Περί Θεολογίας και της Ενσάρκου Οικονομίας του Υιού του Θεού/Δευτέρα εκατοντάς

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Περί Θεολογίας και της Ενσάρκου Οικονομίας του Υιού του Θεού
Συγγραφέας:
Δευτέρα εκατοντάς


α΄. Εἷς Θεός, ὅτι μία θεότης· μονάς [deest τό, μονάς, in tribus Regiis] ἄναρχος καί ἁπλῆ καί ὑπερούσιος· καί ἀμερής καί ἀδιαίρετος· ἡ αὐτή μονάς καί Τριάς· ὅλη μονάς ἡ αὐτή, καί ὅλη Τριάς ἡ αὐτή· μονάς ὅλη κατά τήν οὐσίαν ἡ αὐτή, καί Τριάς ὅλη κατά τάς ὑποστάσεις ἡ αὐτή. Πατήρ γάρ, καί Υἱός, καί Πνεῦμα ἅγιον ἡ θεότης, καί ἐν Πατρί, καί Υἱῷ, καί ἁγίῳ Πνεύματι ἡ θεότης. Ὅλη ἐν ὅλῳ τῷ Πατρί ἡ αὐτή· καί ὅλος ἐν ὅλῃ τῇ αὐτῇ ὁ Πατήρ· καί ὅλη ἐν ὅλῳ τῷ Υἱῷ ἡ αὐτή· καί ὅλος ἐν ὅλῃ τῇ αὐτῇ ὁ Υἱός. Καί ὅλη ἐν ὅλῳ τῷ Πνεύματι τῷ ἁγίῳ ἡ αὐτή· καί ὅλον ἐν ὅλῃ τῇ αὐτῇ τό Πνεῦμα τό ἅγιον. Ὅλη Πατήρ, καί ἐν ὅλῳ τῷ Πατρί· καί ὅλος ἐν ὅλῃ ὁ Πατήρ· καί ὅλη ὅλος ὁ Πατήρ. Καί ὅλη ὅλος ὁ Υἱός ἡ αὐτή· καί ὅλη ἐν ὅλῳ τῷ Υἱῷ ἡ αὐτή· καί ὅλος ὅλη, καί ἐν ὅλῃ τῇ αὐτῇ ὁΥἱός. Καί ὅλη Πνεῦμα ἅγιον ἡ αὐτή, καί ἐν ὅλῳ τῷ Πνεύματι τῷ ἁγίῳ· καί τό Πνεῦμα τό ἅγιον ὅλον ὅλη, καί ὅλον ἐν ὅλῃ τῇ αὐτῇ τό Πνεῦμα τό ἅγιον. Οὐ γάρ ἐκ μέρους ἡ θεότης ἐν τῷ Πατρί, ἤ ἐκ μέρους Θεός ὁ Πατήρ· οὔτε ἐκ μέρους ἐν τῷ Υἱῷ ἡ θεότης, ἤ ἐκ μέρους Θεός ὁ Υἱός· οὔτε ἐκ μέρους ἐν τῷ ἁγίῳ Πνεύματι ἡ θεότης, ἤ ἐκ μέρους Θεός τό Πνεῦμα τό ἅγιον. Οὔτε γάρ μεριστή ἡ θεότης· οὔτε ἀτελής ὁ Θεός ὁ Πατήρ, ἤ ὁ Υἱός, ἤ τό Πνεῦμα τό ἅγιον· ἀλλ᾿ ὅλη ἐστίν ἡ αὐτή τελεία τελείως ἐν τελείῳ τῷ Πατρί· καί ὅλη τελεία τελείως ἡ αὐτή ἐν τελείῳ τῷ Υἱῷ ἡ αὐτή· καί ὅλη τελεία τελείως ἡ αὐτή ἐν τελείῳ τῷ ἁγίῳ Πνεύματι. Ὅλος γάρ ἐν ὅλῳ τῷ Υἱῷ καί τῷ Πνεύματι τελείως ἐστίν ὁ Πατήρ· καί ὅλος ἐν ὅλῳ τῷ Πατρί καί τῷ Πνεύματι τελείως ἐστίν ὁΥἱός· καί ὅλον ἐν ὅλῳ τῷ Πατρί καί τῷ Υἱῷ τελείως ἐστί τό Πνεῦμα τό ἅγιον. Διό καί εἷς Θεός ὁ Πατήρ καί ὁ Υἱός καί τό Πνεῦμα τό ἅγιον. Μία γάρ καί ἡ αὐτή οὐσία καί δύναμις καί ἐνέργεια Πατρός καί Υἱοῦ καί ἁγίου Πνεύματος· οὐκ ὄντος οὐδενός τοῦ ἑτέρου χωρίς ἤ νοουμένου.

β΄. Πᾶσα νόησις, τῶν νοούντων καί νοουμένων ἐστίν· ὁ δέ Θεός, οὔτε τῶν νοούντων ἐστίν, οὔτε τῶν νοουμένων· ὑπέρ ταῦτα γάρ· ἐπεί περιγράφεται, τῆς τοῦ νοουμένου σχέσεως, ὡς νοῶν, προσδεόμενος· ἤ τῷ νοοῦντι φυσικῶς ὑποπίπτων, διά τήν σχέσιν νοούμενος. Λείπεται γοῦν, μήτε νοεῖν, μήτε νοεῖσθαι τόν Θεόν ὑπολαμβάνειν· ἀλλ᾿ ὑπέρ τό νοεῖν εἶναι καί νοεῖσθαι. Τῶν γάρ μετ᾿ αὐτόν, φυσικῶς ἐστι τό νοεῖν καί τό νοεῖσθαι.

γ΄. Πᾶσα νόησις ὥσπερ ἐν οὐσίᾳ πάντως ἔχει τήν θέσιν ὡς ποιότης, οὕτω καί περί οὐσίαν πεποιωμένην ἔχει τήν κίνησιν. Οὐ γάρ ἄφετόν τι καθόλου καί ἁπλοῦν καθ᾿ ἑαυτό ὑφεστώς δυνατόν ἐστιν αὐτήν ὑποδέξασθαι, ὅτι μή ἄφετός ἐστι καί ἁπλῆ. Ὁ δέ Θεός, κατ᾿ ἄμφω πάμπαν ὑπάρχων ἁπλοῦς, καί οὐσία τοῦ ἐν ὑποκειμένῳ χωρίς, καί νόησις μή ἔχουσά τι καθάπαξ ὑποκείμενον· οὐκ ἔστι τῶν νοούντων καί νοουμένων, ὡς ὑπέρ οὐσίαν ὑπάρχων δηλονότι καί νόησιν.

δ΄. Ὥσπερ ἐν τῷ κέντρῳ τῶν ἐξ αὐτοῦ κατ᾿ εὐθεῖαν ἐκτεταμένων γραμμῶν ἀδιαίρετος θεωρεῖται παντελῶς ἡ θέσις· οὕτως ὁ ἀξιωθείς ἐν τῷ Θεῷ γενέσθαι, πάντας εἴσεται τούς ἐν αὐτῷ τῶν γεγονότων προϋφεστῶτας λόγους, καθ᾿ ἁπλῆν τινα ἀδιαίρετον γνῶσιν.

ε΄. Μορφουμένη τοῖς νοουμένοις νόησις, πολλαί νοήσεις ἡ μία καθίσταται νόησις, κατ᾿ εἶδος ἕκαστον μορφουμένη τῶν νοουμένων. Ὁπηνίκα δέ τῶν μορφούντων αὐτήν αἰσθητῶν τε καί νοητῶν τό πλῆθος περάσασα, γένηται πάμπαν ἀνείδεος, τηνικαῦτα προσφυῶς αὐτήν ὁ ὑπέρ νόησιν οἰκειοῦται Λόγος, καταπαύων τῶν ἀλλοιοῦν αὐτήν ταῖς τῶν νοημάτων μορφαῖς πεφυκότων· ὅπερ ὁ παθών, καί αὐτός κατέπαυσεν ἀπό τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπό τῶν ἰδίων ὁ Θεός.

στ΄. Ὁ τήν ἐφικτήν ἀνθρώποις ἐνταῦθα τελειότητα φθάσας, καρποφορεῖ τῷ Θεῷ ἀγάπην, χαράν, εἰρήνην, μακροθυμίαν· πρός δέ τό μέλλον, ἀφθαρσίαν καί ἀϊδιότητα, καί τά τούτοις ὅμοια· καί μήποτε τά μέν πρῶτα προσήκει τῷ τήν πρακτικήν τελειώσαντι· τά δεύτερα δέ, τῷ διά γνώσεως ἀληθοῦς ἐκστάντι τῶν πεποιημένων.

ζ΄. Ὥσπερ ἴδιον παρακοῆς ἔργον ἐστίν ἡ ἁμαρτία, οὕτως ἴδιον ὑπακοῆς ἔργον ἐστίν ἡ ἀρετή· καί ὥσπερ τῇ μέν παρακοῇ παρακολουθεῖ παράβασις ἐντολῶν, καί τοῦ ἐντειλαμένου διαίρεσις, οὕτω τῇ ὑπακοῇ ἐφέπεται συντήρησις ἐντολῶν, καί ἡ πρός τόν ἐντειλάμενον ἕνωσις. Ὁ γοῦν συντηρήσας δι᾿ ὑπακοῆς ἐντολήν, καί δικαιοσύνην εἰργάσατο, καί πρός τόν ἐντειλάμενον, ἕνωσιν διά τῆς ἀγάπης ἐτήρησεν ἀδιαίρετον· ὁ δέ παραβάς διά παρακοῆς ἐντολήν, καί τήν ἁμαρτίαν εἰργάσατο, καί τῆς κατ᾿ ἀγάπην ἑαυτόν πρός τόν ἐντειλάμενον διεῖλεν ἑνώσεως.

η΄. Ὁ ἐκ τῆς κατά τήν παράβασιν διαιρέσεως συναγόμενος, πρῶτον χωρίζεται τῶν παθῶν· ἔπειτα τῶν ἐμπαθῶν λογισμῶν· εἶτα φύσεως καί τῶν περί φύσιν λόγων· εἶτα νοημάτων, καί τῶν περί αὐτά γνώσεων· καί τελευταῖον, τῶν περί Προνοίας λόγων διαδράς τό ποικίλον, εἰς αὐτόν ἀγνώστως καταντᾷ τόν περί μονάδος λόγον· καθ᾿ ὅν μόνον θεωρήσας ἑαυτοῦ ἀτρεψίαν ὁ νοῦς, χαίρει τήν ἀνεκλάλητον χαράν· ὡς τήν εἰρήνην εἰληφώς τοῦ Θεοῦ, τήν ὑπερέχουσαν πάντα νοῦν· καί φρουροῦσαν διηνεκῶς ἄπτωτον τόν αὐτῆς ἀξιούμενον.

θ΄. Ὁ τῆς γεέννης φόβος, κακίαν φεύεγειν παρασκευάζει τούς εἰσαγομένους· ὁ δέ πόθος τῆς τῶν ἀγαθῶν ἀντιδόσεως, τοῖς προκόπτουσι τήν ἐπ᾿ ἐνεργείᾳ τῶν ἀρετῶν χαρίζεται προθυμίαν· τό δέ τῆς ἀγάπης μυστήριον, πάντων ὑπεραίρει τῶν γεγονότων τόν νοῦν, πρός πάντα τά μετά Θεόν τυφλόν ἀπεργαζόμενον. Μόνους γάρ τούς τυφλούς πρός πάντα τά μετά Θεόν γεγενημένους ὁ Κύριος σοφίζει, δεικνύς τά θειότερα.

ι΄. Ὁ τοῦ Θεοῦ λόγος, κόκκῳ σινάπεως ἐοικώς, πρό τῆς γεωργίας πάνυ εἶναι δοκεῖ μικρός· ἐπειδάν δέ γεωργηθῇ δεόντως, τοσοῦτον διαδείκνυται μέγας, ὥστε τούς τῶν αἰσθητῶν καί τῶν νοητῶν κτισμάτων μεγαλοφυεῖς λόγους πτηνῶν δίκην αὐτῷ ἐπαναπαύεσθαι. Πάντων γάρ οἱ λόγοι καθεστήκασιν αὐτῷ χωρητοί· αὐτός δέ, τῶν ὄντων ἐστίν οὐδενί χωρητός. Διό τόν ἔχοντα πίστιν ὡς κόκκον σινάπεως, δύνασθαι μεταθεῖναι λόγῳ τό ὄρος ὁ Κύριος ἔφη· τουτέστι, τό καθ᾿ ἡμῶν τοῦ διαβόλου κράτος ἀποδιώκειν, καί μετατιθέναι τῆς βάσεως.

ια΄. Κόκκος τοῦ σινάπεώς ἐστιν ὁ Κύριος, κατά πίστιν ἐν Πνεύματι σπειρόμενος ἐν ταῖς καρδίαις τῶν δεχομένων· ὅν ὁ ἐπιμελῶς διά τῶν ἀρετῶν γεωργήσας, τό μέν ὄρος τοῦ χοϊκοῦ φρονήματος μετατίθησι, τήν δυσκίνητον ἕξιν ἑαυτοῦ τῆς κακίας κατ᾿ ἐξουσίαν ἀπωθούμενος· τούς δέ λόγους ἑαυτῶ τῶν ἐντολῶν καί τούς τρόπους, ἤ καί τάς θείας δυνάμεις, ὥσπερ πετεινά οὐρανοῦ ἐπαναπαύει.

ιβ΄. Τῷ Κυρίῳ καθάπερ τινί θεμελίῳ πίστεως, τό ὕψος ἐποικοδομοῦντες τῶν ἀγαθῶν, χρυσίον, ἀργύριον, λίθους τιμίους ἐπιθώμεθα· τουτέστι, θεολογίαν καθαράν καί ἀκίβδηλον, καί βίον διαφανῆ καί λαμπρόν, καί θείους λογισμούς τά μαργαρώδη νοήματα· ἀλλά μή ξύλα, μή χόρτον μήτε καλάμην· τουτέστι, μήτε εἰδωλολατρείαν· ἤγουν τήν περί τά αἰσθητά πτόησιν· μήτε βίον ἀλόγιστον, μήτε λογισμούς ἐμπαθεῖς, καί τῆς κατά σοφίαν συνέσεως ὥσπερ ἀσταχύων ἐστερημένους.

ιγ΄. Ὁ γνώσεως ἐφιέμενος, ἀμετακινήτους τάς βάσεις τῆς ψυχῆς ἐρεισάτω παρά τῷ Κυρίῳ, καθά φησιν ὁ Θεός τῷ Μωϋσῇ· Σύ δέ αὐτοῦ στῆθι μετ᾿ ἐμοῦ. Ἰστέον δέ, ὅτι καί ἐν αὐτοῖς τοῖς ἱσταμένοις παρά τῷ Κυρίῳ ἐστί διαφορά· εἴπερ ἐκεῖνο μή παρέργως ἀναγινώσκεται τοῖς φιλομαθέσι, τό, Εἰσί τινες τῶν ὧδε ἑστώτων, οἵτινες οὐ μή γεύσωνται θανάτου, ἕως ἄν ἴδωσι τήν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει. Οὐ γάρ πᾶσιν ἀεί μετά δόξης ὁ Κύριος ἐπιφαίνεται τοῖς παρ᾿ αὐτῷ ἱσταμένοις, ἀλλά τοῖς μέν εἰσαγομένοις, ἐν δούλου μορφῇ παραγίνεται· τοῖς δέ δυνάμενοις ἀκολουθῆσαι αὐτῷ ἐπί τό ὑψηλόν ἀναβαίνοντι τῆς αὐτοῦ μεταμορφώσεως ὄρος, ἐν μορφῇ Θεοῦ ἐπιφαίνεται· ἐν ᾗ ὑπῆρχε, πρό τοῦ τόν κόσμον εἶναι. Δυνατόν οὖν ἐστι, μή κατά τό αὐτό τόν αὐτόν πᾶσι τοῖς παρ᾿ αὐτῷ τυγχάνουσιν ἐπιφαίνεσθαι Κύριον· ἀλλά τοῖς μέν οὕτως, τοῖς δέ ἑτέρως, κατά τό μέτρον τῆς ἐν ἑκάστῳ πίστεως δηλονότι ποικίλλων τήν θεωρίαν.

ιδ΄. Ὅταν περιφανής καί λαμπρός ἐν ἡμῖν ὁ τοῦ Θεοῦ γένηται λόγος, καί τό πρόσωπον αὐτοῦ λάμψοι καθάπερ ἥλιος, τότε καί τά ἱμάτια αὐτοῦ φαίνεται λευκά· τουτέστι, τά ῥήματα τῆς ἁγίας τῶν Εὐαγγελίων Γραφῆς, τρανά καί σαφῆ, καί μηδέν ἔχοντα κεκαλυμμένον. Ἀλλά καί Μωϋσῆς καί Ἠλίας μετ᾿ αὐτοῦ παραγίνονται· τουτέστιν, οἱ τοῦ νόμου καί τῶν προφητῶν πνευματικώτεροι λόγοι.

ιε΄. Ὥσπερ ἔρχεται ὁ Υἱός τοῦ ἀνθρώπου, ὡς γέγραπται, μετά τῶν ἀγγέλων αὐτοῦ ἐν τῇ δόξῃ τοῦ Πατρός, οὕτως καθ᾿ ἑκάστην προκοπήν ἀρετῆς μεταμορφοῦται τοῖς ἀξίοις ὁ τοῦ Θεοῦ λόγος, ἐρχόμενος μετά τῶν ἀγγέλων αὐτοῦ ἐν τῇ δόξῃ τοῦ Πατρός. Οἱ γάρ ἐν νόμῳ καί προφήταις πνευματικώτεροι λόγοις, οὕς Μωϋσῆς καί Ἠλίας δι᾿ ἑαυτῶν προτυπούσι, μετά τοῦ Κυρίου φαινόμενοι, κατά τήν μεταμόρφωσιν τοῦ Κυρίου , τήν ἀναλογίαν σώζουσι τῆς ἐν αὐτοῖς δόξης, τήν τέως χωρητήν τοῖς ἀξίοις ἀποκαλύπτοντες δύναμιν.

ιστ΄. Ὁ τόν περί μονάδος ποσῶς μυηθείς λόγον, πάντως καί τούς περί προνοίας καί κρίσεως ἐπέγνω λόγους, συνόντας αὐτῷ. Διό καί τρεῖς γενέσθαι σκηνάς παρ᾿ ἑαυτῷ [unus Reg. παρ᾿ αὐτῷ] κατά τόν ἅγιον Πέτρον, τοῖς ὁραθεῖσι καλόν εἶναι ψηφίζεται· τουτέστι, τάς τρεῖς ἕξεις τῆς σωτηρίας· τήν τῆς ἀρετῆς λέγω, καί τήν τῆς γνώσεως, καί τήν τῆς θεολογίας. Ἡ μέν γάρ δεῖται τῆς κατά πρᾶξιν ἀνδρείας καί σωφροσύνης, ἧς ὁ μακάριος τύπος ὑπῆρχεν Ἠλίας· ἡ δέ, τῆς κατά τήν φυσικήν θεωρίαν δικαιοσύνης, ἥν ὁ μέγας ἐμήνυε δι᾿ ἑαυτοῦ Μωϋσῆς· ἡ δέ, τῆς κατά τήν φρόνησιν ἀκραιφνοῦς τελειότητος, ἥν ὁ Κύριος ἐδήλου. Σκηναί δέ προσηγορεύθησαν, διά τό ἄλλας εἶναι τούτων κρείττους καί περιφανεστέρας, τάς τούς ἀξίους κατά τό μέλλον διαδεξομένας λήξεις.

ιζ΄. Ὁ μέν πρακτικός, ἐν σαρκί λέγεται παροικεῖν· ὡς τῆς ψυχῆς τήν πρός τήν σάρκα σχέσιν διά τῶν ἀρετῶν ἐκτέμνων, καί τῶν ὑλικῶν ἑαυτοῦ περιελόμενος τήν ἀπάτην. Ὁ δέ γνωστικός, καί ἐν αὐτῆ τῇ ἀρετῇ λέγεται παροικεῖν· ὡς ἐν ἐσόπτροις ἔτι καί αἰνίγμασι θεωρῶν τήν ἀλήθειαν. Οὔπω γάρ αὐτῷ τά τῶν ἀγαθῶν αὐθυπόστατα εἴδη καθώς εἰσιν ἐθεάσθησαν, διά τῆς πρόσωπον πρός πρόσωπον ἀπολαύσεως. Ἐν εἰκόνι γάρ τῶν ἀγαθῶν, ὡς πρός τό μέλλον, πᾶς ἅγιος διαπορεύεται, βοῶν· Πάροικός εἰμι καί παρεπίδημος καθώς πάντες οἰ πατέρες μου.

ιη΄. Τόν εὐχόμενον οὐ δεῖ στῆναί ποτε τῆς ἐπί Θεόν ἀγούσης ὑψηλῆς ἀναβάσεως. Ὡς γάρ ἀναβάσεις χρή νοεῖσθαι [duo Regii, ποιεῖσθαι, ut et Fr.], κατά τήν ἐκ δυνάμεως εἰς δύναμιν, τήν ἐν τῇ πρακτικῇ τῶν ἀρετῶν προκοπήν· καί τήν ἀπό δόξης εἰς δόξαν, τῶν πνευματικῶν τῆς θεωρίας γνώσεως ἐπανάβασιν· καί τήν ἀπό τοῦ ῥητοῦ τῆς ἁγίας καί θείας Γραφῆς, ἐπί τό πνεῦμα μετάβασιν· οὕτω καί ἐν τῷ περί εὐχῶν τόπῳ γινόμενον χρή ποιεῖν· ἐπαίρειν τόν νοῦν ἀπό τῶν ἀνθρωπίνων· καί τό φρόνημα τῆς ψυχῆς, ἐπί τά θειότερα· ἵνα καί δυνηθῇ ὁ νοῦς ἀκολουθῆσαι τῷ διεληλυθότι τούς οὐρανούς, Ἰησοῦ τῷ Υἱῷ τοῦ Θεοῦ, πανταχοῦ ὄντι, καί πάντα διερχομένῳ δι᾿ ἡμᾶς οἰκονομικῶς, ἵνα καί ἡμεῖς ἀκολουθοῦντες αὐτῷ, πάντα διέλθωμεν τά μετ᾿ αὐτόν· καί γενώμεθα πρός αὐτόν, ἐάν γε νοῶμεν αὐτόν, οὐ κατά τήν σμικρότητα τῆς οἰκονομικῆς συγκαταβάσεως, ἀλλά κατά τήν μεγαλειότητα τῆς φυσικῆς ἀοριστίας.

ιθ΄. Καλόν ἀεί σχολάζειν καί ζητεῖν τόν Θεόν, ὡς προσετάγημεν. Κἄν γάρ κατά τήν παροῦσαν ζωήν ζητοῦντες ἐπί τό πέρας ἐλθεῖν τοῦ βάθους τοῦ Θεοῦ οὐ δυνάμεθα· ἀλλ᾿ ἴσως καί ἐπ᾿ ὀλίγον τοῦ βάθους αὐτοῦ φθάνοντες, θεωροῦμεν ἁγίων ἁγιώτερα, καί πνευματικῶν πνευματικώτερα. Καί δηλοῖ τυπικῶς ὁ ἀρχιερεύς, ἀπό τῶν ἁγίων τῶν τῆς αὐλῆς ἁγιωτέρων, ἐπί τά ἅγια τῶν Ἁγίων, ἁγιώτερα τῶν ἁγίων εἰσιών.

κ΄. Πᾶς τοῦ Θεοῦ λόγος, οὔτε πολύλογος, οὔτε πολυλογία ἐστίν· ἀλλ᾿ εἷς, συνεστώς [Regii guidam et Rt. συνετός] ἐκ διαφόρων θεωρημάτων· ὧν ἕκαστον μέρος ἐστί τοῦ λόγου. Ὥστε ὁ λέγων ὑπέρ ἀληθείας, κἄν οὕτως εἰπεῖν δυνηθῇ ὡς μηδέν εἰς τό ζητούμενον παραλιπεῖν, ἕνα λόγον εἴρηκε τοῦ Θεοῦ.

κα΄. Ἐν μέν τῷ Χριστῷ, Θεῷ ὄντι καί Λόγου τοῦ Πατρός, ὅλον κατ᾿ οὐσίαν οἰκεῖ τό πλήρωμα τῆς θεότητος σωματικῶς· ἐν ἡμῖν δέ κατά χάριν οἰκεῖ τό πλήρωμα τῆς θεότητος, ἡνίκα πᾶσαν ἐν ἑαυτοῖς ἀθροίσωμεν ἀρετήν καί σοφίαν, μηδενί τρόπω κατά τό δυνατόν ἀνθρώπῳ λειπομένην τῆς πρός τό ἀρχέτυπον ἀληθοῦς ἐκμιμήσεως. Οὐ γάρ ἀπεικός κατά τόν θέσει λόγον, καί ἐν ἡμῖν οἰκῆσαι τό πλήρωμα τῆς θεότητος, τό ἐκ διαφόρων συνεστηκός πνευματικῶν θεωρημάτων.

κβ΄. Ὥσπερ ὁ παρ᾿ ἡμῖν λόγος, ἐκ τοῦ νοῦ κατά φύσιν προερχόμενος, ἄγγελος τῶν κρυπτομένων τοῦ νοῦ κινημάτων ἐστίν· οὕτως ὁ Θεοῦ Λόγος, κατ᾿ οὐσίαν ἐγνωκώς τόν Πατέρα, καθάπερ Λόγος τόν γεννήσαντα Νοῦν, οὐδενός τῶν γεννητῶν προσβάλλειν αὐτῷ χωρίς αὐτοῦ δυναμένου, ἀποκαλύπτει ὅν ἔγνω Πατέρα, ὡς κατά φύσιν Λόγος, καθό καί Μεγάλης βουλῆς ἄγγελος λέγεται.

κγ΄. Μεγάλη βουλή τοῦ Θεοῦ καί Πατρός ἐστι, τό σεσιγημένον καί ἄγνωστον τῆς οἰκονομίας μυστήριον· ὅπερ πληρώσας διά τῆς σαρκώσεως ὁ μονογενής Υἱός, ἀπεκάλυψεν, ἄγγελον γενόμενος τῆς μεγάλης τοῦ Θεοῦ καί Πατρός καί προαιωνίου βουλῆς. Γίνεται δέ τῆς μεγάλης τοῦ Θεοῦ βουλῆς ἄγγελος, ὁ γνούς τοῦ μυστηρίου τόν λόγον, καί τοσοῦτον ἔργῳ τε καί λόγῳ διά πάντων ἀκαταλήκτως ὑψούμενος, μέχρις ἄν φθάσῃ τόν πρός αὐτόν τοσοῦτον κατελθόντα.

κδ΄. Εἰ δι᾿ ἡμᾶς ὁ τοῦ Θεοῦ Λόγος οἰκονομικῶς κατῆλθεν εἰς τά κατώτερα μέρη τῆς γῆς, καί ἀνῆλθεν ὑπεράνων πάντων τῶν οὐρανῶν, ὁ πάντη κατά φύσιν ἀκίνητος· ἐν ἑαυτῶ κατ᾿ οἰκονομίαν ὡς ἀνθρώπῳ, προενεργῶν τά ἐσόμενα· σκοπείτων χαίρων μυστικῶς, ὁ τήν φιλίαν στέργων τῆς γνώσεως, ὁποῖόν ἐστι τό κατ᾿ ἐπαγγελίαν τέλος τῶν ἀγαπώντων τόν Κύριον.

κε΄. Εἰ διά τοῦτο γέγονεν υἱός ἀνθρώπου καί ἄνθρωπος ὁ τοῦ Θεοῦ καί Πατρός Υἱός Θεός Λόγος, ἵνα ποιήσῃ θεούς καί υἱούς Θεοῦ τούς ἀνθρώπους· ἐκεῖ γενήσεσθαι πιτεύσωμεν, ἔνθα νῦν αὐτός ἐστιν ὁ Χριστός ὡς κεφαλή τοῦ ὅλου σώματος, καί ὑπέρ ἡμῶν γενόμενος πρόδρομος πρός τόν Πατέρα, τό καθ᾿ ἡμᾶς. Ἐν γάρ συναγωγῇ θεῶν, τῶν σωζομένων, ἔσται Θεός μέσος ἱστάμενος, διανέμων τάς ἀξίας τῆς ἐκεῖθεν μακαριότητος· τοπικήν οὐκ ἔχων ἀπό τῶν ἀξίων διάστασιν.

κστ΄. Ὁ τάς ἐμπαθεῖς τῆς σαρκός ὀρέξεις ἔτι πληρῶν, ὠς εἰδωλολάτρης καί εἰδωλοποιός τήν γῆν οἰκεῖ τῶν Χαλδαίων. Ἐπάν δέ μικρόν τά πράγματα διακρίνας, αἴσθησιν λάβῃ τῶν καθηκόντων τῆς φύσεως τρόπων, τήν γῆν τῶν Χαλδαίων ἀφείς, ἔρχεται εἰς Χαῤῥάν τῆς Μεσοποταμίας· τήν μεταίχμιον ἀρετῆς καί κακίας λέγω κατάστασιν, τήν μήπω τῆς κατ᾿ αἴσθησιν πλάνης καθαράν γενομένην. Τοῦτο γάρ ἡ Χαῤῥάν. Εἰ δέ καί τήν δι᾿ αἰσθήσεως γενομένην σύμμετρον τοῦ καλοῦ σύνεσιν ὑπερκύψῃ, πρός τήν γῆν ἐπείξεται τήν ἀγαθήν· τοῦτ᾿ ἔστιν, εἰς τήν πάσης κακίας καί ἀγνωσίας ἐλευθέραν κατάστασιν· ἥν ὁ ἀψευδής Θεός δείκνυσι καί ἐπαγγέλλεται δώσειν ὥσπερ ἔπαθλον ἀρετῆς, τοῖς ἀγαπῶσιν αὐτόν.

κζ΄. Εἰ ἐσταυρώθη δι᾿ ἡμᾶς ἐξ ἀσθενείας ὁ τοῦ Θεοῦ Λόγος, καί ἠγέρθη ἐκ δυνάμεως Θεοῦ, δῆλον ὅτι πνευματικῶς δι᾿ ἡμᾶς ἀεί τοῦτο καί ποιεῖ καί πάσχει· ὡς πᾶσι πάντα γινόμενος, ἵνα σώσῃ τούς πάντας. Οὐκοῦν καλῶς ὁ θεῖος Ἀπόστολος ἐν τοῖς Κορινθίοις ἀσθενοῦσιν, οὐδέν ἔκρινεν εἰδέναι, εἰ μή Ἰησοῦν Χριστόν, καί τοῦτον ἐσταυρωμένον. Ἐφεσίοις δέ γράφει, τελείοις οὖσι, τό, Συνήγειρε καί συνεκάθισεν ἡμᾶς ὁ Θεός ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ· κατά τήν ἀναλογοῦσαν ἑκάστῳ δύναμιν, τόν τοῦ Θεοῦ Λόγον γίνεσθαι φάσκων. Σταυροῦται τοίνυν τοῖς ἔτι πρός εὐσέβειαν πρακτικῶς εἰσαγομένοις, τάς ἐμπαθεῖς αὐτῶν τῷ θείῳ φόβῶ προσηλῶν ἐνεργείας. Ἀνίσταται δέ καί ἄνεισιν εἰς οὐρανούς, τοῖς ὅλον τόν παλαιόν ἀπεκδυσαμένοις ἄνθρωπον, τόν φθειρόμενον κατά τάς ἐπιθυμίας τῆς ἀπάτης· καί ὅλον τόν νέον ἐνδυσαμένοις, τόν διά τοῦ πνεύματος κατ᾿ εἰκόνα Θεοῦ κτιζόμενον, καί πρός τόν Πατέρα τῆς ἐν αὐτοῖς χάριτος γενομένοις· Ὑπεράνω πάσης Ἀρχῆς καί Ἐξουσίας καί Δυνάμεως καί Κυριότητος, καί παντός ὀνόματος ὀνομαζομένου, εἴτε ἐν τῷ αἰῶνι τούτῳ, εἴτε ἐν τῷ μέλλοντι. Πάντα γάρ τά μετά Θεόν, καί πράγματα καί ὀνόματα καί ἀξιώματα, ὑπό τόν ἐν τῷ Θεῷ διά τῆς χάριτος γενησόμενον ἔσται.

κη΄. Ὥσπερ πρό τῆς ἐμφανοῦς καί κατά σάρκα παρουσίας, νοητῶς ὁ τοῦ Θεοῦ Λόγος τοῖς πατριάρχαις καί προφήταις ἐνεδήμει, προτυπῶν τά μυστήρια τῆς αὐτοῦ παρουσίας· οὕτω καί μετά ταύτην τήν ἐνδημίαν, οὐ μόνον ἐν τοῖς ἔτι νηπίοις παραγίνεται, διατρέφων πνευματικῶς καί ἄγων πρός ἡλικίαν τῆς κατά Θεόν τελειότητος· ἀλλά καί ἐν τοῖς τελείοις, προδιαγράφων αὐτοῖς κρυφίως τῆς μελλούσης αὐτοῦ παρουσίας ὡς ἐν εἰκόνι τούς χαρακτῆρας.

κθ΄. Ὥσπερ οἱ τοῦ νόμου καί τῶν προφητῶν λόγοι, πρόδρομοι τυγχάνοντες τῆς κατά σάρκα τοῦ Λόγου παρουσίας, τάς ψυχάς εἰς Χριστόν ἐπαιδαγώγουν· οὕτω καί αὐτός ὁ δεδοξασμένος τοῦ Θεοῦ Λόγος σαρκωθείς, πρόδρομος τῆς πνευματικῆς αὐτοῦ παρουσίας γεγένηται· παιδαγωγῶν τάς ψυχάς διά τῶν οἰκείων λόγων, πρός ὑποδοχήν τῆς ἐμφανοῦς αὐτοῦ θεϊκῆς παρουσίας· ἥν ἀεί μέν ποιεῖται, μεταβάλλων ἀπό τῆς σαρκός πρός τό πνεῦμα διά τῶν ἀρετῶν τούς ἀξίους· ποιήσει δέ καί ἐπί τέλει τοῦ αἰῶνος, ἐμφανῶς ἀποκαλύπτων τά τέως πᾶσιν ἀπόῤῥητα.

λ΄. Ὅσον ἐγώ εἰμι ἀτελής καί ἀνυπότακτος, μή ὑπακούων τοῦ Θεοῦ διά τῆς ἐργασίας τῶν ἐντολῶν· μήτε γινόμενος κατά τήν γνῶσιν τέλειος ταῖς φρεσίν· ἀτελής καί ἀνυπόκτατος τό κατ᾿ ἐμέ καί Χριστός νομίζεται δι᾿ ἐμέ· μειῶ γάρ αὐτόν καί κολοβῶ, μή συναυξάνων αὐτῷ κατά πνεῦμα, ὡς σῶμα Χριστοῦ τυγχάνων καί μέλη ἐκ μέρους.

λα΄. Ἀνατέλλει ὁ ἥλιος, καί δύνει ὁ ἥλιος, φησίν ἡ Γραφή. Οὐκοῦν καί ὁ Λόγος, ποτέ μέν νομίζεται ἄνω, ποτέ δέ κάτω, κατά τήν ἀξίαν δηλονότι, καί αὐτόν τόν λόγον ἤ τόν τρόπον, τῶν μετερχομένων τήν ἀρετήν, καί περί τήν θείαν κινουμένων γνῶσιν. Μακάριος δέ, ὁ κρατῶν ἄδυτον ἐν ἑαυτῷ, κατά τόν τοῦ Ναυῆ Ἰησοῦν, τόν τῆς δικαιοσύνης ἥλιον· ὅλον τό μέτρον τῆς κατά τήν παροῦσαν ζωήν ἡμέρας, κακίας ἑσπέρᾳ καί ἀγνωσίας μή περιγραφόμενον, ἵνα δυνηθῇ νομίμως τροπώσασθαι τούς ἐπανισταμένους αὐτοῦ πνηρούς δαίμονας.

λβ΄. Ὑψούμενος ἐν ἡμῖν ὁ τοῦ Θεοῦ Λόγος διά πράξεως καί θεωρίας, πάντας ἕλκει πρός ἑαυτόν· τούς τε περί σάρκα καί ψυχήν καί φύσιν τῶν ὄντων ἡμετέρους λογισμούς τε καί λόγους, καί αὐτά τά μέλη τοῦ σώματος καί τάς αἰσθήσεις κατ᾿ ἀρετήν καί γνῶσιν ἁγιάζων, καί ὑπό τόν αὑτοῦ ζυγόν ποιούμενος. Ὁ τοίνυν θεατής τῶν θείων ἀναβαινέτω κατά σπουδήν, ἀκολουθῶν τῷ Λόγῳ· μέχρις οὗ φθάσῃ τόν τόπον, οὗ ἐστιν. Ἐκεῖ γάρ ἕλκει, καθώς φησιν ὁ Ἐκκλησιαστής, Καί εἰς τόπον αὐτοῦ ἕλκει· δηλονότι τούς ἀκουλοῦντας αὐτῷ, ὡς μεγάλῳ Ἀρχιερεῖ, καί εἰσάγοντι εἰς τά Ἅγια τῶν ἁγίων· ἔνθα τό καθ᾿ ἡμᾶς αὐτός ὑπέρ ἡμῶν πρόδρομος εἰσῆλθεν.

λγ΄. Ὁ τήν κατ᾿ εὐσέβειαν μετιών φιλοσοφίαν, καί πρός τάς ἀοράτους παρατασσόμενος δυνάμεις· εὐχέσθω, τήν τε φυσικήν διάκρισιν αὐτῷ παραμεῖναι (φῶς ἔχουσαν σύμμετρον), καί τήν φωτιστικήν τοῦ Πνεύματος χάριν. Ἡ μέν γάρ, παιδαγωγεῖ τήν σάρκα πρός ἀρετήν διά πράξεως· ἡ δέ, φωταγωγεῖ τόν νοῦν, τήν τῆς σοφίας πάντων προκρῖναι συμβίωσιν· καθ᾿ ἥν, τῶν τε τῆς κακίας ὀχυρωμάτων καί παντός ὑψώματος ἐπαιρομένου κατά τήν γνώσεως τοῦ Θεοῦ, ποιεῖται τήν καθαίρεσιν. Καί δηλοῖ δι᾿ εὐχῆς αἰτῶν ὁ τοῦ Ναυῆ Ἰησοῦς, στῆναι τόν ἥλιον κατά Γαβαώ· τουτέστιν, ἄδυτον αὐτῷ τό φῶς τῆς γνώσεως τοῦ Θεοῦ, κατά τό ὄρος τῆς κατά νοῦν θεωρίας φυλαχθῆναι· καί τήν σελήνην κατά φάραγγα· τουτέστι, τήν φυσικήν διάκρισιν ἐπί τῆς σαρκικῆς ἀσθενείας κειμένην, ἀπό τῆς ἀρετῆς ἀναλλοίωτον διαμεῖναι.

λδ΄. Ἡ Γαβαώ ἐστιν, ὁ ὑψηλός νοῦς· ἡ δέ φάραγξ ἐστίν ἡ τῷ θανάτῳ ταπεινωθεῖσα σάρξ. Καί ὁ μέν ἥλιός ἐστιν, ὁ φωτίζων τόν νοῦν Λόγος, καί χορηγῶν αὐτῶ θεωρημάτων δύναμιν· καί πάσης ἀγνοίας αὐτόν ἀπαλλάσσων· ἡ δέ σελήνη, ὁ κατά φύσιν νόμος ἐστίν, ὁ πείθων τήν σάρκα νομίμως ὑποταγῆναι τῷ πνεύματι, πρός τό δέξασθαι τῶν ἐντολῶν τήν ζυγόν. Φύσεως δέ σύμβολον ἡ σελήνη, διά τό τρεπτόν· ἀλλ᾿ ἐν τοῖς ἁγίοις ἄτρεπτος διαμένει, διά τήν ἀναλλοίωτον ἕξιν τῆς ἀρετῆς.

λε΄. Οὐκ ἔξω τῶν ζητούντων χρή ζητεῖσθαι τόν Κύριον· ἀλλ᾿ ἐν ἑαυτοῖς, διά τήν ἐν ἔργοις πίστεως αὐτόν χρή ζητεῖν τούς ζητοῦντας. Ἐγγύς γάρ σου, φησί, τό ῥῆμά ἐστιν ἐν τῷ στόματί σου καί ἐν τῇ καρδίᾳ σου· τουτέστι τό ῥῆμα τῆς πίστεως· ὡς αὐτοῦ ὄντος τοῦ Χριστοῦ καί ῥήματος τοῦ ζητουμένου.

λστ΄. Μήτε τό ὕψος τῆς θεϊκῆς ἀπειρίας ἐννοήσαντες, ἀπελπίσωμεν τήν τοῦ Θεοῦ φιλανθρωπίαν, ὡς οὐ φθάνουσαν διά τό ὕψος μέχρις ἡμῶν· μήτε ἄπειρον βάθος τῆς ἡμῶν διά τήν ἁμαρτίαν πτώσεως ἐνθυμηθέντες, ἀνάστασιν γίνεσθαι τῆς ἐν ἡμῖν νεκρωθείσης ἀρετῆς ἀπιστήσωμεν. Ἀμφότερα γάρ δυνατά τῷ Θεῷ· καί τό κατελθεῖν καί φωτίσαι τόν νοῦν ἡμῶν διά γνώσεως· καί τό ἀναστῆσαι πάλιν τήν ἀρετήν ἐν ἡμῖν, καί ἑαυτῷ συνυψῶσαι διά τῶν ἔργων τῆς δικαιοσύνης. Μή γάρ εἴπῃς, φησίν, ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τόν οὐρανόν; τουτέστι Χριστόν καταγαγεῖν· ἤ, Τίς καταβήσεται εἰς τήν ἄβυσσον; τουτέστι Χριστόν ἐκ νεκρῶν ἀναγαγεῖν. Τυχόν δέ κατ᾿ ἄλλην ἐκδοχήν, ἄβυσσός ἐστι, πάνα τά μετά Θεόν· ἐν οἷς ὅλος ὅλοις κατά πρόνοιαν ὁ τοῦ Θεοῦ γίνεται Λόγος, ὡς ζωή νεκροῖς ἐπιφοιτῶσα τοῖς οὖσι. Νεκρά γάρ πάντα τά ζῶντα μεθέξει ζωῆς. Οὐρανόν δέ,τήν φυσικήν τοῦ Θεοῦ κρυφιότητα, καθ᾿ ἥν πᾶσίν ἐστιν ἀκατάληπτος. Εἰ δέ τις ἐκλάβοι πάλιν, οὐρανόν μέν εἶναι τόν τῆς θεολογίας λόγον· ἄβυσσον δέ, τό τῆς οἰκονομίας μυστήριον οὐκ ἀπεικότως ἐρεῖ κατά τόν ἐμόν λόγον. Ἀμφότερα γάρ δυσεπίβατα τοῖς ἀποδεικτικῶς ζητεῖν ἐπιχειροῦσι· μᾶλλον δέ παντελῶς ἄβατα, δίχα πίστεως ἐρευνώμενα.

λζ΄. Ἐν μέν πρακτικῷ, τοῖς τῶν ἀρετῶν τρόποις παχυνόμενος ὁ λόγος, γίνεται σάρξ· ἐν δέ τῷ θεωρητικῷ, τοῖς πνευματικοῖς νοήμασι λεπτυνόμενος, γίνεται ὥσπερ ἦν ἐν ἀρχῇ, Θεός Λόγος.

λη΄. Ποιεῖ σάρκα τόν λόγον, ὁ παραδείγμασι καί ῥήμασι παχυτέροις διά τήν ἀνάλογον τῶν ἀκουόντων δύναμιν, ἠθικήν τοῦ λόγου τήν διδασκαλίαν ποιούμενος· καί πάλιν ποιεῖ πνεῦμα τόν λόγον, ὁ τοῖς ὑψηλοῖς θεωρήμασι τήν μυστικήν ἐκτιθέμενος θεολογίαν.

λθ΄. Ὁ μέν ἐκ τῶν θέσεων καταφατικῶς θεολογῶν, σάρκα ποιεῖ τόν λόγον· οὐκ ἔχων ἄλλοθεν, ἤ ἐκ τῶν ὁρωμένων καί ψηλαφωμένων τόν Θεόν γινώσκειν ὡς αἴτιον· ὁ δέ ἀποφατικῶς ἐκ τῶν ἀφαιρέσεων θεολογῶν, πνεῦμα ποιεῖ τόν λόγον, ὡς ἐν ἀρχῇ Θεόν ὄντα, καί πρός Θεόν ὄντα, ἐξ οὐδενός τό παράπαν τῶν γνωσθῆναι δυναμένων, καλῶς γινώσκων τόν ὑπεράγνωστον.

μ΄. Ὁ μαθών ὀῤῥύσειν κατά τούς πατριάρχας διά πράξεως καί θεωρίας τά ἐν αὐτῷ τῆς ἀρετῆς καί τῆς γνώσεως φρέατα, τόν Χριστόν ἔνδον εὑρήσει τήν πηγήν τῆς ζωῆς· ἀφ᾿ ἧς πίνειν ἡμᾶς ἡ σοφία παρακελεύεται, λέγουσα· Πίνε ὕδατα ἀπό σῶν ἀγγείων, καί ἀπό σῶν φρεάτων πηγῆς· ὅπερ ποιοῦντες, εὑρήσομεν ἔνδον ἡμῶν ὄντας τούς αὐτῆς θησαυρούς.

μα΄. Οἱ κτηνωδῶς πρός μόνην τήν αἴσθησιν ζῶντες, ἐπισφαλῶς ἑαυτοῖς σάρκα ποιοῦσι τόν λόγον· εἰς ὑπηρεσίαν μέν παθῶν, τοῖς τοῦ Θεοῦ καταχρώμενοι κτίσμασι· τόν δέ τῆς σοφίας τῆς πᾶσιν ἐμφαινομένης, οὐ κατανοοῦντες λόγον, πρός τό γνῶναι καί δοξάσαι τόν Θεόν ἐκ τῶν αὐτοῦ ποιημάτων· καί συνιέναι πόθεν, καί τί, καί ἐπί τίνι, καί ποῦ φέρεσθαι διά τῶν ὁρωμένων γεγόναμεν· ἀλλ᾿ ἐν σκότει τόν αἰῶνα τοῦτον διαπορευόμενοι, μόνην τήν περί Θεόν ἀμφοῖν ταῖν χεροῖν ψηλαφῶσιν ἀγνωσίαν.

μβ΄. Οἱ μόνῳ τῷ ῥητῷ τῆς ἁγίας Γραφῆς παρακαθήμενοι, καί τῇ σωματικῇ τοῦ νόμου λατρείᾳ δεσμοῦντες τῆς ψυχῆς τό ἀξίωμα, ψεκτῶς ποιοῦσιν ἑαυτοῖς σάρκα τόν λόγον· ἀλόγων ζώων θυσίαις εὐαρεστεῖσθαι νομίζοντες τόν Θεόν· οἷς πολύ τό σῶμα πεφρόντισται, τοῖς ἐκτός καθαρσίοις· τῆς δέ ψυχῆς παρημέληται τό κάλλος, ταῖς τῶν παθῶν κηλίσι στιζόμενον· ὑπέρ ἧς, ἡ πᾶσα τῶν ὁρωμένων προβέβληται δύναμις, καί πᾶς λόγος θεῖος καί νόμος ἐκδέδοται.

μγ΄. Εἰς πτῶσιν καί ἀνάστασιν πολλῶν κεῖσθαι τόν Κύριον λέγει τό ἅγιον Εὐαγγέλιον. Οὐκοῦν σκοπήσωμεν, μήπως εἰς πτῶσιν μέν, τῶν τε πρός μόνην τήν αἴσθησιν τήν ὁρωμένην θεωρούντων κτίσιν, καί τῶν μόνῳ τῷ ῥητῷ στοιχούντων τῆς ἁγίας Γραφῆς· ὡς μή δυναμένων πρός τό καινόν πνεῦμα διαβῆναι τῆς χάριτος διά τήν ἄνοιαν· ἀνάστασιν δέ, τῶν πνευματικῶς τά τε κτίσματα τοῦ Θεοῦ καί τά ῥήματα θεωρούντων τε καί ἀκουόντων, καί τοῖς καθήκουσι τρόποις μόνης τῆς κατά ψυχήν θείας εἰκόνος ἐπιμελουμένων.

μδ΄. Τό, κεῖσθαι τόν Κύριον εἰς πτῶσιν πολλῶν καί ἀνάστασιν ἐν τῷ Ἰσραήλ, ἐπαινετῶς μόνον νοούμενον, εἰς πτῶσιν μέν νοεῖται, τῶν ἐν ἑκάστῳ τῶν πιστευόντων τῶν παθῶν τε καί πονηρῶν λογισμῶν· ἀνάστασιν δέ, τῶν ἀρετῶν καί παντός θεοφιλοῦς λογισμοῦ

με΄. Ὁ μόνον τῶν ἐν γενέσει καί φθορᾷ δημιουργόν νομίζων τόν Κύριον, εἰς κηπουρόν αὐτόν παραγνωρίζει, κατά τήν Μαγδαληνήν Μαρίαν. Διό πρός ὠφέλειαν φεύγει τοῦ τοιούτου τήν ἀφήν ὁ Δεσπότης, μήπω παρ᾿ αὐτῷ δυνηθείς ἀναβῆναι πρός τόν Πατέρα, λέγων· Μή μου ἅπτου. Γινώσκει γάρ βλάπτεσθαι, τόν μετά τοιαύτης αὐτῷ προσερχόμενον ταπεινοτέρας προλήψεως.

μστ΄. Οἱ διά τόν φόβον τῶν Ἰουδαίων κατά τήν Γαλιλαίαν ἐν τῷ ὑπερῴῳ κλείσαντες τάς θύρας καθήμενοι· τουτέστι, οἱ διά τόν φόβον τῶν πνευμάτων τῆς πονηρίας, κατά τήν χώραν τῶν ἀποκαλύψεων, ἐν τῷ ὕψει τῶν θείων θεωρημάτων ἀσφαλῶς βεβηκότες, θυρῶν δίκην μύσαντες τάς αἰσθήσεις, παραγινόμενον ἀγνώστως δέχονται τόν τοῦ Θεοῦ Λόγον, ἄνευ τῆς κατ᾿ αἴσθησιν ἐνεργείας αὐτοῖς ἐπιφαινόμενον· ἀπάθειάν τε διά τῆς ἐμπνεύσεως δωρούμενον· καί τήν κατά πνευμάτων πονηρῶν ἐξουσίαν παρέχοντα, καί δεικνύοντα τῶν αὐτοῦ μυστηρίων τά σύμβολα.

μη΄. Ἡ γῆ τῶν Χαλδαίων ἐστίν, ὁ ἐμπαθής βίος· ἐν ᾧ τῶν ἁμαρτημάτων δημιουργεῖται καί προσκυνεῖται τά εἴδωλα. Ἡ δέ Μέση τῶν ποταμῶν ἐστιν, ὁ ἐπαμφοτερίζων τοῖς ἐναντίοις τρόπος. Ἡ δέ γῆ τῆς ἐπαγγελίας ἐστίν, ἡ παντός ἀγαθοῦ πεπληρωμένη κατάστασις. Πᾶς οὖν ὁ ταύτης κατά τόν παλαιόν Ἰσραήλ ἀμελῶν τῆς ἕξεως, πρός δουλείαν πάλιν κατασύρεται παθῶν, τῆς δοθείσης ἐλευθερίας στερούμενος.

μθ΄. Σημειωτέον, ὡς οὐδείς τῶν ἁγίων ἑκουσίως φαίνεται κατελθών εἰς τήν Βαβυλωνίαν. Οὐ γάρ θέμις, οὔτε συνέσεώς ἐστι λογικῆς, τῶν ἀγαθῶν ἀνθαιρεῖσθαι τά χείρονα, τούς τόν Θεόν ἀγαπῶντας. Εἰ δέ τινες αὐτῶν κατά βίαν ἐκεῖ τῷ λαῷ συναπήχθησαν, νοοῦμεν διά τούτων τούς μή προηγουμένως, ἀλλά κατά περίστασιν, σωτηρίας ἕνεκεν τῶν χρῃζόντων χειραγωγίας, ἀφέντας τόν ὑψηλότερον τῆς γνώσεως λόγον, καί τήν περί παθῶν μετερχομένους διδασκαλίαν· καθ᾿ ἥν καί ὁ μέγας Ἀπόστολος ἐν σαρκί λυσιτελέστερον ἔκρινεν εἶναι· τουτέστι, τῇ ἡθικῇ διδασκαλίᾳ, διά τούς μαθητάς· ὅλον ἔχων τόν πόθον ἀναλύσαι τῆς ἠθικῆς διδασκαλίας, καί σύν Χριστῷ γενέσθαι, διά τῆς κατά νοῦν ὑπερκοσμίου καί ἁπλῆς θεωρίας.

ν΄. Ὥσπερ πνιγόμενον τῷ πονηρῷ πνεύματι τόν Σαούλ, ψάλλων μετά τῆς κιννύρας ἀνέπαυεν ὁ μακάριος Δαβίδ· οὕτω καί πᾶς λόγος πνευματικός, γνωστικοῖς ἡδυνόμενος θεωρήμασιν, ἀναπαύει τόν ἐπιληπτευόμενον νοῦν, τῆς πνιγούσης αὐτόν πονηρᾶς ἐλευθερῶν συνειδήσεως.

να΄. Πυῤῥάκης μετά κάλλους ὀφθαλμῶν ἐστι κατά τόν μέγα Δαβίδ, ὁ τῷ φαιδρῷ τοῦ κατά Θεόν βίου, τόν τῆς γνώσεως λόγον ἔχων συνεπιλάμποντα· καθ᾿ οὕς ἡ πρᾶξίς τε καί ἡ θεωρία συνεστήκασιν· ἡ μέν, ἀρετῶν λαμπρυνομένη τρόποις· ἡ δέ, θείοις φωτιζομένη νοήμασιν.

νβ΄. Ἡ μέν τοῦ Σαούλ βασιλεία, τῆς σωματικῆς τοῦ νόμου λατρείας ἐστίν εἰκών· ἥν ὁ Κύριος κατήργησεν, ὡς μηδέν τελειώσασαν. Οὐδέν γάρ, φησίν, ἐτελείωσεων ὁ νόμος. Ἡ δέ τοῦ μεγάλου Δαβίδ βασιλεία, τῆς εὐαγγελικῆς ἐστι λατρείας προδιατύπωσις· πάντα γάρ τά ἐν καρδίᾳ τοῦ Θεοῦ θελήματα τελείως περιέχει.

νγ΄. Ὁ Σαούλ, ὁ φυσικός ἐστι νόμος· ὁ κατ᾿ ἀρχάς κυριεύειν τῆς φύσεως παρά τοῦ Κυρίου λαχών. Ὅς ἐπειδή παρέβη τήν ἐντολήν διά παρακοῆς, φεισάμενος τοῦ Ἀγάγ βασιλέως Ἀμαλήκ· τουτέστι τοῦ σώματος· καί πρός τά πάθη κατώλισθεν· ἐξωθεῖται τῆς βασιλείας, ἵνα παραλάβῃ τόν Ἰσραήλ ὁ Δαβίδ· τουτέστιν ὁ νόμος τοῦ νεύματος, ὁ γεννῶν τήν εἰρήνην τήν οἰκοδομοῦσαν περιφανῶς τῷ Θεῷ τόν τῆς θεωρίας ναόν.

νδ΄. Σαμουήλ ὑπακοή Θεοῦ ἑρμηνεύεται. Οὐκοῦν ἕως ἀν καθ᾿ ὑπακοήν ὁ λόγος ἐν ἡμῖν ἱερατεύῃ, κἄν φείσηται τοῦ Ἀγάγ ὁ Σαούλ· τουτέστι, τοῦ χοϊκοῦ φρονήματος· ἀλλ᾿ οὖν ἀποκτενεῖ τοῦτον ζηλώσας ὁ ἱερεύς Λόγος, καί πλήττει καταισχύνων τόν φιλαμαρτήμονα νοῦν, ὡς παραβάτην τῶν θείων δικαιωμάτων.

νε΄. Ἐπάν ὁ νοῦς ὑψηλοφρονήσας, τόν κατά παθῶν αὐτόν χρίσαντα τῆς διδασκαλίας λόγον, διά τῆς προσηκούσης ἐρεύνης ἐπερωτῶν περί τῶν ποιητέων καί οὐ ποιητέων παύσαιτο, τοῖς πάθεσι πάντως ἐξ ἀγνοίας ἁλίσκεται· δι᾿ ὧν κατά μέρος τοῦ Θεοῦ χωριζόμενος, ἐν ταῖς ἀκουσίοις περιστάσεσι προσχωρεῖ τοῖς δαίμοσι, τήν κοιλίαν θεοποιῶν· ἐκεῖθεν εὑρέσθαι θέλων τῶν πιεζόντων παράκλησιν. Καί πειθέτω σε Σαούλ, ἐν πᾶσι σύμβουλον μή λαμβάνων τόν Σαμουήλ, ἐξ ἀνάγκης πρός εἰδωλολατρίαν μεταστρεφόμενος, καί τήν Ἐγγαστρίμυθον ὡς δή τινα Θεόν ἐπερωτᾷν ἀνεχόμενος.

νστ΄. Ὁ τόν ἄρτον εὐχόμενος λαβεῖν τόν ἐπιούσιον, οὐ πάντως ὅλον δέχεται καθώς αὐτός ὁ ἄρτος ἐστίν· ἀλλά καθώς αὐτός ὁ δεχόμενος δύναται. Πᾶσι μέν γάρ ἑαυτόν δίδωσι τοῖς αἰτοῦσι ὁ τῆς ζωῆς ἄρτος ὡς φιλάνθρωπος, οὐ κατά τό αὐτό δέ πᾶσιν· ἀλλά τοῖς μεν μεγάλα δικαιοσύνης ἔργα πεποιηκόσι, πλείονως τοῖς δέ τούτων ἥττοσιν, ἡττόνως· ἑκάστῳ καθώς ἡ κατά νοῦν ἀξία δέξασθαι δύναται.

νζ΄. Ὁ Κύριος ποτέ μέν ἀποδημεῖ, ποτέ δέ ἐνδημεῖ. Ἀποδημεῖ, κατά τήν πρόσωπον πρός πρόσωπον θεωρίαν· ἐνδημεῖ, κατά τήν ἐν ἐσόπτρῳ καί αἰνίγμασι θεωρίαν.

νη΄. Τῷ μέν πρακτικῷ, ἐνδημεῖ διά τῶν ἀρετῶν ὁ Κύριος· τοῦ δέ μηδένα λόγον ποιουμένου τῆς ἀρετῆς, ἀποδημεῖ. Καί πάλιν, τῷ μέν θεωρητικῷ, διά γνώσεως τῶν ὄντων ἀληθοῦς ἐνδημεῖ· τοῦ δέ ταύτης κατά τι παρασφαλέντος, ἀποδημεῖ.

νθ΄. Ἀποδημεῖ σαρκός, ὁ πρός τήν γνωστικήν ἕξιν μεταβάς ἀπό τῆς πρακτικῆς· ἁρπαζόμενος ὡς ἐν νεφέλαις, τοῖς ὑψηλοτέροις νοήμασιν, εἰς τόν διαφανῆ τῆς μυστικῆς θεωρίας ἀέρα· καθ᾿ ὅν σύν Κυρίῳ εἶναι δυνήσεται πάντοτε. Ἐκδημεῖ δέ ἀπό τοῦ Κυρίου, ὁ μήπω δίχα τῶν κατ᾿ αἴσθησιν ἐνεργειῶν καθαρῷ νοΐ θεωρῆσαι κατά τό ἐφικτόν τά νοήματα δυνάμενος, καί τόν περί τοῦ Κυρίου λόγον ἁπλοῦν χωρίς αἰνιγμάτων μή χωρῶν.

ξ΄. Ὁ τοῦ Θεοῦ Λόγος, οὐ μόνον καθότι σεσάρκωται λέγεται σάρξ· ἀλλά καθότι Θεός Λόγος ἁπλῶς νοούμενος ἐν ἀρχῇ πρός τόν Θεόν καί Πατέρα, καί σαφεῖς καί γυμνούς τούς τῆς ἀληθείας περί τῶν ὅλων ἔχων τύπους, οὐ περιέχει παραβολάς καί αἰνίγματα· οὐδέ ἱστορίας δεομένας ἀλληγορίας· ἐπάν δέ ἀνθρώποις ἐπιδημήσῃ μή δυναμένοις γυμνῷ τῷ νοΐ γυμνοῖς προσβάλλειν νοητοῖς· ἀπό τῶν αὐτοῖς συνήθων διαλεγόμενος, διά τῆς τῶν ἱστοριῶν καί αἰνιγμάτων καί παραβολῶν καί σκοτεινῶν λόγων ποικιλίας συντιθέμενος, γίνεται σάρξ. Κατά γάρ τήν πρώτην προσβολήν, οὐ γυμνῷ προσβάλλει Λόγῳ ὁ ἡμέτερος νοῦς· ἀλλά Λόγῳ σεσαρκωμένῳ· δηλαδή τῇ ποικιλίᾳ τῶν λέξεων· Λόγῳ μέν ὄντι, τῇ φύσει· σαρκί δέ τῇ ὄψει· ὥστε τούς πολλούς, σάρκα καί οὐ Λόγον ὁρᾷν δοκεῖν κἄν εἰ κατά ἀλήθειαν ἐστι Λόγος. Οὐ γάρ ὅπερ δοκεῖ τοῖς πολλοῖς, τοῦτο τῆς Γραφῆς ἐστιν ὁ νοῦς, ἀλλ᾿ ἕτερον παρά τό δοκοῦν. Ὁ γάρ Λόγος, δι᾿ ἑκάστου τῶν ἀναγεγραμμένων ῥημάτων γίνεται σάρξ.

ξα΄. Ἡ ἀπαρχή τῆς πρός εὐσέβειαν μαθητείας τῶν ἀνθρώπων, ὡς πρός σάρκα γίνεσθαι πέφυκε. Γράμματι γάρ, ἀλλ᾿ οὐ πνεύματι κατά τήν πρώτην εἰς θεοσέβειαν προσβολήν ὁμιλοῦμεν. Κατά μέρος δέ προσβαίνοντες τῷ πνεύματι κατά τό παχύ τῶν ῥημάτων τοῖς λεπτοτέροις θεωρήμασιν ἀποξέοντες, ἐν καθαρῷ καθαρῶς τῷ Χριστῷ γινόμεθα κατά τό δυνατόν ἀνθρώποις· εἰς τό δύνασθαι λέγειν κατά τόν Ἀπόστολον· Εἰ καί ἐγνώκαμεν κατά σάρκα Χριστόν, ἀλλά νῦν οὐκέτι γινώσκομεν· διά τήν ἁπλῆν δηλονότι πρός τόν Λόγον χωρίς τῶν ἐπ᾿ αὐτῷ καλυμμάτων τοῦ νοός προσβολήν· ἀπό τοῦ σάρκα τόν Λόγον γινώσκειν, εἰς τήν, ὡς Μονογενοῦς παρά Πατρός αὐτοῦ δόξαν προκόψαντες.

ξβ΄. Ὁ τήν ἐν Χριστῷ ζήσας ζωήν, τήν τε τοῦ νόμου καί τῆς φύσεως ὑπερέβη δικαιοσύνην· ὅπερ ὁ θεῖος ἐνδεικνύμενος Ἀπόστολος φησιν· Ἐν γάρ Χριστῷ Ἰησοῦ, οὔτε περιτομή ἐστιν, οὔτε ἀκροβυστία. Διά μέν τῆς περιτομῆς, τήν νομικήν δικαιοσύνην δηλώσας· διά δέ τῆς ἀκροβυστίας, τήν φυσικήν ἰσονομίαν αἰνιξάμενος.

ξγ΄. Οἱ μέν, δι᾿ ὕδατος ἀναγεννῶνται καί πνεύματος· οἱ δέ, ἐν πνεύματι ἁγίῳ καί πυρί τό βάπτισμα δέχονται. Τά τέσσαρα δέ ταῦτα, τό ὕδωρ τέ φημι, καί τό πνεῦμα, καί τό πῦρ, καί τό πνεῦμα ἅγιον,τό ἕν καί τό αὐτό Πνεῦμα νοῶ τοῦ Θεοῦ. Τοῖς μέν γάρ ὕδωρ ἐστί τό Πνεῦμα τό ἅγιον, ὡς ῥυπτικόν τῶν ἐκτός περί τό σῶμα μολυσμῶν· τοῖς δέ πνεῦμα μόνον, ὡς ἐνεργητικόν τῶν κατ᾿ ἀρετήν ἀγαθῶν· τοῖς δέ πῦρ, ὡς καθαρτικόν τῶν ἐντός κατά τό βάθος περί ψυχήν κηλίδων· τοῖς δέ κατά τόν μέγαν Δανιήλ, πνεῦμα ἅγιον, ὡς σοφίας καί γνώσεως χορηγόν. Ἐκ γάρ τῆς διαφόρου περί τό ὑποκείμενον ἐνεργείας, διαφόρους λαμβάνει τό ἕν καί αὐτό Πνεῦμα τάς προσηγορίας.

ξδ΄. Ὁ νόμος τό Σάββατον δέδωκεν, Ἵνα, φησίν, ἀναπαύσηται τό ὑποζύγιόν σου καί ὁ παῖς σου. Ἀμφότερα δέ ταῦτα δι᾿ αἰνιγμάτων τό σῶμα δηλοῦσι. Τοῦ γάρ πρακτικοῦ νοός ὑποζύγιόν ἐστι τό σῶμα, ἀχθοφορεῖν βίᾳ τοῖς τρόποις τῶν ἀρετῶν κατά τήν πρᾶξιν ἀναγκαζόμενον. Τοῦ δέ θεωρητικοῦ παῖς, ὡς ἤδη λογισθέν θεωρήμασι, καί λογικῶς ταῖς γνωστικαῖς ἐπιταγαῖς τοῦ νοός ὑπηρετούμενον. Ἀμφοτέροις δέ Σάββατόν ἐστι, τῶν αὐτοῖς ἐνεργουμένων κατά τε πρᾶξιν καί θεωρίαν καλῶν, τό πέρας, τήν πρόσφορον ἑκάστῳ παρέχον ἀνάπαυσιν.

ξε΄. Ὁ τήν ἀρετήν μετά τῆς πρεπούσης γνώσεως ἐξανύων, ὑποζύγιον ἔχει τό σῶμα, λόγῳ ἐλαύνων πρός τήν τῶν καθηκόντων ἐνέργειαν· παῖδα δέ, τόν ἐπ᾿ ἀρετῇ κατά τήν πρᾶξιν τρόπον· ἤγουν αὐτόν τόν καθ᾿ ὅν ἡ ἀρετή πέφυκε γίνεσθαι τρόπον· ὥσπερ ἀργυρίῳ τοῖς διακριτικοῖς ὠνηθέντα λογισμοῖς. Σάββατον δέ, ἡ κατ᾿ ἀρετήν ἀπαθής καί εἰρηναία τῆς τε ψυχῆς καί τοῦ σώματος κατάστασις, ἤγουν ἀναλλοίωτος ἕξις.

ξστ΄. Ὁ τοῦ Θεοῦ λόγος, τοῖς μέν ἔτι περί τά σωματικά τῆς ἀρετῆς εἴδη τό πλέον ἔχουσι τῆς φροντίδος, ἄχυρον γίνεται καί χόρτος· διατρέφων αὐτῶν τό παθητικόν τῆς ψυχῆς μέρος, πρός τήν τῶν ἀρετῶν ὑπηρεσίαν· τοῖς ἀνηγμένοις δέ τῇ θεωρίᾳ τῆς ἀληθοῦς τῶν θείων κατανοήσεως, ἔστιν ἄρτος διατρέφων αὐτῶν τῆς ψυχῆς τό νοερόν πρός θεοειδῆ τελειότητα. Διό τούς πατριάρχας εὑρίσκομεν ἐπισιτιζομένους ἐν τῇ ὁδῷ, καί ἑαυτοῖς ἄρτους, καί τοῖς ὄνοις αὐτῶν χορτάσματα. Καί ὁ ἐν τοῖς Κριταῖς δέ Λευίτης, τῷ ἐν Γαβαᾷ ξεναγήσαντι αὐτόν πρεσβύτῃ φησίν· Εἰσί καί ἡμῖν ἄρτοι, καί τοῖς ὄνοις ἡμῶν ἄχυρα· καί οὐκ ἔστιν ὑστέρημα τοῖς παισί σου, παντός τινος.

ξζ΄. Ὁ τοῦ Θεοῦ Λόγος καί δρόσος λέγεται καί ἔστιν· καί ὕδωρ καί πηγή καί ποταμός, ὡς γέγραπται· κατά τήν ὑποκειμενικήν δηλονότι τῶν δεχομένων δύναμιν, ταῦτα και ὤν καί γινόμενος. Τοῖς μέν γάρ ἐστι δρόσος, ὡς τῆς ἔξωθεν ἐπικειμένης αὐτοῖς περί τό σῶμα τῶν παθῶν πυρώσεώς τε καί ἐνεργείας, σβεστικός. Τοῖς δέ τό βάθος τῷ ἰῷ τῆς κακίας φρυσσομένοις [Fr. et guidm Regii φυσσωμένοις], ἐστίν ὕδωρ· οὐ μόνον ὡς δι᾿ ἀντιπαθείας τοῦ ἀντικειμένου φθαρτικός, ἀλλά καί ὡς μεταδοτικός ζωτικῆς πρός τό εὖ εἶναι δυνάμεως. Πηγή δέ, ἀεννάως ἔχουσιν ἀναβλύζουσαν τήν ἕξιν τῆς θεωρίας, ὡς σοφίας χορηγός. Ποταμός δέ, τοῖς τήν εὐσεβῆ καί ὀρθήν καί σωτήριον ποταμηδόν προχέουσι διδασκαλίαν ὡς ἀνθρώπους, καί κτήνη καί θηρία καί φυτά δαψιλῶς ποτίζων· ἵνα καί ἄνθρωποι θεωθῶσι, τοῖς τῶν λεγομένων ὑψωθέντες νοήμασι· καί οἱ κτηνωθέντες τοῖς πάθεσι, διά τῆς ἀκριβοῦς τῶν κατ᾿ ἀρετήν τρόπων ἀποδείξεως ἀνθρωπισθέντες, τήν φυσικήν ἐπαναλάβωσι λογιότητα· καί οἱ θηριωθέντες ταῖς πονηραῖς ἕξεσι καί κακοπραγίαις, διά τῆς προσηνοῦς τε καί εὐαφοῦς παραινέσεως τιθασσευθέντες, πρός τήν τῆς φύσεως ἐπανέλθωσιν ἡμερότητα· καί οἱ φυτῶν δίκην ἀναισθητοῦντες τῶν ἀγαθῶν, διά τῆς εἰς βάθος τοῦ λόγου διαβάσεως ἀπαλυθέντες, λάβωσιν αἴσθησιν πρός καρπογονίαν, καί δύναμιν τήν αὐτούς διατρέφουσαν, τοῦ λόγου ποιότητα.

ξη΄. Ὁδός ἐστιν ὁ τοῦ Θεοῦ Λόγος, τοῖς καλῶς κατά τήν πρακτικήν,καί εὐτόνως τό τῆς ἀρετῆς τρέχουσι στάδιον· καί μήτε δεξιά διά κενοδοξίας, μήτε ἀριστερά διά τῆς πρός τά πάθη ῥοπῆς ἐκκλίνουσιν, εὐθύνων κατά Θεόν τά διαβήματα· ὅπερ εἰς τέλος μή φυλάξας Ἀσά ὁ βασιλεύες Ἰούδα, λέγεται περί τό γῆρας αὐτοῦ πεπονηκέναι τούς πόδας· ὡς περί τόν δρόμον τοῦ κατά Θεόν βίου ἀσθενήσας.

ξθ΄. Θύρα λέγεται τοῦ Θεοῦ Λόγος, ὡς τούς καλῶς πᾶσαν διηνυκότας τήν ὁδόν τῶν ἀρετῶν κατά τόν ἄμεπτον δρόμον τῆς πράξεως, πρός γνῶσιν εἰσάγων· καί ὡς φῶς, δεικνύς τούς πολυφαεῖς τῆς σοφίας θησαυρούς. Ὁ αὐτός γάρ καί ὁδός ἐστι καί θύρα καί κλείς καί βασιλεία· ὁδός μέν, ὡς ὁδηγός· κλείς δέ, ὡς ἀνοίγων τοῖς ἀξίοις τῶν θείων καί ἀνοιγόμενος· θύρα δέ, ὡς εἰσαγωγεύς· βασιλεία δέ, ὡς κληρονομούμενος, καί κατά μέθεξιν ἐν πᾶσι γινόμενος.

ο΄. Φῶς ὁ Κύριος λέγεται, καί ζωή καί ἀνάστασις καί ἀλήθεια. Φῶς μέν καί ὡς λαμπρότης, ψυχῶν, καί ὡς ἀγνοίας σκότους διώκτης· καί ὡς φωτίζων τόν νοῦν πρός κατανόησιν τῶν ἀποῤῥήτων· καί δεικνύς, τά μόνοις θεατά τοῖς καθαροῖς μυστήρια· ζωή δέ, ὡς τήν πρέπουσαν ψυχαῖς ἀγαπώσαις τόν Κύριον ἐν τοῖς θείοις παρεχόμενος κίνησιν· ἀνάστασις δέ, ὡς τῆς νεκρᾶς τῶν ὑλικῶν προσπαθείας ἐγείρων τόν νοῦν, φθορᾶς παντοίας καθαρόν καί νεκρότητος· ἀλήθεια δέ, ὡς ἕξιν τῶν ἀγαθῶν τοῖς ἀξίοις δωρούμενος ἄτρεπτον.

οα΄. Ὁ μέν τοῦ Θεοῦ, καί Πατρός Θεός Λόγος, ἑκάστῃ μυστικῶς ἐνυπάρχει τῶν οἰκείων ἐντολῶν· ὁ δέ Θεός καί Πατήρ, ὅλος ἐστίν ἀχώριστος ἐν ὅλῳ τῷ οἰκείῳ Λόγῳ φυσικῶς. Ὁ τοίνυν δεχόμενος θείαν ἐντολήν καί ποιῶν αὐτήν, τόν ἐν αὐτῇ τοῦ Θεοῦ δέχεται Λόγον. Ὁ δέ τόν Λόγον διά τῶν ἐντολῶν δεξάμενος, δι᾿ αὐτοῦ τόν ἐν αὐτῷ φυσικῶς ὄντα συνεδέξατο Πατέρα, καί τό ἐν αὐτῷ φυσικῶς ὄν συνεδέξατο Πνεῦμα. Ἀμήν γάρ, φησι, λέγω ὑμῖν, ὁ λαμβάνων ὅν τινα πέμψω, ἐμέ λαμβάνει· ὁ δέ ἐμέ λαμβάνων, λαμβάνει τόν πέμψαντά με. Ὁ γοῦν ἐντολήν δεξάμενος καί ποιήσας αὐτήν, λαβών ἔχει μυστικῶς τήν ἁγίαν Τριάδα.

οβ΄. Δοξάζει τόν Θεόν ἐν ἑαυτῷ, οὐχ ὁ λόγοις μόνον γεραίρων τόν Θεόν, ἀλλ᾿ ὁ διά τόν Θεόν ὑπέρ ἀρετῆς τά τῶν πόνων ὑπομένων παθήματα· καί ἀντιδοξάζεται παρά Θεοῦ, τήν ἐν τῷ Θεῷ δόξαν, οἷον ἀρετῆς ἔπαθλον κατά μέθεξιν τήν τῆς ἀπαθείας κομιζόμενος χάριν. Πᾶς γάρ ὁ δοξάζων τόν Θεόν ἐν ἑαυτῷ διά τῶν κατά τήν πρακτικήν ὑπέρ ἀρετῆς παθημάτων, καί αὐτός ἐν τῷ Θεῷ δοξάζεται, διά τῆς κατά τήν θεωρίαν ἀπαθοῦς τῶν θείων ἐλλάμψεως. Φησί γάρ ὁ Κύριος ἐπί τό πάθος ἐρχόμενος· Νῦν ἐδοξάσθη ὁ Υἱός τοῦ ἀνθρώπου, καί ὁ Θεός ἐδοξάσθη ἐν αὐτῷ. Εἰ ὁ Θεός ἐδοξάσθη ἐν αὐτῷ, καί ὁ Θεός δοξάσει αὐτόν ἐν ἑαυτῷ· καί εὐθύς δοξάσει αὐτόν. Ὡς ἐντεῦθεν εἶναι δῆλον, ὅτι τοῖς ὑπέρ ἀρετῆς παθήμασιν, ἐπακολουθοῦσι τά θεῖα χαρίσματα.

ογ΄. Ἕως τόν ἐν τῷ ῥητῷ τῆς ἁγίας Γραφῆς ποικίλως δά τῶν αἰνιγμάτων σεσωματωμένον ὁρῶμεν τόν τοῦ Θεοῦ Λόγον, οὔπω τόν ἀσώματον καί ἁπλοῦν καί ἐνιαῖον καί μόνον, ὡς ἐν ἀσωμάτῳ καί ἁπλῷ καί ἐνιαίῳ καί μόνῳ Υἱῷ νοητῶς τεθεάμεθα Πατέρα, κατά τό, Ὁ ἑωρακώς ἐμέ ἑώρακε τόν Πατέρα. Καί· Ἐγώ ἐν τῷ Πατρί, καί ὁ Πατήρ ἐν ἐμοί. Πολλῆς οὖν χρεία τῆς ἐπιστήμης, ὥστε διαδύντας πρότερον τά περί τόν Λόγον τῶν ῥημάτων καλύμματα, οὕτω γυμνῷ τῷ νοΐ καθαρόν αὐτόν ἐφ᾿ ἑαυτόν ἑστῶτα θεάσασθαι [unus Reg. τεθεάσασθαι] τόν Λόγον, τόν ἐν ἑαυτῷ σαφῶς ὡς ἐφικτόν ἀνθρώποις τόν Πατέρα δεικνύντα. Διόπερ ἀνάγκη τόν εὐσεβῶς τόν Θεόν ἐπιζητοῦντα, μηδενί κρατεῖσθαι ῥητῶ, ἵνα μή ἀντί Θεοῦ, τά περί Θεόν λάθῃ λαβών· τουτέστιν, ἀντί τοῦ Λόγου τά ῥητά στέργων ἐπισφαλῶς τῆς Γραφῆς, τοῦ Λόγου διαφυγόντος τόν νοῦν ἐκ τῶν περιβλημάτων κρατεῖν δοκοῦντα τόν ἀσώματον Λόγον· κατά γε τήν Αἰγυπτίαν, τήν μή τοῦ Ἰωσήφ, ἀλλά τῶν αὐτοῦ ἐπιλαβομένην ἱματίων· καί τούς παλαιούς ἀνθρώπους, οἱ μόνῃ τῆ εὐπρεπείᾳ τῶν ὁρωμένων ἐναπομείναντες, ἔλαθον τῇ κτίσει λατρεύοντες παρά τόν κτίσαντα.

οδ΄. Ὁ τῆς ἁγίας Γραφῆς λόγος, κατά μέρος τοῖς ὑψηλοτέροις νοήμασι τήν τῶν ἐπ᾿ αὐτῶ σωματικῶς διαπεπλασμένων ῥητῶν ἐκδυσάμενος σύνθεσιν, ὡς ἐν φωνῇ αὔρας λεπτῆς ὑπάρχων δείκνυται τῷ διορατικωτέρῳ, νοΐ· τῷ διά τήν ἄκραν ἀπόλειψιν τῶν κατά φύσιν ἐνεργειῶν, αἴσθησιν μόνου δυνηθέντι λαβεῖν, τῆς τόν Λόγον ποσῶς μηνυούσης ἁπλότητος, κατά τόν μέγα Ἠλίαν τόν ἐν τῷ σπηλαίῳ Χωρήβ ταύτης ἀξιωθέντα τῆς ὄψεως. Χωρήβ γάρ ἑρμηνεύεται νέωμα [unus Reg. νόημα], ὅπερ ἐστίν ἡ ἐν τῷ καινῷ πνεύματι τῆς χάριτος ἕξις τῶν ἀρετῶν. Τό δέ σπήλαιον, ἡ τῆς σοφίας ἐστί κατά νοῦν κρυφιότης· ἐν ᾗ ὁ γενόμενος, τῆς ὑπέρ αἴσθησιν μυστικῶς αἰσθήσεται γνώσεως, ἐν ᾗ λέγεται τυγχάνειν ὁ Θεός. Πᾶς οὖν κατά τόν μέγαν Ἠλίαν ζητῶν ἀληθῶς τόν Θεόν, οὐ μόνον ἐν Χωρήβ γενήσεται· τουτέστιν, ὡς πρακτικός ἐν τῇ ἕξει τῶν ἀρετῶν· ἀλλά καί ἐν τῷ σπηλαίῳ τῷ ἐν Χωρήβ· τουτέστιν, ὡς θεωρητικός ἐν τῇ κρυφιότητι τῆς σοφίας τῇ ἐν μόνῃ τυγχανούσῃ τῇ ἕξει τῶν ἀρετῶν.

οε΄. Ὅταν ὁ νοῦς τάς ἐπικειμένας αὐτῷ πολλάς περί τῶν ὄντων ἐκτινάξηται δόξας, τότε σαφής αὐτῷ τῆς ἀληθείας ὁ λόγος ἀναφαίνεται, διδούς αὐτῷ τῆς ὄντως γνώσεως τάς ὑποθήκας, καί τάς πρώην ἐπ᾿ αὐτῶ προλήψεις ὡσεί λεπίδας τῶν ὀπτικῶν δυνάμεων ἀπωθούμενος, κατά τόν θεσπέσιον καί μέγαν Ἀπόστολον Παῦλον. Λεπίδες γάρ εἰσιν, ὡς ἀληθῶς, ἐπικείμεναι τῷ διορατικῷ τῆς ψυχῆς, καί ἀπείργουσαι τήν πρός τόν ἀκραιφνῆ τῆς ἀληθείας λόγον, διάβασιν, αἵ τε πρός τό ῥητόν μόνον τῆς Γραφῆς ὑπολήψεις, καί τῶν ὁρωμένων αἱ κατ᾿ αἴσθησιν προσπαθεῖς θεωρίαι.

οστ΄. Ὁ μέν θεῖος Ἀπόστολος Παῦλος, τήν τοῦ Λόγου γνῶσιν, ἐκ μέρους ἔφη γινώσκειν. Ὁ δέ μέγας εὐαγγελιστής Ἰωάννης τεθεᾶσθαι λέγει τήν αὐτοῦ δόξαν. Ἐθεασάμεθα γάρ, φησίν, τήν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρά Πατρός, πλήρης χάριτος καί ἀληθείας. Καί μήποτε ὁ μέν ἅγιος Παῦλος τήν ὡς Θεοῦ Λόγου γνῶσιν ἐκ μέρους ἔφη γινώσκειν. Ἐκ γάρ τῶν ἐνεργειῶν, ποσῶς μόνον γινώσκεται.Ἡ γάρ ἐπ᾿ αὐτῷ κατ᾿ οὐσίαν τε καί ὑπόστασιν γνῶσις, ὁμοίως πᾶσιν ἐγγέλοις τε καί ἀνθρώποις, καθέστηκεν ἄβατος, κατ᾿ οὐδέν οὐδενί γινωσκομένη· Ὁ δέ ἅγιος Ἰωάννης, τέλειον ὡς ἐν ἀνθρώποις, τόν τῆς ἐνανθρωπήσεως τοῦ Λόγου μυηθείς λόγον, τήν ὡς σάρκα Λόγον δόξαν ἔφη τεθεᾶσθαι· τουτέστι, τόν λόγον, ἤγουν τόν σκοπόν, καθ᾿ ὅν ὁ Θεός γέγονεν ἄνθρωπος, πλήρη χάριτος ἐθεάσατο, καί ἀληθείας. Οὐ γάρ καθ᾿ ὅ κατ᾿ οὐσίαν Θεός, καί τῶ Θεῷ Πατρί ὁμοούσιος ὁ Μονογενής κεχαρίτωται, ἀλλά καθ᾿ ὅ φύσει κατ᾿ οἰκονομίαν γέγονεν, ἄνθρωπος καί ἡμῖν ὁμοούσιος, δι᾿ ἡμᾶς κεχαρίτωται τούς χρῄζοντας χάριτος· καί ἐκ τοῦ πληρώματος αὐτοῦ διαπαντός κατά πᾶσαν ἡμῶν προκοπήν τήν ἀναλογοῦσαν δεχομένους χάριν. Ὥστε ὁ τόν λόγον τέλειον ἐν ἑαυτῶ φυλάξας, ἀβέβηλον τοῦ δι᾿ ἡμᾶς σαρκωθέντος Θεοῦ Λόγου, τήν πλήρη χάριτος καί ἀληθείας κομίσεται δόξαν, τοῦ δι᾿ ἡμᾶς ἑαυτόν καθ᾿ ἡμᾶς δοξάσαντός τε καί ἁγιάσαντος κατά τήν αὐτοῦ παρουσίαν. Ὅταν γάρ, φησίν, ἐκεῖνος φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα.

οζ΄. Ἕως ἡ ψυχή, τήν ἀπό δυνάμεως εἰς δύναμιν, καί ἀπό δόξης εἰς δόξαν ποιεῖται μετάβασιν· τουτέστι, τήν ἀπό ἀρετῆς εἰς ἀρετήν μείζονα προκοπήν, καί τήν ἀπό γνώσεως εἰς γνῶσιν ὑψηλοτέραν ἀνάβασιν, οὐκ ἐπαύσατο παροικοῦσα, κατά τό εἰρημένον. Πολλά παρώκησεν ἡ ψυχή μου. Πολύ γάρ ἐστι τό διάστημα, καί τό πλῆθος τῶν ὀφειλουσῶν παρ᾿ αὐτῆς διαβαθῆναι γνώσεων, μέχρις οὗ διελεύσεται ἐν τόπῳ σκηνῆς θαυμαστῆς, ἕως τοῦ οἴκου τοῦ Θεοῦ· ἐν φωνῇ ἀγαλλιάσεως καί ἐξομολογήσεως, ἤχου ἑορτάζοντος· ἀεί φωναῖς, φωνήν,νοεραῖς, νοεράν προστιθεῖσα τῇ προκοπῇ τῶν θείων θεωρημάτων, μετά τῆς κατά νοῦν ἐπί τοῖς θεωρηθεῖσιν ἀγαλλιάσεως, ἤγουν χαρᾶς, καί τῆς ἀναλογούσης εὐχαριστίας. Τοιαύτας γάρ ἑορτάζουσι πάντες, οἱ τό Πνεῦμα τῆς χάριτος εἰληφότες, ἐν ταῖς καρδίαις αὐτῶν κράζων· Ἀββᾶ, ὁ Πατήρ.

οη΄. Ὁ τῆς θαυμαστῆς σκηνῆς τόπος, καί ἀπαθής ἐστι καί ἀπήμων ἕξις τῶν ἀρετῶν· καθ᾿ ἥν ὁ τοῦ Θεοῦ γινόμενος Λόγος, διαφόροις ἀρετῶν κάλλεσι κατακοσμεῖ καθάπερ σκηνήν τήν ψυχήν. Ὁ δέ οἶκος τοῦ Θεοῦ, ἡ ἐκ πολλῶν καί διαφόρων συγκειμένη θεωρημάτων γνῶσίς ἐστι· καθ᾿ ἥν ἐνδημῶν τῇ ψυχῇ ὁ Θεός, τοῦ τῆς σοφίας κρατῆρος ἐμπίμπλησιν.Ἡ δέ φωνή τῆς ἀγαλλιάσεώς ἐστι, τό ἐπί τῷ πλούτῳ τῶν ἀρετῶν τῆς ψυχῆς σκίρτημα. Ἡ δέ τῆς ἐξομολογήσεως, ἡ ἐπί τῇ δόξῃ τῆς κατά τήν σοφίαν εὐωχίας ἐστίν εὐχαριστία. Ὁ δέ ἦχος, ἡ ἐξ ἀμφοῖν, ἀγαλλιάσεώς φημι καί ἐξομολογήσεως, κατά σύγκρασιν γινομένη διηνεκής μυστική δοξολογία.

οθ΄. Ὁ γενναίως καταπαλαίσας τά πάθη τοῦ σώματος, καί τοῖς ἀκαθάρτοις πνεύμασιν ἱκανῶς πολεμήσας, καί τῆς ἑαυτοῦ κατά ψυχήν χώρας ἐξελάσας αὐτῶν τά νοήματα· καρδίαν εὐχέσθω καθαράν αὐτῷ δοθῆναι, καί πνεῦμα εὐθές ἐν τοῖς ἐγκάτοις ἐγκαινισθῆναι· τουτέστι, τελείως τῶν μέν φαύλων κενωθῆναι λογισμῶν, τῶν δέ θείων ἐννοιῶν πληρωθῆναι διά τῆς χάριτος· ἵνα γένηται κόσμος Θεοῦ νοητῶς λαμπρός τε καί μέγας, ἐξ ἠθικῶν καί φυσικῶν καί θεολογικῶν συνεστώς θεωρημάτων.

π΄. Ὁ τήν καρδίαν καθαράν ἐργασάμενος, οὐ μόνον τῶν ὑποβεβηκότων καί μετά Θεόν γνώσεται τούς λόγους, ἀλλά καί αὐτῷ ποσῶς μετά τήν τῶν ὅλων διάβασιν, ἐνορᾷ· ὅπερ ἐστίν ἀκρότατον τέλος τῶν ἀγαθῶν· ἐν ᾗ γενόμενος ὁ Θεός, ἀξιοῖ τά ἴδια γράμματα διά τοῦ πνεύματος ἐγχαράττειν, καθάπερ τισί πλαξί Μωσαϊκαῖς· τοσοῦτον, ὅσον ἑαυτήν διά πράξεως ἐπιδέδωκε καί θεωρίας, κατά τήν τό, Αὐξάνου, μυστικῶς κελεύουσαν ἐντολήν.

πα΄. Καρδία καθαρά τάχα ἐκείνη λέγεται,ἡ μηδεμίαν ἔχουσα φυσικήν καθ᾿ οἱονδήποτε τρόπον, πρός ὁτιοῦν κίνησιν· ἐν ᾗ καθάπερ πτυχίῳ καλῶς λειανθέντι διά τήν ἄκραν ἁπλότητα γινόμενος ὁ Θεός, τούς ἰδίους νόμους ἐγγράφει.

πβ΄. Καρδία ἐστί καθαρά, ἡ παντάπασιν ἀνείδεοντῷ Θεῷ καί ἀμόρφωτον παραστήσασα τήν μνήμην· καί μόνοις τοῖς αὐτοῦ ἕτοιμον ἐνσημανθῆναι τύποις, δι᾿ ὧν ἐμφανής πέφυκε γίνεσθαι.

πγ΄. Ὁ τοῦ Χριστοῦ νοῦς, ὅν λαμβάνουσιν οἱ ἅγιοι, κατά τόν φάμενον· Ἡμεῖς δέ νοῦν Χριστοῦ ἔχομεν, οὐ κατά στέρησιν τῆς ἐν ἡμῖν νοερᾶς δυνάμεως ἐπιγίνεται· οὐδέ ὡς συμπληρωτικός τοῦ ἡμετέρου νοός, οὐδ᾿ ὡς μεταβαίνων οὐσιωδῶς καθ᾿ ὑπόστασιν εἰς τόν ἡμέτερον νοῦν· ἀλλ᾿ ὡς τῇ οἰκείᾳ ποιότητι τήν τοῦ ἡμετέρου νοός λαμπρύνων δύναμιν, καί πρός τήν αὐτήν αὐτῷ φέρων ἐνέργειαν. Νοῦν γάρ ἔχειν Χριστοῦ ἔγωγέ φημι, τόν κατ᾿ αὐτόν νοοῦντα, καί διά πάντων αὐτόν νοοῦντα.

πδ΄. Σῶμα Χριστοῦ εἶναι λεγόμεθα, κατά τό, Ἡμεῖς δέ σῶμα Χριστοῦ ἐσμεν, καί μέλη ἐκ μέρους· οὐ κατά στέρησιν τῶν ἡμετέρων σωμάτων, ἐκείνου τό σῶμα γινόμενοι· οὐδ᾿ αὖ πάλιν ἐκείνου καθ᾿ ὑπόστασιν εἰς ἡμᾶς μεταβαίνοντος, ἤ μεληδόν διατεμνομένου· ἀλλά τῷ καθ᾿ ὁμοιότητα τῆς τοῦ Κυρίου σαρκός, τήν φθοράν ἀποσείεσθαι τῆς ἁμαρτίας. Ὡς γάρ ὁ Χριστός κατά φύσιν σαρκί τε καί ψυχῇ καθ᾿ ὅ νοεῖται ἄνθρωπος ἀναμάρτητος ἦν, οὕτω καί ἡμεῖς οἱ πεπιστευκότες αὐτῷ, καί διά Πνεύματος αὐτόν ἐνδυσάμενοι, κατά προαίρεσιν ἐν αὐτῷ χωρίς ἁμαρτίας εἶναι δυνάμεθα.

πε΄. Εἰσί παρά τῇ Γραφῆ καί χρονικοί αἰῶνες καί ἄλλων αἰώνων συντέλειαν περιέχοντες, κατά τό, Νυνί δέ ἅπαξ ἐπί συντελείᾳ τῶν αἰώνων, καί τά ἑξῆς. Καί ἕτεροι πάλιν χρονικῆς ἐλεύθεροι φύσεως αἰῶνες, μετά τόν ἐνεστῶτα τοῦτον χρόνον, αἰῶνα, τόν ἐπί συντελείᾳ τῶν αἰώνων, κατά τό, Ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τόν ὑπερβάλλοντα πλοῦτον, καί τά ἑξῆς. Εὑρίσκομεν δέ παρά τῇ γραφῇ καί πλῆθος αἰώνων, παρελθόντων τε καί ἐνεστώτων καί μελλόντων· καί αἰῶνας αἰώνων εἶναί τινας αἰῶνας, καί αἰῶνος αἰῶνα, καί χρόνους αἰωνίους, καί γενεάς συνημμένας αἰῶσι. Καί ἵνα μή νῦν, τί μεν διά τῶν χρονικῶν αἰώνων, τί δέ διά τῶν αἰωνίων χρόνων καί γενεῶν βούλεται δηλοῦν ὁ λόγος, λέγοντες· τινές δέ παλιν ἁπλῶς οἱ αἰῶνες τῶν αἰώνων, τίς τε ὁ ἁπλοῦς αἰών, καί ὁ αἰών τοῦ αἰῶνος, πολύν παρά τήν ὑπόθεσιν ἐκτείνωμεν λόγον, τά περί τούτων τοῖς φιλομαθέσι σκοπεῖν ἐάσαντες, πρός τόν σκοπόν δι᾿ ὅν ταῦτα προηγάγομεν, ἐπανέλθωμεν.

πστ΄. Οἴδαμεν τι κατά τήν Γραφήν ὑπεραιώνιον· ὅπερ ὅτι μέν ἔστιν, ἐσήμανε· τί δέ τοῦτό ἐστιν, οὐκ ὠνόμασε, κατά τό, Κύριος βασιλεύων τόν αἰῶνα, καί ἐπ᾿ αἰῶνα καί ἔτι. Οὐκοῦν ἔστι τι πρᾶγμα ὑπέρ αἰῶνας, ἡ ἀκραιφνής τοῦ Θεοῦ βασιλεία. Οὐ γάρ δή θέμις εἰπεῖν ἦρχθαι, ἤ φθάνεσθαι ὑπό αἰώνων ἤ χρόνων τήν τοῦ Θεοῦ βασιλείαν. Ταύτην δέ πιστεύομεν εἶναι τῶν σωζομένων κληρονομίαν, καί μονήν, καί τόπον, καθώς ὁ ἀληθής παραδίδωσι λόγος· ὡς τέλος τῶν δι' ἐφέσεως πρός τό ἔσχατον ὀρεκτόν κινουμένων· ἐν ᾧ γινόμενοι, πάσης τῆς ὁποιασοῦν δέχονται παῦλαν κινήσεως· ὡς μηκέτι χρόνου τινός ὄντος αὐτῶν ἤ αἰῶνος τοῦ διαβαθῆναι ὀφείλοντος, οἷα δή μετά πάντα καταντήσασιν εἰς τόν Θεόν· τόν πρό πάντων ὄντα τῶν αἰώνων, καί ὅν φθάνειν αἰώνων φύσις οὐ πέφυκεν.

πζ΄. Ἐφ᾿ ὅσον χρόνον τίς ἐστιν ἐν τῇ ζωῇ ταύτῃ, κἄν τέλειός ἐστι κατά τήν ἐνθάδε κατάστασιν, καί πράξει καί θεωρίᾳ, τήν ἐκ μέρους ἔχει καί γνῶσιν καί προφητείαν καί ἀῤῥαβῶνα Πνεύματος ἁγίου· ἀλλ᾿ οὐκ αὐτό τό πλήρωμα· ἐλευσόμενός ποτε μετά τήν τῶν αἰώνων περαίωσιν εἰς τήν τελείαν λῆξιν, τήν πρόσωπον πρός πρόσωπον τοῖς ἀξίοις δεικνῦσαν αὐτήν ἐφ᾿ ἑαυτῆς ἑστῶσαν τήν ἀλήθειαν· ὡς μηκέτι ἐκ τοῦ πληρώματος μέρος ἔχειν, ἀλλ᾿ αὐτό τό πλήρωμα τῆς χάριτος κατά μέθεξιν ὅλον κομίζεσθαι. Καταντήσεσθαι γάρ, φησίν ὁ Ἀπόστολος, πάντας (δηλονότι τούς σωζομένους) εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ· ἐν ᾧ εἰσιν οἱ θησαυροί τῆς σοφίας καί τῆς γνώσεως ἀπόκρυφοι· ἧς φαινομένης, τό ἐκ μέρους καταργηθήσεται.

πη΄. Ζητοῦσί τινες, πῶς ἔσται τῶν ἀξιουμένων τῆς ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ τελειότητος ἡ κατάστασιν· πότερον κατά προκοπήν καί μετάβασιν, ἤ κατά τήν ἐν στάσει ταυτότητα· πῶς τε τά σώματα καί τάς ψυχάς εἶναι χρεών ὑπολαμβάνειν. Πρός δή τοῦτο στοχαστικῶς ἐρεῖ τις, ὅτι καθάπερ ἐπί τῆς σωματικῆς ζωῆς διττός ἐστιν ὁ τῆς τροφῆς λόγος· ὁ μέν πρός αὔξησιν, ὁ δέ πρός συντήρησιν τῶν τρεφομένων· μέχρις οὗ φθάσωμεν τό τέλειον τῆς σωματικῆς ἡλικίας, τρεφόμεθα πρός αὔξησιν· ἐπειδάν δέ τό σῶμα στῇ τῆς εἰς μέγεθος ἐπιδόσεως, οὐκέτι τρέφεται πρός αὔξησιν, ἀλλά πρός συντήρησιν. Οὕτως καί ἐπί τῆς ψυχῆς διττός ὁ τῆς τροφῆς λόγος.Τρέφεται γάρ προκόπτουσα ταῖς ἀρεταῖς καί τοῖς θεωρήμασι, μέχρις οὗ διαβᾶσα τά ὄντα πάντα φθάσῃ τό μέτρον τῆς ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ· ἐν ᾧ γινομένη, πάσης τῆς πρός ἐπίδοσίν τε καί αὔξησιν διά τῶν μέσων ἵσταται προκοπῆς· ἀμέσως τρεφομένη τό ὑπέρ νόησιν· καί διά τοῦτο τυχόν ὑπέρ αὔξησιν· τῆς ἀφθάρτου τροφῆς εἶδος, πρός συντήρησιν τῆς δοθείσης αὐτῇ θεοειδοῦς τελειότητος, καί ἔκφανσιν τῶν τῆς τροφῆς ἐκείνης ἀπείρων ἀγλαϊῶν, καθ᾿ ἥν τό ἀεί εὖ ὡσαύτως εἶναι ἐνδημῆσαν αὐτῇ δεχομένη, γίνεται θεός τῆς μεθέξει τῆς θεϊκῆς χάριτος, πασῶν τῶν κατά νοῦν καί αἴσθησιν ἐνεργειῶν, αὐτή τε παυσαμένη, καί ἑαυτῇ τάς τοῦ σώματος συναπαύσασα φυσικάς ἐνεργείας, συνθεωθέντος αὐτῇ κατά τήν ἀναλογοῦσαν αὐτῷ μέθεξιν τῆς θεώσεως. Ὥστε μόνον τόν Θεόν διά τε τῆς ψυχῆς καί τοῦ σώματος φαίνεσθαι, νικηθέντων αὐτῶν τῇ ὑπερβολῇ τῆς δόξης, τῶν φυσικῶν γνωρισμάτων.

πθ΄. Ζητοῦσί τινες τῶν φιλομαθῶν, κατά ποῖον ἔσται τρόπον ἡ τῶν αἰωνίων μονῶν τε καί ἐπαγγελιῶν διαφορά· πότερον καθ᾿ ὑπόστασιν τοπικήν, ἤ κατ᾿ ἐπίνοιαν τῆς ἰδιαζούσης καθ᾿ ἑκάστην μορφήν πνευματικῆς ποιότητός τε καί ποσότητος. Καί τοῖς μέν δοκεῖ τό πρῶτον· τοῖς δέ, τό δεύτερον· ὁ δέ γνούς, τί τό, Ἡ βασιλεία τοῦ Θεοῦ ἐντός ὑμῶν ἐστι, καί τί τό, Πολλαί μοναί παρά τῷ Πατρί, τοῦ δευτέρου μᾶλλον γενήσεται.

τέσσ΄ ἀνοικ. ΄. Ζητοῦσί τινες, ποίαν διαφοράν ἔχει πρός τήν τοῦ Θεοῦ βασιλείαν ἡ τῶν οὐρανῶν βασιλεία· πότερον καθ᾿ ὑπόστασιν διαφέρουσιν ἀλλήλων, ἤ κατ᾿ ἐπίνοιαν. Πρός οὕς ῥητέον, ὅτι διαφέρουσι μέν· οὐ καθ᾿ ὑπόστασιν δέ. Μία γάρ καθ᾿ ὑπόστασιν ἄμφω· ἀλλά κατ᾿ ἐπίνοιαν· ἡ μέν γάρ βασιλεία τῶν οὐρανῶν, τῆς τῶν ὄντων ἀκραιφνοῦς κατά τούς ἑαυτῶν λόγους ἐν τῷ Θεῷ προαιωνίου γνώσεώς ἐστι κατάληψις· ἡ δέ τοῦ Θεοῦ βασιλεία, τῶν προσόντων τῷ Θεῷ φυσικῶς ἀγαθῶν κατά χάριν ἐστί μετάδοσις· καί ἡ μέν κατά τό τέλος τῶν ὄντων, ἡ δέ κατ᾿ ἐπίνοιαν μετά τό τέλος τῶν ὄντων ἐστί.

τέσσ. ἀνοικ. α΄. Τό, Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν, οὐκ ἔστιν, ὡς οἶμαι, χρονικῆς συστολῆς· Οὐ γάρ ἔρχεται μετά παρατηρήσεως· οὔτε ἐροῦσιν· Ἰδούς ὦδε, ἰδού ἐκεῖ· ἀλλά τῆς πρός αὐτῶν τῶν ἀξίων αὐτῆς κατά διάθεσιν σχέσεώς ἐστιν· Ἡ γάρ βασιλεία τοῦ Θεοῦ, φησίν, ἐντός ὑμῶν ἐστιν.

τέσσ. ἀνοικ. β΄. Ἡ τοῦ Θεοῦ καί Πατρός βασιλεία, δυνάμει μέν ἐν πᾶσί ἐστιν τοῖς πιστεύουσιν· ἐνεργείᾳ δέ ἐν τοῖς ἀποθεμένοις διόλου διαθέσεως πᾶσαν τήν κατά φύσιν ψυχῆς τε καί σώματος ζωήν, καί μόνην κτησαμένοις τήν τοῦ πνεύματος, καί δυναμένοις λέγειν· Ζῶ δέ, οὐκέτι ἐγώ, ζῇ δέ ἐν ἐμοί Χριστός.

τέσσ. ἀνοικ. γ΄. Τήν βασιλείαν τῶν οὐρανῶν εἶναί τινες λέγουσι, τήν ἐν οὐρανοῖς τῶν ἀξίων διαγωγήν· ἕτεροι δέ, τήν ὁμοίαν τοῖς ἀγγέλοις τῶν σωζομένων κατάστασιν· ἄλλοι δέ, τό εἶδος αὐτό τῆς θεϊκῆς ὡραιότητος τῶν φορεσάντων τήν εἰκόνα τοῦ Ἐπουρανίου. Συνᾴδουσι δέ τῇ ἀληθείᾳ, κατά τό ἐμοί δοκοῦν, καί αἱ τρεῖς περί τούτου δόξαι. Πᾶσι γάρ κατά τήν ἀναλογίαν τῆς ἐν αὐτοῖς κατά ποιόν τε καί ποσόν δικαιοσύνης, ἡ μέλλουσα δίδοται χάρις.

τέσσ. ἀνοικ. δ΄. Ἑως ὅτου κατά τήν πρακτικήν φιλοσοφίαν, ἀνδρικῶς τούς θείους διεξέρχεταί τις ἀγῶνας· τόν διά τῶν ἐντολῶν ἐξελθόντα παρά τοῦ Πατρός εἰς τόν κόσμον, παρ᾿ ἑαυτῷ κατέχει Λόγον. Ἐπειδάν δέ τῶν κατά τήν πρᾶξιν πρός τά πάθη παλαισμάτων ἀφιέμενος, ὡς νικητής παθῶν καί δαιμόνων ἀποφανθείς, πρός τήν διά θεωρίας γνωστικήν μετέλθῃ φιλοσοφίαν, συγχωρεῖ τῷ Λόγῳ μυστικῶς ἀφεῖναι πάλιν τόν κόσμον, καί πορευθῆναι πρός τόν Πατέρα. Διό φησιν ὁ Κύριος τοῖς μαθηταῖς, ὅτι Ὑμεῖς ἐμέ πεφιλήκατε, καί πεπιστεύκατε ὅτι ἐγώ παρά τοῦ Θεοῦ ἐξῆλθον. Ἐξῆλθον παρά τοῦ Πατρός, καί ἐλήλυθα εἰς τόν κόσμον· πάλιν ἀφίημι τόν κόσμον, καί πορεύομαι πρός τόν Πατέρα· κόσμον εἰπών τυχόν, τήν κατά τήν πρᾶξιν τῶν ἀρετῶν ἐπίπονον ἐργασίαν· Πατέρα δέ, τήν κατά νοῦν ὑπερκόσμιον καί παντός ἐλευθέραν ὑλικοῦ φρονήματος κατάστασιν· καθ᾿ ἥν ἐν ἡμῖν ὁ τοῦ Θεοῦ γίνεται Λόγος, τῆς πρός τά πάθη καί τούς δαίμονας μάχης παυόμενος.

τέσσ. ἀνοικ. ε΄. Ὁ δυνηθείς νεκρῶσαι διά πράξεως τά μέλη τά ἐπί τῆς γῆς, καί νικῆσαι διά τοῦ Λόγου τῶν ἐντολῶν τόν ἐν αὐτῷ τῶν παθῶν κόσμον, οὐδεμίαν ἕξει λοιπόν θλίψιν· τόν κόσμον ἐάσας ἤδη, καί ἐν Χριστῷ γεγενημένος, τῷ τόν κόσμον νικήσαντι τῶν παθῶν, καί πάσης εἰρήνης χορηγῷ. Ὁ γάρ τήν προσπάθειαν τῶν ὑλικῶν μή ἀφείς, διά παντός θλίψιν ἕξει· τοῖς κατά φύσιν ἀλλοιουμένοις τήν γνώμην συναλλοιούμενος. Ὁ δέ γενόμενος ἐν Χριστῷ, κατ᾿ οὐδένα λόγον αἰσθήσεται τῆς οἱασοῦν ὑλικῆς μεταπτώσεως. Διό φησιν ὁ Κύριος· Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἐν ἐμοί εἰρήνην ἔχητε. Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε· ἀλλά θαρσεῖτε, ἐγώ νενίκηκα τόν κόσμον. Τουτέστιν, Ἐν ἐμοί τῷ Λόγῳ τῆς ἀρετῆς, εἰρήνην ἔχετε· ἀπηλλαγμένοι τῆς τῶν ὑλικῶν παθῶν τε καί πραγμάτων στροβώσεώς τε καί ταραχῆς· ἐν δέ τῷ κόσμῳ, τουτέστι ἐν τῇ προσπαθείᾳ τῶν ὑλικῶν, θλίψιν, διά τήν αὐτῶν ἀλλεπάληλον μετάπτωσιν. Θλίψιν γάρ ἔχουσι ἀμφότεροι, καί ὁ πράττων τήν ἀρετήν, διά τόν αὐτῇ συνημμένον πόνον· καί ὁ τόν κόσμον ἀγαπῶν, διά τήν τῶν ὑλικῶν ἀποτυχίαν· ἀλλ᾿ ὁ μέν, θλίψιν σωτήριον· ὁ δέ, φθαρτικήν καί ὀλέθριον. Ἀμφοτέρων δέ ἐστιν ὁ Κύριος ἄνεσις· τοῦ μέν, καταπαύων ἐν ἑαυτῷ κατά τήν θεωρίαν δι᾿ ἀπαθείας τούς πόνους τῶν ἀρετῶν· τοῦ δέ, τήν πρός τά φθειρόμενα σχετικήν προσπάθειαν δά τῆς μετανοίας ἀφαιρούμενος.

τέσσ. ἀνοικ. στ΄. Ἡ ἐν τῷ τίτλῳ προγραφή τῆς τοῦ Σωτῆρος αἰτίας, πρακτικῆς καί φυσικῆς καί θεολογικῆς φιλοσοφίας ὄντα Βασιλέα τόν σταυρωθέντα σαφῶς καί Κύριον ἔδειξε. Ῥωμαϊστί γάρ, καί Ἑλληνιστί, καί Ἑβραϊστί φησιν ἀναγεγράφθαι τό λόγιον. Νοῶ δε, διά μέν τοῦ Ῥωμαϊστί, τήν πρακτικήν· ὡς τῆς Ῥωμαίων βασιλείας κατά τόν Δανιήλ ὁρισθείσης εἶναι πασῶν ἀνδρικωτέρας τῶν ἐπί γῆς βασιλειῶν· πρακτικῆς δέ ἴδιον, εἴπερ τι ἄλλο, ἡ ἀνδρεία. Διά δέ τοῦ Ἑλληνιστί, τήν φυσικήν θεωρίαν· ὡς μᾶλλον τοῦ Ἑλλήλων ἔθνους παρά τούς λοιπούς ἀνθρώπους, τῇ φυσικῇ σχολάσαντος φιλοσοφίᾳ. Διά δέ τοῦ Ἑβραϊστί, τήν θεολογικήν μυσταγωγίαν· ὡς τοῦ ἔθνους τούτου προδήλως ἀνέκαθεν τῷ Θεῷ τούς πατέρας ἀνατεθέντος.

τέσσ. ἀνοικ. ζ΄. Δεῖ μή μόνον ἡμᾶς εἶναι παθῶν σωματικῶν φονευτάς, ἀλλά καί τῶν κατά ψυχήν ἐμπαθῶν λογισμῶν ὀλετῆρας, κατά τόν λέγοντα ἅγιον· Εἰς τάς πρωΐας ἀπέκτενον πάντας τούς ἁμαρτωλούς τῆς γῆς· τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τούς ἐργαζομένους τήν ἀνομίαν· τουτέστι, τά τοῦ σώματος πάθη, καί τῆς ψυχῆς τούς ἀνομοῦντας λογισμούς.

τέσσ. ἀνοικ. η΄. Ὁ τήν ὁδόν τῶν ἀρετῶν χωρίς τῆς ἐφ᾿ ἑκάτερα ῥοπῆς μετ᾿ εὐσεβοῦς καί ὀρθῆς γνώσεως συντηρήσας ἀλώβητον, εἴσεται τήν γινομένην πρός αὐτόν τοῦ Θεοῦ διά τῆς ἀπαθείας παρουσίαν. Ψαλῶ γάρ, καί συνήσω ἐν ὁδῷ ἀμώμῳ, πότε ἥξεις πρός με. Ὁ γάρ ψαλμός τήν ἐνάρετον πρᾶξιν δηλοῖ· ἡ δέ σύνεσις, τήν ἐπ᾿ ἀρετῇ γνωστικήν ἐπιστήμην· καθ᾿ ἥν τῆς θείας αἰσθάνεται παρουσίας, ὁ δι᾿ ἀγρυπνίας τῶν ἀρετῶν προσδεχόμενος τόν Κύριον αὐτοῦ.

τέσσ. ἀνοικ. θ΄. Οὐ δεῖ τόν εἰσαγόμενον εἰς εὐσέβειαν, διά μόνης ἄγεσθαι χρηστότητος πρός τήν πρᾶξιν τῶν ἐντολῶν, ἀλλά μήν καί τῇ μνήμῃ τῶν θείων δικαιωμάτων, δι᾿ ἀποτομίας συχνότερον αὐτόν ἀγωνίσασθαι· ἐφ᾿ ᾧ μή μόνον πόθῳ τῶν θείων ἐρᾷν, ἀλλά καί φόβῳ τῆς κακίας ἀπέχεσθαι· Ἔλεον γάρ καί κρίσν ᾄσομαί σοι, Κύριε· ἵνα καί αὐδῇ τῷ Θεῷ κατά πόθον τερπόμενος, καί εὐτονῇ πρός τό ᾆσμα, τῷ φόβῳ στομούμενος.

ρ΄. Ὁ δι᾿ ἀρετῆς καί γνώσεως ἁρμοσάμενος τό σῶμα πρός τήν ψυχήν, γέγονε κιθάρα Θεοῦ καί αὐλός καί ναός. Κιθάρα μέν, ὡς καλῶς φυλάξας τήν τῶν ἀρετῶν ἁρμονίαν· αὐλός δέ, ὡς διά τῶν θείων θεωρημάτων εἰσδεχόμενος τήν τοῦ Πνεύματος ἔμπνευσιν· ναός δέ, ὡς διά τήν κατά νοῦν καθαρότητα, τοῦ Λόγου γεγονώς κατοικητήριον.