Παλατινή Ανθολογία/XII/150 Καλλιμάχου
Εμφάνιση
←Βιβλίο 12o, 149 | AP ΧII 150 Ὡς ἀγαθὰν Πολύφαμος ἀνεύρατο τὰν ἐπαοιδάν Συγγραφέας: Παλατινή Ανθολογία, XII (βιβλίο 12ο, Μούσα Παιδική) |
Βιβλίο 12o, 151→ |
Ὡς ἀγαθὰν Πολύφαμος ἀνεύρατο τὰν ἐπαοιδάν, Καλλιμάχου, Παλατινή Ανθολογία, Βιβλίο 12ο, επίγραμμα 150 (AP ΧII 150) |
ΧII 150 Καλλιμάχου
[Επεξεργασία]- Ὡς ἀγαθὰν Πολύφαμος ἀνεύρατο τὰν ἐπαοιδάν τὠραμένῳ· ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ.
- Αἱ Μοῖσαι τὸν ἔρωτα κατισχναίνοντι, Φίλιππε· ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία.
- Τοῦτο, δοκέω, χἀ λιμὸς ἔχει μόνον ἐς τὰ πονηρά τὠγαθόν• ἐκκόπτει τὰν φιλόπαιδα νόσον.
- ἔσθ᾽ ἁμὶν †χ᾽ακαστας ἀφειδέα ποττὸν Ἔρωτα τοῦτ᾽ εἶπαι· „Κείρευ τὰ πτερά, παιδάριον,
- οὐδ᾽ ὅσον ἀττάραγόν τυ δεδοίκαμες.“ Αἱ γὰρ ἐπῳδαί οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.