Μετάβαση στο περιεχόμενο

Παλατινή Ανθολογία/X/68 Αγαθία

Από Βικιθήκη
Χ 68 Καλὸν μὲν στυγόδεμνον ἔχειν νόον
Συγγραφέας:
Παλατινή Ανθολογία, X (βιβλίο 10ο Προτρεπτικά επιγράμματα)
Καλὸν μὲν στυγόδεμνον ἔχειν νόον, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 10ο, επίγραμμα 68 (AP Χ 68)


X 68 Αγαθία

[Επεξεργασία]
Καλὸν μὲν στυγόδεμνον ἔχειν νόον· εἰ δ' ἄρ' ἀνάγκη, ἀρσενικὴ φιλότης μή ποτέ σε κλονέοι.
θηλυτέρας φιλέειν ὀλίγον κακόν, οὕνεκα κείναις κυπριδίους ὀάρους πότνα δέδωκε φύσις.
δέρκεο τῶν ἀλόγων ζώιων γένος· ἦ γὰρ ἐκείνων οὐδὲν ἀτιμάζει θέσμια συζυγίης·
ἄρσενι γὰρ θήλεια συνάπτεται· οἱ δ' ἀλεγεινοὶ ἄνδρες ἐς ἀλλήλους ξεῖνον ἄγουσι γάμον.