Συγγραφέας:Αντίπατρος ο Σιδώνιος

Από Βικιθήκη
Συγγραφείς: Αντίπατρος ο Σιδώνιος (επιγραμματοποιός)
(... - αρχές 1ου αιώνα π.χ.)
Δείτε επίσης βιογραφία.


Επιγράμματα στην Παλατινή Ανθολογία


VII 426 Αντιπάτρου[Επεξεργασία]

Εἰπέ, λέον, φθιμένοιο τίνος τάφον ἀμφιβέβηκας, βουφάγε; τίς τᾶς σᾶς ἄξιος ἦν ἀρετᾶς;
“Υἱὸς Θευδώροιο Τελευτίας, ὃς μέγα πάντων φέρτερος ἦν, θηρῶν ὅσσον ἐγὼ κέκριμαι.
οὐχὶ μάταν ἕστακα, φέρω δέ τι σύμβολον ἀλκᾶς ἀνέρος· ἦν γὰρ δὴ δυσμενέεσσι λέων.

VII 165 Αντιπάτρου Σιδωνίου, οἱ δὲ Αρχίου[Επεξεργασία]

Εἰπέ, γύναι, τίς ἔφυς. –Πρηξώ. –Τίνος ἔπλεο πατρός; – Καλλιτέλευς. –Πάτρας δ' ἐκ τίνος ἐσσί; –Σάμου. –
Μνᾶμα δέ σου τίς ἔτευξε; –Θεόκριτος, ὅς με σύνευνον ἤγετο.” –Πῶς δ' ἐδάμης; –῎Αλγεσιν ἐν λοχίοις. –
Εἰν ἔτεσιν τίσιν εὖσα; –Δὶς ἕνδεκα. –Παῖδα δὲ λείπεις; – Νηπίαχον τρισσῶν Καλλιτέλην ἐτέων. –
Ζωῆς τέρμαϑ' ἵκοιτο μετ' ἀνδράσι. –Καὶ σέο δοίη παντὶ Τύχη βιότῳ τερπνόν, ὁδῖτα, τέλος.

VII 316 Αντιπάτρου ή Λεωνίδα[Επεξεργασία]

Τὴν ἐπ᾿ ἐμεῦ στήλην παραμείβεο, μήτε με χαίρειν εἰπών, μήθ᾿ ὅστις, μὴ τίνος ἐξετάσας·
ἢ μὴ τὴν ἀνύεις τελέσαις ὁδόν· ἢν δὲ παρέλθῃς σιγῇ, μηδ᾿ οὕτως ἣν ἀνύεις τελέσαις.

IX 58 Αντιπάτρου[Επεξεργασία]

Καὶ κραναᾶς Βαβυλῶνος ἐπίδρομον ἅρμασι τεῖχος καὶ τὸν ἐπ' Ἀλφειῷ Ζᾶνα κατηυγασάμην
κάπων τ' αἰώρημα, καὶ Ἠελίοιο κολοσσὸν, καὶ μέγαν αἰπεινᾶν πυραμίδων κάματον,
μνᾶμά τε Μαυσώλοιο πελώριον· ἀλλ' ὅτ' ἐσεῖδον Ἀρτέμιδος νεφέων ἄχρι θέοντα δόμον,
κεῖνα μὲν ἠμαύρωτο, καὶ ἦν· "Ἴδε, νόσφιν Ὀλύμπου Ἅλιος οὐδέν πω τοῖον ἐπηυγάσατο."

ΙΧ 66 Αντιπάτρου[Επεξεργασία]

Μναμοσύναν ἕλε θάμβος, ὅτ’ ἔκλυε τᾶς μελιφώνου Σαπφοῦς• «Μὴ δεκάταν Μοῦσαν ἔχουσι βροτοί.»

X 2 Αντιπάτρου[Επεξεργασία]

Ἀκμαῖος ῥοθίηι νηὶ δρόμος, οὐδὲ θάλασσα πορφύρει τρομερῆι φρικὶ χαρασσομένη•
ἤδη δὲ πλάσσει μὲν ὑπώροφα γυρὰ χελιδὼν οἰκία, λειμώνων δ' ἁβρά γελᾶι πέταλα.
τοὔνεκα μηρύσασθε διάβροχα πείσματα, ναῦται, ἕλκετε δ' ἀγκύρας φωλάδας ἐκ λιμένων?
λαίφεα δ' εὐυφέα προτονίζετε. ταῦθ' ὁ Πρίηπος ὔμμιν ἐνορμίτας παῖς ἐνέπω Βρομίου.