Παλατινή Ανθολογία/X/68 Αγαθία
Εμφάνιση
< Παλατινή Ανθολογία | X
←Βιβλίο 10o, 67 | Χ 68 Καλὸν μὲν στυγόδεμνον ἔχειν νόον Συγγραφέας: Παλατινή Ανθολογία, X (βιβλίο 10ο Προτρεπτικά επιγράμματα) |
Βιβλίο 10o, 69→ |
Καλὸν μὲν στυγόδεμνον ἔχειν νόον, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 10ο, επίγραμμα 68 (AP Χ 68) |
X 68 Αγαθία
[Επεξεργασία]- Καλὸν μὲν στυγόδεμνον ἔχειν νόον· εἰ δ' ἄρ' ἀνάγκη, ἀρσενικὴ φιλότης μή ποτέ σε κλονέοι.
- θηλυτέρας φιλέειν ὀλίγον κακόν, οὕνεκα κείναις κυπριδίους ὀάρους πότνα δέδωκε φύσις.
- δέρκεο τῶν ἀλόγων ζώιων γένος· ἦ γὰρ ἐκείνων οὐδὲν ἀτιμάζει θέσμια συζυγίης·
- ἄρσενι γὰρ θήλεια συνάπτεται· οἱ δ' ἀλεγεινοὶ ἄνδρες ἐς ἀλλήλους ξεῖνον ἄγουσι γάμον.