Λόγοι Κατά Ιουδαίων/7
←Λόγος ἕκτος | Κατὰ Ἰουδαίων Συγγραφέας: Λόγος έβδομος |
Λόγος όγδοος→ |
Adversus Judaeos |
αʹ Ἆρα κόρον ἐλάβετε τῆς πρὸς Ἰουδαίους μάχης; ἢ βούλεσθε καὶ σήμερον
τῆς αὐτῆς ὑποθέσεως ἁψώμεθα πάλιν; Εἰ γὰρ καὶ πολλὰ τὰ ἔμπροσθεν εἰρημένα,
ἀλλ' ὅμως ὑμᾶς ἐπιθυμεῖν οἶμαι τῆς αὐτῆς ἀκροάσεως πάλιν. Ὁ γὰρ τῆς εἰς τὸν
Χριστὸν ἀγάπης οὐκ ἔχων κόρον, οὐδὲ τῆς πρὸς τοὺς μισοῦντας αὐτὸν μάχης
λήψεται κόρον ποτέ. Χωρὶς δὲ τούτων, καὶ ἄλλως ἡμῖν ἀναγκαῖος οὗτος ὁ λόγος· ἔτι
γὰρ λείψανα τῶν ἑορτῶν αὐτῶν ὑπολέλειπται. Ἀλλ' ὥσπερ αὐτῶν αἱ σάλπιγγες τῶν
ἐν τοῖς θεάτροις ἦσαν παρανομώτεραι, καὶ αἱ νηστεῖαι μέθης καὶ κώμου παντὸς ἦσαν
αἰσχρότεραι, οὕτω καὶ αἱ σκηναὶ αἱ νῦν παρ' αὐτῶν πηγνύμεναι, τῶν πανδοχείων
τῶν πόρνας ἐχόντων καὶ αὐλητρίδας οὐδὲν ἄμεινον διάκεινται. Καὶ μηδεὶς τόλμαν
καταγινωσκέτω τοῦ λόγου· τόλμα γὰρ ἐσχάτη καὶ παρανομία τὸ μὴ οὕτως
ὑποπτεύειν περὶ ἐκείνων. Ὅταν γὰρ τῷ Θεῷ φιλονεικοῦντες, καὶ τῷ Πνεύματι τῷ
ἁγίῳ ἀντιπίπτοντες πράττωσι, πῶς οὐ χρὴ τοιαύτην περὶ αὐτῶν ψῆφον ἐκφέρειν;
Ἦν ποτε σεμνὴ αὕτη ἡ ἑορτὴ, ὅτε κατὰ νόμον ἐγίνετο, καὶ τοῦ Θεοῦ κελεύοντος,
νυνὶ δὲ οὐκ ἔτι· τὸ γὰρ ἀξίωμα αὐτῆς ἅπαν ἀνῄρηται τῷ παρὰ γνώμην τοῦ Θεοῦ
γίνεσθαι. Καὶ οἱ μάλιστα καθυβρίζοντες καὶ τὸν νόμον καὶ τὰς ἑορτὰς τὰς παλαιὰς,
οὗτοι μάλιστα πάντων εἰσὶν οἱ δοκοῦντες νῦν ἐπιτελεῖν· οἱ δὲ μάλιστα τὸν νόμον
τιμῶντες ἡμεῖς, οἱ καθάπερ γεγηρακότα ἄνθρωπον ἀναπαύοντες, καὶ [48.916].30 οὐχ
ἕλκοντες εἰς τὰ σκάμματα μετὰ τὴν πολιὰν, οὐδὲ παρὰ καιρὸν ἀγωνίζεσθαι
ἀναγκάζοντες. Ὅτι γὰρ οὐκ ἔστι νόμου καιρὸς νῦν, οὔτε τῆς παλαιᾶς πολιτείας,
ἱκανῶς μὲν καὶ ἔμπροσθεν ἀπεδείξαμεν· φέρε δὴ καὶ τὰ λείψανα γυμνάσωμεν
τήμερον. Ἤρκει μὲν οὖν δείξαντα διὰ τῶν προφητῶν ἁπάντων, ὅτι τὸ ποιεῖν τι
τοιοῦτον ἔξω τῶν Ἱεροσολύμων παρανομία τίς ἐστι καὶ ἀσέβεια, ἀπηλλάχθαι
πραγμάτων. Εἰ γὰρ καὶ ἀληθὲς ἦν, ὃ πανταχοῦ κομπάζοντες ἀεὶ ψιθυρίζουσιν, ὅτι
τὴν πόλιν ἀπολήψονται πάλιν, οὐδὲ οὕτως ἀπηλλάχθαι τῶν τῆς παρανομίας
ἐγκλημάτων ἐδύναντο. Πλὴν ἀλλ' ἡμεῖς ἐκ περιουσίας καὶ τοῦτο ἀπεδείξαμεν, ὅτι
οὔτε ἀναστήσεται λοιπὸν ἡ πόλις, οὔτε ἀπολήψονται τὴν ἑαυτῶν πολιτείαν. Τούτου
δὲ ἀποδειχθέντος, καὶ τὰ λοιπὰ ἅπαντα συνωμολόγητο, οἷον ὡς οὔτε θυσίας εἶδος,
οὔτε ὁλοκαυτώσεως, οὐχ ἡ τοῦ νόμου δύναμις, οὐκ ἄλλο τι τῆς πολιτείας ἐκείνης
στῆναι δυνήσεται. Πρῶτον μὲν γὰρ ἐκέλευσεν ὁ νόμος τρὶς τοῦ ἐνιαυτοῦ πᾶν
ἀρσενικὸν εἰς τὸν ναὸν ἀναβαίνειν· τοῦ δὲ ναοῦ καταλυθέντος, ἀδύνατον τοῦτο
γενέσθαι. Μετὰ ταῦτα πάλιν ἐπέταττε τὸν γονορρυῆ, τὸν λεπρὸν, τὴν ἐν καταμηνίοις
γυναῖκα, τὴν λεχῶ, θυσίας ἀναφέρειν· καὶ τοῦτο δὲ πάλιν ἀδύνατον, οὐκ ὄντος τοῦ
τόπου, οὐδὲ τοῦ βωμοῦ φαινομένου. Ἐκέλευσεν ᾄδειν ἱεροὺς ὕμνους· καὶ τοῦτο
ἔμπροσθεν ἀπεδείξαμεν ἀπὸ τοῦ τόπου κωλυόμενον, καὶ τοὺς προφήτας
ἐγκαλοῦντας, καὶ λέγοντας ὅτι [48.917] ἀνέγνωσαν ἔξω νόμον, καὶ ἐπεκαλέσαντο
ὁμολογίαν. Ὅταν τοίνυν μηδὲ ἀναγινώσκεσθαι δυνατὸν ἦν τὸν νόμον ἔξω τῆς
πόλεως, πῶς αὐτὸν πράττειν ἔξω τῆς πόλεως δυνατόν; Διὰ γοῦν τοῦτο καὶ ἀπειλῶν
αὐτοῖς ἔλεγεν· Οὐκ ἐπισκέψομαι τὰς θυγατέρας ὑμῶν, ὅταν ἐκπορνεύσωσι, καὶ τὰς
νύμφας ὑμῶν, ὅταν μοιχεύσωσι. Τί δὲ τοῦτό ἐστι; Νόμον ὑμῖν ἀναγνοὺς παλαιὸν,
σαφέστερον ποιῆσαι πειράσομαι. Τίς οὖν ἐστιν ὁ νόμος; Ἐὰν παραβῇ γυνὴ κατὰ τοῦ
ἀνδρὸς αὐτῆς, καὶ παρίδῃ αὐτὸν ὑπεριδοῦσα, καὶ κοιμηθῇ τις μετ' αὐτῆς κοίτην
σπέρματος, καὶ λάθῃ ἐξ ὀφθαλμῶν τοῦ ἀνδρὸς, καὶ μάρτυς μὴ ᾖ κατ' αὐτῆς, καὶ μὴ ᾖ
συνειλημμένη, καὶ ἐπέλθῃ ἐπ' αὐτῷ πνεῦμα ζηλώσεως, αὕτη δὲ μὴ ᾖ μεμιασμένη. Ὃ
δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐὰν μοιχευθῇ, φησὶ, γυνὴ, καὶ ὑποπτεύσῃ τὴν μοιχείαν ὁ
ἀνὴρ, ἢ μὴ μοιχευθῇ, οὗτος δὲ ὑποπτεύσῃ, καὶ μήτε μάρτυς ᾖ, μήτε κύησις
ἐλέγχουσα, ἄξει αὐτὴν πρὸς τὸν ἱερέα, φησὶ, καὶ προσοίσει τὸ δῶρον αὐτῆς ἄλευρον
κρίθινον. Τί δήποτε οὐ σεμίδαλιν, οὐκ ἄλευρον πυροῦ, ἀλλὰ κρίθινον; Ἐπειδὴ
πένθος ἐστὶ καὶ κατάγνωσις καὶ ὑποψία πονηρὰ τὸ γινόμενον, ἐμιμεῖτο τὴν
συμφορὰν τῆς οἰκείας θυσίας τὸ σχῆμα· διὰ γὰρ τοῦτό φησιν· Οὐκ ἐπιχεεῖς ἐπ' αὐτὸ
ἔλαιον, οὐδὲ ἐπιθήσεις ἐπ' αὐτὸ λίβανον. Εἶτα δεῖ γὰρ ἐπιτεμεῖν καὶ προσάξει αὐτὴν
ὁ ἱερεὺς, καὶ λήψεται ὕδωρ καθαρὸν ἐν ἀγγείῳ ὀστρακίνῳ, καὶ ἀπὸ τῆς γῆς τῆς
οὔσης ἐπὶ τοῦ ἐδάφους λαβὼν, ἐμβαλεῖ εἰς τὸ ὕδωρ, καὶ στήσει τὴν γυναῖκα, καὶ
ὁρκιεῖ αὐτὴν, καὶ ἐρεῖ· Εἰ μὴ παρέβης μιανθῆναι πρὸς τὸν ἄνδρα τὸν σεαυτῆς, σώα
ἴσθι ἀπὸ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ· εἰ δὲ παρέβης καὶ μεμίανσαι, καὶ ἔδωκέ τις τὴν
κοίτην αὐτοῦ ἐν σοὶ, πλὴν τοῦ ἀνδρός σου, δῴη Κύριός σε ἐν ἀρᾷ καὶ ἐνόρκιον ἐν
μέσῳ τοῦ λαοῦ. Τί ἔστιν, Ἐν ἀρᾷ καὶ ἐνόρκιον; Ἵνα λέγωσι· Μὴ πάθοιμι ὡς ἔπαθεν ἡ
δεῖνα γυνή. Ἐν τῷ δοῦναι Κύριον τὴν κοιλίαν σου ἐμπεπρισμένην, καὶ εἰσελεύσεται
τὸ ὕδωρ τὸ ἐπικατηραμένον πρῖσαι τὴν γαστέρα σου. Καὶ ἐρεῖ ἡ γυνή· Γένοιτο,
γένοιτο. Καὶ ἔσται, ἐὰν ᾖ μεμιασμένη, εἰσελεύσεται τὸ ὕδωρ τοῦ ἐλεγμοῦ, καὶ πρίσει
τὴν κοιλίαν αὐτῆς, καὶ ἔσται ἡ γυνὴ εἰς ἀράν. Ἐὰν δὲ μὴ μιανθῇ ἡ γυνὴ, ἀθῴα ἔσται
καὶ ἐκσπερματιεῖ σπέρμα. Ἐπεὶ οὖν εἰς αἰχμαλωσίαν ἀπελθόντων αὐτῶν, οὐδὲν
τούτων γενέσθαι δυνατὸν ἦν, οὔτε τοῦ ναοῦ ὄντος, οὔτε τοῦ βωμοῦ, οὔτε τῆς
σκηνῆς, οὔτε τῆς θυσίας ἀναφερομένης, ἀπειλῶν ἔλεγεν· Οὐκ ἐπισκέψομαι τὰς
θυγατέρας ὑμῶν, ὅταν πορνεύσωσι, καὶ τὰς νύμφας ὑμῶν, ὅταν μοιχεύσωσιν.
βʹ Ὁρᾷς ἀπὸ τοῦ τόπου τὴν ἰσχὺν ἔχοντα τὸν νόμον; Ὅτι δὲ οὔτε τὸν ἱερέα δυνατὸν εἶναι, τῆς πόλεως οὐκ οὔσης, δῆλον ἐκ τούτου. Ὥσπερ γὰρ βασιλέα οὐ δυνατὸν εἶναι, τῶν στρατοπέδων οὐκ ὄντων, οὐ διαδήματος, οὐχ ἁλουργίδος, οὐ τῶν ἄλλων τῶν τὴν βασιλείαν συγκροτούντων· οὕτως οὐδὲ ἱερέα δυνατὸν εἶναι, θυσίας ἀνῃρημένης, προσφορᾶς κεκωλυμένης, τῶν ἁγίων πεπατημένων, τοῦ σχήματος παντὸς ἠφανισμένου· ἡ γὰρ ἱερωσύνη ἐν τούτοις ἅπασιν ἦν. Ἤρκει μὲν οὖν, ὅπερ ἔφθην εἰπὼν, πρὸς ἀπόδειξιν ἡμῖν τοῦ μήτε θυσίας, μήτε ὁλοκαυτώματα, μήτε τοὺς λοιποὺς καθαρμοὺς, μήτε ἄλλο τι τῆς [48.918] Ἰουδαϊκῆς πολιτείας ἐπανήξειν· λοιπὸν ἡ ἀπόδειξις τοῦ μηκέτι στήσεσθαι τὸν ναόν. Ὥσπερ γὰρ οὐκ ὄντος τούτου νῦν πάντα ἀνῄρηται, κἂν δοκῇ τι γίνεσθαι, παρανόμως τολμᾶται· οὕτως ἀποδείξαντος τοῦ λόγου ὅτι οὐδέποτε ἐπανήξει πρὸς τὸ οἰκεῖον σχῆμα, κἀκεῖνο συναποδέδεικται, ὅτι οὔτε ἡ λοιπὴ λατρεία πρὸς τὴν προτέραν ἐπανήξει κατάστασιν πάλιν, οὐχ ἱερεὺς ἔσται τις, οὐ βασιλεύς. Εἰ γὰρ τοῖς ἐκ τοῦ σπέρματος αὐτῶν, κἄν τις ἦν τῶν ἰδιωτευόντων, οὐκ ἐφεῖτο γοῦν λατρεύειν ἀλλογενέσι, πολλῷ μᾶλλον αὐτὸν τὸν βασιλέα ὑποκεῖσθαι ἑτέροις, θέμις οὐκ ἦν. Πλὴν ἀλλ' ἐπειδὴ ἀγὼν ἡμῖν ἐστι καὶ σπουδὴ, οὐκ ἐκείνους ἐπιστομίσαι μόνον, ἀλλὰ καὶ τὴν ὑμετέραν ἀγάπην σοφίσαι, φέρε τοῦτο αὐτὸ ἑτέρωθεν ἀποδείξωμεν, οἷον ὅτι καὶ τὰ τῶν θυσιῶν, καὶ τὰ τῆς ἱερωσύνης αὐτῶν πέπαυται, ὡς μηκέτι πάλιν ἐπανελθεῖν ἐπὶ τὸ πρότερον ἔθος. Τίς οὖν ταῦτά φησιν; Ὁ θαυμαστὸς καὶ μέγας προφήτης Δαυΐδ. Οὗτος γὰρ δηλῶν ὅτι θυσιῶν ἡ μὲν ἐκβάλλεσθαι μέλλει, ἡ δὲ εἰσάγεσθαι, οὕτως ἔλεγε· Πολλὰ ἐποίησας, σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου, καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστι τίς ὁμοιωθήσεταί σοι· ἀπήγγειλα καὶ ἐλάλησα. Ὅρα σοφίαν προφήτου. Εἰπὼν, Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου, καὶ ἐκπλαγεὶς τὴν τοῦ Θεοῦ θαυματουργίαν, οὐδὲν περὶ τῆς ὁρωμένης ἡμῖν διαλέγεται κτίσεως, οὐρανοῦ καὶ γῆς καὶ θαλάττης καὶ ὕδατος καὶ πυρὸς, οὐ περὶ τῶν κατ' Αἴγυπτον γενομένων παραδόξων ἐκείνων θαυμάτων, οὐ περὶ ἄλλων τινῶν τοιούτων σημείων, ἀλλὰ τίνα φησὶ θαυμαστὰ εἶναι; Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας. Τί λέγεις; εἰπέ μοι· τοῦτό ἐστι τὸ παράδοξον καὶ θαυμαστόν; Οὐχὶ, φησίν· οὐ γὰρ δὴ τοῦτο μόνον εἶδεν, ἀλλὰ προφητικοῖς ἄνωθεν καταμαθὼν ὀφθαλμοῖς τὴν τῶν ἐθνῶν προσαγωγὴν, καὶ πῶς οἱ τοῖς θεοῖς προσηλωμένοι, καὶ θεραπεύοντες λίθους, καὶ τῶν ἀλόγων ἀθλιώτερον διακείμενοι, ἐξαίφνης ἀνέβλεψαν, καὶ τὸν τῶν ἁπάντων ἐπέγνωσαν Δεσπότην, καὶ τὴν μιαρὰν τῶν δαιμόνων λατρείαν ἀφέντες, καθαρῶς καὶ ἀναιμωτὶ τὸν Θεὸν ἐθεράπευον· καὶ ἔτι συνιδὼν ὅτι οὐκ ἐκεῖνοι μόνον, ἀλλὰ καὶ οἱ Ἰουδαῖοι οἱ ἀτελέστερον διακείμενοι, τὴν διὰ θυσιῶν καὶ ὁλοκαυτωμάτων καὶ τῶν ἄλλων τῶν σωματικῶν ἀφέντες θεραπείαν, ἐπὶ τὴν ἡμετέραν καὶ οὗτοι φιλοσοφίαν ἤχθησαν· καὶ λογισάμενος τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν τὴν ὑπερβαίνουσαν ἅπαντα νοῦν, καὶ ἐκπλαγεὶς ὅση τῶν πραγμάτων γέγονε μεταβολὴ, καὶ πῶς αὐτὰ μετερρύθμισε, καὶ ἀπὸ δαιμόνων ἀγγέλους τοὺς ἀνθρώπους εἰργάσατο, καὶ πολιτείαν εἰσήγαγε τῶν οὐρανῶν ἀξίαν ταῦτα δὲ ἅπαντα ἐγένετο, τῆς παλαιᾶς καταλυθείσης θυσίας, καὶ ἑτέρας ἐπεισαχθείσης, τῆς διὰ τοῦ σώματος τοῦ Χριστοῦ, ἐκπλαγεὶς καὶ θαυμάσας ἔλεγε· Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου. Καὶ ὅτι ἐκ προσώπου τοῦ Χριστοῦ τὴν προφητείαν ταύτην ἅπασαν προλέγει, εἰπὼν, Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ἐπήγαγε, Σῶμα δὲ κατηρτίσω μοι· τὸ σῶμα λέγων τὸ δεσποτικὸν, τὴν κοινὴν ὑπὲρ τῆς οἰκουμένης γενομένην θυσίαν, ἣ τὰς ψυχὰς ἡμῶν ἐξεκάθηρε, καὶ τὰς [48.919] ἁμαρτίας κατέλυσε, καὶ τὸν θάνατον ἔσβεσε, καὶ τοὺς οὐρανοὺς ἀνέῳξε, καὶ πολλὰς καὶ μεγάλας ἡμῖν ἐλπίδας ὑπέδειξε, καὶ τὰ ἄλλα πάντα κατεσκεύασεν· ἅπερ οὖν καὶ ὁ Παῦλος εἰδὼς, ἐβόα λέγων· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Ταῦτα οὖν ἅπαντα προορῶν ἔλεγε· Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου. Εἶτα εἰπὼν ἐκ προσώπου τοῦ Χριστοῦ, ὅτι Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας, ἐπήγαγε· Τότε εἶπον, ἰδοὺ ἥκω. Τότε· πότε; Ὅτε τῶν τελειοτέρων διδαγμάτων ἐστὶν ὁ καιρός· τὰ μὲν γὰρ ἀτελέστερα διὰ τῶν δούλων αὐτοῦ μαθεῖν ἔδει, τὰ δὲ ὑψηλότερα καὶ ὑπερβαίνοντα τὴν φύσιν τὴν ἀνθρωπίνην παρ' αὐτοῦ τοῦ νομοθέτου· διὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγε· Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἡμῶν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. Καὶ πάλιν ὁ Ἰωάννης, Ὁ νόμος διὰ Μωσέως ἐδόθη,ἡ δὲ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Ὥστε τοῦ νόμου μέγιστον καὶ τοῦτο ἐγκώμιον, τὸ παρασκευάσαι τῷ διδασκάλῳ τὴν φύσιν τὴν ἀνθρωπίνην. Εἶτα, ἵνα μὴ νομίσῃς αὐτὸν πρόσφατον εἶναι Θεὸν, μηδὲ καινοτομίαν τινὰ εἰσάγειν, ἄκουσον τί φησιν· Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ. Πάλαι μου, φησὶ, τὴν παρουσίαν προανεφώνησαν οἱ προφῆται, καὶ ἐν ἀρχῇ τῶν βιβλίων τὴν γνῶσιν τῆς ἐμῆς θεότητος τοῖς ἀνθρώποις παρήνοιξαν.
γʹ Ὅταν οὖν ὁ Θεὸς λέγῃ, ἐν ἀρχῇ τῆς κτίσεως, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν, αἰνιγματωδῶς ἡμῖν τοῦ Υἱοῦ τὴν θεότητα ἀποκαλύπτει, πρὸς ὃν διαλέγεται. Εἶτα δεικνὺς ὡς οὐκ ἐναντία αὕτη τῇ προτέρᾳ πολιτείᾳ, ἀλλὰ καὶ τοῦτο θέλημα Θεοῦ ἦν, καταλυθῆναι μὲν ἐκείνην τὴν θυσίαν, ἀντεισαχθῆναι δὲ ταύτην ἐπίτασις γὰρ ἦν τῆς διορθώσεως, οὐκ ἐναντίωσις οὐδὲ μάχη, εἰπὼν, Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, ἐπήγαγε, Τοῦ ποιῆσαι τὸ θέλημά σου, ὁ Θεὸς, ἐβουλήθην, καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου· εἶτα λέγων, τί ποτέ ἐστι τὸ θέλημα τοῦ Θεοῦ, παρεὶς θυσίαν εἰπεῖν, καὶ ὁλοκαυτώματα καὶ προσφορὰς καὶ πόνους καὶ ἱδρῶτας, φησὶν, Εὐηγγελισάμην δικαιοσύνην ἐν Ἐκκλησίᾳ μεγάλῃ. Τί ποτέ ἐστιν, Εὐηγγελισάμην δικαιοσύνην; Οὐκ εἶπεν ἁπλῶς, Ἔδωκα, ἀλλ', Εὐηγγελισάμην. Τί δήποτε; Ὅτι οὐκ ἀπὸ κατορθωμάτων, οὐδὲ πόνων, οὐδὲ ἀμοιβῆς, ἀλλ' ἀπὸ χάριτος μόνης τὸ γένος ἐδικαίωσε τὸ ἡμέτερον. Ὅπερ οὖν καὶ ὁ Παῦλος δηλῶν ἔλεγε· Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται· δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, οὐ διὰ καμάτου τινὸς καὶ πόνου. Καὶ ταύτης δὲ ἐπιλαμβανόμενος τῆς μαρτυρίας οὕτως ἔλεγε· Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ' ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις αἷς προσφέρουσιν εἰς τὸ διηνεκὲς οὐδέποτε δύναται τοὺς προσερχομένους τελειῶσαι. Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει, θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, [48.920] σῶμα δὲ κατηρτίσω μοι, τὴν εἴσοδον τοῦ Μονογενοῦς εἰς τὸν κόσμον λέγων, τὴν διὰ σαρκὸς οἰκονομίαν. Οὕτω γὰρ πρὸς ἡμᾶς παρεγένετο, οὐ τόπον ἀμείψας ἐκ τόπου, πῶς γὰρ ὁ πανταχοῦ ὢν, καὶ πάντα πληρῶν; ἀλλὰ διὰ σαρκὸς ἡμῖν φανερωθείς. Ἀλλ' ἐπειδὴ οὐχὶ πρὸς Ἰουδαίους ἐστὶν ἡμῖν ἡ μάχη μόνον, ἀλλὰ καὶ πρὸς Ἕλληνας καὶ πολλοὺς τῶν αἱρετικῶν, φέρε βαθύτερόν τι νόημα ἐνταῦθα ὑμῖν ἀποκαλύψωμεν, καὶ ζητήσωμεν, τί δήποτε, μυρίας ἔχων μαρτυρίας ὁ Παῦλος, αἳ τὸν νόμον ἀργεῖν ποιοῦσι καὶ τὴν παλαιὰν πολιτείαν, ταύτης ἐμνημόνευσεν. Οὐδὲ γὰρ ἁπλῶς οὐδὲ ὡς ἔτυχε τοῦτο ἐποίησεν, ἀλλὰ μετά τινος λόγου καὶ σοφίας ἀφάτου. Ὅτι γὰρ καὶ ἑτέρας εἶχε μαρτυρίας μακροτέρας καὶ σφοδροτέρας, εἴπερ ἐβούλετο παραγαγεῖν, ὑπὲρ τῆς ὑποθέσεως ταύτης, πάντες ἂν ὁμολογήσαιεν. Καὶ γὰρ καὶ ὁ Ἡσαΐας φησὶν, Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι, οὐδὲ ἐὰν ἔρχησθε ὀφθῆναί μοι. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Ἐὰν προσφέρητέ μοι σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά μοι ἐστίν. Καὶ ἑτέρωθι πάλιν· Οὐ νῦν ἐκάλεσά σε, Ἰακὼβ, οὐδὲ ἔγκοπόν σε ἐποίησα, Ἰσραὴλ, οὐκ ἐδόξασάς με ἐν θυσίαις, οὐδὲ ἐδούλευσάς μοι ἐν δώροις σου, οὐδὲ ἔγκοπόν σε ἐποίησα ἐν λιβάνῳ, οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, Καὶ ὁ Ἱερεμίας δὲ, Ἱνατί μοι λίβανον ἐκ Σαβᾶ φέρεις καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν; Τὰ ὁλοκαυτώματα ὑμῶν οὐχ ἥδυνάν με. Καὶ πάλιν· Συναγάγετε τὰ ὁλοκαυτώματα ὑμῶν μετὰ τῶν θυσιῶν ὑμῶν, καὶ φάγετε κρέα. Καὶ ἕτερος δὲ τῶν προφητῶν οὕτως ἔλεγεν· Μετάστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι. Καὶ πάλιν ἀλλαχοῦ τῶν Ἰουδαίων λεγόντων, Εἰ προσδέξεται Κύριος ἐν ὁλοκαυτώμασιν, εἰ δώσω πρωτότοκά μου ὑπὲρ ἀσεβείας μου, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου; καὶ ὁ προφήτης ἐπιτιμῶν αὐτοῖς ἔλεγεν, Ἀπηγγέλη σοι, ἄνθρωπε, τί καλὸν, καὶ τί Κύριος ὁ Θεὸς ἐκζητεῖ παρὰ σοῦ, ἀλλ' ἢ ἀγαπᾷν ἔλεον, καὶ ποιεῖν κρῖμα καὶ δικαιοσύνην, καὶ ἕτοιμον εἶναι πορεύεσθαι ὀπίσω Κυρίου τοῦ Θεοῦ σου. Καὶ ὁ Δαυῒδ οὕτως ἔλεγεν· Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρρους. Τίνος οὖν ἕνεκεν τοσαύτας ἔχων μαρτυρίας εἰπεῖν, δι' ὧν ὁ Θεὸς φαίνεται τὰς θυσίας παραιτούμενος ἐκείνας, τὰς νουμηνίας, τὰ σάββατα, τὰς ἑορτὰς, πάσας ἐκείνας ἀφεὶς, ταύτης ἐμνήσθη μόνης; Οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, ἀλλ' ἤδη τὴν αἰτίαν ἐροῦμεν. Πολλοὶ τῶν ἀπίστων καὶ Ἰουδαίων αὐτῶν μαχόμενοι πρὸς ἡμᾶς λέγουσιν, ὅτι ἡ παλαιὰ καταλέλυται πολιτεία οὐ διὰ τὸ ἀτέλεστον αὐτῆς, οὐδὲ διὰ τὸ μείζονα εἰσενεχθῆναι τὴν ἡμετέραν πολιτείαν, ἀλλὰ διὰ τὴν πονηρίαν τῶν τότε προσφερόντων τὰς θυσίας. Ὁ γοῦν Ἡσαΐας φησίν· Ἐὰνἐκτείνητε τὰς χεῖρας ὑμῶν, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Εἶτα τὴν αἰτίαν προσθεὶς, ἐπάγει λέγων· Αἱ γὰρ χεῖρες ὑμῶν [48.921] αἵματος πλήρεις. Τοῦτο δὲ οὐκ ἔστι τῶν θυσιῶν κατηγορία, ἀλλὰ τῆς τῶν προσαγόντων πονηρίας ἔγκλημα, καὶ διὰ τοῦτο οὐκ ἐδέχετο τὰς θυσίας, ἐπειδὴ μιαραῖς αὐτὰς προσῆγον χερσί. Πάλιν ὁ Δαυῒδ εἰπὼν, ὅτι Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρρους, ἐπήγαγε λέγων· Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἱνατί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ τοῦ στόματός σου; Σὺ δὲ ἐμίσησας παιδείαν, καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω. Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις. Τὸ στόμα σου ἐπλεόνασε ἀδικίαν, καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητας. Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον. Ὅθεν δῆλον ὅτι οὐχ ἁπλῶς ἐνταῦθα παρῃτήσατο τὰς θυσίας, ἀλλ' ἐπειδὴ ἐμοίχευον, ἐπειδὴ ἔκλεπτον, ἐπειδὴ τοῖς ἀδελφοῖς ἐπεβούλευον. Καὶ ἕκαστος δὲ, φησὶ, τῶν προφητῶν, κατηγορῶν τῶν προσαγόντων τὰς θυσίας, οὕτως αὐτὰς τὸν Θεὸν παραιτεῖσθαι λέγει.
δʹ Ταῦτα οἱ ἀντιλέγοντες ἡμῖν λέγουσιν· ἀλλ' ἀρκοῦσαν ἔδωκεν αὐτοῖς πληγὴν ὁ Παῦλος, καὶ ἱκανῶς αὐτῶν ἐπεστόμισε τὴν ἀναισχυντίαν διὰ τῆς μαρτυρίας ταύτης. Βουλόμενος γὰρ δεῖξαι ὅτι αὐτὴν τὴν πολιτείαν ὡς ἀτελεστέραν ἀπώσατο ὁ Θεὸς καὶ ἀργεῖν ἐποίησε, ταύτης ἐπελάβετο τῆς μαρτυρίας, ἐν ᾗ κατηγορία μὲν τῶν προσαγόντων οὐκ ἔστι, τὸ δὲ ἀτελὲς αὐτῆς γυμνὸν αὐτὸ καθ' ἑαυτὸ φαίνεται. Ὁ γὰρ προφήτης οὐδὲν κατηγορήσας τῶν Ἰουδαίων, ἁπλῶς οὕτω φησίν· Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι, ὁλοκαυτώματα καὶ περὶ τῆς ἁμαρτίας οὐκ ηὐδόκησας. Καὶ ἑρμηνεύων τοῦτο ὁ Παῦλος ἔλεγεν· Ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ. Εἰ μὲν γὰρ εἶπε, Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, καὶ ἐσίγησεν, εἶχεν ἄν τινα χώραν εἰς ἀπολογίαν ὁ λόγος· νῦν δὲ εἰπὼν, Σῶμα δὲ κατηρτίσω μοι, καὶ δείξας ἑτέραν εἰσενηνεχθεῖσαν θυσίαν, οὐδεμίαν λοιπὸν ἐλπίδα ἔδωκε τοῦ πάλιν ἐκείνην ἐπανελθεῖν. Καὶ αὐτὸ τοῦτο ἑρμηνεύων ὁ Παῦλος ἔλεγεν, ὅτι Διὰ τῆς προσφορᾶς ταύτης ἡγιασμένοι ἐσμὲν ἐν τῷ θελήματι τοῦ Χριστοῦ. Εἰ γὰρ αἷμα ταύρων καὶ τράγων, φησὶ, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος ἁγίου προσήνεγκεν ἑαυτὸν ἄμωμον, καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων; Ὅτι μὲν οὖν ἐκεῖνα πέπαυται, καὶ ἕτερα ἀντεισενήνεκται, καὶ οὐκ ἔτι λοιπὸν ἀναστήσεται, ἱκανῶς ἐντεῦθεν ἀποδέδεικται. Φέρε δὴ λοιπὸν, ὃ πάλαι ἐσπουδάζομεν δεῖξαι, ὅτι καὶ τῆς ἱερωσύνης ὁ τρόπος ἐκεῖνος οὐκ ἔτι φαίνεται, οὐδὲ ἐπανήξει πάλιν, ῥητῶς τοῦτο καὶ σαφῶς ἀπὸ τῶν Γραφῶν αὐτῶν ποιήσωμεν φανερὸν, ὀλίγα πρότερον ὑμῖν προειπόντες, ὥστε σαφεστέραν γενέσθαι τῶν λεγομένων τὴν ἑρμηνείαν. Ἀβραὰμ ἐπανελθὼν ἀπὸ τῆς Περσίδος ἐγέννησε τὸν Ἰσαὰκ, εἶτα ἐκεῖνος τὸν Ἰακὼβ, ὁ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας, ἐξ ὧν ἐγένοντο δέκα καὶ δύο φυλαὶ, μᾶλλον δὲ τρισκαίδεκα· [48.922] ἀντὶ γὰρ τοῦ Ἰωσὴφ οἱ παῖδες αὐτοῦ, Ἐφραῒμ καὶ Μανασσῆς ἐγένοντο φύλαρχοι. Καὶ καθάπερ ἑκάστῳ τῶν υἱῶν Ἰακὼβ ἐπώνυμος ἦν φυλὴ, τοῦ Ῥουβὶμ, τοῦ Συμεὼν, τοῦ Λευῒ, τοῦ Ἰούδα, τοῦ Νεφθαλὶμ, τοῦ Γὰδ, τοῦ Ἀσὴρ, τοῦ Βενιαμὶν, οὕτως ἐπὶ τοῦ Ἰωσὴφ οἱ παῖδες οἱ ἐκείνου, Μανασσῆς καὶ Ἐφραῒμ, δύο φυλῶν γεγόνασιν ἐπώνυμοι· καὶ ἐκαλεῖτο φυλὴ ἡ μὲν τοῦ Ἐφραῒμ, ἡ δὲ τοῦ Μανασσῆ. Τῶν τρισκαίδεκα τοίνυν τούτων φυλῶν, αἱ μὲν ἄλλαι πᾶσαι ἀγροὺς ἔσχον καὶ προσόδους πολλὰς, καὶ ἐγεώργουν πᾶσαι, καὶ τὰ ἄλλα ἅπαντα ἔπραττον τὰ βιωτικά· ἡ δὲ τοῦ Λευῒ φυλὴ ἱερωσύνῃ τιμηθεῖσα, μόνη τῶν μὲν βιωτικῶν ἔργων ἀπήλλακτο, καὶ οὐδὲ ἐγεώργουν, οὐδὲ τέχνας μετῄεσαν, οὐδὲ ἄλλο τι τοιοῦτον οὐδὲν ἐπραγματεύοντο, ἀλλὰ τῇ ἱερωσύνῃ προσεῖχον μόνῃ, καὶ δεκάτας ἐλάμβανον παρὰ παντὸς τοῦ λαοῦ, καὶ οἴνου καὶ πυροῦ καὶ κριθῶν, καὶ τῶν ἄλλων ἁπάντων, τὰς δεκάτας αὐτοῖς ἐδίδοσαν πάντες, καὶ τοῦτο ἦν αὐτοῖς πρόσοδος· καὶ οὐκ ἐξῆν ἐξ οὐδεμιᾶς ἄλλης φυλῆς ἱερέα γενέσθαι ποτέ. Ἀπὸ γὰρ ταύτης ἐγένετο τῆς φυλῆς Ἀαρὼν, τῆς τοῦ Λευῒ λέγω, καὶ κατὰ διαδοχὴν οἱ ἔγκονοι ἐκείνου τὴν ἱερωσύνην ἐδέχοντο, καὶ οὐδεὶς οὐδέποτε ἐξ ἑτέρας ἐγένετο φυλῆς ἱερεύς. Οὗτοι τοίνυν οἱ Λευῗται δεκάτας παρ' αὐτῶν ἐλάμβανον, καὶ οὕτως ἐτρέφοντο. Ἀλλὰ καὶ πρὸ τοῦ Ἰακὼβ καὶ τοῦ Ἰσαὰκ, ἐπὶ τοῦ Ἀβραὰμ, οὔπω γενομένου Μωϋσέως, οὐδὲ νόμου γραφέντος, οὐδὲ τῆς ἱερωσύνης τῆς Λευϊτικῆς δήλης οὔσης, οὐ σκηνῆς, οὐ ναοῦ γενομένου, οὐ τῶν φυλῶν διακεκριμένων, οὐ τῆς Ἱερουσαλὴμ φαινομένης, οὐδενὸς ὅλως οὐδέπω τῶν κατὰ Ἰουδαίους πραγμάτων ἀρχὴν λαβόντος, ἐγένετό τις Μελχισεδὲκ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου. Οὗτος ὁ Μελχισεδὲκ ὁμοῦ καὶ βασιλεὺς καὶ ἱερεὺς ἦν· τύπος γὰρ ἔμελλεν ἔσεσθαι τοῦ Χριστοῦ, καὶ μέμνηται αὐτοῦ σαφῶς ἡ Γραφή. Ἐπειδὴ γὰρ ὁ Ἀβραὰμ τοῖς Πέρσαις ἐπιπεσὼν, καὶ τὸν ἀδελφιδοῦν τὸν ἑαυτοῦ τὸν Λὼτ ἐξαρπάσας τῶν ἐκείνων χειρῶν, καὶ τὰ λάφυρα λαβὼν πάντα, ἐπανῄει νικήσας κατὰ κράτος ἐκείνους, οὕτω πως περὶ τοῦ Μελχισεδὲκ ἡ Γραφή φησι· Καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, καὶ ηὐλόγησε τὸν Ἀβραὰμ, καὶ εἶπεν· Εὐλογημένος Ἀβραὰμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. Καὶ ἔδωκεν αὐτῷ δεκάτην ἀπὸ πάντων Ἀβραάμ. Ἂν τοίνυν φανῇ τις τῶν προφητῶν, λέγων, ὅτι μετὰ τὸν Ἀαρὼν καὶ τὴν ἱερωσύνην ἐκείνην καὶ τὰς θυσίας ταύτας καὶ τὰς προσφορὰς ἀναστήσεται ἱερεὺς ἕτερος, οὐκ ἀπὸ τῆς φυλῆς ἐκείνης, ἀλλ' ἐξ ἑτέρας ἀφ' ἧς οὐδέποτε γέγονεν ἱερεὺς, οὐ κατὰ τὴν τάξιν Ἀαρὼν, ἀλλὰ κατὰ τὴν τάξιν Μελχισεδὲκ, εὔδηλον ὅτι ἡ μὲν παλαιὰ πέπαυται ἱερωσύνη, ἑτέρα δὲ νέα ἀντεισενήνεκται. Εἰ γὰρ ἔμελλεν ἡ παλαιὰ κρατεῖν, οὐ κατὰ τὴν τάξιν Μελχισεδὲκ, ἀλλὰ κατὰ τὴν τάξιν Ἀαρὼν, ἔδει λέγεσθαι. Τίς οὖν τοῦτό φησιν; Αὐτὸς οὗτος ὁ περὶ τῶν θυσιῶν εἰπὼν, περὶ τοῦ Χριστοῦ διαλεγόμενος· καί που τοῦτό φησιν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. [48.923]
εʹ Εἶτα, ἵνα μὴ περί τινος τῶν πολλῶν ἀνθρώπων τοῦτο ὑποπτεύῃ τις λέγεσθαι, οὔ φησιν αὐτὸ ὁ Ἡσαΐας, οὔτε Ἱερεμίας, οὔτε ἄλλος τις προφήτης ἰδιώτης γενόμενος, ἀλλ' αὐτὸς ὁ βασιλεὺς, ἵνα μάθῃς, ὅτι ὁ βασιλεὺς δὲ Κύριον ἑαυτοῦ οὐδένα καλέσαι δύναται, ἀλλ' ἢ τὸν Θεὸν μόνον. Εἰ μὲν γὰρ ἰδιώτης ἦν, ἴσως ἄν τις εἶπε τῶν ἀναισχυντούντων, ὅτι περὶ ἀνθρώπου λέγει· νυνὶ δὲ βασιλεὺς ὢν ἄνθρωπον ἑαυτοῦ Κύριον οὐκ ἂν ἐκάλεσεν. Πῶς δ' ἂν, εἰ περί τινος τῶν πολλῶν ἀνθρώπων ἔλεγε ταῦτα ὁ Δαυῒδ, εἶπεν ἂν, ὅτι ἐκ δεξιῶν ἐκάθισε τῆς ἀπορρήτου καὶ μεγάλης δόξης ἐκείνης; τοῦτο γὰρ ἀμήχανον. Περὶ δὲ τούτου φησίν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Εἶτα, ἵνα μὴ νομίσῃς, αὐτὸν ἀσθενῆ εἶναι καὶ ἀδυνατοῦντα, ἐπήγαγε, Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. Καὶ σαφέστερον δηλῶν ἔλεγεν, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Πρὸ ἑωσφόρου δὲ οὐδεὶς ἀνθρώπων γεγέννηται. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Οὐκ εἶπε, κατὰ τὴν τάξιν Ἀαρών. Ἐρώτησον τοίνυν τὸν Ἰουδαῖον, εἰ μὴ ἔμελλεν ἡ ἱερωσύνη καταλύεσθαι ἡ παλαιὰ, τίνος ἕνεκεν ἕτερον εἰσήγαγεν ἱερέα κατὰ τὴν τάξιν Μελχισεδέκ. Εἰς τοῦτο γοῦν αὐτὸ τὸ χωρίον ἐλθὼν ὁ Παῦλος, ὅρα πῶς αὐτὸ σαφέστερον ἐποίησεν. Εἰπὼν γὰρ περὶ τοῦ Χριστοῦ, ὅτι καθὼς ἐν ἑτέρῳ λέγει, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲκ, ἐπήγαγε· Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος. Εἶτα, ἐπιτιμήσας τοῖς μαθηταῖς, δεῖ γὰρ ἐπιτεμεῖν, λέγει, τίς ἐστιν ὁ Μελχισεδὲκ, καὶ ἐπάγει τὴν ἱστορίαν, οὕτω λέγων· Οὗτος ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶ εὐλογήσας αὐτὸν, ᾧ καὶ δεκάτην ἐμέρισεν ἀπὸ πάντων Ἀβραάμ. Εἶτα, ἐκκαλύπτων τὸ θεώρημα τοῦ τύπου, Θεωρεῖτε δὲ πηλίκος οὗτος, φησὶν, ᾧ καὶ δεκάτην ἐμέρισεν ἀπὸ πάντων Ἀβραὰμ ὁ πατριάρχης. Τοῦτο δὲ οὐχ ἁπλῶς ἔλεγεν, ἀλλ' ἐνδείξασθαι βουλόμενος, ὅτι πολλῷ μείζων ἡ καθ' ἡμᾶς ἱερωσύνη τῆς Ἰουδαϊκῆς. Καὶ ἐν τοῖς τύποις αὐτοῖς τῶν πραγμάτων προλαβοῦσα ἡ ὑπεροχὴ διαδείκνυται. Ὁ γὰρ Ἀβραὰμ τοῦ Ἰσαὰκ πατὴρ ἦν, καὶ τοῦ Ἰακὼβ πάππος, καὶ Λευῒ πρόγονος· τοῦ γὰρ Ἰακὼβ ἦν υἱὸς ὁ Λευΐ. Ἀπὸγὰρ Λευῒ ἡ ἱερωσύνη παρὰ Ἰουδαίοις τὴν ἀρχὴν ἔλαβεν. Ἀλλ' οὗτος ὁ Ἀβραὰμ ὁ πρόγονος τῶν Λευϊτῶν καὶ τῶν Ἰουδαϊκῶν ἱερέων, ἐπὶ τοῦ Μελχισεδὲκ, ὃς ἦν τύπος τῆς καθ' ἡμᾶς ἱερωσύνης, λαϊκοῦ τάξιν ἐπεῖχε· καὶ τοῦτο δι' ἀμφοτέρων ἐδήλωσε, καὶ διὰ τοῦ δοῦναι δεκάτην αὐτῷ· οἱ γὰρ λαϊκοὶ τοῖς ἱερεῦσι τὰς δεκάτας διδόασι· καὶ ὅτι ηὐλογήθη παρ' αὐτοῦ· οἱ γὰρ λαϊκοὶ παρὰ τῶν ἱερέων εὐλογοῦνται. Πάλιν ὅρα πόση ἡ ὑπεροχὴ τῆς καθ' ἡμᾶς ἱερωσύνης, ὅταν Ἀβραὰμ ὁ πατριάρχης τῶν Ἰουδαίων, ὁ πρόγονος τῶν Λευϊτῶν, εὑρίσκηται ὑπὸ τοῦ Μελχισεδὲκ εὐλογούμενος, καὶ δεκάτας διδούς. Καὶ γὰρ ἀμφότερα ταῦτά φησιν ἡ Παλαιὰ, ὅτι καὶ εὐλόγησεν ὁ Μελχισεδὲκ τὸν Ἀβραὰμ, καὶ δεδεκάτωκεν αὐτόν. Ταῦτα γοῦν αὐτὰ εἰς μέσον ἀγαγὼν ὁ Παῦλος, ἔλεγε, Θεωρεῖτε δὲ πηλίκος οὗτος; Οὗτος τίς; Ὁ Μελχισεδὲκ, φησὶν, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἐκ τῶν ἀκροθινίων ἔδωκεν ὁ πατριάρχης ἐκείνων. Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευῒ [48.924] τὴν ἱερωσύνην λαμβάνοντες, ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν, τουτέστι τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος τοῦ Ἀβραάμ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οἱ Λευῗται, φησὶν, οἱ παρὰ Ἰουδαίοις ἱερεῖς, ἐντολὴν ἔλαβον κατὰ τὸν νόμον, δεκάτας λαμβάνειν ἐκ τῶν ἄλλων Ἰουδαίων. Καίτοι γε πάντες ἐκ τοῦ Ἀβραὰμ ἦσαν, καὶ οἱ Λευῗται, καὶ ὁ λοιπὸς λαὸς, ἀλλ' ὅμως δεκάτας λαμβάνουσι παρὰ τῶν ἀδελφῶν αὐτῶν. Ὁ δὲ Μελχισεδὲκ, ὁ μὴ γενεαλογούμενος ἐξ αὐτῶν οὐ γὰρ ἐκ τοῦ Ἀβραὰμ ἦν, οὐδὲ ἐκ τῆς φυλῆς τῆς Λευϊτικῆς, ἀλλ' ἐξ ἑτέρου γένους, δεδεκάτωκε τὸν Ἀβραὰμ, τουτέστι, δεκάτας παρ' αὐτοῦ ἔλαβε· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερόν τι. Τί δὲ τοῦτο; Ὅτι καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας, τὸν Ἀβραὰμ, πάλιν ηὐλόγησε. Καὶ τί τοῦτο, φησὶ, δείκνυται; Ὅτι οὗτος ἐκείνου σφόδρα ἐλάττων. Πῶς; Χωρὶς πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Ὥστε εἰ μὴ ἦν ἐλάττων ὁ Ἀβραὰμ, ὁ πρόγονος τῶν Λευϊτῶν, τοῦ Μελχισεδὲκ, οὐκ ἂν ἐκεῖνος τοῦτον εὐλόγησεν, οὐδ' ἂν οὗτος ἐκείνῳ δεκάτας ἔδωκεν. Εἶτα βουλόμενος δεῖξαι, ὅτι διὰ τοῦ Μελχισεδὲκ προῆλθεν ἂν ἐκεῖνο, ἐπήγαγε λέγων· Καὶ, ὡς ἔπος εἰπεῖν, τουτέστι σχεδὸν, διὰ Ἀβραὰμ καὶ Λευῒ ὁ δεκάτας λαμβάνων δεδεκάτωται. Τί δέ ἐστι, δεδεκάτωται; Δεκάτας ἔδωκε καὶ αὐτὸς, φησὶ, τῷ Μελχισεδὲκ, ὁ μηδέπω γεννηθεὶς, διὰ τοῦ πατρὸς αὐτοῦ· Ἔτι γὰρ, φησὶν, ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς αὐτοῦ ἦν, ὅτε συνήντησεν αὐτῷ Μελχισεδέκ· διὰ τοῦτο γὰρ προλαβὼν εἶπεν, Ὡς ἔπος εἰπεῖν. Τίνος οὖν ἕνεκεν ταῦτα ἔλεγεν, ἐπάγει λέγων· Εἰ μὲν οὖν ἡ τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν ὁ λαὸς γὰρ ἐπ' αὐτῇ νενομοθέτητο, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνίστασθαι ἱερέα ἕτερον, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; Τί δέ ἐστιν ὃ λέγει; Εἰ τὰ πράγματα ἦν τέλεια, φησὶ, τὰ κατὰ Ἰουδαίους; καὶ μὴ σκιὰ ἦν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, ἀλλὰ τὸ πᾶν αὐτὸς κατωρθώκει, καὶ οὐκ ἔμελλεν ἑτέρῳ παραχωρεῖν, οὔτε ἡ ἱερωσύνη ἡ προτέρα ὑπεξίστασθαι, καὶ ἑτέρα ἀντεισάγεσθαι, τίνος ἕνεκεν ὁ προφήτης ἔλεγεν· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ; ἔδει γὰρ εἰπεῖν, κατὰ τὴν τάξιν Ἀαρών. Διὰ τοῦτό φησιν, Εἰ μὲν οὖν ἡ τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνίστασθαι ἱερέα ἕτερον, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; Δῆλον γὰρ ἐκ τούτου, ὡς ἐκείνη μὲν τέλος ἔλαβεν ἡ ἱερωσύνη, ἑτέρα δὲ ἀντεισενήνεκται πολλῷ βελτίων καὶ ὑψηλοτέρα. Τούτου δὲ ὁμολογουμένου, κἀκεῖνο συνωμολόγηται, ὅτι καὶ πολιτεία ἑτέρα τῇ ἱερωσύνῃ συμβαίνουσα συνεισαχθήσεται, αὕτη ἡ ἡμετέρα δηλονότι, καὶ νομοθεσία βελτίων. Ὅπερ δὴ κατασκευάζων ὁ Παῦλος ἔλεγε, Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται, καὶ τούτων δημιουργὸς εἷς ἐστιν. Ἐπειδὴ γὰρ τὸ πλέον τῶν νομίμων περὶ τὴν τῆς ἱερωσύνης ἀκολουθίαν ἀνηλίσκετο, ἡ δὲ ἱερωσύνη ἡ προτέρα ἐξεβέβλητο, εὔδηλον ὅτι ἑτέρας ἀντεισαχθείσης, καὶ νομοθεσίαν μείζονα ἀντεισαχθῆναι ἔδει. Εἶτα δηλῶν, περὶ τίνος ταῦτα λέγεται, Ἐφ' ὃν γὰρ λέγεται ταῦτα, φησὶ, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ' ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ. Πρόδηλον [48.925] γὰρ, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωσῆς ἐλάλησεν. Ὅταν οὖν φαίνηται ὁ Χριστὸς ἐξ ἐκείνης ὢν τῆς φυλῆς, δηλονότι τῆς Ἰούδα, καὶ ἱερεὺς κατὰ τὴν τάξιν Μελχισεδὲκ, ὁ δὲ Μελχισεδὲκ πολὺ τοῦ Ἀβραὰμ σεμνότερος ὤν· πανταχόθεν συνωμολόγηται, ὅτι καὶ ἑτέρα ἀνθ' ἑτέρας εἰσάγεται ἱερωσύνη πολὺ τῆς προτέρας ὑψηλοτέρα. Εἰ γὰρ ὁ τύπος τοιοῦτος, καὶ τῆς ἱερωσύνης τῆς Ἰουδαϊκῆς λαμπρότερος ἦν, πολλῷ μᾶλλον αὐτὴ ἡ ἀλήθεια· ὅπερ οὖν κατασκευάζων ἔλεγε· Περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος, ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. Τί ἐστιν, Οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου; Ὅτι τῶν προσταγμάτων αὐτοῦ οὐδὲν ἦν σαρκικόν. Οὐ γὰρ πρόβατα θύειν καὶ μόσχους ἐπέταξεν, ἀλλὰ διὰ τῆς κατὰ ψυχὴν ἀρετῆς τὸν Θεὸν θεραπεύειν· καὶ τούτων τὰ ἔπαθλα ζωὴν ἡμῖν ἔθηκε τὴν οὐδέποτε καταλυομένην. Καὶ πάλιν νεκρωθέντας ἡμᾶς ὑπὸ τῶν ἁμαρτιῶν ἐλθὼν ἀνέστησε, καὶ ἐζωοποίησε, διπλοῦν θάνατον λύσας, τὸν μὲν τῆς ἁμαρτίας, τὸν δὲ τῆς σαρκός. Ἐπεὶ οὖν τοιαῦτα κομίζων ἡμῖν ἦλθεν ἀγαθὰ, διὰ τοῦτό φησιν· Οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου.
στʹ Ἤδη μὲν οὖν καὶ τοῦτο λοιπὸν συναποδέδεικται, ὅτι τῆς ἱερωσύνης μετατεθείσης, καὶ νόμου μετάθεσιν ἐξ ἀνάγκης εἰκὸς ἦν γενέσθαι. Ἀλλ' ὅμως καὶ τοῦτο αὐτὸ ῥητῶς ἐνῆν ἀποδεῖξαι, καὶ τοὺς προφήτας πάλιν παραγαγεῖν μάρτυρας λέγοντας, ὅτι καὶ ὁ νόμος μετατεθήσεται, καὶ ἡ πολιτεία ἐπὶ τὸ βέλτιον μετασχηματισθήσεται, καὶ ὅτι βασιλεὺς οὐδεὶς οὐδέποτε λοιπὸν ἀναστήσεται Ἰουδαῖος. Ἐπειδὴ δὲ τοσαῦτα χρὴ λέγειν ὅσα δυνατὸν ὑποδέχεσθαι τὸν ἀκροατὴν, καὶ μὴ πάντα ὑφ' ἓν, μηδὲ ἀθρόως, εἰς ἕτερον ἐκεῖνα ταμιευσάμενοι καιρὸν, τέως ἐνταῦθα καταλύσομεν τὸν λόγον, παρακαλέσαντες ὑμῶν τὴν ἀγάπην, μεμνῆσθαι τῶν εἰρημένων, καὶ τοῖς ἔμπροσθεν λεχθεῖσι ταῦτα συνάψαι· καὶ ὃ πρότερον ἐδεόμεθα, τοῦτο δεησόμεθα καὶ νῦν, τοὺς ἀδελφοὺς ἀνασώσασθαι τοὺς ὑμετέρους, καὶ πολλὴν ὑπὲρ τῶν ἠμελημένων μελῶν ποιήσασθαι πρόνοιαν. Διὰ γὰρ τοῦτο τοιοῦτον ἡμεῖς ἀναδεχόμεθα πόνον, οὐχ ἵνα ἁπλῶς εἴπωμεν, οὐδ' ἵνα κρότων καὶ θορύβων ἀπολαύσωμεν, ἀλλ' ἵνα ἐπαναγάγωμεν πρὸς τὴν τῆς ἀληθείας ὁδὸν τοὺς ἀπορραγέντας. Καὶ μή μοι λεγέτω τις, ὅτι Κοινὸν οὐδὲν ἔχω πρὸς ἐκεῖνον, γένοιτό μοι τὰ ἐμαυτοῦ κατορθῶσαι πράγματα. Οὐδεὶς τὸ ἑαυτοῦ κατορθῶσαι δύναται χωρὶς τῆς τοῦ πλησίον ἀγάπης καὶ σωτηρίας. Διὰ τοῦτο καὶ ὁ Παῦλός φησι, Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος, εἰδὼς, ὅτι τὸ ἑαυτοῦ ἐν τῷ τοῦ πλησίον κεῖται συμφέροντι. Ὑγιαίνεις σὺ, ἀλλ' ὁ ἀδελφός σου ἀσθενεῖ. Ἂν τοίνυν εὖ φρονῇς, περὶ τοῦ κάμνοντος μειζόνως ἀλγήσεις, καὶ μιμήσῃ καὶ ἐν τούτῳ τὸν μακάριον ἐκεῖνον, τὸν λέγοντα· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Εἰ γὰρ δύο καταβάλλοντες ὀβολοὺς, καὶ δαπανῶντες ὀλίγον [48.926] ἀργύριον εἰς πένητας, χαίρομεν· ἂν ψυχὰς σῶσαι δυνηθῶμεν, πόσην μὲν καρπωσόμεθα ἡδονήν; πόσης δὲ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα ἀπολαύσομεν τῆς ἀμοιβῆς; Καὶ γὰρ καὶ ἐνταῦθα, ὁσάκις ἂν συντύχωμεν, πολλὴν δεξόμεθα τὴν εὐφροσύνην ἀπὸ τῆς συντυχίας, τῶν κατορθωμάτων ἀναμιμνησκόμενοι τῶν κατ' αὐτοὺς, καὶ ἐπὶ τοῦ βήματος αὐτοὺς ἐκεῖ θεασάμενοι τοῦ φοβεροῦ, μεγάλης μεθέξομεν τῆς παρρησίας. Καὶ καθάπερ οἱ ἀδικοῦντες καὶ πλεονεκτοῦντες καὶ ἁρπάζοντες, καὶ μυρία τοῖς πλησίον διατιθέντες κακὰ, ἀπελθόντες ἐκεῖ, καὶ τοὺς ταῦτα παθόντας ἰδόντες ὄψονται γὰρ, φησὶν, αὐτοὺς πάντως, καὶ δῆλον ἐκ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου τοῦτο, οὐδὲ ἀνοῖξαι στόμα δυνήσονται, οὐδὲ εἰπεῖν τι καὶ ἀπολογήσασθαι, ἀλλὰ αἰσχύνης πολλῆς ἐμπλησθέντες καὶ καταγνώσεως, ἀπὸ τῆς ὄψεως τῆς ἐκείνων ἐπὶ τοὺς ποταμοὺς ἀπενεχθήσονται τοῦ πυρός· οὕτως οἱ ζῶντες καὶ διδάσκοντες καὶ κατηχοῦντες, ἰδόντες τοὺς ὑπ' αὐτῶν διασωθέντας συνηγοροῦντας αὐτοῖς ἐκεῖ, πολλῆς ἐμπλησθήσονται τῆς παρρησίας. Καὶ τοῦτο ὁ Παῦλος δηλῶν ἔλεγε, Καύχημα ὑμῶν ἐσμεν, καθάπερ καὶ ὑμεῖς ἡμῶν. Πότε, εἰπέ; Ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ πάλιν ὁ Χριστὸς παραινεῖ λέγων, Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους αὐτῶν σκηνάς. Ὁρᾷς ὅτι πολλὴ παρρησία ἡμῖν γενήσεται ἐκ τῶν νῦν εὐεργετουμένων παρ' ἡμῶν. Εἰ δὲ, ὅπου χρημάτων δαπάνη, τοσοῦτοι οἱ στέφανοι, τοσοῦτος ὁ μισθὸς, τοσαύτη ἡ ἀμοιβή· ὅπου ψυχῆς ὠφέλεια, πῶς οὐ πολλὰ καὶ μεγάλα ἡμῖν ἔσται τὰ ἀγαθά; Εἰ γὰρ ἡ Ταβιθὰ ἐκείνη, χήρας ἐνδύσασα καὶ πενίαν διορθώσασα, ἀπὸ θανάτου πάλιν εἰς ζωὴν ἐπανῆλθε, καὶ τὰ δάκρυα τῶν εὐεργετηθέντων ψυχὴν ἀπελθοῦσαν ἐπανήγαγεν εἰς σῶμα πάλιν, οὔπω τῆς ἀναστάσεως φανείσης, τί οὐκ ἐργάσεται τῶν ἀνθρώπων ἐκείνων τὰ δάκρυα, ὅσοι ἂν ὑπὸ σοῦ διασωθῶσιν; Ὥσπερ γὰρ ταύτην περιστᾶσαι αἱ χῆραι ζῶσαν ἀπὸ νεκρᾶς ἔδειξαν, οὕτω καὶ σὲ τότε περιστάντες οἱ διασωθέντες νῦν, ποιήσουσι πολλῆς ἀπολαῦσαι φιλανθρωπίας, καὶ τοῦ τῆς γεέννης πυρὸς ἐξαρπάσουσι. Ταῦτ' οὖν εἰδότες, μὴ μέχρι τῆς παρούσης ὥρας θερμοὶ καὶ διεγηγερμένοι ὦμεν μόνον, ἀλλὰ τὸ πῦρ, ὅπερ ἔχετε νῦν, ἀνάψατε· καὶ ἐξελθόντες ἔξω, διανείμασθε τὴν σωτηρίαν τῆς πόλεως, κἂν ἀγνοῆτε, περιεργάσασθε τοὺς τὰ τοιαῦτα νοσοῦντας. Οὕτω γὰρ καὶ ἡμεῖς ὑμῖν προθυμότερον διαλεξόμεθα, διὰ τῶν ἔργων αὐτῶν μαθόντες, ὅτι οὐκ εἰς πέτραν ἐσπείραμεν, καὶ ὑμεῖς αὐτοὶ προθυμότεροι περὶ τὴν τῆς ἀρετῆς ἐργασίαν ἔσεσθε. Καθάπερ γὰρ ἐπὶ τῶν χρημάτων ὁ δύο κερδάνας χρυσίνους, πλείονα λαμβάνει προθυμίαν, πρὸς τὸ καὶ δέκα καὶ εἴκοσι συλλέξαι καὶ συναγαγεῖν· οὕτω καὶ ἐπὶ τῆς ἀρετῆς γίνεται, ὁ ποιήσας τι καλὸν ἔργον καὶ κατορθώσας, ἀπ' αὐτῆς τοῦ κατορθώματος τῆς ἐργασίας τινὰ παράκλησιν λαμβάνει καὶ παραίνεσιν, ὥστε καὶ ἑτέρων ἅψασθαι. Ἵν' οὖν καὶ τοὺς ἀδελφοὺς διασώσωμεν, καὶ ἑαυτοῖς συγγνώμην ἐπὶ τοῖς ἡμαρτημένοις, μᾶλλον δὲ παρρησίαν πολλὴν προαποθώμεθα, καὶ πρὸ τῶν ἄλλων ἁπάντων τὸ ὄνομα τοῦ Θεοῦ δοξάζεσθαι παρασκευάσωμεν, μετὰ γυναικῶν καὶ παιδίων καὶ οἰκετῶν ἐπὶ τὴν ἄγραν ταύτην καὶ τὴν θήραν ἐξελθόντες, ἐκσπάσωμεν ἐκ τῆς τοῦ διαβόλου παγίδος τοὺς [48.927] ἐζωγρημένους ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα· καὶ μὴ πρότερον ἀποστῶμεν, ἕως ἂν τὰ παρ' ἡμῶν ἅπαντα πληρώσωμεν, ἄν τε πείθωνται, ἄν τε μὴ πείθωνται· μᾶλλον δὲ ἀδύνατον Χριστιανοὺς ὄντας μὴ πεισθῆναι. Πλὴν ἀλλ' ἵνα μηδὲ ταύτην ἔχητε πρόφασιν, ἐκεῖνο λέγω, ὅταν πολλὰ κενώσας ῥήματα, καὶ πάντα πληρώσας τὰ παρὰ σαυτοῦ, ἴδῃς αὐτὸν μὴ πειθόμενον, ἄγαγε πρὸς τοὺς ἱερεῖς, καὶ πάντως τῇ τοῦ Θεοῦ χάριτι περιέσονται τῆς θήρας, καὶ τὸ πᾶν ἔσται σὸν τοῦ χειραγωγήσαντος. Ταῦτα καὶ γυναιξὶν οἱ ἄνδρες διαλέγεσθε, καὶ γυναῖκες ἀνδράσι, καὶ παισὶ πατέρες, καὶ φίλοι φίλοις. Μαθέτωσαν καὶ Ἰουδαῖοι, καὶ οἱ μεθ' ἡμῶν μὲν τετάχθαι δοκοῦντες, τὰ δὲ ἐκείνων [48.928] φρονοῦντες, ὅτι σπουδή τις ἡμῖν ἐστι καὶ φροντὶς καὶ ἀγρυπνία ὑπὲρ τῶν ἀδελφῶν τῶν ἡμετέρων τῶν πρὸς ἐκείνους αὐτομολούντων. Καὶ πάντως πρὸ ἡμῶν ἐκεῖνοι διώσονται τοὺς παρ' ἡμῶν ἐκεῖ φοιτῶντας· μᾶλλον δὲ οὐδὲ τολμήσει λοιπόν τις καταφυγεῖν πρὸς αὐτοὺς, ἀλλ' ἔσται τὸ σῶμα καθαρὸν τῆς Ἐκκλησίας, Ὁ δὲ Θεὸς, ὁ θέλων πάντας σωθῆναι ἀνθρώπους, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὑμᾶς τε πρὸς τὴν θήραν ταύτην δυναμώσειεν, ἐκείνους δὲ τῆς πλάνης ταύτης ἀπαγάγοι, καὶ πάντας κοινῇ διασώσας, καταξιώσειε τῆς βασιλείας τῶν οὐρανῶν εἰς δόξαν αὐτοῦ, ὅτι αὐτῷ πρέπει ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.