Μετάβαση στο περιεχόμενο

Λόγοι Κατά Ιουδαίων/6

Από Βικιθήκη
Κατὰ Ἰουδαίων
Συγγραφέας:
Λόγος ἕκτος
Adversus Judaeos


αʹ Τὰ θηρία ἕως μὲν ἂν τὰς ὕλας νέμηται, καὶ τῆς πρὸς ἀνθρώπους μάχης ἀμελέτητα ὄντα τυγχάνῃ, ἡμερώτερά πώς ἐστι καὶ πραότερα· ἐπειδὰν δὲ αὐτὰ λαβόντες οἱ κυνηγέται εἰς τὰς πόλεις ἀγάγωσι, καὶ κατακλείσαντες πρὸς τὸν τῶν θηριομάχων διεγείρωσι πόλεμον, εἶτα ἐπιπηδήσαντα σαρκὸς ἀπογεύσηται καὶ αἷμα ἀνθρώπινον πίῃ, οὐκ ἂν ῥᾳδίως ταύτης ἀποσταίη λοιπὸν τῆς θοίνης, ἀλλὰ μετὰ πολλῆς ἐπὶ ταύτην τρέχει τὴν τράπεζαν τῆς ἐπιθυμίας. Τοῦτο δὴ καὶ ἡμεῖς πεπόνθαμεν. Ἐπειδὴ γὰρ τῆς πρὸς Ἰουδαίους ἡψάμεθα μάχης, καὶ ἐπιπηδήσαντες αὐτῶν ταῖς ἀναισχύντοις ἀντιρρήσεσι, τοὺς λογισμοὺς αὐτῶν καθείλομεν, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ τὰ νοήματα ἐξῃχμαλωτίσαμεν εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, ἐπιθυμίαν πλείονά πως ἐσχήκαμεν τῶν πρὸς ἐκείνους πολέμων. Ἀλλὰ τί πάθω; Ὁρᾶτέ μοι τὴν φωνὴν ἀσθενεστέραν γενομένην, καὶ πρὸς τοσοῦτον πάλιν μῆκος ἀρκεῖν οὐ δυναμένην· καὶ ταυτό μοι δοκῶ πάσχειν νῦν, οἷον ἂν εἴ τις στρατιώτης κατακόψας τινὰς τῶν ἀντιπάλων, καὶ μετὰ πολλοῦ τοῦ θυμοῦ τῇ φάλαγγι τῶν ἐχθρῶν [48.904] ἐπιπεσὼν, καὶ πολλὰ σώματα κατενεγκὼν, εἶτα διακλάσας τὸ ξίφος, μετὰ ἀθυμίας πρὸς τοὺς ἑαυτοῦ πάλιν ἐπαναστρέφοι. Μᾶλλον δὲ τὸ ἡμέτερον χαλεπώτερον πάθος. Στρατιώτῃ μὲν γὰρ διακλάσαντι τὸ ξίφος ἔξεστι παρ' ἑτέρου τινὸς τῶν ἑστώτων ἁρπάσαι καὶ τῷ θυμῷ χρήσασθαι, καὶ τὴν προθυμίαν ἐπιδείξασθαι τὴν πολλήν· φωνῆς δὲ καμούσης, παρ' ἑτέρου φωνὴν λαβεῖν οὐκ ἔνι. Τί οὖν; ὑποστρέψομεν καὶ ἡμεῖς; Ἀλλ' οὐκ ἐπιτρέπει τῆς ὑμετέρας ἀγάπης ἡ τυραννίς. Αἰδοῦμαι καὶ τοῦ πατρὸς τὴν παρουσίαν, αἰδοῦμαι δὲ καὶ τὴν ὑμετέραν προθυμίαν. Διὸ δὴ καὶ τοῖς ὑπὲρ δύναμιν ἐπιχειρῆσαι πειράσομαι, ταῖς εὐχαῖς τούτου καὶ τῇ ὑμετέρᾳ τὸ πᾶν ἐπιρρίψας ἀγάπῃ. Μηδεὶς δὲ ὑμῶν ἀκαιρίαν καταγινωσκέτω τοῦ λόγου, εἰ, τῶν μαρτύρων ἡμᾶς καλεσάντων τήμερον, ἡμεῖς τὴν διήγησιν τῶν ἐκείνων ἄθλων ἀφέντες, πρὸς Ἰουδαίους ἀποδυόμεθα· καὶ γὰρ ἐκείνοις ποθεινότερος οὗτος ὁ λόγος· ἀπὸ γὰρ τῶν ἡμετέρων ἐγκωμίων οὐδὲν ἂν αὐτοὶ λαμπρότεροι γένοιντο. Τί γὰρ ἂν δέοιντο τῆς ἡμετέρας γλώττης, ὧν καὶ τὰ παλαίσματα ὑπὲρ τὴν θνητὴν φύσιν ἐστὶ, καὶ τὰ ἔπαθλα ὑπὲρ δύναμιν καὶ διάνοιαν; Κατεγέλασαν τῆς παρούσης ζωῆς, κατεπάτησαν βασανιστήρια καὶ κολάσεις, ὑπερεῖδον θανάτου, πρὸς τὸν οὐρανὸν ἐπτερώθησαν, ἀπηλλάγησαν τῆς ζάλης τῶν βιωτικῶν πραγμάτων, εἰς [48.905] τὸν εὔδιον κατέπλευσαν λιμένα, οὐ χρυσὸν καὶ ἄργυρον καὶ ἱμάτια πολυτελῆ, ἀλλὰ θησαυροὺς ἀσύλους ἐπιφερόμενοι, ὑπομονὴν, ἀνδρείαν καὶ ἀγάπην. Εἰς τὸν Παύλου τελοῦσι χορὸν νῦν, πρὸ τῶν στεφάνων αὐτῶν πτερούμενοι τῇ προσδοκίᾳ τῶν στεφάνων, καὶ τὸ τοῦ μέλλοντος ἄδηλον λοιπὸν διαφυγόντες. Τί οὖν ἂν δέοιντο τῶν ἡμετέρων οὗτοι λόγων; Διὰ τοῦτο αὕτη ποθεινοτέρα αὐτοῖς ἡ ὑπόθεσις. Ἀπὸ μὲν γὰρ τῶν ἡμετέρων ἐγκωμίων, ὅπερ ἔφθην εἰπὼν, οὐδὲν αὐτοῖς εἰς τὴν οἰκείαν δόξαν ἔσται πλέον· ἀπὸ δὲ τῶν κατὰ Ἰουδαίων ἀγώνων πολλὴ γένοιτ' ἂν αὐτοῖς ἡδονὴ, καὶ σφόδρα ἂν τούτων μάλιστα ἐπακούσαιεν τῶν λόγων τῶν ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ λεγομένων. Ἰουδαίους γὰρ μάλιστα μισοῦσιν οἱ μάρτυρες, ἐπειδὴ τὸν ὑπ' ἐκείνων σταυρωθέντα σφόδρα ἐφίλησαν. Οὗτοι μὲν γὰρ ἔλεγον, Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· ἐκεῖνοι δὲ καὶ τὸ αἷμα τὸ ἑαυτῶν ἐξέχεαν διὰ τὸν ὑπ' ἐκείνων ἀναιρεθέντα. Ὥστε ἡδέως ἂν τούτων ἐπακούσαιεν τῶν λόγων.

βʹ Ὅτι μὲν οὖν, εἰ τέλος ἔμελλε λήψεσθαι ἡ παροῦσα δουλεία, καὶ τοῦτο ἂν προεῖπον οἱ προφῆται, καὶ οὐκ ἂν ἐσίγησαν, ἱκανῶς ἀπεδείξαμεν, τὰς αἰχμαλωσίας ἁπάσας μετὰ προρρήσεως δείξαντες ἐπενεχθείσας αὐτοῖς, τὴν ἐν Αἰγύπτῳ, τὴν ἐν Βαβυλῶνι, τὴν ἐπὶ Ἀντιόχου τοῦ Ἐπιφανοῦς· ἑκάστῃ γὰρ τούτων καὶ χρόνον καὶ τόπον προανακηρυχθέντα ἀπεδείξαμεν διὰ τῶν θείων Γραφῶν· τῇ παρούσῃ δὲ οὐδεὶς ὥρισε χρόνον προφήτης, ἀλλ' ὅτι μὲν ἥξει, καὶ ἐρημώσει πάντα, καὶ μεταστήσει τὴν πολιτείαν, καὶ μετὰ πόσον χρόνον τῆς ἐκ τῆς Βαβυλῶνος ἐπανόδου συμβήσεται, προεῖπεν ὁ Δανιήλ. Ὅτι δὲ ἕξει τέλος, καὶ στήσεταί που τὰ κακὰ ταῦτα, οὔτε ἐκεῖνος ἐδήλωσεν, οὔτε ἄλλος τις προφήτης, ἀλλὰ καὶ τοὐναντίον προεῖπεν, ὅτι ἕως συντελείας καθέξει αὐτοὺς ἡ δουλεία αὕτη. Καὶ μαρτυρεῖ τοῖς εἰρημένοις ὁ χρόνος ὁ τοσοῦτος ἐξ ἐκείνου γενόμενος, καὶ οὐδὲ ἴχνος, οὐδὲ προοίμιον οὐδέπω μέχρι καὶ σήμερον ἐμφήνας χρηστῆς μεταβολῆς, καὶ ταῦτα πολλάκις ἐπιχειρησάντων αὐτῶν ἀναστῆσαι τὸν ναόν. Καὶ γὰρ καὶ ἅπαξ, καὶ δὶς, καὶ τρὶς, ἐπὶ Ἀδριανοῦ καὶ Κωνσταντίνου καὶ Ἰουλιανοῦ ἐπιχειρήσαντες διεκωλύθησαν· τότε μὲν ὑπὸ στρατιωτῶν, ὕστερον δὲ πυρὸς τῶν θεμελίων ἐκπηδήσαντος, καὶ κατασχόντος αὐτοὺς τῆς ἀκαίρου φιλονεικίας. Λοιπὸν δὲ ἡδέως ἂν αὐτοὺς ἐροίμην ἐγὼ, Τίνος ἕνεκεν, εἰπέ μοι, ἐν Αἰγύπτῳ μὲν τοσοῦτον διατρίψαντες χρόνον, ἀπελάβετε τὴν οἰκείαν πατρίδα, καὶ εἰς Βαβυλῶνα πάλιν ἀπαχθέντες, ἐπανήλθετε εἰς τὰ Ἱεροσόλυμα; Πάλιν ἐπὶ Ἀντιόχου τοσαῦτα παθόντες κακὰ, πρὸς τὸ πρότερον ἐπανήλθετε σχῆμα· καὶ πάλιν θυσίας, καὶ βωμὸν, καὶ τὰ ἅγια τῶν ἁγίων, καὶ πάντα μετὰ τῆς προτέρας ἀπελάβετε ἀξίας. Νυνὶ δὲ οὐδὲν τοιοῦτον γεγένηται· ἀλλ' ἑκατὸν καὶ δὶς τοσούτων ἐτῶν καὶ τρὶς καὶ τετράκις, καὶ πολλῷ πλειόνων παρελθόντων· πεντακοσιοστὸν γὰρ λοιπὸν ἐξ ἐκείνου ἐστὶν ἔτος μέχρις ἡμῶν· καὶ οὐδὲ αἴνιγμα τοιαύτης μεταβολῆς ὁρῶμέν που φαινόμενον, ἀλλ' ἀποπεπτωκότα αὐτοῖς τὰ πράγματα τέλεον, καὶ οὐδὲ ὄναρ τοιαύτην ἐνδεικνύ[48.906] μενά τινα προσδοκίαν οἵαν τὸ πρότερον. Εἰ γὰρ τὰς ἁμαρτίας τὰς ἑαυτῶν προβάλλοιντο, καὶ εἴποιεν, ὅτι Ἐπειδὴ ἡμάρτομεν τῷ Θεῷ, καὶ προσεκρούσαμεν αὐτῷ, διὰ τοῦτο τὴν οἰκείαν οὐκ ἀπολαμβάνομεν χώραν, καὶ οἱ συνεχῶς κατηγορούντων τῶν προφητῶν ἀναισχυντοῦντες, καὶ τραγῳδούντων τὰς μιαιφονίας αὐτῶν ἀρνούμενοι, οὗτοι νῦν ἐξομολογήσονται καὶ καταγνώσονται τῶν οἰκείων ἁμαρτημάτων· ἡδέως ἂν αὐτῶν ἕκαστον ἐρήσομαι πάλιν· Διὰ τὰς ἁμαρτίας σου, ὦ Ἰουδαῖε, ἔξω τῆς Ἱερουσαλὴμ διατρίβεις ἐπὶ χρόνον τοσοῦτον; Καὶ τί τὸ κοινὸν καὶ τὸ παράδοξον; Μὴ γὰρ νῦν ἐν ἁμαρτίαις μόνον ζῆτε, παρὰ δὲ τὴν ἀρχὴν ἐν δικαιοσύνῃ καὶ κατορθώμασιν; οὐκ ἄνωθεν καὶ ἐξ ἀρχῆς μυρίαις συνανεστράφητε παρανομίαις; οὐ μυρία κατηγόρησεν ὑμῶν Ἰεζεκιὴλ ὁ προφήτης, ὅτε τὰς δύο πόρνας εἰσήγαγε, τὴν Ὀλᾶ, καὶ τὴν Ὀλιβᾶ, λέγων, ὅτι Πορνεῖον ᾠκοδομήσατε ἐν Αἰγύπτῳ, καὶ ἐπεμαίνεσθε τοῖς βαρβάροις, καὶ τοὺς ἀλλοτρίους ἐθεραπεύετε θεούς; Τί δέ; οὐχὶ τῆς θαλάσσης σχιζομένης, καὶ τῶν πετρῶν ῥηγνυμένων, καὶ τοσούτων θαυμάτων γινομένων ἐπὶ τῆς ἐρήμου, μόσχον προσεκυνήσατε; οὐ τὸν Μωϋσέα νῦν μὲν λίθοις βάλλοντες, νῦν δὲ ἐλαύνοντες, καὶ ἑτέροις μυρίοις τρόποις ἀνελεῖν ἐπεχειρήσατε πολλάκις; οὐ διετελεῖτε βλασφημοῦντες εἰς τὸν Θεόν; οὐ τῷ Βεελφεγὼρ ἐτελέσθητε; οὐ τοὺς υἱοὺς ὑμῶν ἐσφάξατε καὶ τὰς θυγατέρας ὑμῶν τοῖς δαιμονίοις; οὐ πᾶν εἶδος ἀσεβείας καὶ ἁμαρτίας ἐπεδείξασθε; οὐχ ὁ προφήτης φησὶν ἐκ προσώπου τοῦ Θεοῦ πρὸς ὑμᾶς· Τεσσαράκοντα ἔτη προσώχθισα τῇ γενεᾷ ταύτῃ, καὶ εἶπον, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ; Πῶς οὖν οὐκ ἀπεστράφη ὑμᾶς τότε ὁ Θεὸς, ἀλλὰ μετὰ τὰς παιδοκτονίας, μετὰ τὰς εἰδωλολατρείας, μετὰ τὴν πολλὴν ἀγνωμοσύνην, μετὰ τὴν ἄφατον ἀχαριστίαν, καὶ προφήτην ἀφῆκεν εἶναι παρ' ὑμῖν τὸν μέγαν Μωϋσέα, καὶ σημεῖα εἰργάζετο θαυμαστὰ καὶ παράδοξα; Καὶ ἅπερ ἐπ' οὐδενὸς τῶν ἀνθρώπων ἐγένετο, ταῦτα ἐφ' ὑμῶν συνέβαινε, νεφέλης μὲν ὑμῖν ἀντὶ ὀρόφου τεταμένης, στύλου δὲ ἀντὶ λαμπάδος ὑμῖν προηγουμένου, καὶ τῶν πολεμίων αὐτομάτων ὑμῖν παραχωρούντων, τῶν πόλεων αὐτοβοεὶ σχεδὸν ἁλισκομένων Οὐχ ὅπλων ὑμῖν ἐδέησεν, οὐ παρατάξεως, οὐ μάχης· ἀλλ' ἐσαλπίσατε μόνον, καὶ τὰ τείχη αὐτόματα κατελύετο. Ξένη τις ἦν ὑμῖν ἡ τροφὴ καὶ παράδοξος, καὶ βοᾷ ὁ προφήτης λέγων· Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς, ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος, ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς εἰς πλησμονήν. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, τότε μὲν ἀσεβοῦντες, εἰδωλολατροῦντες, παιδοκτονοῦντες, τοὺς προφήτας λιθάζοντες, μυρία ἐργαζόμενοι δεινὰ, τοσαύτης ἀπελαύετε εὐνοίας, τοσαύτης παρὰ τοῦ Θεοῦ προστασίας· νῦν δὲ οὐκ εἰδωλολατροῦντες, οὐδὲ παῖδας ἀποκτιννύντες, οὐδὲ προφήτας λιθάζοντες, ἐν αἰχμαλωσίᾳ διάγετε διηνεκεῖ; Μὴ γὰρ ἕτερος ἦν τότε Θεὸς, καὶ ἕτερος νῦν; οὐχὶ ὁ αὐτός ἐστιν ὁ καὶ ἐκεῖνα οἰκονομῶν, καὶ ταῦτα νῦν ἐργαζόμενος; Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, ὅτε μὲν μείζονα ἦν τὰ ἁμαρτήματα, πολλὴ ἦν ὑμῖν ἡ τιμὴ παρὰ τοῦ Θεοῦ· ὅτε δὲ ἐλάττονα πλημμελεῖτε νῦν, παντελῶς ὑμᾶς ἀπεστράφη, καὶ ἀτιμίᾳ παρέδωκε διηνεκεῖ; Εἰ γὰρ νῦν ὑμᾶς διὰ τὰς ἁμαρτίας ἀποστρέφεται, πολλῷ μᾶλλον τότε ἐχρῆν· εἰ δὲ τότε ἠνείχετο ἀσεβούντων ὑμῶν, πολλῷ μᾶλλον νῦν ἀνασχέσθαι ἔδει, ὅτε οὐδὲν τοιοῦτον τολμᾶτε. Τί[48.907] νος οὖν ἕνεκεν οὐκ ἠνέσχετο; Κἂν ὑμεῖς αἰσχύνησθε εἰπεῖν τὴν αἰτίαν, ἐγὼ φανερῶς ἐρῶ· μᾶλλον δὲ οὐκ ἐγὼ, ἀλλ' αὐτὴ τῶν πραγμάτων ἡ ἀλήθεια. Ἐπειδὴ τὸν Χριστὸν ἀπεκτείνατε, ἐπειδὴ κατὰ τοῦ Δεσπότου τὰς χεῖρας ἐξετείνατε, ἐπειδὴ τὸ αἷμα τὸ τίμιον ἐξεχέατε, διὰ τοῦτο οὐκ ἔστιν ὑμῖν διόρθωσις, οὐδὲ συγγνώμη λοιπὸν, οὐδὲ ἀπολογία. Τότε μὲν γὰρ εἰς δούλους ἦν τὰ τολμώμενα, εἰς Μωϋσέα καὶ Ἡσαΐαν καὶ Ἱερεμίαν· τότε εἰ καὶ ἀσέβειά τις ἐγένετο, ἀλλ' οὔπω τὸ κεφάλαιον τῶν κακῶν ἦν τολμηθέν. Νυνὶ δὲ πάντα ἀπεκρύψατε τὰ παλαιὰ, οὐδενὶ δὲ τρόπῳ παρανομίας ὑπερβολὴν κατελίπετε διὰ τῆς εἰς Χριστὸν μανίας· διὸ καὶ μειζόνως κολάζεσθε νῦν. Ἐπεὶ, εἰ μὴ τοῦτό ἐστι τὸ αἴτιον τῆς παρούσης ὑμῶν ἀτιμίας, τίνος ἕνεκεν παιδοκτονούντων μὲν ὑμῶν ὁ Θεὸς ἠνέσχετο τότε, μηδὲν δὲ τοιοῦτον τολμῶντας ἀποστρέφεται νῦν; Ἦ δῆλον ὅτι καὶ παιδοκτονίας καὶ πάσης παρανομίας πολλῷ χεῖρον ἐτολμήσατε καὶ μεῖζον, τὸν Χριστὸν ἀνελόντες.

γʹ Ἔτι οὖν ἀνέξεσθε πλάνον αὐτὸν καὶ παράνομον καλεῖν, εἴπατέ μοι· καὶ οὐκ ἀπελθόντες ἑαυτούς που κατορύξετε πρὸς οὕτω φανερὰν πραγμάτων ἀλήθειαν ἀντιβλέποντες; Εἰ γὰρ πλάνος ἦν ὁ Ἰησοῦς, καθάπερ φατὲ, καὶ παράνομος, καὶ εὐδοκιμῆσαι ὑμᾶς ἐχρῆν, ὅτι αὐτὸν ἀπεκτείνατε. Εἰ γὰρ ὁ Φινεὲς ἕνα τινὰ ἀνελὼν, ὁλόκληρον τὴν κατὰ τοῦ ἔθνους ὀργὴν ἔπαυσεν· Ἔστη γὰρ Φινεὲς, φησὶ, καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις· καὶ τοσούτους ἀσεβήσαντας ἀνθρώπους ἐξήρπασε τῆς ὀργῆς τοῦ Θεοῦ μιᾷ σφαγῇ παρανόμου τινὸς ἀνδρός· πολλῷ μᾶλλον ἐφ' ὑμῶν τοῦτο γενέσθαι ἐχρῆν, εἴ γε παράνομος ἦν ὁ ὑφ' ὑμῶν σταυρωθείς. Τί δήποτε οὖν ὁ μὲν Φινεὲς ἄνδρα παράνομον ἀνελὼν ἐδικαιοῦτο, καὶ ἱερωσύνῃ ἐτιμᾶτο· ὑμεῖς δὲ, ὡς φατὲ, πλάνον καὶ ἀντίθεόν τινα σταυρώσαντες, οὐ μόνον οὐκ εὐδοκιμεῖτε οὐδὲ τιμᾶσθε, ἀλλὰ καὶ χαλεπώτερα ἐπάθετε, ἢ ὅτε τοὺς υἱοὺς ὑμῶν ἐσφάττετε; οὐκ εὔδηλον καὶ τοῖς σφόδρα ἀνοήτοις, ὅτι, ἐπειδὴ εἰς τὸν Σωτῆρα καὶ προστάτην τῆς οἰκουμένης παρηνομήσατε, τοιαύτην ὑπομένετε δίκην; Καίτοι γε νῦν καὶ αἱμάτων ἀπέχεσθε μιαρῶν, καὶ σάββατα τηρεῖτε· τότε δὲ καὶ εἰς αὐτὴν ἐνυβρίζετε τὴν ἡμέραν. Καὶ ὁ Θεὸς ἐπηγγέλλετο διὰ τοῦ Ἱερεμίου, φείδεσθαι τῆς πόλεως ὑμῶν, εἰ παύσοισθε αἴροντες βαστάγματα ἐν σαββάτῳ· ἀλλ' ἰδοὺ νῦν τοῦτο ποιεῖτε, καὶ οὐκ αἴρετε βαστάγματα ἐν σαββάτῳ, καὶ οὐδὲ οὕτως καταλλάττεται ὑμῖν. Τὸ γὰρ ἁμάρτημα ὑμῶν ἐκεῖνο ἁπάντων μεῖζον ἦν, ὥστε περιττὸς ὑμῖν οὗτος ὁ λόγος ὁ τῶν ἁμαρτιῶν. Οὐ γὰρ διὰ τὸν λοιπὸν ὑμῶν βίον, ἀλλὰ δι' ἐκεῖνο τὸ τόλμημα ἐν τοῖς παροῦσιν ἐστὲ δεινοῖς. Ὥστε εἴ γε μὴ τοῦτο ἦν, οὐκ ἂν ἐπὶ τοσοῦτον ὁ Θεὸς ὑμᾶς ἀπεστράφη, εἰ καὶ μυρία ἦτε ἡμαρτηκότες· καὶ δῆλον ἔκ τε τῶν εἰρημένων ἁπάντων, καὶ τούτου οὗ μέλλω λέγειν νῦν. Τί δὲ τοῦτό ἐστιν; Ἠκούσαμεν τοῦ Θεοῦ πολλάκις λέγοντος διὰ τῶν προφητῶν πρὸς τοὺς πατέρας τοὺς ὑμετέρους, ὅτι Ὑμεῖς μὲν ἄξιοι μυρίων ἦτε κακῶν· ἐγὼ δὲ, φησὶ, ποιῶ διὰ τὸ ὄνομά μου, ἵνα μὴ βεβηλωθῇ ἐν τοῖς ἔθνεσι. Καὶ πάλιν· Οὐ δι' ὑμᾶς ἐγὼ ποιῶ, οἶκος τοῦ Ἰσραὴλ, ἀλλ' ἢ διὰ τὸ ὄνομά μου. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Βαρυτέρας [48.908] μὲν τιμωρίας ἦτε ἄξιοι καὶ κολάσεως· ἀλλ' ἵνα μή τις λέγῃ, ὅτι ἀσθενῶν ὁ Θεὸς, καὶ μὴ δυνάμενος σῶσαι, ἀφῆκε τοὺς Ἰουδαίους ταῖς τῶν πολεμίων χερσὶν, ἀντιλαμβάνομαι καὶ προΐσταμαι. Ὥστε εἰ παράνομος ἦν ὁ Χριστὸς, ὑμεῖς δὲ αὐτὸν ἐσταυρώσατε, καὶ εἰ μυρία ἦτε ἡμαρτηκότες, καὶ πολλῷ τῶν προτέρων χαλεπώτερα, πάντως ἂν ὑμᾶς ὁ Θεὸς διὰ τοῦτο διέσωσεν, ἵνα μὴ τὸ ὄνομα αὐτοῦ βεβηλωθῇ, ἵνα μὴ μέγας τις ἐκεῖνος νομίζηται, μηδὲ εἴπῃ τις, ὅτι δι' ἐκεῖνον ταῦτα ἐπάθετε. Εἰ γὰρ φαίνεται διὰ τὴν ἑαυτοῦ δόξαν τὰ ἁμαρτήματα ὑμῶν παρορῶν, πολλῷ μᾶλλον ἂν τοῦτο ἐποίησε νῦν, καὶ τὴν σφαγὴν ἀπεδέξατο ταύτην, καὶ τὰ πολλὰ ἂν ὑμῶν ἐξήλειψεν ἁμαρτήματα. Ὅταν δὲ φαίνηται εἰς τέλος ὑμᾶς ἀποστρεφόμενος, εὔδηλον ὅτι διὰ τῆς ὀργῆς ταύτης, καὶ τῆς εἰς τέλος ἐγκαταλείψεως, δείκνυσι καὶ τοῖς σφόδρα ἀναισχυντοῦσιν, ὅτι οὐχὶ παράνομός τις ἦν ὁ σφαγεὶς, ἀλλ' αὐτὸς ὁ νομοθέτης, καὶ τῶν μυρίων ἀγαθῶν αἴτιος ὁ παραγενόμενος. Διὰ τοῦτο οἱ μὲν εἰς αὐτὸν ἀσεβήσαντες ὑμεῖς, ἐν ὕβρει καὶ ἀτιμίᾳ, οἱ δὲ προσκυνοῦντες αὐτὸν ἡμεῖς, ἀτιμότεροι πάντων ὑμῶν ἔμπροσθεν ὄντες, διὰ τὴν τοῦ Θεοῦ χάριν καὶ σεμνότεροι πάντων ὑμῶν ἐσμεν νῦν, καὶ ἐν μείζονι τιμῇ καθεστήκαμεν. Καὶ πόθεν δῆλον ὅτι ἀπεστράφη, φησὶν, ἡμᾶς ὁ Θεός; Λόγου γὰρ ἔτι χρεία καὶ ἀποδείξεως; εἰπέ μοι. Τῶν πραγμάτων αὐτῶν βοώντων, καὶ σάλπιγγος λαμπροτέραν ἀφιέντων φωνὴν, διὰ τῆς κατασκαφῆς τῆς κατὰ τὴν πόλιν, διὰ τῆς ἐρημώσεως τοῦ ναοῦ, καὶ διὰ τῶν ἄλλων ἁπάντων τῶν εἰς ὑμᾶς συμβεβηκότων, ἔτι διὰ λόγων ἀπόδειξιν ἐπιζητεῖτε· Ἀλλ' ἄνθρωποι, φησὶ, ταῦτα ἡμῖν ἐπήγαγον, οὐχ ὁ Θεός. Μάλιστα μὲν οὖν ὁ Θεὸς ταῦτα εἰργάσατο. Εἰ δὲ ἀνθρώποις ταῦτα λογίζῃ, σκόπησον πάλιν ἐκεῖνο, ὅτι καὶ ἄνθρωποι, εἰ μὴ τῷ Θεῷ δοκοῦν ἦν τοῦτο, εἰ καὶ ἐτόλμων, οὐκ ἂν ἴσχυσαν εἰς πέρας αὐτὰ ἀγαγεῖν. Ὅτε γοῦν τὴν Περσίδα πᾶσαν ἄγων ἐπῆλθεν ὁ βάρβαρος, καὶ ἐξ ἐπιδρομῆς ἅπαντας λήψεσθαι προσεδόκησε, καὶ καθάπερ ἐν σαγήνῃ τινὶ καὶ δικτύοις εἰς τὴν πόλιν ἅπαντας εἶχε συγκεκλεισμένους· οὐχὶ τότε δὴ, τότε, ἐπειδὴ ὁ Θεὸς ἵλεως ἦν, χωρὶς πολέμου καὶ μάχης καὶ συμβολῆς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας στρατιωτῶν νεκροὺς ἀφεὶς παρ' ὑμῖν, οὕτως ἔφυγεν, ἀγαπῶν, εἰ διασωθείη μόνος; Καὶ ἄλλους δὲ μυρίους πολέμους οὕτως ἔκρινεν ὁ Θεὸς πολλάκις. Ὥστε καὶ νῦν, εἰ μὴ αὐτὸς ἦν ὁ καθάπαξ ὑμᾶς ἀφεὶς, οὐκ ἂν ἴσχυσαν οἱ τὴν πόλιν ὑμῶν καθελόντες, καὶ τὸν ναὸν ἐρημώσαντες, οὐκ ἂν μέχρι τοσούτου τὰ τῆς ἐρημίας ἔμεινεν· οὐκ ἂν, πολλάκις ὑμῶν ἐπιχειρησάντων, ἀνόνητος ἡ ἐπιχείρησις γέγονεν.

δʹ Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ὑμᾶς πεῖσαι πειράσομαι, ὅτι οὐκ οἰκείᾳ δυνάμει ἐποίησαν ὅπερ ἐποίησαν εἰς ὑμᾶς οἱ βασιλεῖς Ῥωμαίων, ἀλλὰ διὰ τὴν ὀργὴν τοῦ Θεοῦ καὶ τὴν αὐτοῦ ἐγκατάλειψιν. Εἰ γὰρ ἀνθρώπων ἦν ἔργον τὸ γενόμενον, ἔδει μέχρι τῆς ἁλώσεως στῆναι τὰ ὑμέτερα, καὶ μὴ περαιτέρω προελθεῖν ὑμῶν τὴν ἀτιμίαν. Κείσθω γὰρ κατὰ τὸν ὑμέτερον λόγον, ὅτι τὰ τείχη κατέσκαψαν οἱ ἄνθρωποι, καὶ τὴν πόλιν καθεῖλον, καὶ τὸν βωμὸν ἀνέτρε[48.909] ψαν· μὴ καὶ τοὺς προφήτας ἄνθρωποι ἔπαυσαν; μὴ τὴν τοῦ Πνεύματος χάριν ἀνεῖλον; μὴ τὰ ἄλλα τὰ σεμνὰ τὰ παρ' ὑμῖν, αὐτοὶ κατέλυσαν, οἷον τὸ φωνὴν ἐκ τοῦ ἱλαστηρίου φέρεσθαι, τὴν ἐπὶ τῷ χρίσματι γενομένην ἐνέργειαν, τὴν δήλωσιν τὴν ἐπὶ τῶν λίθων τοῦ ἱερέως; Καὶ γὰρ ἡ Ἰουδαϊκὴ πολιτεία οὐχὶ κάτωθεν πάσας εἶχε τὰς ἀρχὰς, ἀλλὰ τὰς πλείους καὶ σεμνοτέρας ἄνωθεν ἐκ τῶν οὐρανῶν· οἷόν τι λέγω, θυσίας συνεχώρησε γενέσθαι. Ὁ μὲν οὖν βωμὸς κάτω ἦν, καὶ τὰ ξύλα, καὶ ἡ μάχαιρα, καὶ ὁ ἱερεύς· τὸ δὲ πῦρ, τὸ μέλλον ἰέναι ἐν τοῖς ἀδύτοις ἐκείνοις καὶ τὰς θυσίας δαπανᾷν, ἄνωθεν εἶχε τὴν ἀρχήν. Οὐ γὰρ ἄνθρωπος εἰς τὸν ναὸν εἰσῆγε πῦρ, ἀλλὰ φλὸξ ἄνωθεν κατενεχθεῖσα, οὕτω τὴν ἐπὶ τῆς θυσίας διακονίαν ἐπλήρου. Καὶ πάλιν εἴ ποτε ἔδει τι μαθεῖν, ἀνὰ μέσον τῶν χερουβὶμ ἐκ τοῦ ἱλαστηρίου φωνή τις ἐφέρετο, καὶ τὰ μέλλοντα προὔλεγε. Πάλιν ἐπὶ τῶν λίθων τῶν ἐπὶ τοῦ στήθους τοῦ ἀρχιερέως, ὅπερ ἐκάλουν δήλωσιν, ἐγίνετό τις ἔκλαμψις, καὶ τὰ μέλλοντα ἐσήμαινε. Πρὸς τούτοις, ἡνίκα τινὰ χρίεσθαι ἔδει, ἡ τοῦ Πνεύματος χάρις ἐφίπτατο, καὶ τὸ ἔλαιον ἀνεπήδα· καὶ προφῆται τούτοις διηκόνουν τοῖς πράγμασι, καὶ νεφέλη πολλάκις καὶ καπνὸς τὰ ἄδυτα κατελάμβανεν. Ἵν' οὖν μὴ ἀναισχυντῶσιν οἱ Ἰουδαῖοι, μηδὲ ἀνθρώποις λογίζωνται τὴν αὐτῶν ἐρήμωσιν, οὐχὶ τὴν πόλιν μόνον ἀφῆκε πεσεῖν, καὶ τὸν ναὸν ἐρημωθῆναι, ἀλλὰ καὶ τὰ πράγματα ἐκεῖνα, ἅπερ ἐκ τῶν οὐρανῶν τὰς ἀρχὰς εἶχεν, ἐκποδὼν γενέσθαι ἐποίησε, τὸ πῦρ, τὴν φωνὴν, τὴν τῶν λίθων ἔκλαμψιν, τὰ ἄλλα πάντα τὰ τοιαῦτα. Ὅταν οὖν λέγῃ σοι ὁ Ἰουδαῖος, ὅτι ἄνθρωποι ἡμῖν ἐπολέμησαν, ἄνθρωποι ἐπεβούλευσαν, εἰπὲ πρὸς αὐτὸν, Μάλιστα μὲν οὐκ ἂν ἐπολέμησαν ἄνθρωποι, εἰ μὴ ὁ Θεὸς συνεχώρησεν. Ἔστω δὲ, τὸ τεῖχός σου καθεῖλον οἱ ἄνθρωποι· μὴ τὸ πῦρ ἄνωθεν καταφέρεσθαι ἄνθρωπος ἐκώλυσεν; μὴ τὴν φωνὴν τὴν ἐκ τοῦ ἱλαστηρίου συνεχῶς ἀκουομένην ἄνθρωπος ἐπέσχε; μὴ τὴν δήλωσιν τὴν ἐπὶ τῶν λίθων; μὴ τὸ χρῖσμα τὸ ἱερατικόν; μὴ τὰ ἄλλα ἅπαντα καθεῖλεν ἄνθρωπος; οὐχ ὁ Θεὸς ταῦτα ἀνέστειλεν; Παντί που δῆλόν ἐστι. Τίνος οὖν ἕνεκεν ἀνεῖλεν; οὐκ εὔδηλον, ὅτι μισήσας ὑμᾶς καὶ ἀποστραφεὶς καθάπαξ; Οὐχὶ, φησίν· ἀλλ' ἐπειδὴ τὴν μητρόπολιν οὐκ ἔχομεν, διὰ τοῦτο ταῦτα οὐκ ἔχομεν. Τίνος δὲ ἕνεκεν τὴν μητρόπολιν οὐκ ἔχετε; οὐκ ἐπειδὴ ὑμᾶς ὁ Θεὸς ἐγκατέλιπε; Μᾶλλον δὲ, ἵνα ἐκ περιουσίας τὰ ἀναίσχυντα αὐτῶν ἐμφράξωμεν στόματα, φέρε καὶ τοῦτο δι' αὐτῶν ἀποδείξωμεν τῶν Γραφῶν, ὅτι οὐχ ἡ τοῦ ναοῦ κατασκαφὴ τῆς κατὰ τὴν προφητείαν ἀναιρέσεώς ἐστιν ἡ αἰτία, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ, καὶ τὸ μειζόνως αὐτὸν παροξῦναι νῦν διὰ τῆς εἰς τὸν Χριστὸν μανίας, ἢ ὅτε τὸν μόσχον προσεκύνησαν. Ὅτε γοῦν ὁ Μωϋσῆς προεφήτευσεν, οὔτε ναὸς ἦν, οὔτε βωμὸς, ἀλλὰ μυρία ἀσεβοῦντες διετέλουν, καὶ τὸ τῆς προφητείας οὐκ ἀπέπτη χάρισμα, ἀλλὰ καὶ οὗτος αὐτὸς ὁ μέγας καὶ γενναῖος ἀνὴρ, καὶ ἕτεροι πρὸς τούτῳ πάλιν ἑβδομήκοντα ἀνεδείχθησαν τότε προφῆται. Καὶ οὐ τότε μόνον, ἀλλὰ καὶ μετὰ ταῦτα ναοῦ δοθέντος, καὶ τῆς ἄλλης λατρείας ἁπάσης· εἶτα ἐμπρησθέντος τούτου, καὶ πάντων ἀχθέντων εἰς Βαβυλῶνα, πάλιν Ἰεζεκιὴλ καὶ Δανιὴλ οὐ τὰ ἅγια τῶν ἁγίων ὁρῶντες, οὐ παρὰ τὸν βωμὸν ἑστῶτες, ἀλλ' ἐν μέσῃ χώρᾳ βαρβάρων, με[48.910] ταξὺ παρανόμων καὶ ἀκαθάρτων ὄντες ἀνθρώπων, πνεύματος ἐπληροῦντο, καὶ τὰ μέλλοντα προὔλεγον, καὶ πολλῷ τῶν προτέρων καὶ πλείονα καὶ παραδοξότερα εἶπον πράγματα, καὶ ὄψιν ἐθεάσαντο θείαν, ὡς αὐτοῖς δυνατὸν ἦν ἰδεῖν. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, νῦν οὐκ ἔχετε προφήτας; οὐκ εὔδηλον, ὅτι τοῦ Θεοῦ τὰ καθ' ὑμᾶς ἀποστραφέντος; Τίνος οὖν ἕνεκεν ὑμᾶς ἀπεστράφη; Εὔδηλον καὶ τοῦτο πάλιν, ὅτι διὰ τὸν σταυρωθέντα καὶ τὴν τόλμαν τὴν παράνομον ἐκείνην. Πόθεν τοῦτο δῆλον, φησίν; Ἀφ' ὧν πρὸ τούτου μὲν ἀσεβοῦντες, πάντων ἐπετυγχάνετε, νῦν δὲ δοκοῦντες ἐπιεικέστερον ζῇν μετὰ τὸν σταυρὸν, μείζονα ὑπομένετε τιμωρίαν, καὶ οὐδενὸς ἀπολαύετε τῶν προτέρων.

εʹ Ἵνα δὲ καὶ ἀπ' αὐτῶν τῶν προφητῶν τοῦτο σαφῶς καὶ διαρρήδην παριστώντων τὴν αἰτίαν τῶν παρόντων κακῶν μάθητε, ἀκούσατε τί φησιν Ἡσαΐας, πῶς καὶ τὴν ἐσομένην εὐεργεσίαν πᾶσι διὰ τοῦ Χριστοῦ προλέγει, καὶ τὴν ὑμετέραν ἀγνωμοσύνην· Τῷ μώλωπι αὐτοῦ, φησὶν, ἡμεῖς ἰάθημεν· τὴν διὰ τοῦ σταυροῦ σωτηρίαν πᾶσι γενομένην προλέγων. Εἶτα λέγων ἡμεῖς τίνες, ἐπήγαγε· Πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἄνθρωπος ἐν τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη. Καὶ λέγων τοῦ σταυροῦ τὸν τρόπον, οὕτω πώς φησιν· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Καὶ ποῦ ταῦτα ἔστιν ἰδεῖν ἐξελθόντα; Ἐν τῷ παρανόμῳ δικαστηρίῳ Πιλάτου. Τοσαῦτα γὰρ καταμαρτυρησάντων αὐτοῦ, φησὶν, οὐδὲν ἀπεκρίνατο αὐτοῖς ὁ Ἰησοῦς· καὶ εἶπε πρὸς αὐτὸν ὁ ἡγεμών· Ἀκούεις τί οὗτοί σου καταμαρτυροῦσι; Καὶ οὐδὲν ἀπεκρίνατο, ἀλλ' εἱστήκει σιγῶν. Τοῦτο τοίνυν ὁ προφήτης ἄνωθεν ἔλεγεν· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Εἶτα δεικνὺς τὴν παρανομίαν τὴν ἐν τῷ δικαστηρίῳ γενομένην τότε, φησίν· Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Οὐδεὶς αὐτὸν κατὰ τὸν τοῦ δικαίου λόγον ἐψηφίσατο τότε, ἀλλ' ἐδέξαντο τὰς ψευδεῖς μαρτυρίας τὰς κατ' αὐτοῦ. Τὸ δὲ αἴτιον διὰ τὸ μὴ βούλεσθαι αὐτὸν ἐπεξελθεῖν· εἰ γὰρ ἐβούλετο, πάντα ἂν ἐδόνησε καὶ ἔσεισεν. Εἰ γὰρ ἐπὶ τοῦ σταυροῦ τότε ὢν, τὰς πέτρας διέρρηξε, τὴν οἰκουμένην ἐσκότισε, τὰς ἀκτῖνας ἀπέστρεψε τὰς ἡλιακὰς, νύκτα ἐν ἡμέρᾳ πανταχοῦ τῆς γῆς ἐποίησε, καὶ ἐν τῷ δικαστηρίῳ δυνατὸς ἦν τοῦτο ποιῆσαι. Ἀλλ' οὐκ ἠθέλησε, πραότητα καὶ ἐπιείκειαν ἐπιδεικνύμενος. Διὰ τοῦτό φησιν· Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Εἶτα δεικνὺς ὡς οὐκ ἄνθρωπος ἦν εἷς τῶν πολλῶν, ἐπήγαγε· Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Τίς γάρ ἐστι περὶ οὗ φησιν ὅτι Αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ; Διὰ τοῦτο καὶ ὁ Παῦλός φησιν· Ἡ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς φανερωθήσεσθε σὺν αὐτῷ ἐν δόξῃ. Ἀλλ' ὅπερ προεθέμην εἰπεῖν καὶ δεῖξαι, ὅτι δι' αὐτὸν τὰ παρόντα ὑπομένουσι κακὰ, ὥρα λοιπὸν εἰσαγαγεῖν τὸν Ἡσαΐαν λέγοντα. Ποῦ τοίνυν τοῦτό φησι; Μετὰ τὸ δικαστήριον, μετὰ τὴν σφαγὴν, μετὰ τὴν ἀνάληψιν, μετὰ τὸ εἰπεῖν ὅτι Αἴρεται [48.911] ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἐπήγαγε λέγων· Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἰουδαίους, ἀλλὰ, Τοὺς πονηρούς. Τί γὰρ ἐκείνων πονηρότερον γένοιτ' ἂν, οἳ μετὰ τὰς τοσαύτας εὐεργεσίας τὸν εὐεργέτην ἔσφαττον; Εἰ μὴ ἐξέβη ταῦτα, καὶ ἠτίμωσθε νῦν, καὶ πάντων ἀπεστέρησθε τῶν πατρῴων, εἰ μὴ ἔπεσεν ὑμῶν ἡ πόλις, καὶ ἐρείπιον ἐγένετο ὁ ναὸς, καὶ τραγῳδίαν ἅπασαν ὑπερέβη τὰ καθ' ὑμᾶς, μὴ πιστεύῃς, ὦ Ἰουδαῖε· εἰ δὲ τὰ πράγματα βοᾷ, καὶ τέλος ἔλαβεν ἡ προφητεία, τίνος ἕνεκεν ἀναισχυντεῖς εἰκῆ καὶ μάτην; Ποῦ γὰρ τὰ σεμνὰ τὰ παρ' ὑμῖν νῦν; ποῦ ὁ ἀρχιερεύς; ποῦ δὲ ἡ στολὴ, καὶ τὸ λογεῖον, καὶ ἡ δήλωσις; Μὴ γάρ μοι τοὺς πατριάρχας τούτους εἴπῃς, τοὺς καπήλους, τοὺς ἐμπόρους, τοὺς πάσης παρανομίας γέμοντας. Ποῖος ἱερεὺς, εἰπέ μοι, χρίσματος οὐκ ὄντος ἐκείνου τοῦ παλαιοῦ, οὐδὲ τῆς ἄλλης ἁγιαστίας ἁπάσης; ποῖος ἱερεὺς, εἰπέ μοι, θυσίας οὐκ οὔσης, οὐδὲ βωμοῦ, οὐδὲ λατρείας; βούλει σοι τοὺς περὶ τῆς ἱερωσύνης λαλήσω νόμους, πῶς τὸ παλαιὸν ἐγίνοντο, ἵνα μάθῃς ὅτι οὗτοι οἱ νῦν πατριάρχαι παρ' ὑμῖν λεγόμενοι οὐχ ἱερεῖς εἰσιν, ἀλλὰ ἱερεῖς ὑποκρίνονται, καὶ παίζουσι καθάπερ ἐν τῇ σκηνῇ, μᾶλλον δὲ οὐδὲ ὑπόκρισιν διατηρῆσαι δύνανται· τοσοῦτον οὐχὶ τῆς ἀληθείας μόνον, ἀλλὰ καὶ τῆς ὑποκρίσεως αὐτῆς ἐξηκοντίσθησαν. Ἀναμνήσθητι τοίνυν πῶς Ἀαρὼν ἐγένετο ἱερεὺς τότε, πόσας ἐπ' αὐτῷ θυσίας ἔθυσεν ὁ Μωϋσῆς, πόσα κατέβαλεν ἱερεῖα, πῶς αὐτὸν ἔλουσε, πῶς αὐτοῦ ἔχρισε τὸν λοβὸν τοῦ ὠτίου, τὴν χεῖρα τὴν δεξιὰν, τὸν πόδα τὸν δεξιόν· εἶτα εἰς τὰ ἅγια τῶν ἁγίων εἰσήγαγεν· εἶτα ἐκέλευσε ῥητόν τινα ἀριθμὸν ἡμερῶν ἔνδον μεῖναι. Μᾶλλον δὲ καὶ αὐτῶν ἄξιον ἀκοῦσαι τῶν ῥήσεων. Αὕτη, φησὶν, ἡ χρίσις Ἀαρὼν, καὶ ἡ χρίσις τῶν υἱῶν αὐτοῦ. Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέγων· Λαβὲ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς στολὰς αὐτῶν, καὶ τὸ ἔλαιον τῆς χρίσεως, καὶ τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας, καὶ κριὸν, καὶ ἐκκλησίασον τὴν συναγωγὴν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. Καὶ εἶπε Μωϋσῆς πάσῃ τῇ συναγωγῇ· Τοῦτο τὸ ῥῆμα ὃ ἐνετείλατο Κύριος. Καὶ ἐπειδὴ προσήγαγεν αὐτοὺς δεῖ γὰρ συντεμεῖν, ἔλουσεν αὐτοὺς ὕδατι, ἐνέδυσε τὸν χιτῶνα, ἔζωσε τὴν ζώνην, ἐνέδυσε τὸν ἐπενδύτην, ἐπέθηκε τὴν ἐπωμίδα, ἔζωσεν αὐτὸν, καὶ συνέσφιγξεν, ἐπέθηκε τὸ λογεῖον, καὶ ἐπὶ τὸ λογεῖον τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν, καὶ τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ τῆς μίτρας τὸ πέταλον τὸ χρυσοῦν· εἶτα λαβὼν ἀπὸ τοῦ ἐλαίου, ἐπέρρανεν ἀπ' αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον, καὶ ἡγίασεν αὐτὸ, καὶ τὰ σκεύη, καὶ τὸν λουτῆρα, καὶ τὴν βάσιν, καὶ ἡγίασεν αὐτὰ, καὶ ἐπέχεεν ἀπ' αὐτοῦ ἐπὶ τὴν κεφαλὴν Ἀαρών· καὶ τοῖς υἱοῖς αὐτοῦ ὁμοίως ἐποίησε, καὶ προσήγαγε τὸν μόσχον. Καὶ ἐπειδὴ ἔθυσεν, ἐπιθέντος Ἀαρὼν τὰς χεῖρας, καὶ τῶν υἱῶν αὐτοῦ, ἀπὸ τοῦ αἵματος λαβὼν, ἔθηκεν ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου, καὶ ἐκαθάρισε τὸ θυσιαστήριον, καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου, καὶ ἡγίασεν αὐτὸ τοῦ ἐξιλάσασθαι ἐπ' αὐτοῦ. Εἶτα ἐπειδή τινα ἐξ αὐτοῦ κατέκαυσε, τὰ μὲν ἔνδον, τὰ δὲ ἔξω, ἤγαγε πάλιν κριὸν, καὶ αὐτὸν ὡλο[48.912] καύτωσε· καὶ προσήγαγε πάλιν κριὸν ἕτερον τὸν τῆς τελειώσεως, καὶ πάλιν ἐπιθέντος Ἀαρὼν καὶ τῶν υἱῶν αὐτοῦ τὰς χεῖρας, ἔσφαξε· καὶ ἀπὸ τοῦ αἵματος αὐτοῦ λαβὼν, ἐπέθηκεν ἐπὶ τὸν λοβὸν τοῦ ὠτίου Ἀαρὼν τοῦ δεξιοῦ, καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς αὐτοῦ τῆς δεξιᾶς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ, καὶ τοῖς υἱοῖς αὐτοῦ οὕτως ἐποίησεν. Εἶτά τινα τῆς θυσίας λαβὼν, ἐπέθηκεν ἐπὶ ταῖς χερσὶν Ἀαρὼν καὶ τῶν υἱῶν αὐτοῦ, καὶ οὕτω προσήνεγκε. Καὶ λαβὼν αἷμα πάλιν, καὶ ἐκ τοῦ ἐλαίου, ἔρρανεν ἐπὶ Ἀαρὼν, καὶ τὰς στολὰς αὐτοῦ, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ. Καὶ ἡγίασεν αὐτοὺς, καὶ ἐκέλευσεν ἑψῆσαι κρέας ἐν τῇ αὐλῇ τῆς σκηνῆς, καὶ ἐκεῖ φαγεῖν αὐτό· καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε, φησὶν, ἑπτὰ ἡμέρας ἕως ἡ ἡμέρα πληρωθῇ, ἡμέρα τελειώσεως ὑμῶν· ἑπτὰ γὰρ ἡμέρας τελειώσει τὰς χεῖρας ὑμῶν, ὥστε ἐξιλάσασθαι περὶ ὑμῶν. Ὅταν οὖν λέγῃ ὅτι διὰ τούτων ὁ Ἀαρὼν ἐτελειώθη, διὰ τούτων ἐκαθαρίσθη, διὰ τούτων ἡγιάσθη, διὰ τούτων ἐξιλάσατο τὸν Θεὸν, μηδὲν δὲ τούτων γίνηται νῦν, μήτε θυσία, μήτε ὁλοκαύτωσις, μήτε αἵματος ῥαντισμὸς, μήτε ἐλαίου χρῖσις, μήτε σκηνὴ παρῇ τοῦ μαρτυρίου, μήτε τὸν ὡρισμένον τῶν ἡμερῶν ἀριθμὸν ἔνδον καθέζηται· εὔδηλον ὅτι καὶ ἀτελὴς καὶ ἀκάθαρτος καὶ ἐναγὴς καὶ βέβηλός ἐστιν ὁ παρ' αὐτοῖς ἱερεὺς νῦν, καὶ τὸν Θεὸν παροξύνει. Εἰ γὰρ ἄλλως οὐκ ἐνῆν αὐτὸν τελειωθῆναι, ἀλλ' ἢ διὰ τούτων, ἀνάγκη πᾶσα, τούτων μὴ γινομένων, ἱερωσύνην αὐτοῖς μὴ συνεστάναι. Ὁρᾷς ὅτι δικαίως ἔλεγον ὅτι οὐχὶ τῆς ἀληθείας μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς ὑποκρίσεως τοῦ πράγματος ἐξηκοντίσθησαν μακράν που καὶ πόρρω γενόμενοι;

ςʹ Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ἔστι μαθεῖν πῶς σεμνὸν τὸ τῆς ἱερωσύνης ἦν ἀξίωμα. Ὅτε γοῦν τῷ Ἀαρὼν ἐπανέστησαν μιαροί τινες ἄνθρωποι καὶ πανώλεθροι, τῆς ἀρχῆς αὐτὸν ἐκβάλλειν ἐπιχειροῦντες, καὶ ὑπὲρ τῆς τιμῆς πρὸς αὐτὸν ἀμφισβητοῦντες· ὁ πραότατος Μωϋσῆς, βουλόμενος αὐτοὺς πεῖσαι διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι οὐχ ὡς ἀδελφὸν καὶ προσήκοντα καὶ οἰκεῖον ἐπὶ ταύτην ἤγαγε τὴν ἀρχὴν, ἀλλὰ τῇ ψήφῳ τοῦ Θεοῦ πειθόμενος ἐνεχείρισεν αὐτῷ τὴν ἱερωσύνην ἐκείνην, ἐκέλευσεν ἀνὰ ἑκάστην φυλὴν ῥάβδον κομίσαι, ἔτι δὲ καὶ τῷ Ἀαρών. Ἐπειδὴ δὲ ἐκόμισαν, λαβὼν αὐτὰς ἁπάσας, ἔνδον ἀπέθετο, καὶ ἀποθέμενος τὴν τοῦ Θεοῦ λοιπὸν κρίσιν ἀναμένειν ἐκέλευσε τὴν διὰ τῶν ῥάβδων γινομένην ἐκείνων. Εἶτα ἀθρόον τῶν ἄλλων μενουσῶν ἐπὶ τοῦ αὐτοῦ σχήματος, ἡ τοῦ Ἀαρὼν ἐβλάστησε μόνη, καὶ φύλλα ἤνεγκε καὶ καρποὺς, ἵνα μάθωσιν ὅτι ὁ τῆς φύσεως Δεσπότης πάλιν αὐτὸν ἐχειροτόνει, ἀντὶ γραμμάτων τοῖς φύλλοις χρώμενος. Ὁ γὰρ εἰπὼν ἐξ ἀρχῆς· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, καὶ τὴν δύναμιν αὐτῆς πρὸς καρπογονίαν διεγείρας, οὗτος καὶ τὸ ξύλον τότε ἐκεῖνο, ξηρὸν ὂν καὶ ἄκαρπον, καὶ γῆς χωρὶς καὶ ῥίζης, βλαστῆσαι ἐποίησε· καὶ ἦν λοιπὸν ἔλεγχος καὶ μάρτυς καὶ τῆς ἐκείνων κακίας καὶ τῆς τοῦ Θεοῦ κρίσεως ἡ ῥάβδος ἐκείνη, φωνὴν μὲν οὐκ ἀφιεῖσα, σάλπιγγος δὲ λαμπρότερον διὰ τῆς ὄψεως πᾶσι παραινοῦσα, μηκέτι τοῖς τοιούτοις ἐπιχειρεῖν πράγμασι. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἑτέρῳ πάλιν αὐτὸν ἐχειροτόνησε τρόπῳ. Ἐπειδὴ γὰρ πολλοὶ συστάντες ἐπεθύμουν αὐτοῦ τῆς τιμῆς περιμάχητον γάρ πως ἡ ἀρχὴ, καὶ πολλοῖς ἐπέραστον, ἐκέλευσε πυρεῖα πάλιν ἐνεγκόντας, καὶ θυμίαμα ἐπιθέντας, τὴν ἄνωθεν [48.913] ἀναμένειν ψῆφον. Καὶ θυμιώντων αὐτῶν, ἡ γῆ διαστᾶσα πάντας κατέπιε τοὺς συναιρομένους αὐτοῖς, καὶ τοὺς τὰ πυρεῖα λαβόντας ἄνωθεν κατέφλεξε πῦρ. Καὶ ἵνα μὴ τῷ χρόνῳ λήθῃ τὸ γενόμενον παραδοθὲν ἀγνοεῖν τοὺς μετὰ ταῦτα ποιῇ τὴν παράδοξον τοῦ Θεοῦ ψῆφον, προσέταξεν ὁ Μωϋσῆς ἐκεῖνα τὰ πυρεῖα λαβόντας περιελάσαι τῷ θυσιαστηρίῳ, ἵν' ὥσπερ ἡ ῥάβδος χωρὶς φωνῆς ἠφίει φωνὴν διὰ τῆς ὄψεως, οὕτω καὶ τὰ πέταλα ταῦτα τοῖς μετὰ ταῦτα διαλέγηται πᾶσι καὶ παραινῇ καὶ συμβουλεύῃ, μηδαμῶς μιμεῖσθαι τὴν τῶν προτέρων ἄνοιαν, ἵνα μὴ τὴν αὐτὴν ὑπομείνωσι δίκην. Ὁρᾷς πῶς τὸ παλαιὸν οἱ ἱερεῖς ἐχειροτονοῦντο; Νυνὶ δὲ παίγνια τὰ παρὰ Ἰουδαίοις πάντα καὶ γέλως καὶ αἰσχύνη καὶ καπηλεῖα καὶ μυρίας μεστὰ παρανομίας. Τούτοις οὖν ἀκολουθεῖς, εἰπέ μοι, τοῖς ἀπεναντίας ἀεὶ τοῖς τοῦ Θεοῦ νόμοις ἅπαντα καὶ ποιεῖν καὶ λέγειν φιλονεικοῦσι, καὶ πρὸς τὰς συναγωγὰς αὐτῶν τρέχεις; καὶ οὐ δέδοικας μὴ σκηπτὸς ἄνωθεν κατενεχθεὶς καταφλέξῃ σου τὴν κεφαλήν; Οὐκ οἶδας ὅτι, κἂν μὴ λῃστεύῃ τις, ἐν δὲ τῷ τῶν λῃστευόντων σπηλαίῳ φανῇ, τὴν αὐτὴν ἐκείνοις δίδωσι δίκην; Καὶ τί λέγω τὰ τῶν λῃστῶν; Ἴστε δήπου πάντες καὶ μέμνησθε, ὅτε τοὺς ἀνδριάντας καθεῖλον παρ' ἡμῖν μιαροί τινες ἄνθρωποι καὶ γόητες, πῶς οὐκ ἐκεῖνοι μόνον οἱ τολμήσαντες, ἀλλὰ καὶ ὅσοι παρόντες ἁπλῶς τοῖς γενομένοις ἐφάνησαν, εἰς δικαστήριον ἀναρπασθέντες καὶ συναπαχθέντες ἐκείνοις, τὴν ἐσχάτην ἔδωκαν δίκην; Σὺ δὲ, ἔνθα Πατὴρ ὑβρίζεται, καὶ Υἱὸς βλασφημεῖται, ἔνθα τὸ Πνεῦμα τὸ ἅγιον καὶ ζωοποιὸν ἀθετεῖται, σπεύδεις τρέχειν, εἰπέ μοι; καὶ οὐ δέδοικας οὐδὲ φρίττεις εἰς τοὺς βεβήλους καὶ ἀκαθάρτους τόπους ἐκείνους σαυτὸν εἰσάγων; Καὶ ποίαν ἕξεις, εἰπέ μοι, ἀπολογίαν, τίνα συγγνώμην, ἑκὼν σεαυτὸν εἰς τὸ βάραθρον ὠθῶν, καὶ κατὰ κρημνῶν ἀφιείς; Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι νόμος ἐκεῖ κεῖται καὶ προφητῶν βιβλία. Οὐκ ἀρκεῖ τοῦτο ποιῆσαι τόπον ἅγιον. Τί γὰρ μεῖζόν ἐστι, βιβλία κεῖσθαι ἐν τόπῳ, ἢ φθέγγεσθαι τὰ ἀπὸ τῶν βιβλίων; Εὔδηλον ὅτι τὰ ἀπὸ τῶν βιβλίων φθέγγεσθαι καὶ ἔχειν ἐν διανοίαις. Τί οὖν, εἰπέ μοι, ἐπειδὴ ὁ διάβολος ἐφθέγξατο ἀπὸ τῶν Γραφῶν, ἆρα ἡγιάσθη αὐτοῦ τὸ στόμα; Οὐκ ἔστιν εἰπεῖν, ἀλλ' ἔμεινεν ὢν διάβολος. Τί δὲ οἱ δαίμονες; ἐπειδὴ ἐκήρυττον καὶ ἔλεγον· Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ εἰσι τοῦ ὑψίστου, καταγγέλλοντες ὑμῖν ὁδὸν σωτηρίας, ἆρα οὖν διὰ τοῦτο εἰς τοὺς ἀποστόλους αὐτοὺς ἐντάξομεν; Οὐδαμῶς, ἀλλ' ὁμοίως αὐτοὺς μένομεν ἀποστρεφόμενοι καὶ μισοῦντες. Εἶτα ῥήματα μὲν προφερόμενα οὐχ ἁγιάζει, τὰ δὲ βιβλία κείμενα ἁγιάζει; καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Διὰ τοῦτο μάλιστα μὲν μισῶ τὴν συναγωγὴν, ἐπειδὴ τὸν νόμον ἔχει καὶ τοὺς προφήτας, καὶ πλέον αὐτὴν μισῶ νῦν, ἢ εἰ μηδὲν εἶχε τούτων. Τί δήποτε; Ὅτι μέγα τὸ δέλεαρ, πολλὴ ἡ ἀπάτη τοῖς ἀφελεστέροις ἐντεῦθεν γίνεται· ἐπεὶ καὶ τὸν δαίμονα ἐκεῖνον διὰ τοῦτο φθεγγόμενον μᾶλλον ἢ σιωπῶντα ἤλαυνεν ὁ Παῦλος. Διαπονηθεὶς γὰρ, φησὶ, τῷ πνεύματι εἶπεν· Ἔξελθε ἀπ' αὐτῆς. Καὶ τίνος ἕνεκεν; Ἐπειδὴ ἐβόα· Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσί. Σιγῶντες μὲν γὰρ οὐχ οὕτως ἠπάτων, φθεγγόμενοι δὲ πολλοὺς ἤμελλον τῶν ἀφελεστέρων ὑποσύρειν καὶ [48.914] πείθειν, καὶ ἐν τοῖς ἄλλοις αὐτοῖς προσέχειν. Ἵνα γὰρ θύραν ἀνοίξωσι ταῖς ἑαυτῶν ἀπάταις, καὶ τῷ ψεύδει πολλὴν δῶσι παρρησίαν, διὰ τοῦτο καὶ ἀληθῆ τινα ἀνέμιξαν, καθάπερ οἱ τὰ δηλητήρια κεραννύντες φάρμακα, μέλιτι τὸ στόμα τῆς κύλικος περιχρίοντες, εὐπαράδεκτον ποιοῦσι τὴν βλάβην. Διὰ τοῦτο δὴ μάλιστα Παῦλος διεπονεῖτο, καὶ ἔσπευδεν αὐτοὺς ἐπιστομίσαι, ἐπειδὴ μὴ τὴν αὐτοῖς προσήκουσαν ἥρπαζον ἀξίαν. Διὰ τοῦτο κἀγὼ μισῶ Ἰουδαίους, ἐπειδὴ νόμον ἔχουσι, νόμον ὑβρίζοντες, καὶ ταύτῃ τοὺς ἀφελεστέρους δελεάζειν ἐπιχειροῦντες. Οὐκ ἦν ἔγκλημα τοσοῦτον αὐτοῖς, εἰ μὴ πιστεύοντες τοῖς προφήταις, ἠπείθουν τῷ Χριστῷ. Νῦν δὲ πάσης ἀπεστέρηνται συγγνώμης, ἐκείνοις μὲν πείθεσθαι λέγοντες, καθυβρίζοντες δὲ τὸν προφητευόμενον ὑπ' ἐκείνων.

ζʹ Ὅλως δὲ εἰ νομίζεις, διότι νόμος ἐκεῖ κεῖται καὶ προφητῶν βιβλία, τὸν τόπον ἅγιον εἶναι, ὥρα σοι λοιπὸν καὶ τὰ εἴδωλα, καὶ τοὺς ναοὺς τῶν εἰδώλων ἁγίους εἶναι νομίζειν. Καὶ γὰρ πολέμου ποτὲ καταλαβόντος τοὺς Ἰουδαίους, κρατήσαντες οἱ Ἀζώτιοι, καὶ τὴν κιβωτὸν λαβόντες, εἰς τὸ ἑαυτῶν ἱερὸν εἰσήγαγον. Ἆρα οὖν διὰ τοῦτο ἅγιος ἦν ὁ ναὸς, ἐπειδὴ τὴν κιβωτὸν εἶχεν; Οὐδαμῶς, ἀλλὰ καὶ βέβηλος καὶ ἀκάθαρτος. Καὶ εὐθέως τοῦτο διὰ τῶν ἔργων ἐδείκνυτο. Ἵνα γὰρ μάθωσιν οἱ πολέμιοι ὅτι οὐ δι' ἀσθένειαν τοῦ Θεοῦ, ἀλλὰ διὰ τὴν παρανομίαν τῶν θεραπευόντων αὐτὸν ἡ ἧττα γέγονε· καὶ ἡ κιβωτὸς ληφθεῖσα αἰχμάλωτος, ἐν ἀλλοτρίᾳ γῇ τὴν ἰσχὺν τὴν οἰκείαν ἐπεδείκνυτο, δὶς τὸ εἴδωλον χαμαὶ ῥίψασα, καὶ διακλασθῆναι παρασκευάσασα. Τοσοῦτον ἀπεῖχεν ἁγιάσαι τὸν τόπον, ὅτι καὶ ἐπολέμει τῷ τόπῳ. Ἄλλως δὲ, ποία κιβωτὸς νῦν παρὰ Ἰουδαίοις, ὅπου ἱλαστήριον οὐκ ἔστιν, ὅπου οὐ χρισμὸς, οὐ διαθήκης πλάκες, οὐ τὰ ἅγια τῶν ἁγίων, οὐ τὸ καταπέτασμα, οὐκ ἀρχιερεὺς, οὐ θυμίαμα, οὐχ ὁλοκαύτωσις, οὐ θυσία, οὐ τὰ ἄλλα τὰ ποιοῦντα σεμνὴν τὴν κιβωτὸν τότε ἐκείνην; Ἐμοὶ τῶν ἐπὶ τῆς ἀγορᾶς πωλουμένων κιβωτίων οὐδὲν ἄμεινον αὕτη ἡ κιβωτὸς διακεῖσθαι δοκεῖ, ἀλλὰ καὶ πολλῷ χεῖρον. Καὶ γὰρ τοὺς παριόντας οὐδὲν μὲν ταῦτα βλάψαι δύναται, ἐκείνη δὲ πολλὴν καθ' ἡμέραν τοῖς αὐτῇ προσιοῦσιν ἐργάζεται βλάβην. Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, καὶ τοὺς πρὸς ταῦτα ἐπτοημένους τῆς ἀκαίρου ταύτης ἀγωνίας ἀπαλλάττοντες, παιδεύσατε τί χρὴ φοβεῖσθαι καὶ δεδοικέναι, οὐχὶ τὴν κιβωτὸν ταύτην, ἀλλὰ τὸ καταφθείρειν τὸν ναὸν τοῦ Θεοῦ διὰ τῶν ἐκεῖ δρόμων, διὰ τοῦ πρὸς τὸν Ἰουδαϊσμὸν συνειδότος, διὰ τῆς ἀκαίρου ταύτης παρατηρήσεως. Οἵτινες γὰρ, φησὶν, ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. Τοῦτο χρὴ δεδοικέναι, μὴ κατὰ τὴν ἡμέραν ἐκείνην ἀκούσητε παρὰ τοῦ μέλλοντος κρίνειν ὑμᾶς· Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς· τοῖς γὰρ ἐμὲ σταυρώσασιν ἐκοινωνήσατε, καὶ τὰς ἑορτὰς, ἃς κατέλυσα, φιλονεικοῦντές μοι πάλιν ἀνεστήσατε, πρὸς τὰς συναγωγὰς ἐδράμετε τῶν εἰς ἐμὲ παρανομησάντων Ἰουδαίων. Κἀγὼ μὲν τὸν ναὸν καθεῖλον, καὶ ἐρείπιον ἐποίησα τὸν σεμνὸν ἐκεῖνον καὶ φρικτὰ κατέχοντα πράγματα, ὑμεῖς δὲ οἰκήματα, καπηλείων οὐδὲν ἄμεινον διακείμενα, καὶ σπήλαια λῃστῶν ἐθεραπεύετε. Εἰ γὰρ [48.915] τότε, ὅτε τὰ χερουβὶμ ἦν, ὅτε ἡ κιβωτὸς, ὅτε ἔτι Πνεύματος ἐπήνθει χάρις, νῦν μὲν ἔλεγεν, ὅτι Ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν, νῦν δὲ, ὅτι Οἶκον ἐμπορίου, διὰ τὰς παρανομίας αὐτῶν καὶ τὰς μιαιφονίας· νῦν ὅτε αὐτοὺς ἡ τοῦ Πνεύματος ἐγκατέλιπε χάρις, καὶ πάντα ἐκεῖνα ἀνῄρηται τὰ σεμνὰ, τῷ Θεῷ φιλονεικοῦντες, τὴν παράνομον ταύτην ἐπιτελοῦσι λατρείαν, τί ἄν τις προσειπὼν τὰς συναγωγὰς αὐτῶν, ἀξίαν ἔσται εὑρηκὼς ἐπωνυμίαν; Εἰ γὰρ τότε σπήλαιον λῃστῶν ἦν, ὅτε ἔτι τὰ τῆς πολιτείας ἐκράτει, νῦν κἂν πορνεῖον, κἂν παρανομίας χωρίον, κἂν δαιμόνων καταγώγιον, κἂν διαβόλου φρούριον, κἂν ψυχῶν ὄλεθρον, κἂν ἀπωλείας ἁπάσης κρημνὸν καὶ βάραθρον, κἂν ὁτιοῦν τις προσείπῃ, ἔλαττον τῆς ἀξίας ἐρεῖ. Ναὸν ἐπιθυμεῖς ἰδεῖν; μὴ δράμῃς εἰς τὴν συναγωγὴν, ἀλλὰ γενοῦ σὺ ναός. Ἕνα καθεῖλε ναὸν ὁ Θεὸς ἐν Ἱεροσολύμοις, καὶ μυρίους ἀνέστησεν ἐκείνου πολλῷ σεμνοτέρους· Ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, φησί. Καλλώπισον ταύτην τὴν οἰκίαν, ἀπέλασον πάντα λογισμὸν πονηρὸν, ἵνα γένῃ μέλος τοῦ Χριστοῦ τίμιον, ἵνα γένῃ ναὸς τοῦ Πνεύματος· ποίησον καὶ ἑτέρους τοιούτους. Καὶ καθάπερ πένητας ὁρῶντες οὐκ ἂν παραδράμοιτε ῥᾳδίως, οὕτω καὶ τὸν ἐπὶ τὴν συναγωγὴν τρέχοντα βλέπων, μὴ παρίδῃς, ἀλλ' ὥσπερ χαλινῷ τινι τῷ λόγῳ κατασχὼν εἰς τὴν Ἐκκλησίαν ἐπανάγαγε. Αὕτη πλείων ἐκείνης ἡ ἐλεημοσύνη, καὶ μυρίων ταλάντων μεῖζον τὸ κέρδος. Καὶ [48.916] τί λέγω μυρίων ταλάντων; καὶ τοῦ κόσμου παντὸς τοῦ φαινομένου, ἐπεὶ καὶ ὁ ἄνθρωπος τοῦ κόσμου παντὸς τιμιώτερος· διὰ γὰρ αὐτὸν καὶ οὐρανὸς καὶ γῆ καὶ θάλασσα γέγονε, καὶ ἥλιος καὶ ἀστέρες. Ἐννόησον τοίνυν τὸ ἀξίωμα τοῦ σωζομένου, καὶ μὴ καταφρονήσῃς αὐτοῦ τῆς ἐπιμελείας. Κἂν γὰρ μυρία τις καταβάλῃ χρήματα, οὐδὲν τοιοῦτον ἐργάζεται, ὅσον ὁ ψυχὴν διασώζων, καὶ πλάνης ἀπάγων, καὶ πρὸς εὐσέβειαν χειραγωγῶν. Ὁ πένητι δοὺς λιμὸν ἔλυσεν, ὁ τὸν Ἰουδαΐζοντα διορθώσας ἀσέβειαν ἀνεῖλεν· ἐκεῖνος πενίαν παρεμυθήσατο, οὗτος παρανομίαν ἔστησεν· ἐκεῖνος τὸ σῶμα ὀδύνης ἀπήλλαξεν, οὗτος καὶ τὴν ψυχὴν τῆς γεέννης ἐξήρπασεν. Ἔδειξα τὸν θησαυρὸν, μὴ προδῶτε τὸ κέρδος. Οὐκ ἔστιν ἐνταῦθα πενίαν αἰτιάσασθαι, οὐκ ἔστι πτωχείαν προβαλέσθαι· ῥημάτων ἐστὶν ἡ δαπάνη, λόγων ἐστὶ τὸ ἀνάλωμα. Μὴ τοίνυν κατοκνήσωμεν, ἀλλ', ὅση σπουδὴ καὶ προθυμία, τοὺς ἀδελφοὺς θηρεύσωμεν τοὺς ἡμετέρους, καὶ ἄκοντας εἰς τὰς οἰκίας τὰς ἑαυτῶν αὐτοὺς ἑλκύσαντες. ἄριστον παραθῶμεν, καὶ τραπέζης αὐτοῖς κοινωνήσωμεν σήμερον, ἵνα ἐπ' ὄψεσι ταῖς ἡμετέραις τὴν νηστείαν λύσαντες, καὶ πληροφορίαν ἡμῖν καὶ πίστιν ἱκανὴν παρασχόντες τῆς καλῆς ταύτης διορθώσεως, καὶ ἑαυτοῖς καὶ ἡμῖν τῶν αἰωνίων ἀγαθῶν γένωνται πρόξενοι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.