Παλατινή Ανθολογία/VII/525 Καλλιμάχου

Από Βικιθήκη
AP VII 525 Ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, Καλλιμάχου με
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα)
Ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, Καλλιμάχου με, Καλλιμάχου, Παλατινή Ανθολογία, βιβλίο 7ο, επίγραμμα 525 (AP VII 525)


VII 525 Καλλιμάχου[Επεξεργασία]

Ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, Καλλιμάχου με ἴσθι Κυρηναίου παῖδά τε καὶ γενέτην.
Εἰδείης δ᾽ ἄμφω κεν• ὁ μέν κοτε πατρίδος ὅπλων ἦρξεν, ὁ δ᾽ ἤεισεν κρέσσονα βασκανίης.
Οὐ νέμεσις• Μοῦσαι γὰρ ὅσους ἴδον ὄμματι παῖδας μη λοξῷ πολιοὺς οὐκ ἀπέθεντο φίλους.