Παλατινή Ανθολογία/IX/58 Αντιπάτρου
Εμφάνιση
< Παλατινή Ανθολογία | IX
←Βιβλίο 9o, 57 | AP IX 58 Καὶ κραναᾶς Βαβυλῶνος ἐπίδρομον ἅρμασι τεῖχος Συγγραφέας: Παλατινή Ανθολογία, IX (βιβλίο 9ο) |
Βιβλίο 9o, 59→ |
Καὶ κραναᾶς Βαβυλῶνος ἐπίδρομον ἅρμασι τεῖχος, Αντιπάτρου του Σιδωνίου, Παλατινή Ανθολογία, βιβλίο 9ο επίγραμμα 58 (AP IX 58) |
IX 58 Αντιπάτρου
[Επεξεργασία]- Καὶ κραναᾶς Βαβυλῶνος ἐπίδρομον ἅρμασι τεῖχος καὶ τὸν ἐπ' Ἀλφειῷ Ζᾶνα κατηυγασάμην
- κάπων τ' αἰώρημα, καὶ Ἠελίοιο κολοσσὸν, καὶ μέγαν αἰπεινᾶν πυραμίδων κάματον,
- μνᾶμά τε Μαυσώλοιο πελώριον· ἀλλ' ὅτ' ἐσεῖδον Ἀρτέμιδος νεφέων ἄχρι θέοντα δόμον,
- κεῖνα μὲν ἠμαύρωτο, καὶ ἦν· "Ἴδε, νόσφιν Ὀλύμπου Ἅλιος οὐδέν πω τοῖον ἐπηυγάσατο."