, τηρεῖ τάς ἐντολάς· ὁ δέ τηρῶν τάς ἐντολάς, καθαίρεται· ὁ δέ καθαρθείς, ἐλλάμπεται· ὁ δέ ἐλλαμφθείς, ἐν τῷ ταμιείῳ τῶν μυστηρίων ἀξιοῦται τῷ νυμφίῳ Λόγῳ συγκοιτασθῆναι.

ιζ΄. Ὥσπερ γεωργός, ὑπέρ τοῦ τι τῶν ἀγρίων μεταφυτεῦσαι δένδρων ἐπιτήδειον σκοπῶν χωρίον, ἀνελπίστῳ θησαυρῷ περιπίπτει· οὕτω καί πᾶς ἀσκητής ταπεινόφρων καί ἄπλαστος, καί λεῖος κατά ψυχήν τῆς ὑλικῆς δασύτητος, κατά τόν μακαριώτατον Ἰακώβ, ὑπό τοῦ Πατρός ἐρωτώμενος τῆς ἐπιστήμης τόν τρόπον· Τί τοῦτο ὅ ταχύ εὗρες, τέκνον; ἀποκρίνεται λέγων· Ὅ παρέδωκε Κύριος ὁ Θεός ἐναντίον μου. Ὅταν γάρ ἡμῖν ὁ Θεός παραδῷ τῆς ἰδίας σοφίας τά σοφά θεωρήματα καμάτου χωρίς, οὐ προσδοκήσασι, θησαυρόν ἐξαίφνης πνευματικόν εὑρηκέναι νομίσωμεν. Γεωργός γάρ πνευματικός ἐστιν ὁ δόκιμος ἀσκητής, τήν πρός αἴσθησιν [unus Reg. τήν αἰσθητόν] τῶν ὁρατῶν θεωρίαν, ὡς ἄγριον δένδρον πρός τήν τῶν νοητῶν χώραν μεταφυτεύων· καί θησαυρόν εὑρίσκων, τήν κατά χάριν τῆς ἐν τοῖς οὖσι σοφίας φανέρωσιν.

ιη΄. Ἄφνω προσπεσοῦσα γνῶσις θείων θεωρημάτων τῷ ἀσκητῇ μή προσδοκήσαντι διά τήν ταπείνωσιν, κατακλᾷ τόν λογισμόν τοῦ πρός ἐπίδειξιν μετά καμάτου καί πόνου ταύτην ζητοῦντος, καί μή εὑρίσκοντος· καί γεννᾷ τῷ ἄφρονι φθόνον εἰκῇ πρός τόν ἀδελφόν, καί φόνου μελέτην, καί ἑαυτῷ λύπην, διά τό μή ἔχειν τήν ἐκ τῶν ἐπαίνων φυσίωσιν.

ιθ΄. Οἱ ζητοῦντες μετά πόνου γνῶσιν, καί ἀποτυγχάνοντες, ἤ διά ἀπιστίαν ἀποτυγχάνουσι, ἤ τυχόν διά τό ἀφυῶς μέλλειν αὐτούς ἀντιφιλονεικοῦντας ἐπαίρεσθαι κατά τῶν γινωσκόντων, ὡς ὁ λαός πάλαι κατά Μωϋσέως· πρός οὕς ὁ νόμος ἐρεῖ δεόντως, ὅτι παραβιασάμενοί τινες, ἀνέβησαν εἰς τό ὄρος, καί ἐξῆλθεν ὁ Ἀμοῤῥαῖος ὁ οἰκῶν ἐν τῷ ὄρει ἐκείνῳ, καί ἐτίτρωσκεν αὐτούς. Ἀνάγκη γάρ τούς ἐπιδείξεως ἕνεκεν ἐπιμορφιζομένους τήν ἀρετήν, μή μόνον σφάλλεσθαι δολοῦντας τήν εὐσέβειαν, ἀλλά καί ὑπό τοῦ συνειδότος τιτρώσκεσθαι.

κ΄. Ὁ πρός ἐπίδειξιν ἐφιέμενος γνώσεως, καί ἀποτυγχάνων· μήτε φθονείτω τῷ πέλας, μήτε λυπείσθω· ἀλλ᾿ ἔν τινι τῶν ὁμόρων ποιείτω τήν παρασκευήν, ὡς προστέτακται· κατά τήν πρᾶξιν, ἐν τῷ σώματι πρότερον φιλοπονῶν τῇ ψυχῇ τήν ἑτοιμασίαν τῆς γνώσεως.

κα΄. Οἱ ὀρθῶς μετ᾿ εὐσεβείας τοῖς οὖσι προσβάλλοντες, καί μηδένα φιλενδειξίας τρόπον ἐπινοοῦντες, εὑρήσουσι προϋπαντώσας αὐτοῖς τάς τῶν ὄντων παμφαεῖς θεωρίας, ἀκριβεστάτην αὐτοῖς ἐμποιούσας ἑαυτῶν τήν κατάληψιν· πρός οὕς ὁ νόμος φησίν· Εἰσελθόντες κληρονομήσατε πόλεις μεγάλας καί καλάς, καί οἰκίας πλήρεις πάντων ἀγαθῶν, ἅς οὐκ οἰκοδομήσατε· καί λάκκους λελατομημένους, οὕς οὐκ ἐλατομήσατε· καί ἀμπελῶνας καί ἐλαιῶνας, οὕς οὐκ ἐφυτεύσατε. Ὁ γάρ μή ἑαυτῷ ζῶν, ἀλλά τῷ Θεῷ, πάντων γίνεται πλήρης τῶν θείων χαρισμάτων· τῶν τέως διά τήν ἐπικειμένην τῶν παθῶν ὄχλησιν μή φαινομένων.

κβ΄. Ὥσπερ διχῶς ἡ αἴσθησις λέγεται· ἡ μέν, καθ᾿ ἕξιν· ἥτις καί κοιμωμένων ἡμῶν ἐστι, μηδενός ἀντιλαμβανομένη τῶν ὑποκειμένων· ἧς οὐδέν ὄφελος, μή πρός ἐνέργειαν τεινομένης· ἡ δέ, κατ᾿ ἐνέργειαν· δι᾿ ἧς ἀντιλαμβανόμεθα τῶν αἰσθητῶν· οὕτω καί ἡ γνῶσις διττή· ἡ μέν ἐπιστημονική, καθ᾿ ἕξιν μόνην τούς λόγους ἀναλεγομένη τῶν ὄντων· ἧς οὐδέν ὄφελος μή πρός τήν τῶν ἐντολῶν ἐνέργειαν ἐκτεινομένης· ἡ δέ, κατ᾿ ἐνέργειαν πρακτική, αὐτήν ἀληθῆ διά τῆς πείρας τῶν ὄντων κομίζουσα τήν κατάληψιν.

κγ΄. Ὁ ὑποκριτής, ἕως μέν δοκεῖ λανθάνειν, ἠρεμεῖ· τήν ἐκ τοῦ δοκεῖν δίκαιος εἶναι δόξαν θηρώμενος. Ἐπειδάν δέ φωραθῇ, θανατηφόρους προΐσχεται λόγους, ταῖς κατ᾿ ἄλλων λοιδορίαις δοκῶν τήν οἰκείαν συγκαλύπτειν ἀσχημοσύνην· ὅν ἐχίδνης γεννήματι παρεικάσας ὁ λόγος, ὡς παλίμβολον, ἀξίους τῆς μετανοίας προσέταξεν αὐτῷ ποιεῖσθαι καρπούς· τουτέστι, πρός τούς φαινομένους τρόπους, μεταποιῆσαι τήν κρυπτομένην τῆς καρδίας διάθεσιν.

κδ΄. Φασί τινες θηρίον εἶναι, πᾶν ὅ μή τῷ νόμῳ τῶν ἐν ἀέρι τε καί γῇ καί θαλάττῃ ζώων κέκριται καθαρόν, κἄν ἥμερον εἶναι τῷ ἤθει δοκῇ· οἷς ἕκαστον τῶν ἀνθρώπων ἐκ τοῦ οἰκείου πάθους ὁ λόγος προσαγορεύει.

κε΄. Ὁ ἐπί βλάβῃ τῶν πέλας μορφιζόμενος φιλίαν, λύκος ἐστί κωδίῳ ἐπικρύπτων τήν ἑαυτοῦ κακουργίαν. Ὅς ἐπειδάν εὕρῃ ψιλόν ἦθος, ἤ ῥῆμα κατά Χριστόν ἁπλοϊκῶς ἤ γινόμενον ἤ λεγόμενον, ἥρπασε καί διέφθειρε· μυρίους καταχέων μώμους, ὧν τοῖς λόγοις ἤ τοῖς ἤθεσιν ἐπιτίθεται· ὥσπερ κατάσκοπος τῆς ἐν Χριστῷ ἀδελφῶν ἐλευθερίας.

κστ΄. Ὁ ὑποκρινόμενος σιωπήν κακουργίας χάριν, τῷ πλησίον τεκταίνεται δόλον· οὗ ἀποτυγχάνων ἄπεισι, τῷ ἰδίῳ πάθει προσθέμενος ὀδύνην. Ὁ δέ σιωπῶν ὠφελείας χάριν, ηὔξησε φιλίαν, καί ἀπελεύσεται χαίρων, ὡς λαβών φωτισμόν σκότους λυτήριον.

κζ΄. Ὁ ἐν συνεδρίῳ λόγων ἀκρόασιν προπετῶς ἀνακόπτων, οὐκ ἔλαβε φιλοδοξίαν νοσῶν· ὑφ᾿ ἧς ἁλισκόμενος, μυρίους προβάλλεται δρόμους καί περιδρόμους προτάσεων, τήν εἰρμόν τῶν λεγομένων διαστῆσαι βουλόμενος.

κη΄. Ὁ σοφός, καί διδάσκων καί διδασκόμενος, μόνα βούλεται τά ὠφελοῦντα διδάσκεσθαι καί διδάσκειν· ὁ δέ δοκήσει σοφός, καί ἐρωτῶν καί ἐρωτώμενος, τά περιεργότερα μόνον προβάλλεται.

κθ΄. Ὧν μετέσχε τις κατά Θεοῦ χάριν ἀγαθῶν, καί ἄλλοις ἀφθόνως μεταδοῦναι χρεώστης ἐστί. Δωρεάν γάρ, φησίν, ἐλάβετε, δωρεάν δότε. Ὁ γάρ ὑπό γῆν κρύπτων τήν δωρεάν, ὡς σκληρόν διαβάλλει τόν κύριον, φειδοῖ τῆς σαρκός τήν ἀρετήν ἐξομνύμενος. Ὁ δέ πιπράσκων ἐχθροῖς τήν ἀλήθειαν, ὕστερον ἁλούς ὡς φιλόδοξος, μή φέρων τήν αἰσχύνην ἀπάγχεται.

λ΄. Τούς ἔτι δειλιῶντας τόν πρός τά πάθη πόλεμον, καί φοβουμένους τήν τῶν ἀοράτων ἐχθρῶν ἐπιδρομήν, σιωπᾶν δεῖ· τουτέστι, τόν ὑπέρ ἀρετῆς ἀντιῤῥητικόν μή μεταχειρίζεσθαι τρόπον· ἀλλά παραχωρεῖν τῷ Θεῷ δι᾿ εὐχῆς, τήν ὑπέρ ἑαυτῶν μέριμναν· πρός οὕς ἐν Ἐξόδῳ λέγεται· Κύριος πολεμήσει περί ὑμῶν, καί ὑμεῖς σιγήσεσθε. Τούς δέ ἤδη μετά τήν ἀναίρεσιν τῶν διωκόντων, τούς τῶν ἀρετῶν ἐπιζητοῦντας τρόπους πρός εὐγνώμονα μάθησιν, δέον ἔχειν μόνον ἠνεῳγμένον τῆς διανοίας τό οὖς· πρός οὕς φησιν, Ἄκουε Ἰσραήλ. Τῷ δέ σφόδρα διά τήν κάθαρσιν, τῆς θείας ἐφιεμένῳ γνώσεως, ἁρμόδιος ἡ εὐλαβής παῤῥησία· πρός ὅν εἰρήσεται, Τί βοᾷς πρός με; Οὐκοῦν ὅτῳ μέν σιωπή διά φόβον προστέτακται, πρόσφορος μόνον ἡ πρός Θεόν καταφυγή· ὅτῳ δέ ἀκούειν παρακελεύεται, ἁρμόδιος ἡ πρός ὑπακοήν τῶν θείων ἐντολῶν ἑτοιμότης· τῷ δέ γνωστικῷ, τί δι᾿ ἱκεσίαν ἀπαύστως βοᾷν ἐπιτήδειον, ὑπέρ τε τῆς τῶν κακῶν ἀποτροπῆς, καί εὐχαριστίας τῆς τῶν ἀγαθῶν μετουσίας.

λα΄. Οὐδέποτε ψυχή δύναται πρός γνῶσιν ἐκταθῆναι Θεοῦ, εἰ μή αὐτός ὁ Θεός συγκαταβάσει χρησάμενος ἅψηται αὐτῆς, καί ἀναγάγῃ πρός ἑαυτόν. Οὐ γάρ ἄν τοσοῦτον ἴσχυσεν ἀναδραμεῖν ἀνθρώπινος νοῦς, ὡς ἀντιλαβέσθαι τινός θείας ἐλλάμψεως, εἰ μή αὐτός ὁ Θεός ἀνέσπασεν αὐτόν, ὡς δυνατόν ἦν ἀνθρώπινον νοῦν ἀνασπασθῆναι, καί ταῖς θείαις αὐγαῖς κατεφώτισεν.

λβ΄. Ὁ τούς μαθητάς τοῦ Κυρίου μιμούμενος, οὐ παραιτεῖται διά τούς Φαρισαίους ὁδόν ποιεῖν ἐν Σαββάτῳ διά τῶν σπορίμων, καί στάχυας τίλλειν, ἀλλά μετά τήν πρακτικήν ἐν τῇ ἀπαθείᾳ γενόμενος, τούς λόγους ἀναλέγεται τῶν γεγονότων, εὐσεβῶς τήν θείαν τῶν ὄντων ἐπιστήμην τρεφόμενος.

λγ΄. Ὁ κατά τό Εἀγγέλιον μόνον πιστός, τό ὄρος τῆς κακίας αὐτοῦ διά πράξεως μετατίθησιν· ἀπωθούμενος ἑαυτοῦ τῇ ἀστάτῳ περιφορᾷ τῶν ὑπό αἴσθησιν, τήν ἐπ᾿ αὐτοῖς προτέραν διάθεσιν. Ὁ δέ μαθητής εἶναι δυνάμενος, ἐκ τοῦ Λόγου δεχόμενος χερσί τῶν γνωστικῶν ἄρτων τά κλάσματα, διατρέφει χιλιάδας· πράξει δεικνύς πληθυνομένην τοῦ λόγου τήν δύναμιν. Ὁ δέ καί Ἀπόστολος ἰσχύσας εἶναι, πᾶσαν ἰατρεύει νόσον καί μαλακίαν, ἐκβάλλων δαιμόνια· τουτέστι, τήν τῶν παθῶν φυγαδεύων ἐνέργειαν· νοσοῦντας ἰώμενος, πρός ἕξιν εὐσεβείας τούς στερηθέντας αὐτῆς δι᾿ ἐλπίδος ἐπανάγων, καί τούς δι᾿ ὄκνον μαλακισθέντας, ἐπιστύφων τῷ λόγῳ τῆς κρίσεως. Πατεῖν γάρ ἐπάνω ὄφεων καί σκορπίων κελευσθείς, ἀρχήν καί τέλος τῆς ἁμαρτίας ἐξαφανίζει.

λδ΄. Ὁ Ἀπόστολος καί μαθητής, πάντως ἐστί καί πιστός· ὁ δέ μαθητής οὐ πάντως μέν καί ἀπόστολος, πάντως δέ πιστός. Ὁ δέ μόνον πιστός, οὔτε μαθητής οὔτε ἀπόστολός ἐστι· πλήν δύναται διά βίου καί θεωρίας, καί ὁ τρίτος εἰς τήν τοῦ δευτέρου, καί ὁ δεύτερος εἰς τήν τοῦ πρώτου μετενεχθῆναι τάξιν καί ἀξίαν.

λε΄. Ὅσα μέν ἐν χρόνῳ καί χρόνον δημιουργεῖται, τελειωθέντα ἵσταται, λήγοντα τῆς κατά φύσιν αὐξήσεως. Ὅσα δέ κατ᾿ ἀρετήν ἐπιστήμη Θεοῦ κατεργάζεται, τελειωθέντα πάλιν κινεῖται πρός αὔξησιν. Τά γάρ τέλη αὐτῶν, ἑτέρων ἀρχαί καθεστήκασιν. Ὁ γάρ καταπαύσας ἐν ἑαυτῷ διά τῶν ἀρετῶν κατά τήν πρᾶξιν τήν τῶν φθειρομένων ὑπόστασιν, ἑτέρων ἀπήρξατο θειοτέρων διατυπώσεων· παύεται γάρ οὐδέποτε τῶν καλῶν ὁ Θεός, ὧν οὐδέ ἀρχήν ἔσχεν. Ὡς γάρ φωτός ἴδιον τό φωτίζειν, οὕτως ἴδιον Θεοῦ τό εὖ ποιεῖν. Διό τῷ μέν νόμῳ, τήν κατά χρόνον τῶν ἐν γενέσει καί φθορᾷ σύστασιν ἀφηγουμένῳ, τιμᾶται δι᾿ ἀργίας τό Σάββατον· τῷ Εὐαγγελίῳ δέ τήν τῶν νοητῶν εἰσηγουμένῳ κατάστασιν, δι᾿ εὐποιίας καλῶν ἔργων τοῦτο φαιδρύνεται· κἄν ἀγανακτῶσιν οἱ μήπω γνόντες ὅτι διά τόν ἄνθρωπον τό Σάββατον γέγονεν, ἀλλ᾿ οὐ διά τό Σάββατον ὁ ἄνθρωπος· καί ὅτι κύριός ἐστι καί τοῦ Σαββάτου ὁ Υἱός τοῦ ἀνθρώπου.

λστ΄. Ἔστι τῷ νόμῳ καί τοῖς προφήταις, καί Σάββατον καί Σάββατα, καί Σάββατα Σαββάτων· ὥσπερ καί περιτομή, καί περιτομῆς περιτομή· καί θέρος, καί θέρους θέρος, κατά τό εἰρημένον, Ὅταν θερίσητε τόν θερισμόνὑμῶν. Ἔστιν οὖν τό μέν πρῶτον, πρακτικῆς καί φυσικῆς καί θεολογικῆς φιλοσοφίας ἀποπεράτωσις. Τό δεύτερον δέ, γενέσεως καί τῶν κατά γένεσιν λόγῳν, ἀπόλυσις. Τό δέ τρίτον, τῶν κατ᾿ αἴσθησιν καί νοῦν πνευτικωτέρων λόγων, εἰσφορά καί ἀπόλαυσις. Καί τοῦτο τρισσῶς ἐφ᾿ ἑκάστῳ δηλονότι τῶν εἰρημένων γινόμενον, ἵνα γνῷ τούς λόγους ὁ γνωστικός, καθ᾿ οὕς ὁ μέν Μωϋσῆς ἔξω τῆς ἁγίας γῆς σαββατίζει τελευτῶν· ὁ δέ τοῦ Ναυῆ Ἰησοῦς, περιτέμνει περάσας τόν Ἰορδάνην· οἱ δέ τήν ἀγαθήν γῆν κληρονομοῦντες, τήν εἰσφοράν τοῦ καθ᾿ ὑπέρθεσιν διπλοῦ θέρους τῷ Θεῷ προσκομίζουσιν.

λζ΄. Σάββατόν ἐστιν, ἀπάθεια ψυχῆς λογικῆς· κατά τήν πρακτικήν παντελῶς ἀποβαλομένης τῆς ἁμαρτίας τά στίγματα.

λη΄. Σάββατά ἐστιν, ἐλευθερία ψυχῆς λογικῆς· καί αὐτήν τήν κατά φύσιν πρός αἴσθησιν, διά τῆς ἐν πνεύματι φυσικῆς θεωρίας, ἀποθεμένης ἐνέργειαν.

λθ΄. Σάββατα Σαββάτων ἐστίν, ἡρεμία πνευματική ψυχῆς λογικῆς· καί ἀπ᾿ αὐτῶν πάντων τῶν ἐν τοῖς οὖσι θειτέρων λόγων τόν νοῦν συστειλάσης· καί μόνῳ τῷ θεῷ κατ᾿ ἐρωτικήν ἔκστασιν ὁλικῶς ἐνδησάσης, καί παντελῶς ἀκίνητον αὐτόν τοῦ Θεοῦ διά τῆς μυστικῆς ἀπόθεσιν διαθέσεως.

μ΄. Περιτομή ἐστιν, ἡ περί γένεσιν τῆς κατά ψυχήν ἐμπαθοῦς ἀπόθεσις διαθέσεως.

μα΄. Περιτομή περιτομῆς ἐστιν, ἡ καί αὐτῶν τῶν κατά ψυχήν περί τήν γένεσιν φυσικῶν κινημάτων, παντελής ἀποβολή καί περιαίρεσις.

μβ΄. Θέρος ἐστί ψυχῆς λογικῆς, ἡ τῶν κατ᾿ ἀρετήν καί φύσιν τῶν ὄντων πνευματικωτέρων λόγων μετ᾿ ἐπιστήμης συλλογή καί ἐπίγνωσις.

μγ΄. Θέρους θέρος ἐστίν, ἡ πᾶσιν ἄβατος μετά τήν τῶν νοητῶν μυστικήν θεωρίαν περί νοῦν ἀγνώστως συνισταμένη τοῦ Θεοῦ κατανόησις· ἥν προσφέρει δεόντως ὁ ἐκ τῶν ὁρατῶν καί ἀοράτων κτισμάτων ἀξίως γεραίρων τόν Κτίσαντα.

μδ΄. Ἔστι καί ἄλλο πνευματικώτερον θέρος, αὐτοῦ λεγόμενον εἶναι τοῦ Θεοῦ· καί ἄλλη μυστικωτέρα περιτομή· καί ἄλλο κρυφιώτερον Σάββατον, ἐν ᾧ ἀπό τῶν ἰδίων ἔργων σαββατίζων ὁ Θεός ἀναπαύει, κατά τό, Ὁ μέν θερισμός, πολύς· οἱ δέ ἐργάται, ὀλίγοι. Καί, Περιτομή καρδίας ἐν πνεύματι. Καί, Εὐλόγησεν ὁ Θεός τήν ἡμέραν τήν ἑβδόμην, καί ἡγίασεν αὐτήν· ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπό πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεός ποιῆσαι.

με΄. Θεοῦ θέρος ἐστίν, ἡ εἰς αὐτόν κατά τήν τῶν αἰώνων ἀποπεράτωσιν γινομένη τῶν ἀξίων καθόλου μονή τε καί ἵδρυσις.

μστ΄. Ἐν πνεύματι περιτομή καρδίας ἐστίν, ἡ γινομένη τῶν κατ᾿ αἴσθησιν καί νοῦν περί τά αἰσθητά καί τά νοητά φυσικῶν ἐνεργειῶν παντελής περιαίρεσις· διά τῆς ἀμέσως τό τε σῶμα καί τήν ψυχήν ὁλικῶς μεταμορφούσης πρός τό θειότερον, παρουσίας τοῦ Πνεύματος.

μζ΄. Θεοῦ σαββατισμός ἐστιν, ἡ εἰς αὐτόν διόλου τῶν πεποιημένων κατάντησις· καθ᾿ ἥν καταπαύει τῆς ἐπ᾿ αὐτοῖς φυσικῆς ἐνεργείας, τήν αὐτοῦ θειοτάτην ἀῤῥήτως ἐνεργουμένην [Fr.ἐνεργουμένοις] ἐνέργειαν. Παύεται γάρ ὁ Θεός τῆς ἐν ἑκάστῳ τῶν ὄντων τυχόν φυσικῆς ἐνεργείας, καθ᾿ ἥν ἕκαστον τῶν ὄντων φυσικῶς κινεῖσθαι πέφυκεν, ὁπόταν ἕκαστον τῆς θείας ἀναλόγως ἐπιλαβόμενον ἐνεργείας, τήν κατά φύσιν οἰκείαν περί αὐτόν ὁρίσῃ τόν Θεόν ἐνέργειαν.

μη΄. Ζητητέον τοῖς σπουδαίοις, τίνα καθήκει νοεῖν εἶναι τά ἔργα ὦν ἤρξατο τῆς γενέσεως ὁ Θεός· καί τίνα πάλιν, ὧν οὐκ ἤρξατο. Εἰ γάρ πάντων κατέπαυσε τῶν ἔργων, ὧν ἤρξατο ποιῆσαι, δῆλον ἐκείνων οὐ κατέπαυσεν, ὧν οὐκ ἤρξατο ποιῆσαι. Μήποτε οὖν, ἔργα μέν Θεοῦ χρονικῶς ἠργμένα τοῦ εἶναί ἐστι, πάντα τά ὄντα μετέχοντα· οἷον αἱ διάφοροι τῶν ὄντων οὐσίαι. Τό γάρ μή ὄν, ἔχουσι αὐτῶν τοῦ εἶναι πρεσβύτερον. Ἦν γάρ ποτε, ὅτε τά ὄντα μετέχοντα οὐκ ἦν. Θεοῦ δέ ἔργα τυχόν οὐκ ἠργμένα τοῦ εἶναι χρονικῶς, τά ὄντα μεθεκτά, ὧν κατά χάριν μετέχουσι τά ὄντα μετέχοντα· οἷον, ἡ ἀγαθότης, καί πᾶν εἴ τι ἀγαθότητος ἐμπεριέχεται λόγῳ. Καί ἁπλῶς πᾶσα ζωή,καί ἀθανασία καί ἁπλότης καί ἀτρεψία καί ἀπειρία, καί ὅσα περί αὐτόν οὐσιωδῶς θεωρεῖται· ἅτινα καί ἔργα Θεοῦ εἰσι, καί οὐκ ἠργμένα χρονικῶς. Οὐ γάρ ποτε πρεσβύτερον ἀρετῆς,τό οὐκ ἦν· οὐδέ τινος ἄλλου τῶν εἰρημένων· κἄν τά μετέχοντα αὐτῶν καθ᾿ αὐτά, ἦρκται τοῦ εἶναι χρονικῶς. Ἄναρχος γάρ πᾶσα ἀρετή, μή ἔχουσα τόν χρόνον ἑαυτῆς πρεσβύτερον· οἷα τόν Θεόν ἔχουσα τοῦ εἶναι μονώτατον ἀϊδίως γεννήτορα.

μθ΄. Πάντων τῶν ὄντων καί μετεχόντων καί μεθεκτῶν, ἀπειράκις ἀπείρως ὁ Θεός ὑπεξῄρηται. Πᾶν γάρ εἴ τι τόν τοῦ εἶναι λόγον ἔχει κατηγορούμενον, ἔργον Θεοῦ τυγχάνει· κἄν τό μέν κατά γένεσιν ἦρκται τοῦ εἶναι χρονικῶς· τό δέ, κατά χάριν τοῖς γεγονόσιν ἐμπέφυκεν, οἷα τις δύναμις ἔμφυτος, τόν ἐν πᾶσι ὄντα Θεόν διαπρυσίως κηρύττουσα.

ν΄. Τά ἀθάντα πάντα, καί αὐτή ἡ ἀθανασία· καί τά ζῶντα πάντα, καί αὐτή ἡ ζωή· καί τά ἅγια πάντα, καί αὐτή ἡ ἁγιότης· καί τά ἐνάρετα πάντα, καί αὐτή ἡ ἀρετή· καί τά ἀγαθά πάντα, καί αὐτή ἡ ἀγαθότης· καί τά ὄντα πάντα, καί αὐτή ἡ ὀντότης, Θεοῦ προδήλως ἔργα τυγχάνουσιν· ἀλλά, τά μέν, τοῦ εἶναι χρονικῶς ἠργμένα· ἦν γάρ ποτε, ὅτε οὐκ ἦν· τά δέ, τοῦ εἶναι χρονικῶς οὐκ ἠργμένα. Οὐκ ἦν γάρ ποτε, ὅτε οὐκ ἦν ἀρετή καί ἀγαθότης καί ἁγιότης καί ἀθανασία. Καί τά μέν ἠργμένα χρονικῶς, τῇ μετοχῇ τῶν οὐκ ἠργμένων χρονικῶς εἰσι καί λέγονται τοῦθ᾿ ὅπερ καί εἰσί καί λέγονται. Πάσης γάρ ζωῆς καί ἀθανασίας, ἁγιότητός τε καί ἀρετῆς, δημιουργός ἐστιν ὁ Θεός· ὑπέρ οὐσίαν γάρ πάντων τῶν τε νοουμένων καί λεγομένων ἐξῄρηται.

να΄. Ἡ ἕκτη κατά τήν Γραφήν ἡμέρα, τήν τῶν ὑπό φύσιν ὄντων εἰσηγεῖται συμπλήρωσιν· ἡ δέ ἑβδόμη, τῆς χρονικῆς ἰδιότητος περιγράφει τήν κίνησιν· ἡ δέ ὀγδόη, τῆς ὑπέρ φύσιν καί χρόνον ὑποδηλοῖ καταστάσεως τόν τρόπον.

νβ΄. Ὁ τήν ἕκτην μόνον κατά τόν νόμον ἄγων ἡμέραν, τήν κατ᾿ ἐνέργειαν ἐκθλίβουσαν τήν ψυχήν τῶν παθῶν φεύγων δυναστείαν, διά τῆς θαλάσσης ἀφόβως ἐπί τήν ἔρημον διαβαίνει· τήν τῶν παθῶν ἀργίαν μόνην σαββατίζων. Ὁ δέ τόν Ἰορδάνην διαβάς, καί αὐτήν ἀπολιπών τήν τῶν παθῶν μόνον ἀργοῦσαν κατάστασιν, ἦλθεν εἰς τήν τῶν ἀρετῶν κληρονομίαν.

νγ΄. Ὁ τήν ἕκτην εὐαγγελικῶς ἄγων ἡμέραν, ἀποκτείνας πρότερον τά τῆς ἁμαρτίας πρῶτα κινήματα, τήν πάσης κακίας ἔρημον διά τῶν ἀρετῶν καταλαμβάνει τῆς ἀπαθείας κατάστασιν· σαββατίζων κατά νοῦν καί αὐτῆς ψιλῆς τῆς τῶν παθῶν φαντασίας. Ὁ δέ Ἰορδάνην διαπεράσας, εἰς τήν τῆς γνώσεως μετατίθεται χώραν· καθ᾿ ἥν ὁ νοῦς, ναός μυστικῶς ὑπό τῆς εἰρήνης οἰκοδομούμενος, Θεοῦ κατοικητήριον γίνεται ἐν πνεύματι.

νδ΄. Ὁ τήν ἕκτην θεϊκῶς μετά τῶν προσφόρων ἔργων καί ἐννοιῶν ἑαυτῷ συμπληρώσας ἡμέραν, καί αὐτός μετά τοῦ Θεοῦ καλῶς τά ἑαυτοῦ συντελέσας ἔργα, διέβη τῇ κατανοήσει πᾶσαν τήν τῶν ὑπό φύσιν καί χρόνον ὑπόστασιν, καί εἰς τήν τῶν αἰώνων καί τῶν αἰωνίων μετετάξατο μυστικήν θεωρίαν· σαββατίζων ἀγνώστως κατά νοῦν, τήν ὁλικήν τῶν ὄντων ἀπόλειψίν τε καί ὑπέρβασιν. Ὁ δέ καί τῆς ὀγδόης ἀξιωθείς, ἐκ τῶν νεκρῶν ἀνέστη· τῶν μετά Θεόν λέγω πάντων, αἰσθητῶν τε καί νοητῶν, καί λόγων καί νοημάτων· καί ἔζησε τήν τοῦ Θεοῦ μακαρίαν ζωήν, τοῦ μόνον κατ᾿ ἀλήθειαν κυρίως ζωῆς καί λεγομένου καί ὄντος· οἷα καί αὐτός γενόμενος τῇ θεώσει θεός.

νε΄. Ἕκτη ἡμέρα ἐστίν, ἡ τῶν πρακτικῶν περί ἀρετήν τῶν κατά φύσιν ἐνεργειῶν, παντελής ἀποπλήρωσις· ἑβδόμη δέ ἐστιν, ἡ τῶν θεωρητικῶν περί τήν ἄῤῥητον γνῶσιν πασῶν τῶν φυσικῶν ἐννοιῶν ἀποπεράτωσις καί ἀπόπαυσις· ὀγδόη δέ, ἡ πρός θέωσιν τῶν ἀξιῶν μετάταξίς τε καί μετάβασις. Καί μήποτε ταύτην τήν ἑβδόμην καί τήν ὀγδόην τυχόν μυστικώτερον ὑποφαίνων ὁ Κύριος, προσηγόρευσεν ἡμέραν συντελείας καί ὥραν, ὡς πάντων περιγράφουσαν τά μυστήρια καί τούς λόγους. Ἅς οὐδέν οὐδαμῶς τό παράπαν τῶν ἐπουρανίων καί ἐπιγείων Δυνάμεων γνῶναι πρό πείρας τοῦ παθεῖν δυνήσεται, πλήν αὐτῆς τῆς ταῦτα ποιούσης μακαρίας θεότητος.

νστ΄. Ἡ ἕκτη ἡμέρα, τόν τοῦ εἶναι τῶν ὄντων λόγον ὑποδηλοῖ· ἡ δέ ἑβδόμη, τόν τοῦ εὖ εἶναι τῶν ὄντων τρόπον ὑποσημαίνει· ἡ δέ ὀγδόη, τό τοῦ ἀεί εὖ εἶναι τῶν ὄντων ἄῤῥητον μυστήριον ὑπαγορεύει.

νζ΄. Πρακτικῆς ἐνεργείας σύμβολον ὑπάρχουσαν τήν ἕκτην ἡμέραν γινώσκοντες, πᾶσαν ἐν αὐτῇ τῶν ἔργων τῆς ἀρετῆς τήν ὀφειλήν ἀποπληρώσωμεν· ὅπως καί ἐφ᾿ ἡμῶν ῥηθείη τό, Καί εἶδεν ὁ Θεός πάντα ὅσα ἐποίησε, καί ἰδού καλά λίαν.

νη΄. Ἀποπληροῖ τήν ὀφειλήν τῆς ἐπαινουμένης τῷ Θεῷ καλῆς ἐργασίας, ὁ διά σώματος τῇ ψυχῇ φιλοπονῶν τήν εὔκοσμον ποικιλίαν τῶν ἀρετῶν.

νθ΄. Ὁ τήν παρασκευήν τῶν ἔργων τῆς δικαιοσύνης πληρώσας, διέβη πρός τήν ἀνάπαυσιν τῆς γνωστικῆς θεωρίας· καθ΄ ἥν τούς λόγους τῶν ὄντων περιλαβών θεοπρεπῶς, τῆς κατά νοῦν περί αὐτήν κινήσεως ἀναπαύεται.

ξ΄. Ὁ τῆς δι᾿ ἡμᾶς ἑβδοματική τοῦ Θεοῦ μετεσχηκώς ἀναπαύσεως, καί τῆς αὐτοῦ δι᾿ ἡμᾶς μεθέξει κατά τήν θέωσιν ὀγδοατικῆς ἐνεργείας, εἴτουν μυστικῆς ἀναστάσεως· ἀφείς καί αὐτός ἐν τῷ τάφῳ κείμενα τά ὀθόνια, καί τό ἐπί τῆς κεφαλῆς σουδάριον· ἅπερ θεωροῦντες εἴ τις Πέτρος καί Ἰωάννης, πιστεύουσιν ἐγηγέρθαι τόν Κύριον.

ξα΄. Μνημεῖον ἐστιν ἴσως Δεσποτικόν, ἤ ὁ κόσμος οὗτος, ἤ ἡ ἑκάστου τῶν πιστῶν καρδία· τά δέ ὀθόνια, οἱ τῶν αἰσθητῶν μετά τῶν κατ᾿ ἀρετήν τρόπων ὑπάρχουσι λόγοι· τό δέ σουδάριον, ἡ τῶν νοητῶν ἐστι μετά τῆς ἐνδεχομένης θεολογίας ἁπλῆ καί ἀποίκιλος γνῶσις, δι᾿ ὧν ἐγνωρίζετο πρότερον ὁ Λόγος, ἀχώρητον ἡμῖν ἔχων παντάπασιν δίχα τούτων, τήν ὑπέρ ταῦτα κατάληψιν.

ξβ΄. Οἱ θάπτοντες ἐντίμως τόν Κύριον, καί ἐνδόξως ἀναστάντα θεάσονται· πᾶσιν ὄντα τοῖς μή τοιούτοις ἀθέατον. Οὐκ ἔτι γάρ τοῖς ἐπιβουλεύουσίν ἐστιν ἁλωτός, οὐκ ἔχων τῶν ἐκτός τά προκαλύμματα, δι᾿ ὧν ἐδόκει θέλων ἁλίσκεσθαι παρά τῶν βουλομένων, καί πάσχειν ὑπέρ τῆς πάντων σωτηρίας ἠνείχετο.

ξγ΄. Ὁ θάπτων ἐντίμως τόν Κύριον, πᾶσίν ἐστι τοῖς φιλοθέοις αἰδέσιμος· θριάμβου γάρ αὐτόν καί ὀνείδους καθηκόντως ἐῤῥύσατο, βλασφημίας ὑπόθεσιν οὐκ ἀφείς τοῖς ἀπίστοις, τήν ἐν τῷ ξύλῳ αὐτοῦ προσήλωσιν. Οἱ δέ σφραγῖδας ἐπιτιθέντες τῷ τάφῳ, καί στρατιώτας προκαθιστῶντες, μισητοί τῆς ἐγχειρήσεως· οἵ καί ἀναστάντα τόν Λόγον, ὡς κλαπέντα διαβάλλουσιν· ἀργυρίῳ, ὥσπερ τόν νόθον μαθητήν εἰς προδοσίαν· λέγω δέ τόν ἐπιδεικτικόν τρόπον τῆς ἀρετῆς· οὕτω καί τούς στρατιώτας πρός συκοφαντίαν τοῦ ἀναστάντος Σωτῆρος ὠνούμενοι. Γινώσκει τῶν λεγομένων τήν ἔμφασιν, ὁ γνωστικός· οὐκ ἀγνοῶν πῶς τε καί ποσαχῶς σταυροῦται ὁ Κύριος, καί θάπτεται καί ἀνίσταται· ὡσεί νεκρούς μέν ποιῶν τούς ὑπό δαιμόνων τῇ καρδίᾳ παρακαθημένους ἐμπαθεῖς λογισμούς· τούς διαμεριζομένους ἐν τοῖς πειρασμοῖς ὥσπερ ἱμάτια, τούς τρόπους τῆς ἠθικῆς εὐπρεπείας· καί ὑπερβαίνων ὥσπερ σφραγίδας τούς ἐπικειμένους τῇ ψυχῇ τύπους, τῶν κατά πρόληψιν ἁμαρτημάτων.

ξδ΄. Πᾶς φιλάργυρος, δι᾿ εὐλαβείας τήν ἀρετήν ὑποκρινόμενος, ἐπειδάν εὕρῃ τήν ποθουμένην ὕλην πορίσασθαι, τόν τρόπον ἐξώμνυται, καθ᾿ ὅν μαθητής εἶναι τοῦ Λόγου τό πρίν ἐνομίζετο.

ξε΄. Ὅταν ἴδῃς τινάς ὑπερηφάνους μή φέροντας ἐπαινεῖσθαι τούς κρείττονας, ἀκήρυκτόν τε μηχανωμένους ποιεῖν τήν λαλουμένην ἀλήθειαν, μυρίοις αὐτήν ἀπείργοντας πειρασμοῖς, καί ἀθεμίτοις διαβολαῖς· νόει μοι πάλιν ὑπό τούτων σταυροῦσθαι τόν Κύριον καί θάπτεσθαι· καί στρατώταις καί σφραγῖσι φυλάττεσθαι. Οὕς ἑαυτοῖς περιτρέπων ὁ Λόγος, ἀνίσταται· πλέον τῷ πολεμεῖσθαι,διαφαινόμενος· ὡς πρός ἀπάθειαν διά τῶν παθημάτων στομούμενος. Πάντων γάρ ἐστιν ἰσχυρότερος, ὡς ἀλήθεια καί ὤν καί καλούμενος.

ξστ΄. Τό τῆς ἐνσωματώσεως τοῦ Λόγου μυστήριον, πάντων ἔχει τῶν τε κατά τήν Γραφήν αἰνιγμάτων καί τύπων τήν δύναμιν, καί τῶν φαινομένων καί νοουμένων κτισμάτων τήν ἐπιστήμην. Καί ὁ μέν γνούς σταυροῦ καί ταφῆς τό μυστήριον, ἔγνω τῶν προειρημένων τούς λόγους· ὁ δέ τῆς ἀναστάσεως μυηθείς τήν ἀπόῤῥητον δύναμιν, ἔγνω τόν ἐφ᾿ ᾧ τά πάντα προηγουμένως ὁ Θεός ὑπεστήσατο σκοπόν.

ξζ΄. Τά φαινόμενα πάντα δεῖται σταυροῦ· τῆς τῶν ἐπ᾿ αὐτοῖς κατ᾿ αἴσθησιν ἐνεργουμένων ἐπεχούσης τήν σχέσιν, ἕξεως· τά δέ νοούμενα πάντα, χρῄζει ταφῆς· τῆς τῶν ἐπ᾿ αὐτοῖς κατά νοῦν ἐνεργουμένων ὁλικῆς ἀκινησίας. Τῇ γάρ σχέσει συναναιρουμένης τῆς περί πάντα φυσικῆς ἐνεργείας τε καί κινήσεως, ὁ λόγος μόνος ἐφ᾿ ἑαυτόν ὑπάρχων, ὥσπερ ἐκ νεκρῶν ἐγηγερμένος ἀναφαίνεται, πάντα κατά περιγραφήν ἔχων τά ἐξ αὐτοῦ, μηδενός φυσικῇ σχέσει τήν πρός αὐτόν οἰκειότητα τό σύνολον ἔχοντος. Κατά χάριν γάρ, ἀλλ᾿ οὐ κατά φύσιν ἐστίν ἡ τῶν σωζομένων σωτηρία.

ξη΄. Τῶν πρός τι, καί οἱ αἰῶνές εἰσι, καί οἱ χρόνοι, καί οἱ τόποι· ὧν ἄνευ οὐδέν τῶν συνεπινοουμένων τούτοις ἐστίν. Ὁ δέ Θεός, οὐ τῶν πρός τι ἐστίν· οὐ γάρ ἔχει τι καθόλου συνεπινοούμενον. Εἴπερ οὖν ἄρα κληρονομία τῶν ἀξίων αὐτός ἐστιν ὁ Θεός, ὑπέρ πάντας αἰῶνας καί χρόνους καί τόπους ὁ ταύτης ἀξιούμενος τῆς χάριτος ἔσται, τόπον ἔχων αὐτόν τόν Θεόν, κατά τό γεγραμμένον· Γενοῦ μοι εἰς Θεός ὑπερασπιστήν, καί εἰς τόπον ὀχυρόν, τοῦ σῶσαί με.

ξθ΄. Τό τέλος οὐδέν τό παράπαν ἐμφερές ἔχει μεσότητα· ἐπεί οὐδέ τέλος. Μεσότης δέ ἐστι, πάντα τά μετά τήν ἀρχήν κατόπιν ὄντα τοῦ τέλους. Εἰ τοίνυν πάντες οἱ αἰῶνες καί οἱ χρόνοι καί οἱ τόποι μετά τῶν συνεπινοουμένων αὐτοῖς ἁπάντων, μετά τόν Θεόν εἰσιν, ἀρχήν ἄναρχον ὄντα· καί ὡς ἀπείρου τέλους αὐτοῦ πολύ κατόπιν ὑπάρχουσι, μεσότητος οὐδέν διαφέρουσι· τέλος δέ τῶν σωζομένων ἐστίν ὁ Θεός, οὐδέν ἔσται μεσότητος κατά τό ἀκρότατον τέλος γενομένοις τοῖς σωζομένοις συνθεωρούμενον.

ο΄. Ὁ πᾶς κόσμος ἰδίοις περιοριζόμενος λόγοις, καί τόπος λέγεται καί αἰών, τῶν ἐν αὐτῷ διαιτωμένων· τρόπους θεωρημάτων ἔχων κατά φύσιν τούς ἐν αὐτῶ προσφυεῖς, μερικήν κατανόησιν αὐτοῖς ἐμποιῆσαι τῆς ἐπί πάντα σοφίας τοῦ Θεοῦ δυναμένους· οἷς ἕως χρῶνται πρός κατανόησιν, οὐ δύνανται δίχα μεσότητος εἶναι καί μερικῆς καταλήψεως. Ἐπειδή δέ τό ἐκ μέρους τοῦ τελείου φανέντος καταργεῖται, καί τά ἔσοπτρα πάντα καί τά αἰνίγματα παρέρχονται, τῆς πρόσωπον πρός πρόσωπον παραγινομένης ἀληθείας, ὑπέρ πάντας ἔσται κόσμους καί αἰῶνας καί τόπους, οἷς τέως ὡς νήπιος ἐπαιδαγωγεῖτο, τελειωθείς κατά Θεόν ὁ σωζόμενος.

οα΄. Ὁ Πιλάτος, τοῦ κατά φύσιν τύπος ἐστί· τοῦ δέ γραπτοῦ νόμου, τό πλῆθος τῶν Ἰουδαίων. Ὁ τοίνυν κατά πίστιν ὑπέρ τούς δύο μή γενόμενος νόμους, οὐ δύναται δέξασθαι τήν ὑπέρ φύσιν καί λόγον ἀλήθειαν· ἀλλά σταυροῖ πάντως τόν Λόγον· ἤ ὡς Ἰουδαῖος, σκάνδαλον· ἤ ὡς Ἕλλην, μωρίαν ἡγούμενος τό Εὐαγγέλιον.

οβ΄. Ὅταν ἴδῃς Ἠρώδην καί Πιλάτον ἀλλήλοις φικιάζοντας ἐπί τῇ ἀναιρέσει τοῦ Ἰησοῦ, τότε νόει τήν εἰς αὐτό συνδρομήν· τοῦ τε τῆς πορνείας καί τῆς κενοδοξίας δαίμονος, ἐπί τῷ θανατῶσαι τόν λόγον τῆς ἀρετῆς καί τῆς γνώσεως, ἀλλήλοις συμφωνούντων. Ὁ μέν γάρ κενόδοξος δαίμων, πνευματικήν γνῶσιν ὑποκρινόμενος, παραπέμπει τῷ δαίμονι τῆς κενοδοξίας. Διό, Λαμπράν περιθείς ἐσθῆτα, φησίν, ὁ Ἡρώδης, ἀνέπεμψε Πιλάτῳ τόν Ἰησοῦν.

ογ΄. Καλόν μή συχωρεῖν σαρκί καί πάθεσι προσανέχειν τόν νοῦν. Οὐ γάρ συλλέγουσι, φησίν, ἐξ ἀκανθῶν σῦκα· τουτέστιν, ἐκ παθῶν, ἀρετήν· οὔτε ἐκ βάτου σταφυλήν· τουτέστιν, ἐκ τῆς σαρκός, τήν εὐφραίνουσαν γνῶσιν.

οδ΄. Διά τῆς ὑπομονῆς τῶν πειρασμῶν δοκιμαζόμενος ὁ ἀσκητής, καί διά τῆς σωματικῆς παιδαγωγίας καθαιρόμενος, καί διά τῆς ἐπιμελείας τῶν ὑψηλῶν θεωρημάτων τελειούμενος, ἀξιοῦται τῆς θείας παρακλήσεως. Κύριος γάρ,φησίν ὁ Μωϋσῆς, ἐκ Σινᾶ ἤκει· τουτέστιν, ἐκ τῶν πειρασμῶν· καί ἐπεφάνη ἡμῖν ἐκ Σηείρ· τουτέστιν, ἐκ τῶν σωματικῶν πόνων· καί κατέπαυσεν [lego κατέσπευσεν ut est in Sixt.] ἐξ ὄρους Φαράν σύν μυριάσι Κάδης· τουτέστιν, ἐξ ὄρους τῆς πίστεως [alii Regii, πτοήσεως, Fr. πτήσεως], σύν μυριάσιν ἁγίων γνώσεων.

οε΄. Ὁ Ἡρώδης, φρονήματος λόγον ἐπέχει σαρκός· ὁ δέ Πιλάτος, αἰσθήσεως· ὁ δέ Καῖσαρ τῶν αἰσθητῶν· οἱ δέ Ἰουδαῖοι, τῶν ψυχικῶν λογισμῶν.Ἐπειδάν οὖν ἐν ἀγνοίας ἡ ψυχή τοῖς αἰσθητοῖς προστεθῇ, προδίδωσι τῇ αἰσθήσει τόν Λόγον εἰς θάνατον, καθ᾿ ἑαυτῆς κυροῦσα δι᾿ ὁμολογίας, τήν τῶν φθαρτῶν βασιλείαν. Φασί γάρ οἱ Ἰουδαῖοι, Οὐκ ἔχομεν βασιλέα εἰ μή Καίσαρα.

οστ΄. Ὁ Ἡρώδης, ἐνεργείας τόπον ἐπέχει παθῶν· ὁ δέ Πιλάτος, τῆς ἐπ᾿ αὐτοῖς ἠπατημένης ἕξεως· ὁ δέ Καῖσαρ, τοῦ σκοτεινοῦ κοσμοκράτορος· οἱ δέ Ἰουδαῖοι, ψυχῆς. Ὁπηνίκα γοῦν ὑποκλιθεῖσα ψυχή τοῖς πάθεσι, τήν ἀρετήν παραδῷ τῇ ἕξει τῆςκακίας ὑποχείριον, τήν μέν τοῦ Θεοῦ προδήλως ἀρνεῖται βασιλείαν· πρός δέ τήν τοῦ διαβόλου μετέρχεται φθοροποιόν τυραννίδα.

οζ΄. Οὐκ ἀρκεῖ τῇ ψυχῇ πρός εὐφροσύνην πνευματικήν ἡ ὑποταγή τῶν παθῶν, εἰ μή τάς ἀρετάς κτήσηται τῇ πληρώσει τῶν ἐντολῶν. Μή χαίρετε γάρ, φησίν, ὅτι τά δαιμόνια ὑμῖν ὑποτάσσεται· τουτέστι, τά ἐνεργήματα τῶν παθῶν· ἀλλ᾿ ὅτι τά ὀνόματα ὑμῶν ἐγράφη ἐν οὐρανῷ· τῇ δι᾿ ἀρετῶν τῆς υἱοθεσίας χάριτι, πρός τόν τόπον τῆς ἀπαθείας μεταγραφέντα.

οη΄. Ἀναγκαῖος τῷ γνωστικῷ πάντως ἐστίν, ὁ διά πράξεως πλοῦτος τῶν ἀρετῶν. Ὁ ἔχων γάρ, φησί, βαλάντιον· τουτέστι, γνῶσιν πνευματικήν· ἀράτω ὁμοίως καί πήραν· τουτέστι, τήν δαψιλῶς τήν ψυχήν διατρέφουσαν τῶν ἀρετῶν ἀφθονίαν. Ὁ δέ μή ἔχων, βαλάντιον δηλονότι καί πήραν· τουτέστι, γνῶσιν καί ἀρετήν, πωλησάτω τό ἱμάτιον αὐτοῦ, καί ἀγορασάτω μάχαιραν. Ἐκδότω, φησί, προθύμως τήν ἑαυτοῦ σάρκα τοῖς πόνοις τῶν ἀρετῶν, καί μεταχειρισάσθω σοφῶς ὑπέρ τῆς εἰρήνης τοῦ Θεοῦ, τόν πρός τά πάθη καί τούς δαίμονας πόλεμον· ἤγουν τήν ἐν ῥήματι Θεοῦ διακρίνουσαν ἕξιν τό χεῖρον τοῦ κρείττονος.

οθ΄. Τριακοντούτης ὤν ὁ Κύριος ἀναφαίνεται· τούς διορατικούς τῷ ἀριθμῷ τούτῳ, τά περί ἑαυτοῦ κρυφίως μυστήρια διδάσκων. Ὁ γάρ τριάκοντα ἀριθμός μυστικῶς κατανοούμενος, χρόνου τε καί φύσεως, καί τῶν ὑπέρ τήν ὁρατήν φύσιν νοητῶν, δημιουργόν καί προνοητήν εἰσάγει τόν Κύριον. Χρόνου μέν, διά τοῦ ἑπτά· ἑβδοματικός γάρ ὁ χρόνος· φύσεως δέ, διά τοῦ πέντε· πενταδική γάρ ἡ φύσις, διά τήν αἴσθησιν πενταχῶς διαιρουμένην· νοητῶν δέ, διά τοῦ ὀκτώ· ὑπέρ γάρ τήν μετρουμένην τοῦ χρόνου περίοδον, ἡ τῶν νοητῶν ἐστι γένεσις· προνοητήν δέ, διά τοῦ δέκα· διά τε τήν τῶν ἐντολῶν ἁγίαν δεκάδα, τήν πρός τό εὖ τούς ἀνθρώπους ἐνάγουσαν, καί διά τό τούτου τοῦ γράμματος μυστικῶς ἀπῆρχθαι τῆς προσηγορίας τόν Κύριον, ἡνίκα γέγονεν ἄνθρωπος. Συνάψαςοὖν τόν πέντε, καί τόν ἑπτά, καί τόν ὀκτώ, καί τόν δέκα, τόν τριάκοντα πλήροις ἀριθμόν. Ὁ τοίνυν ὡς ἀρχηγῷ τῷ Κυρίῳ καλῶς ἕπεσθαι γινώσκων, οὐκ ἀγνοήσει τόν λόγον, καθ᾿ ὅν καί αὐτός τριακοντούτης ἀναφανήσεται, κηρύττειν δυνάμενος τό Εὐαγγέλιον τῆς βασιλείας. Ὅτε γάρ ἀμέμπτως, ὥσπερ τινά φύσιν ὁρατήν, τόν κατά πρᾶξιν τῶν ἀρετῶν δημιουργήσει κόσμον, τήν ἐπ᾿ αὐτῆς τῆς ψυχῆς, ὥσπερ τινά χρόνον διά τῶν ἐναντίων συμβαίνουσαν μή ἀλλοιώσας περίοδον, καί διά θεωρίας τήν τῶν νοητῶν ἀπταίστως δρέψεται γνῶσιν, καί τήν αὐτήν καί ἄλλοις ἕξιν προνοητικῶς ἐνθεῖναι δεδύνηται· τότε καί αὐτός, ὡς δ᾿ ἄν ἔχῃ σωματικῆς ἡλικίας, τριακοντούτης ἐστί τῷ πνεύματι, συνεμφαίνων τῶν οἰκείων ἀγαθῶν τήν ἐν ἄλλοις ἐνέργειαν.

π΄. Ὁ ταῖς ἡδοναῖς παρειμένος τοῦ σώματος, οὔτε πρός ἀρετήν ἐστιν ἐνεργός, οὔτε πρός γνῶσιν εὐκίνητος. Ὅθεν οὐδέ ἄνθρωπον ἔχει· τουτέστιν, ἔμφρονα λογισμόν· ἵνα ὅταν ταραχθῇ τό ὕδωρ, βάλῃ αὐτόν εἰς τήν κολυμβήθραν· τουτέστιν, εἰς τήν δεκτικήν τῆς γνώσεως ἀρετήν, τήν ἰατρεύουσαν πᾶσαν νόσον, εἰ μή που διά ῥᾳθυμίαν ὁ νοσῶν ἀναβαλλόμενος, ὑπ᾿ ἄλλου προληφθῇ τοῦ κωλύοντος αὐτῷ παραβενέσθαι τήν ἴασιν. Διό καί τριάκοντα καί ὀκτώ ἔτη τῇ νόσῳ συγκατακλίνεται. Ὁ γάρ μή πρός δόξαν Θεοῦ τήν ὁρατήν θεώμενος κτίσιν, καί πρός τήν νοητήν φύσιν εὐσεβῶς ἀναβιβάζων τήν ἔννοιαν, εἰκότως νοσῶν διαμένει τόν εἰρημένον τῶν ἐτῶν ἀριθμόν. Ὁ γάρ τριάκοντα φυσικῶς λαμβανόμενος ἀριθμός, τήν αἰσθητήν σημαίνει φύσιν· ὥσπερ καί πρακτικῶς σκοπούμενος, τήν πρακτικήν ἀρετήν. Ὁ δέ ὀκτώ φυσικῶς κατανοούμενος, τήν νοητήν τῶν ἀσωμάτων παραδηλοῖ φύσιν· ὥσπερ καί γνωστικῶς θεωρούμενος, τήν πάνσοφον θεολογίαν· αἷς ὁ μή κινούμενος πρός Θεόν, πάρετος μένει, μέχρις ἄν ἐλθών ὁ Λόγος, διδάξῃ αὐτόν τόν σύντομον τῆς ἰάσεως τρόπον, φάσκων· Ἔγειραι· ἆρον τόν κράββατόν σου, καί περιπάτει· διαναστῆναι τόν νοῦν τῆς κατεχούσης φιληδονίας, καί ἆραι τό σῶμα τοῖς ὤμοις τῶν ἀρετῶν, καί ἀπελθεῖν εἰς τόν οἶκον· δηλαδή τόν οὐρανόν, ἐγκελευόμενος. Καλόν γάρ ὑπό τοῦ κρείττονος τοῖς ὤμοις τῆς πράξεως, τό χεῖρον αἴρεσθαι πρός ἀρετήν, ἤ τό κρεῖττον διά θρύψεως πρός φιληδονίαν ὑπό τοῦ χείρονος φέρεσθαι.

πα΄. Ἕως τῆς ἡμῶν τε καί πάντων τῶν μετά Θεόν οὐσίας κατά διάνοιαν καθαρῶς οὐκ ἐκβεβήκαμεν, οὔπω τήν τῆς κατ᾿ ἀρετήν ἀτρεψίας ἕξιν ἐλάβομεν. Ὁπηνίκα δέ τοῦτο δι᾿ ἀγάπης ἡμῖν κατορθωθῇ τό ἀξίωμα, τότε γνωσόμεθα τῆς θείας ἐπαγγελίας τήν δύναμιν. Ἐκεῖ γάρ εἶναι χρή πιστεύειν καθ᾿ ἵδρυσιν ἀμετάθετον τούς ἀξίους, ἔνθα προλαβών ὁ νοῦς δι᾿ ἀγάπης τήν σφετέραν ἐνεῤῥίζωσε δύναμιν. Ὁ γάρ μή ἐκβάς ἑαυτοῦ, καί πάντων τῶν ὁπωσοῦν νοεῖσθαι δυναμένων, καί εἰς τήν ὑπέρ νόησιν σιγήν καταστάς, οὐ δύναται τροπῆς εἶναι πάμπαν ἐλεύθερος.

πβ΄. Πᾶσα νόησις, πλήθους· ἤ τουλάχιστον, δυάδος πάντως ἔμφασιν ἔχει. Μέση γάρ ἐστι τινῶν ἀκροτήτων σχέσις, ἀλλήλοις συνάπτουσα, τό τε νοοῦν καί τό νοούμενον. Οὐδέτερον δέ διόλου τήν ἁπλότητα πέφυκε σώζειν. Τό τε γάρ νοοῦν, ὑποκείμενόν τί ἐστι, πάντως συνεπινοουμένην αὐτῷ τήν τοῦ νοεῖν ἔχον δύναμιν. Καί τό νοούμενον ὑποκείμενόν τι πάντως ἐστίν, ἤ ἐν ὑποκειμένῳ· συνεπινοουμένην αὐτῷ τήν τοῦ νοεῖσθαι δύναμιν ἔχον· ἤ προϋποκειμένην τήν, οὗ ἐστι δύναμις, οὐσίαν. Οὐ γάρ τι τῶν ὄντων τό σύνολον αὐτό καθ᾿ αὑτό ἁπλῆ τις οὐσία ἤ νόησίς ἐστιν, ἵνα καί μονάς ἀδιαίρετος. Τόν δέ Θεόν, εἴτε οὐσίαν εἴπωμεν, οὐκ ἔχει φυσικῶς συνεπινοουμένην αὐτῷ τήν τοῦ νοεῖσθαι δύναμιν, ἵνα μή σύνθετος· εἴτε νόησιν, οὐκ ἔχει φυσικῶς δεκτικήν τῆς νοήσεως ὑποκειμένην οὐσίαν· ἀλλ᾿ αὐτός κατ᾿ οὐσίαν νόησίς ἐστιν ὁ Θεός· καί ὅλος νόησις, καί μόνον· καί αὐτός κατά τήν νόησιν οὐσία, καί ὅλος οὐσία καί μόνον· καί ὑπέρ οὐσίαν ὅλος, καί ὑπέρ νόησιν ὅλος, διότι καί μονάς ἀδιαίρετος καί ἀμερής καί ἁπλῆ. Ὁ τοίνυν καθ᾿ ὁτιοῦν νόησιν ἔχων, οὔπω τῆς δυάδος ἐξῆλθεν· ὁ δέ ταύτην πάμπαν ἀπολιπών, γέγονε ποσῶς ἐν τῇ μονάδι, τήν τοῦ νοεῖν ὑπεροχικῶς ἀποθέμενος δύναμιν.

πγ΄. Ἐν μέν τοῖς πολλοῖς, ἑτερότης καί ἀνομοιότης ἐστί καί διαφορά· ἐν δέ τῷ Θεῷ, κυρίως ἑνί καί μόνῳ τυγχάνοντι, ταυτότης καί ἁπλότης μόνον ἐστί, καί ὁμοιότης. Οὐκ ἀσφαλές οὖν πρίν ἔξω γενέσθαι τῶν πολλῶν, ἐπιβάλλειν ταῖς περί Θεοῦ θεωρίαις· καί δηλοῖ τοῦτο Μωϋσῆς, ἔξω τῆς παρεμβολῆς πηγνύμενος τήν σκηνήν τῆς διανοίας, καί τότε προσομιλῶν τῷ Θεῷ. Τό γάρ μετά λόγου τοῦ κατά προφοράν πειρᾶσθαι φάναι τόν ἄῤῥητον, ἐπικίνδυνον· ὅτι δυάς, καί πλέον ἐστίν ὁ κατά προφοράν λόγος. Τό δέ ἄνευ φωνῆς μόνῃ τῇ ψυχῇ τό ὄν θεωρεῖν, ἰσχυρότατον· ὅτι κατά τήν ἀδιαίρετον ἵσταται μονάδα, καί οὐκ ἐν τοῖς πολλοῖς. Ὁ γάρ ἀρχιερεύς, ἅπαξ τοῦ ἑνιαυτοῦ εἰς τά Ἅγια τῶν ἁγίων εἴσω τοῦ καταπετάσματος εἰσιέναι μόλις προστεταγμένος, διδάσκει μόνον δεῖν ἐκεῖνον, τόν τήν αὐτήν καί τά ἅγια διαβάντα, καί εἰς τά Ἅγια τῶν ἁγίων εἴσω γενόμενον· τουτέστι, τήν ἅπασαν τῶν αἰσθητῶν τε καί νοητῶν παρελθόντα φύσιν, καί πάσης τῆς κατά γένεσιν ἰδιότητος γενόμενον καθαρόν, ἀνείμονι καί γυμνῇ τῇ διανοίᾳ προσβάλλειν ταῖς περί Θεοῦ φαντασίαις.

πδ΄. Μωϋσῆς ὁ μέγας, ἔξω τῆς παρεμβολῆς πηξάμενος ἑαυτοῦ τήν σκηνήν· τουτέστι, τήν γνώμην καί τήν διάνοιαν ἱδρυσάμενος ἔξω τῶν ὁρωμένων, προσκυνεῖν τόν Θεόν ἄρχεται· καί εἰς τόν γνόφον εἰσελθών, τόν ἀειδῆ καί ἄϋλον τῆς γνώσεως τόπον, ἐκεῖ μένει τάς ἱερωτάτας τελούμενος τελετάς.

πε΄. Ὁ γνόφος ἐστίν, ἡ ἀειδής καί ἄϋλος καί ἀσώματος κατάστασις, ἡ τήν παραδειγματικήν τῶν ὄντων ἔχουσα γνῶσιν· ἐν ᾗ ὁ γενόμενος ἐντός, καθάπερ τις ἄλλος Μωϋσῆς, φύσει θνητῇ κατανοεῖ τά ἀθέατα· δι᾿ ἧς τῶν θείων ἀρετῶν ἐν ἑαυτῷ ζωγραφήσας τό κάλλος, ὥσπερ γραφήν εὐμιμήτως [unus Reg. εὐμίμητον] ἔχουσαν τοῦ ἀρχετύπου κάλλους τό ἀπεικόνισμα, κάτεισιν· ἑαυτόν προβαλλόμενος τοῖς βουλομένοις μιμεῖσθαι τήν ἀρετήν, καί ἐν τούτῳ δεικνύς, ἧς μετειλήφει χάριτος, τό φιλάνθρωπόν τε καί ἄφθονον.

πστ΄. Οἱ ἀσπίλως τήν κατά Θεόν μετερχόμενοι φιλοσοφίαν, μέγιστον ἐκ τῆς κατ᾿ αὐτήν ἐπιστήμης κέρδος εὑρίσκουσι· τό, μηκέτι τήνγνώμην τοῖς πράγμασι συμμεταβάλλεσθαι· ἀλλά μετ᾿ εὐσταθοῦς βεβαιότητος [unus Reg. γενναιότητος] πᾶσιν ἐγχειρεῖν προθύμως τοῖς ἁρμόζουσι τῷ λόγῳ τῆς ἀρετῆς.

πζ΄. Τήν κατά σάρκα πρώτην ἐν Χριστῷ διά Πνεύματος βαπτισθέντες [ἴσ. κτηθέντες, primam nacti incorruptionem] ἀφθαρσίαν, τήν ἐσχάτην κατ᾿ αὐτόν ἐν Πνεύματι· δι᾿ ἐπιδόσεως ἔργων ἀγαθῶν δηλονότι, καί τοῦ κατά πρόθεσιν θανάτου, τήν προτέραν φυλάξαντες ἀκηλίδωτον, ἐκδεχόμεθα· καθ᾿ ἥν τῶν ἐχόντων, οὐδείς ἀποβολήν δέδοικε τῶν κτηθέντων ἀγαθῶν.

πη΄. Τοῖς ἐπί γῆς, τῆς θείας ἀρετῆς ἀπ᾿ οὐρανοῦ δι᾿ ἔλεον τόν πρός ἡμᾶς τήν χάριν καταπέμψαι βουληθείς ὁ Θεός, συμβολικῶς τήν ἱεράν σκηνήν καί τά ἐν αὐτῇ πάντα κατεσκεύασε· σοφίας οὖσαν ἀπεικόνισμα καί τύπον καί μίμημα.

πθ΄. Ἡ χάρις τῆς Νέας Διαθήκης, μυστικῶς τῷ τῆς Παλαιᾶς κέκρυπται γράμματι· διό φησιν ὁ Ἀπόστολος, ὅτι ὁ νόμος πνευματικῶς ἐστιν. Ὁ οὖν νόμος, τῷ μέν γράμματι, παλαιοῦται καί γηράσκει καταργούμενος· τῷ δέ πνεύματι,νεάζει διαπαντός ἐνεργούμενος. Ἡ γάρ χάρις παντελῶς ἀπαλαίωτος.

τέσσ. ἀνοικ. ΄. Ὁ μέν νόμος, σκιάν ἔχει τοῦ Εὐαγγελίου· τό δέ Εὐαγγέλιον, εἰκών ἐστι τῶν μελλόντων ἀγαθῶν. Ὁ μέν γάρ κωλύει τάς τῶν κακῶν ἐνεργείας· τό δέ, τάς πράξεις τῶν ἀγαθῶν παρατίθεται.

τέσσ. ἀνοικ. α΄. Τήν ἁγίαν ὅλην Γραφήν, σαρκί διαιρεῖσθαι λέγομεν καί πνεύματι· καθάπερ τινά πνευματικόν ἄνθρωπον οὖσαν. Ὁ γάρ τό ῥητόν τῆς Γραφῆς εἰπών εἶναι σάρκα· τόν δέ νοῦν, πνεῦμα, ἤγουν ψυχήν, τῆς ἀληθείας οὖν ἁμαρτήσεται. Σοφός δέ προδήλως, ὁ τό μέν φθειρόμενον ἀφείς· ὅλος [unus Reg. ὅλως] δέ τοῦ ἀφθάρτου γενόμενος.

τέσσ. ἀνοικ. β΄. Ὁ μέν νόμος, σάρξ ἐστι τοῦ κατά τήν ἁγίαν Γραφήν πνευματικοῦ ἀνθρώπου· αἴσθησις δέ, οἱ προφῆται· τό δέ Εὐαγγέλιον, ψυχή νοερά· διά σαρκός τοῦ νόμου, καί δι᾿ αἰσθήσεως τῶν προφητῶν ἐνεργοῦσα· καί τήν ἑαυτῆς δύναμιν ταῖς ἐνεργείαις ἐμφαίνουσα.

τέσσ. ἀνοικ. γ΄. Σκιάν μέν εἶχεν ὁ νόμος, εἰκόνα δέ οἱ προφῆται τῶν ἐν τῷ Εὐαγγελίῳ θείων καί πνευματικῶν ἀγαθῶν. Αὐτό δέ τό Εὐαγγέλιον, αὐτήν παροῦσαν ἡμῖν διά τῶν γραμμάτων ἔδειξε τήν ἀλήθειαν· τήν τῷ νόμῳ προσκιασθεῖσαν, καί τοῖς προφήταις προεικονισθεῖσαν.

τέσσ. ἀνοικ. δ΄. Ὁ τόν νόμον διά βίου καί πολιτείας ἐπιτελῶν, μόνων τῶν τῆς κακίας ἀργεῖ συμπερασμάτων, καταθύων τῷ Θεῷ τῶν ἀλόγων παθῶν τήν ἐνέργειαν· καί τούτῳ πρός σωτηρίαν ἀρκεῖται τῷ τρόπῳ, διά τήν ἐν αὐτῷ πνευματικήν νηπιότητα.

τέσσ. ἀνοικ. ε΄. Ὁ τῷ προφητικῷ λόγῳ παιδαγωγούμενος, πρός τῇ ἀποβολῇ τῆς τῶν παθῶν ἐνεργείας, καί τάς κατά ψυχήν συνισταμένας αὐτῶν ἐκτίθεται συγκαταθέσεις· ἵνα μή τῷ χείρονι, φημί δή τῇ σαρκί, δοκῶν κακίας ἀπέχεσθαι· τῷ κρείττονι, λέγω δέ τῇ ψυχῇ, λάθῃ ταύτην δαψιλῶς ἐνεργούμενος.

τέσσ. ἀνοικ. στ΄. Ὁ τήν εὐαγγελικήν ζωήν γνησίως ἀσπαζόμενος, καί ἀρχήν καί τέλος ἑαυτοῦ τῆς κακίας ἐξέτεμε· καί πᾶσαν ἀρετήν ἔργῳ τε καί λόγῳ μετέρχεται· θύων θυσίαν αἰνέσεως καί ἐξομολογήσεως, πάσης τῆς κατ᾿ ἐνέργειαν τῶν παθῶν ἀπηλλαγμένος ὀχλήσεως, καί τῆς κατά νοῦν πρός αὐτά μάχης ὑπάρχων ἐλεύθερος· καί μόνην ἔχων τήν ἐπ᾿ ἐλπίδι τῶν μελλόντων ἀγαθῶν τήν ψυχήν διατρέφουσαν, ἀκόρεστον ἡδονήν.

τέσσ. ἀνοικ. ζ΄. Τοῖς σπουδαιοτέροις τῶν θείων Γραφῶν ἐπιμεληταῖς, δύο ἔχων ἀναφαίνεται μορφάς ὁ κατά Κύριον Λόγος· τήν μέν κοινήν καί δημωδεστέραν καί οὐκ ὀλίγοις θεατήν, καθ᾿ ἥν λέγεται τό, Εἴδομεν αὐτόν, καί οὐκ εἶχεν εἶδος οὐδέ κάλλος· τήν δέ κρυφιωτέραν καί ὀλίγοις ἐφικτήν, τοῖς ἤδη κατά Πέτρον καί Ἰάκωβον καί Ἰωάννην, τούς ἁγίους ἀποστόλους γεγονόσιν, ἐφ᾿ ὧν ὁ Κύριος μετεμορφώθη πρός δόξαν νικῶσαν τήν αἴσθησιν· καθ᾿ ἥν ἔστιν ὡραῖος κάλλει παρά τούς υἱούς τῶν ἀνθρώπων. Τούτων δέ τῶν δύο μορφῶν, ἡ μέν προτέρα, τοῖς εἰσαγομένοις ἁρμόδιος· ἡ δευτέρα δέ, τοῖς κατά τήν γνῶσιν ὡς ἐφικτόν τελειωθεῖσιν ἀνάλογος. Καί ἡ μέν, τῆς πρώτης τοῦ Κυρίου παρουσίας ἐστίν εἰκών, ἐφ᾿ ἧς τό ῥητόν τοῦ Εὐαγγελίου θετέον τῆς διά παθημάτων καθαιρούσης τούς πρακτικούς· ἡ δέ, τῆς δευτέρας καί ἐνδόξου παρουσίας ἐστί προδιατύπωσις, ἐφ᾿ ἧς τό πνεῦμα νοεῖται· τῆς διά σοφίας τούς γνωστικούς μεταμορφούσης πρός θέωσιν· ἐκ τῆς ἐν αὐτοῖς τοῦ λόγου μεταμορφώσεως, ἀνακεκαλυμμένῳ προσώπῳ τήν δόξαν Κυρίου κατοπτριζομένους.

τέσσ. ἀνοικ. η΄. Ὁ μέν ἀκατασείστως ὑπέρ ἀρετῆς ἐγκαρτερῶν τοῖς δεινοῖς, ἐνεργουμένην ἐφ᾿ ἑαυτόν ἔχει τήν πρώτην τοῦ Λόγου παρουσίαν, πάσης αὐτόν κηλίδος καθαίρουσαν· ὁ δέ τόν νοῦν πρός τήν τῶν ἀγγέλων διά θεωρίας μεταβιβάσας κατάστασιν, τῆς δευτέρας ἔχει παρουσίας τήν δύναμιν, ἐνεργοῦσαν αὐτῷ τό ἀπαθές καί ἀνάλωτον.

τέσσ. ἀνοικ. θ΄. Αἴσθησις μέν ἕπεται τῷ πρακτικῷ, διά πόνον κατορθοῦντι τάς ἀρετάς· ἀναισθησία δέ τῷ γνωστικῷ, τόν νοῦν ἀπό τῆς σαρκός καί τοῦ κόσμου συστείλαντι πρός Θεόν. Ὁ μέν γάρ λῦσαι τήν ψυχήν τῶν κατά φύσιν τῆς σχέσεως πρός τήν σάρκα δεσμῶν διά τῆς πρακτικῆς ἀγωνιζόμενος, ἔχει τήν γνώμην τοῖς πόνοις συνεχῶς ἐποκλάζουσαν· ὁ δέ, ταύτης τῆς σχέσεως ἀνασπάσας διά τῆς θεωρίας [unus Reg. θεωρητικῆς] τούς ἥλους, οὐδενί τό σύνολόν ἐστι καθεκτός· καθαρός ἤδη τοῦ πάσχειν τε καί κρατεῖσθαι πεφυκότος παρά τῶν ἑλεῖν βουλομένων, γενόμενος.

ρ΄. Τό μάννα δοθέν τῷ Ἰσραήλ κατά τήν ἔρημον, ὁ τοῦ Θεοῦ λόγος ἐστί, πρός πᾶσαν ἡδονήν πνευματικήν ἁρμῶν τοῖς ἐσθίουσιν αὐτόν, καί πρός πᾶσαν γεῦσιν κατά τήν διαφοράν τῆς τῶν ἐσθιόντων ἐπιθυμίας, μετακιρνώμενος. Πάσης γάρ ἔχει πνευματικῆς βρώσεως ποιότητα. Διό τοῖς μέν ἄνωθεν ἐκ σπόρου ἀφθάρτου διά πνεύματος γεννηθεῖσι, λογικόν ἄδολον γίνεται γάλα· τοῖς δέ ἀσθενοῦσι, λάχανον, τήν παθοῦσαν τῆς ψυχῆς παραμυθούμενος δύναμιν· τοῖς δέ διά τήν ἕξιν τά αἰσθητήρια τῆς ψυχῆς γεγυμνασμένα ἔχουσι πρός διάκρισιν καλοῦ τε καί κακοῦ, στερεάν ἑαυτόν δίδωσι τροφήν. Ἔχει δέ καί ἄλλας ἀπείρους δυνάμεις ὁ τοῦ Θεοῦ λόγος, ἐνταῦθα μή χωρουμένας· ἀναλύσας δέ τις, καί ἄξιος γενόμενος ἐπί πολλῶν, ἤ ἐπί πάντων κατασταθῆναι, λήψεται κἀκείνας ὅλας, ἤ τινας τοῦ λόγου τάς δυνάμεις, διά τό ἐν ἐλαχίστῳ αὐτόν ἐνταῦθα πιστόν γεγονέναι. Πᾶσα γάρ τῶν ἐνταῦθα διδομένων θείων χαρισμάτων ἀκρότης, συγκρίσει τῶν μελλόντων, ἐλάχιστόν τι καί μέτριόν ἐστιν.