Μετάβαση στο περιεχόμενο

Λιβανίῳ Βασίλειος

Από Βικιθήκη
Λιβανίῳ Βασίλειος(Epistularum Basilii et Libanii quod fertur commercium)
Συγγραφέας:
Loeb Classical Library 451 ed. Univ. Oxford.


Λιβανίῳ Βασίλειος
1 Αἰσχύνομαι καθ᾽ ἕνα σοι προσάγων τοὺς Καππαδόκας, ἀλλὰ μὴ πάντας τοὺς ἐν ἡλικίᾳ πείθων λόγων καὶ παιδεύσεως ἀντιποιεῖσθαι καὶ σοὶ κεχρῆσθαι τῆς ἀσκήσεως διδασκάλῳ.
2 ἀλλ᾽ ἐπειδὴ πάντων εἰσάπαξ ἐπιτυχεῖν τὰ προσήκοντα σφίσιν αὐτοῖς αἱρουμένων οὐχ οἷόν τε, τοὺς ἑκάστοτε πειθομένους παραπέμπομαί σοι τοσοῦτον αὐτοῖς χαριζόμενος, ὅσον καὶ οἱ τοῖς διψῶσι καθηγούμενοι τὰς πηγάς.
3 ὁ δὲ νῦν προσιὼν μικρὸν ὕστερον ἑαυτοῦ ἕνεκεν σπουδασθήσεται, ἐπειδάν σοι συγγένηται· νῦν δὲ ἀπὸ πατρός ἐστι γνώριμος μέγα ἐπὶ ὀρθότητι βίου καὶ δυνάμει πολιτικῇ παρ᾽ ἡμῖν λαβόντος ὄνομα, ὃς καὶ ἐμοὶ εἰς τὴν ἄκραν φιλίαν ἥρμοσται.
4 ἧς ἀμειβόμενος αὐτὸν τῷ παιδὶ ταύτην τὴν χάριν δίδωμι σοὶ ποιῶν αὐτὸν γνώριμον, πρᾶγμα μεγίστης εὐχῆς ἄξιον τοῖς ἀρετὴν ἀνδρὸς κρίνειν ἐπισταμένοις.
Βασιλείῳ Λιβάνιος
1 Διὰ χρόνου πρὸς ἡμᾶς Καππαδόκης ἥκει νέος· ἓν τοῦτο κέρδος, ὅτι Καππαδόκης. ἀλλὰ καὶ τοῦ πρώτου γένους οὗτος ὁ Καππαδόκης· δεύτερον τοῦτο κέρδος. ἀλλὰ καὶ γράμματα τοῦ θαυμαστοῦ Βασιλείου κομίζων ἡμῖν· τουτὶ μέν, ὅτου τίς ἂν εἴποι μεῖζον;
2 ἐγὼ γὰρ ὃν ἐπιλελῆσθαί σου νομίζεις, καὶ πάλαι νέον ὄντα ᾐδούμην σωφροσύνῃ τε πρὸς τοὺς γέρον τας ἁμιλλώμενον ὁρῶν, καὶ ταῦτα ἐν ἐκείνῃ τῇ πόλει τῇ ταῖς ἡδοναῖς βρυούσῃ, καὶ λόγων ἤδη μοῖραν κεκτημένον μεγάλην. ἐπειδὴ δὲ ᾠήθης δεῖν καὶ τὰς Ἀθήνας ἰδεῖν καὶ τὸν Κέλσον ἔπειθες, συνέχαιρον τῷ Κέλσῳ τῆς σῆς ἐξηρτημένῳ ψυχῆς.
3 ἐπανήκοντος δέ σου καὶ ἔχοντος τὴν πατρίδα ἔλεγον πρὸς ἐμαυτόν· <τί νῦν ἡμῖν ὁ Βασίλειος δρᾷ καὶ πρὸς τίνα βίον ὥρμηκεν; ἆρ᾽ ἐν δικαστηρίοις στρέφεται τοὺς παλαιοὺς ῥήτορας ζηλῶν ἢ ῥήτορας εὐδαιμόνων πατέρων ἀπεργάζεται παῖδας;>
4 ὡς δὲ ἧκόν τινες ἀπαγγέλλοντες ἀμείνω σε πολλῷ τουτωνὶ τῶν ὁδῶν πορεύεσθαι καὶ σκοπεῖν, ὅπως ἂν γένοιο θεῷ μᾶλλον φίλος ἢ συλλέξεις χρυσίον, εὐδαιμόνισα σέ τε καὶ Καππαδόκας, σὲ μὲν τοιοῦτον βουλόμενον εἶναι, ἐκείνους δὲ τοιοῦτον δυναμένους δεικνύναι πολίτην.
{{κ|5}Φιρμῖνος δὲ ἐκεῖνος ὡς πανταχοῦ διετέλεσε κρατῶν εὖ οἶδα, ἐντεῦθεν γὰρ αὐτῷ τῶν λόγων ἡ δύναμις, πολλῶν δὲ ἐπαίνων ἀπολαύσας οὐκ οἶδα ὅτι πώποτε τηλικούτων, ἡλίκων νῦν ἐν τοῖς σοῖς ἀκήκοα γράμμασι. τὸ γὰρ μηδένα ἂν τὴν ἐκείνου δόξαν ὑπερβάλλεσθαι σὲ τὸν λέγοντα εἶναι πόσον τι χρὴ νομίζειν ἐκείνῳ;
6 δοκεῖς δέ μοι καὶ τούτους ἀπεσταλκέ ναι πρὶν ἢ τὸν Φιρμῖνον ἰδεῖν. τί γὰρ αὐτὸν οὐκ εἶχε τὰ γράμματα; καὶ νῦν τί ποιεῖ ἢ τί μέλλει Φιρμῖνος; ἔτ᾽ ἐστὶν ἐν τοῖς τῶν γάμων πόθοις; ἢ ἐκεῖνα μὲν πάλαι πέπαυται, βαρεῖα δὲ ἡ βουλὴ καὶ πᾶσα ἀνάγκη μένειν; ἤ τινές εἰσιν ἐλπίδες ὡς αὖθις ἔσται λόγων κοινωνός;
7 ἀποκρινάσθω τι ἡμῖν, καὶ εἴη μέν τι χρηστόν· εἰ δ᾽ οὖν τι καὶ λυπήσει, τοῦ βλέπειν γε ἡμᾶς πρὸς τὰς πύλας ἀπαλλάξει. εἰ δὲ Ἀθήνησι νῦν ὁ Φιρμῖνος ἐτύγχανεν ὤν, τί ἂν ἔδρων οἱ βουλεύοντες παρ᾽ ὑμῖν; ἢ τὴν Σαλαμινίαν ἔπεμπον ἂν ἐπ᾽ αὐτόν;
8 ὁρᾷς ὅτι καὶ μόνον ὑπὸ τῶν σῶν ὑβρίζομαι πολιτῶν. οὐ μὴν ἔγωγε τοῦ φιλεῖν καὶ ἐπαινεῖν Καππαδόκας παύσομαι. ἀλλ᾽ εὔχομαι μὲν αὐτοὺς ἀμείνους γενέσθαι περὶ ἐμέ, μένοντας δὲ ἐπὶ τῶν αὐ τῶν οἴσω.
7 Φιρμῖνος δὲ μῆνας ἡμῖν συνεγένετο τέτταρας, ἡμέραν δὲ ἤργησεν οὐδεμίαν. τὸ δὲ συνειλεγμένον ὅσον ἐστίν, αὐτὸς εἴσῃ καὶ ἴσως οὐ μέμψῃ. πρὸς δὲ τὸ πάλιν αὐτὸν δεῦρο δυνηθῆναι ἐλθεῖν τίνα χρὴ προσπαρακαλεῖν σύμμαχον; εἴπερ γὰρ εὖ φρονοῦσιν οἱ βουλεύοντες —πρέποι δ᾽ ἂν ἀνθρώποις πεπαιδευμένοις— τιμήσουσι τοῖς δευτέροις, ἐπειδὴ τοῖς πρώτοις ἐλύπησαν.
Λιβανίῳ Βασίλειος
1 Ἰδού, σοι καὶ ἕτερος ἥκει Καππαδόκης, υἱὸς ἐμὸς καὶ οὗτος. πάντας γὰρ ἡμῖν εἰσποιεῖ τὸ σχῆμα τοῦτο, ἐν ᾧ νῦν ἐσμεν· ὥστε κατά γε τοῦτο ἀδελφὸς ἂν εἴη τοῦ προλαβόντος καὶ τῆς αὐτῆς σπουδῆς ἄξιος ἐμοί τε τῷ πατρὶ καὶ σοὶ τῷ διδασκάλῳ, εἴπερ τι ὅλως πλέον δυνατὸν ἔχειν τοὺς παρ᾽ ἡμῶν ἐρχομένους.
{{κ|2}τοῦτο δὲ λέγω οὐχ ὡς οὐκ ἂν τῆς σῆς λογιότητος πλέον τι τοῖς παλαιοῖς τῶν ἑταίρων χαριζομένης, ἀλλ᾽ ὡς ἀφθόνου πᾶσι τῆς ὠφελείας σου προκειμένης.
3 ἀρκοῦν δ᾽ ἂν εἴη τῷ νεανίσκῳ πρὸ τῆς ἐκ τοῦ χρόνου πείρας ἐν τοῖς οἰκείοις τετάχθαι. ὃν ἀποπέμψαιο ἡμῖν ἄξιον τῶν τε ἡμετέρων εὐχῶν καὶ τῆς σαυτοῦ δόξης ἣν ἔχεις ἐν τοῖς λόγοις.
{{κ|4}ἐπάγεται δὲ καὶ ἡλικιώτην τὴν ἴσην ἔχοντα περὶ τοὺς λόγους σπουδήν, εὐπατρίδην καὶ αὐτὸν καὶ ἡμῖν οἰκεῖον, ὃν οὐδὲν ἔλαττον ἕξειν πιστεύομεν, κἂν πλεῖστον τῶν ἄλλων τοῖς χρήμασιν ἀπολείποιτο.
Βασιλείῳ Λιβάνιος
1 Οἶδα ὅτι πολλάκις τοῦτο γράψεις τὸ <2ἰδού, σοι καὶ ἕτερος ἥκει Καππαδόκησ>2. πολλοὺς γάρ, οἶμαι, πέμψεις ἀεὶ μὲν καὶ πανταχοῦ τοῖς χρώμενος ἐγκωμίοις κατ᾽ ἐμοῦ, τούτῳ δὲ αὐτῷ καὶ πατέρας κινῶν καὶ παῖδας.
2 ἀλλ᾽ ὅ γε ἐγένετο περὶ τὴν ἐπιστολήν σου τὴν καλήν, οὐ καλὸν σιωπῆσαι. παρεκάθηντό μοι τῶν ἐν ἀρχῇ γεγενημένων ἄλλοι τε οὐκ ὀλίγοι καὶ ὁ πάντα ἄριστος Ἀλύπιος, Ἱεροκλέους ἀνεψιὸς ἐκείνου.
3 ὡς οὖν ἔδοσαν οἱ φέροντες τὴν ἐπιστολήν, σιγῇ διὰ πάσης ἐλθὼν <νενικήμεθα>2 ἔφην μειδιῶν τε ἅμα καὶ χαίρων. καὶ <τίνα σὺ νενίκησαι νίκην;> ἤροντο <καὶ πῶς οὐκ ἀλγεῖς νενικημένος; ἐν κάλλει μὲν>ἔφην <ἐπιστολῶν νενίκημαι, Βασίλειος δὲ κεκράτηκε, φίλος δὲ ὁ ἀνήρ, καὶ διὰ τοῦτο εὐφραίνομαι.>
4 ταῦτα εἰπόντος ἐμοῦ παρ᾽ αὐτῶν μαθεῖν ἠβουλήθησαν τῶν γραμμάτων τὴν νίκην. καὶ ἀνεγίνωσκε μὲν ὁ Ἀλύπιος, ἤκουον δὲ οἱ παρόντες, ψῆφος δὲ ἠνέχθη μηδέν με ἐψεῦσθαι. καὶ τὰ γράμματα ἔχων ὁ ἀναγνοὺς ἐξῄει δείξων, οἶμαι, καὶ ἄλλοις καὶ μόλις ἀπέδωκε. γράφε τοίνυν παραπλήσια καὶ νίκα, τουτὶ γάρ ἐστιν ἐμὲ νικᾶν.
5 καλῶς δὲ κἀκεῖνο εἰκάζεις, ὡς οὐ χρήμασι μετρεῖται τὰ παρ᾽ ἡμῶν, ἀλλ᾽ ἀρκεῖ τῷ μὴ δυναμένῳ δοῦναι τὸ βουληθῆ ναι λαβεῖν. κἂν γὰρ αἴσθωμαί τινα ἐν πενίᾳ λόγων ἐρῶντα, πρὸ τῶν πλουτούντων οὗτος. καίτοι οὐ τοιούτων πεπειράμεθα διδασκάλων, ἀλλ᾽ οὐδὲν κωλύσει ταύτῃ γε εἶναι βελτίονας. 6 μηδεὶς οὖν πένης δεῦρο ὀκνείτω βαδίζειν, εἰ ἓν ἐκεῖνο κέκτηται μόνον τὸ ἐπίστασθαι πονεῖν.
Λιβανίῳ Βασίλειος
1 Τί οὐκ ἂν εἴποι σοφιστὴς ἀνὴρ καὶ σοφιστὴς τοιοῦτος, ᾧ γε ἴδιον εἶναι τῆς τέχνης ὁμολογεῖται καὶ τὰ μεγάλα μικρὰ ποιεῖν, ὅτε βούλοιτο, καὶ τοῖς μικροῖς περιτιθέναι μέγεθος; ὁποῖον δή τι καὶ περὶ ἡμᾶς ἐπεδείξω.
2 τὴν γὰρ ἐπιστολὴν ἐκείνην τὴν ῥυπῶσαν, ὡς ἂν ὑμεῖς οἱ τὰ περὶ τοὺς λόγους τρυφῶντες εἴποιτε, οὐδὲν οὖσαν τῆς ἐν ταῖς χερσί σου ταύτης ἀνεκτοτέραν τοσοῦτον ἦρας τῷ λόγῳ, ὡς ἡττηθῆναι δῆθεν αὐ τῆς καὶ ἡμῖν τῶν πρωτείων τοῦ γράφειν παραχωρεῖν, ὅμοιον ποιῶν ταῖς τῶν πατέρων παιδιαῖς, ὅταν ταῖς παρ᾽ ἑαυτῶν νίκαις παραχωρῶσι τοῖς παισὶν ἐναβρύνεσθαι οὔτε ἑαυτούς τι ζημιοῦντες καὶ τῶν παίδων τρέφοντες τὸ φιλότιμον.
1 τῷ ὄντι δὲ καὶ ἀμύθητον, ὅσην ἡδονὴν εἶχεν ὁ λόγος ἐν τῇ πρὸς ἡμᾶς παιδιᾷ οἷον Πολυδάμαντός τινος ἢ Μίλωνος παγκρα τίου ἢ πάλης ἀγωνίαν παραιτουμένου τὴν πρὸς ἐμαυτόν.
2 πολλὰ γὰρ περισκεψάμενος οὐδὲν εὗρον εὐσθενείας ὑπό δειγμα, ὥστε τοὺς τὰς ὑπερβολὰς τῶν λόγων ἐπιζητοῦντας ἐνταῦθα σὲ μᾶλλον ἄγασθαι τῆς δυνάμεως οὕτω δυνηθέντα ταῖς παιδιαῖς πρὸς ἡμᾶς καταβῆναι ἢ εἰ τὸν βάρβαρον ἦγες ὑπὲρ τὸν Ἄθω πλέοντα.
3 ἀλλ᾽ ἡμεῖς μέν, ὦ θαυμάσιε, Μωσεῖ καὶ Ἡλίᾳ καὶ τοῖς οὕτω μακαρίοις ἀνδράσι σύνεσμεν ἐκ τῆς βαρβάρου φωνῆς διαλεγομένοις ἡμῖν τὰ ἑαυτῶν καὶ τὰ παρ᾽ ἐκείνων φθεγγόμεθα, νοῦν μὲν ἀληθῆ, λέξιν δὲ ἀμαθῆ, ὡς αὐτὰ ταῦτα δηλοῖ. εἰ γάρ τι καὶ ἦμεν παρ᾽ ὑμῶν διδαχθέντες, ὑπὸ τοῦ χρόνου ἐπελαθόμεθα.
1 αὐτὸς δὲ ἐπίστελλε ἡμῖν ἄλλας ὑποθέσεις ἐπιστολῶν ποιούμενος, αἳ καὶ σὲ δείξουσι καὶ ἡμᾶς οὐκ ἐλέγξουσι. τὸν υἱὸν Ἀνυσίου ἤδη σοι προσήγαγον ὡς ἐμαυτοῦ υἱόν. εἰ δὲ ἐμός ἐστι παῖς, τοῦ πατρός ἐστι τὸ παιδίον, πένης ἐκ πένητος, γνώριμον δὲ τὸ λεγόμενον ἀνδρὶ σοφῷ τε καὶ σοφιστῇ.
Βασιλείῳ Λιβάνιος
1 Εἰ πάνυ πολὺν χρόνον ἐσκόπεις, πῶς ἂν ἄριστα συνεί ποις τοῖς περὶ τῶν σῶν γραμμάτων ἡμετέροις γράμμασιν, οὐκ ἂν ἄμεινον τοῦτό μοι ποιῆσαι ἐδόκεις ἢ τοιαῦτα γράφων, ὁποῖα νῦν ἔγραψας.
2 καλεῖς μὲν γάρ με σοφιστήν, τοῦ δὲ τοιούτου εἶναι φῂς τὸ δύνασθαι τὰ μικρὰ μὲν μεγάλα ποιεῖν, τὰ δ᾽ αὖ μεγάλα μικρά. καὶ δὴ τὴν ἐμὴν ἐπιστολὴν βεβουλῆσθαι φῂς δεῖξαι τὴν σὴν καλὴν οὐκ οὖσαν καλήν· εἶναί τε γὰρ οὐδὲν ἧς νῦν ἔπεμψας βελτίω ὅλως τε οὐδεμίαν εἶναι παρὰ σοὶ λόγων δύναμιν τῶν μὲν νῦν ὄντων ἐν χερσὶ βιβλίων τοῦτο οὐ ποιούντων, ὧν δὲ εἶχες πρότερον λόγων ἐξερρυηκό των.
3 καὶ ταῦτα πείθειν ἐπιχειρῶν οὕτω καλὴν καὶ ταύτην ἣν λέγεις κακῶς εἰργάσω τὴν ἐπιστολήν, ὥσθ᾽ οἱ παρόντες ἡμῖν οὐκ εἶχον μὴ πηδᾶν ἀναγινωσκομένης. ἐθαύμασα οὖν ὅτι ταύτῃ τὴν προτέραν καθελεῖν ἐπιχειρήσας τῷ φάναι ταύτῃ τὴν προτέραν ἐοικέναι ταύτῃ τὴν προτέραν ἐκόσμησας.
5 Οὔπω μοι τῆς λύπης ὑφῆκας, ὥστε με μεταξὺ γράφοντα τρέμειν; εἰ μὲν οὖν ὑφῆκας, τί οὐκ ἐπιστέλλεις, ὦ ἄριστε; εἰ δὲ κατέχεις ἔτι ὃ πάσης λογίας ψυχῆς καὶ τῆς σῆς ἀλλότριον, πῶς ἄλλοις κηρύττων μὴ χρῆναι μέχρι δυσμῶν ἡλίου λύπην φυλάττειν αὐτὸς ἐν πολλοῖς ἡλίοις ἐφύλαξας; ἢ τάχα τιμωρεῖσθαί με βούλει τῆς μελιχρᾶς σου φωνῆς ἀποστερῶν;
6 μὴ σύ γε, ὦ γενναῖε, ἀλλὰ γενοῦ πρᾷος καὶ δὸς ἀπολαῦσαι τῆς παγχρύσου σου γλώττης.
Λιβανίῳ Βασίλειος
1 Οἱ πρὸς τὸ ῥόδον ἔχοντες, ὡς τοὺς φιλοκάλους εἰκός, οὐδὲ τὰς ἀκάνθας ὧν τὸ ἄνθος ἐκφύεται δυσχεραίνουσι. καί τινος ἤκουσα τοιοῦτόν τι περὶ αὐτῶν παίζοντος ἢ τάχα που καὶ σπουδάζοντος, ὅτι καθάπερ ἐρωτικά τινα κνίσματα τοῖς ἐρασταῖς τοῦ ἄνθους ἡ φύσις τὰς λεπτὰς ἐκείνας ἀκάνθας προσέφυσε πρὸς μείζονα πόθον τοῖς ἀπλήκτοις κέντροις τοὺς δρεπομένους ὑπερεθίζουσα.
2 τί δή μοι βούλεται τοῖς γράμμασι τὸ ῥόδον ἐπεισαγόμενον, πάντως οὐδὲν δεῖ σε διδαχθῆναι τῆς ἐπιστολῆς μεμνημένον τῆς σῆς, ἣ τὸ μὲν ἄνθος εἶχε τοῦ ῥόδου ὅλον ἡμῖν τὸ ἔαρ τῆς εὐγλωττίας διαπετάσασα, μέμψεσι δέ τισι καὶ ἐγκλήμασι καθ᾽ ἡμῶν ἐξηκάνθωτο.
3 ἀλλ᾽ ἐμοὶ τῶν σῶν λόγων καθ᾽ ἡδονήν ἐστι καὶ ἡ ἄκανθα πρὸς μείζονα πόθον τῆς φιλίας ἐκκαίουσα.
Βασιλείῳ Λιβάνιος
1 Εἰ ταῦτα γλώττης ἀργοτέρας, τίς ἂν εἴης αὐτὴν ἀκονῶν; σοὶ μὲν γὰρ ἐν τῷ στόματι λόγων οἰκοῦσι πηγαὶ κρείσσους ναμάτων ἐπιρροῆς· ἡμεῖς δὲ εἰ μὴ καθ᾽ ἡμέραν ἀρδοίμεθα, λείπεται τὸ σιγᾶν.
Λιβανίῳ Βασίλειος.
-Τὸ μὴ συνεχῶς με γράφειν πρὸς τὴν σὴν παίδευσιν πείθουσι τό τε δέος καὶ ἡ ἀμαθία· τὸ δὲ σὲ καρτερικώτατα σιωπᾶν τί τῆς μέμψεως ἐξαιρήσεται; εἰ δέ τις λογίσαιτο τὸ καὶ ἐν λόγοις σε βιοῦντα ὀκνεῖν ἐπιστέλλειν, καταψηφιεῖταί σου λήθην τὴν πρὸς ἡμᾶς· ᾧ γὰρ τὸ λέγειν πρόχειρον, καὶ τὸ ἐπιστέλλειν οὐκ ἀνέτοιμον. ὁ δὲ ταῦτα κεκτημένος, εἶτα σιγῶν, εὔδηλον ὡς ὑπεροψίᾳ ἢ λήθῃ τοῦτο ποιεῖ. ἐγὼ δὲ σοῦ τὴν σιωπὴν ἀμείψομαι προσρήσει· χαῖρε τοίνυν, τιμιώ τατε, καὶ γράφε, εἰ βούλοιο, καὶ μὴ γράφε, εἰ τοῦτό σοι προσφιλές.
Βασιλείῳ Λιβάνιος
1 Μᾶλλον ὅτι μὴ πάλαι σοι γράφειν ἠρξάμην, οἶμαί μοι δεῖν ἀπολογίας ἢ νῦν παραιτήσεως, ὅτι τοῦτο ποιεῖν ἠρξάμην. ἐγὼ γὰρ ἐκεῖνος ὁ προσθέων, ὁπότε φανείης, καὶ ὡς ἥδιστα ὑπέχων τὰ ὦτα τῷ ῥεύματι τῆς γλώττης καὶ λέγοντος εὐφραινόμενος καὶ μόλις ἀπαλλαττόμενος καὶ πρὸς τοὺς ἑταίρους λέ- γων, ὡς <οὗτος ἁνὴρ τοσούτῳ καλλίων τῶν Ἀχελῴου θυγατέρων, ὅσῳ θέλγει μὲν ᾗπερ ἐκεῖναι, βλάπτει δὲ οὐχ ὥσπερ ἐκεῖναι. καὶ μικρόν γε τὸ μὴ βλάπτειν, ἀλλ᾽ ἔστι τὰ τοῦδε μέλη κέρδος τῷ δεξαμένῳ.>
1 τὸν οὖν οὕτω μὲν γνώμης ἔχοντά με, νομίζοντα δὲ καὶ φιλεῖσθαι, λέ γειν δὲ δοκοῦντα δύνασθαι μὴ τολμᾶν ἐπιστέλλειν τῆς ἐσχάτης ἀργίας, καὶ ἅμα τοῦτ᾽ ἂν εἴη ζημιοῦντος αὑτόν. δῆλον γὰρ ὡς ἀμείψῃ μου τὴν ἐπιστολὴν ταυτηνὶ τὴν μικρὰν καὶ φαύλην καλῇ τε καὶ μεγάλῃ, καὶ φυλάξῃ δήπου μή με καὶ δεύτερον ἀδικῆσαί τι.
1 οἶμαι δὲ πολλοὺς βοήσεσθαι πρὸς τὸ ῥῆμα καὶ περιστήσεσθαι τὰ γράμματα κεκραγότας· <2Βασίλειος ἠδί κηκέ τι, κἂν σμικρόν; οὐκοῦν καὶ Αἰακὸς καὶ Μίνως καὶ ὁ τούτου γε ἀδελφός;> ἐγὼ δέ σε τῇ μὲν ἄλλῃ κἀκείνους νενικηκέναι συγχωρῶ, —τίς δὲ οὐκ ἂν εἰδώς τέ σε καὶ οὐ φθονῶν; —ἓν δέ τί σοι πρὸς ἡμᾶς ἡμάρτηται, κἄν σε τοῦτο ἀναμνήσω, πεῖθε τοὺς ἀγανακτοῦντας μὴ βοᾶν.
1 οὐδείς σοι προσελθὼν καὶ χάριν ἐπαγγείλας, ἣν δοῦναι ῥᾷστον, ἀτυχήσας ἀπῆλθεν. εἰμὶ τοίνυν ἐγὼ τῶν χάριν αἰτησάντων μέν, οὐ λαβόντων δέ. τί οὖν ᾔτουν; πολλάκις ἐν Στρατηγίου σοι συγγε νόμενος ἐδεήθην διὰ τῆς σῆς σοφίας εἰς τὸ βάθος τῆς Ὁμήρου μανίας εἰσελθεῖν.εἰ δὲ τὸ πᾶν οὐ δυνατόν, ἔφην, σὺ δὲ ἀλλ᾽ εἰς μέρος ἡμᾶς εἴσαγε τοῦ κλήρου.
1 μέρους δὲ ἐπεθύμουν, ἐν ᾧ τῶν Ἑλλήνων πεπραγότων κακῶς ὃν ὕβριζεν Ἀγαμέμνων θεραπεύει δώροις. ταῦτά μου λέγον τος ἐγέλας ἀρνεῖσθαι μὲν οὐκ ἔχων ὡς οὐκ ἂν δύναιο βουληθείς, δωρεῖσθαι δὲ οὐκ ἐθέλων.
1 ἆρα σοὶ καὶ τοῖς ἀγαν ακτοῦσιν ὅτι σε ἔφην ἀδικεῖν ἠδικῆσθαι δοκῶ;