Παλατινή Ανθολογία/VII/89 Καλλιμάχου
Εμφάνιση
←Βιβλίο 7o, 88 | AP VII 89 Ξεῖνος Ἀταρνείτης τις ἀνήρετο Πιττακὸν οὕτω Συγγραφέας: Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα) |
Βιβλίο 7o, 90→ |
Ξεῖνος Ἀταρνείτης τις ἀνήρετο Πιττακὸν οὕτω, Καλλιμάχου, Παλατινή Ανθολογία, βιβλίο 7ο, επίγραμμα 89 (AP VII 89) |
VII 89 Καλλιμάχου
[Επεξεργασία]- Ξεῖνος Ἀταρνείτης τις ἀνήρετο Πιττακὸν οὕτω τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρράδιον:
- 'ἄττα γέρον, δοιός με καλεῖ γάμος: ἡ μία μὲν δή νύμφη καὶ πλούτωι καὶ γενεῆι κατ' ἐμέ,
- ἡ δ' ἑτέρη προβέβηκε: τί λώιον; εἰ δ' ἄγε σύμ μοι βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.'
- εἶπεν: ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας, ἠνίδε, κεῖνοί τοι πᾶν ἐρέουσιν ἔπος.'
- οἳ δ' ἄρ' ὑπὸ πληγῆισι θοὰς βέμβικας ἔχοντες ἔστρεφον εὐρείηι παῖδες ἐνὶ τριόδωι.
- 'κείνων ἔρχεο' φησὶ 'μετ' ἴχνια'. χὠ μὲν ἐπέστη πλησίον: οἳ δ' ἔλεγον: 'τὴν κατὰ σαυτὸν ἔλα'.
- ταῦτ' ἀίων ο ξεῖνος ἒφείσατο μείζονος οἴκου δράξασθαι παίδων κληδόνι συνθέμενος.
- τὴν δ' ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην, :οὕτω καὶ σύ, Δίων, τὴν κατὰ σαυτὸν ἔλα.