Λέοντος Διακόνου Ιστορία/ΣΤ

Από Βικιθήκη
Λέοντος Διακόνου Ιστορία
Συγγραφέας:
Βιβλίο ΣΤʹ


Τοῦ δὲ αὐτοκράτορος Νικηφόρου τὸν τρόπον, ὃν εἴρηταί μοι, ἀναιρεθέντος, τὰς τῆς βασιλείας ἡνίας Ἰωάννης, ὁ κατ' ἐπίκλησιν Τζιμισκῆς, ὑποζώννυται. ἤδη δὲ τετάρτης φυλακῆς τῆς νυκτὸς ἀρχομένης, ἑβδόμης ἡμέρας διαφανούσης, ἑνδεκάτης τελούσης τοῦ ∆εκεμβρίου μηνὸς, κατὰ τὴν τρισκαιδεκάτην ἴνδικτον τοῦ ἑξακισχιλιοστοῦ τετρακοσιοστοῦ ἑβδομηκοστοῦ ὀγδόου ἔτους, λογάδων ἀνδρῶν στίφος, διὰ τῶν ἀγυιῶν τοῦ ἄστεος διερχόμενον, αὐτοκράτορα Ῥωμαίων τὸν Ἰωάννην σὺν τοῖς τοῦ ἤδη βασιλεύσαντος Ῥωμανοῦ παισὶν ἀνηγόρευον· οἷς ἐκ διαστήματος ἐφείπετο Βασίλειος ὁ Νόθος, Ῥωμανοῦ τοῦ πάλαι αὐτοκράτορος ἐκ Σκυθίδος υἱὸς, τῷ τοῦ προέδρου ἐκδιαπρέπων ἀξιώματι. Νικηφόρος δὲ, μόνος τῶν λοιπῶν σεβαστῶν, ἐς γέρας τῷ ἀνδρὶ ταύτην ἐκαινοτόμησε τὴν τιμήν· ὅσπερ, εἰ καὶ ἐκτομίας ἐτύγχανεν, ἀλλὰ τὴν ἄλλως δραστήριός τε καὶ ἀγχίνους ὑπῆρχεν ἀνὴρ, εὐφυῶς τοῖς πράγμασιν ἐν περιστάσεσιν ἁρμοττόμενος. συνωμότης δὲ ὢν Ἰωάννῃ, καὶ λίαν ἐκτόπως αὐτῷ φιλικῶς διακείμενος, ἐσκήπτετο πρότερον νοσεῖν, κἄπειτα πονήρως εἶχε, καὶ κλινοπετὴς ἦν. νύχιον οὖν τὴν τοῦ Νικηφόρου μεμαθηκὼς ἀναίρεσιν, τῷ προειληφότι στίφει μετὰ σπείρας γενναίων νεανίσκων ἐπισπόμενος, σεβαστὸν βασιλέα Ῥωμαίων τὸν Ἰωάννην ἀνεκήρυττεν· εἰς τὰ βασίλειά τε αὖθις ἀνῄει, καὶ περὶ τῶν κοινῶν Ἰωάννῃ συνέπραττε, τὴν τοῦ παρακοιμωμένου πρὸς ἐκείνου τιμὴν εἰληφώς. περὶ τῶν ξυνοισόντων οὖν αὑτοῖς βουλευσάμενοι, ἐντάλματα καὶ προστάγματα διὰ παντὸς τοῦ ἄστεος αὐθωρὸν ἔστελλον, μὴ ἐξεῖναί τινι νεωτεριεῖν, ἢ ἐπὶ διαρπαγὰς ἀποκλίνειν· κίνδυνον γὰρ εἶναι τῷ τοιουτότροπόν τι τολμήσαντι, ἀφαιρεῖσθαι τῆς κεφαλῆς. τοῦτο τὸ παράγγελμα ἐπιεικῶς Βυζαντίους ἐξεδειμάτωσε, καὶ οὐδεὶς ἐτόλμα νεοχμῶσαί τι παρὰ τὸ προσταχθέν. εἰώθεσαν γὰρ ἐν ταῖς τοιαύταις μεταβολαῖς οἱ ἀργοὶ τοῦ δήμου, καὶ ἄποροι, ἐς διαρπαγὰς χρημάτων καὶ κατασκαφὰς οἴκων, ἔσθ' ὅτε καὶ τῶν ὁμοφύλων σφαγὰς τρέπεσθαι, καθά που καὶ ἐν τῇ ἀναῤῥήσει τοῦ αὐτοκράτορος Νικηφόρου συμβέβηκεν. ἀλλὰ τὴν τοιαύτην ἀκάθεκτον τοῦ ἀγοραίου ὄχλου φορὰν προφθάσας ἀνέστειλε τὸ τοῦ Ἰωάννου διάγγελμα.

Ἐν τούτοις τῶν πραγμάτων ᾐωρημένων, Λέων Κουροπαλάτης, ὁ τοῦ Νικηφόρου σύναιμος, ἐφ' ἑστίας καθεύδων, τὴν τοῦ ἀδελφοῦ σφαγὴν διενηχηθεὶς, δέον αὐτῷ, χρυσοῦ θησαυροὺς κεκτημένῳ πολυταλάντους, κατὰ ἄμφοδον διασπείρειν, καὶ τούτοις τοὺς ἀστικοὺς δεξιούμενον, εἰς ἐκδίκησιν κατὰ τῶν τυράννων παρακαλεῖν (εἰ γὰρ οὕτω διενοήθη, τάχ' ἂν ἀναιμωτὶ τὸν Ἰωάννην τῶν ἀρχείων κατέσπασεν· ὅτι τε οἱ τὰς τῆς πολιτείας ἐγκεχειρισμένοι ἀρχὰς πρὸς τοῦ Νικηφόρου ταύτας εἰλήφεσαν· καὶ ὅτι στρατιωτικὸν ἀξιόχρεων τῶν ὑπ' ἐκείνῳ τεταγμένων τῷ Βυζαντίῳ ἐπεχωρίαζεν· οἳ πάντες αὐτῷ βουληθέντι, καὶ πρὸς ἀλκὴν καὶ νεωτερισμὸν ὡρμηκότι, συνήραντο ἄν)· ἀλλὰ γὰρ, τῷ μεγέθει τοῦ πάθους τὰς φρένας ἐκθροηθεὶς, τοῦτο μὲν οὐδ' ἐπὶ νοῦν ἔλαβεν, ὡς εἶχε δὲ δρόμων τὸν περίπυστον τῆς τοῦ Θεοῦ Σοφίας καταλαμβάνει σηκὸν, τῇ τύχῃ καὶ τῇ φορᾷ τῶν πραγμάτων ταῦτα καταλιπών. ὁ δέ γε Ἰωάννης, πρὶν τηλαυγῶς τῇ γῇ τὰς ἀκτῖνας προσυφαπλῶσαι τὸν ἥλιον, ταῖς μεγίσταις τῆς πολιτείας ἀρχαῖς οἰκείους ἄνδρας ἀποκαθίστησι, Πραίτωρα, καὶ τοῦ πλωΐμου ∆ρουγγάριον, τῆς τε βίγλης, καὶ ὃν καλοῦσι νυκτέπαρχον, τοὺς τοῦ Νικηφόρου, παραιτησάμενος· οὓς ἅμα τοῖς ἐξ αἵματος ἐκείνου ἀνήκουσιν ἐν τοῖς σφετέροις ἀγροῖς διατρίβειν παρέπεμψε. πίστεις τε τῷ τοῦ αὐτοκράτορος Νικηφόρου ὁμαίμονι Λέοντι τῷ Κουροπαλάτῃ, καὶ Νικηφόρῳ Πατρικίῳ, τῷ υἱῷ τοῦ τοιούτου Λέοντος, περὶ τῶν σφῶν σωμάτων ἀπαθείας δοὺς, ἐς Μήθυμναν, τὴν ἐν Λέσβῳ τῇ νήσῳ κατῳκισμένην, περιορίζει· τούς τε τοπάρχας τῶν χώρων ἁπάντων μεθίστησι, καὶ οἰκείους ἀντ' ἐκείνων ἀποκαθίστησι. τότε δὴ καὶ Βάρδαν, τὸν τοῦ Κουροπαλάτου Λέοντος υἱὸν, ἐν πατρικίοις τελοῦντα, καὶ τὴν τοῦ ∆ουκὸς ἀξίαν ὑπεζωσμένον, κἀν τοῖς τῆς Χαλδαίας ὁρίοις διατρίβοντα, τῆς ἀρχῆς παγανώσας, εἰς Ἀμάσειαν περιορίζει. ἱκανὴν οὖν ἐντεῦθεν ἀσφάλειαν ἑαυτῷ τε καὶ τοῖς πράγμασιν ἐπιβραβεύσας, καὶ ἅπαν τὸ ὕποπτον τῆς πολιτείας ἀνακαθάρας, ἐν τοῖς βασιλείοις διέτριβε. πέμπτον καὶ τεσσαρακοστὸν ἔτος ἦν αὐτῷ τῆς ἡλικίας, ὅτε τῆς βασιλείου ἐπέβη ἀρχῆς.

Τὴν δὲ ἰδέαν τοιόσδε ἦν· λευκὸς μὲν τὴν ὄψιν, καὶ εὔχρους, τὴν κόμην φέρων ξανθὴν καὶ ἀραιὰν ἐπὶ μέτωπον· ὀφθαλμοὶ τούτῳ ἀνδρώδεις καὶ χαρωποί· ῥὶς λεπτή τε καὶ σύμμετρος· γένυς ἡ ἄνωθεν πυρσὴ, καὶ εἰς πλαίσιον καθειμένη παρὰ τὸ μέτριον, ἡ δὲ κάτωθεν μεμετρημένη ὡς τὸ εἰκὸς, καὶ μήτι ἐνδεῶς ἔχουσα. τὴν δὲ ἡλικίαν βραχύς τις ἦν, εἰ καὶ στέρνον εὐρὺ καὶ μετάφρενον εἶχε· γιγαντώδης δὲ τούτῳ ἐνῆν ἰσχὺς, καὶ ταῖς χερσὶν εὐαγωγία, καὶ ἀλκή τις ἀνανταγώνιστος· ἡρωϊκὴ γὰρ αὐτῷ ἀνεκέκρατο, ἀδεής τε καὶ ἀκατάπληκτος, ἐν οὕτω βραχεῖ σώματι ἀποδεδειγμένη τόλμαν ὑπερφυῆ. ἐς ὅλην γὰρ ἀντίπαλον φάλαγγα οὐκ ἀπεδειλία μόνος ὁρμᾷν, πλείστους τε κατακτείνων, ἀπτερώτῳ τάχει πρὸς τὸν οἰκεῖον αὖθις συνασπισμὸν διανέκαμπτε, κακῶν ἀπαθής· ἐν ἅλματι δὲ, καὶ σφαιρισμοῖς, καὶ ἀκοντισμοῖς, καὶ τόξων ἐντάσεσι καὶ βολαῖς, πάντων κατηυμεγέθει τῶν κατὰ τὴν αὐτὴν γενεάν. λέγεται, ὡς κέλητας ἵππους τέτταρας στοιχηδὸν ἱστὰς, ἐκ τοῦ θατέρου μέρους καθαλλόμενος, ἐπὶ τὸν πύματον ὥς τις πτηνὸς ἐφίζανε. βέλος τε ἀφιεὶς οὕτω κατεστοχάζετο τοῦ σκοποῦ, ὡς διὰ δακτυλίου ὀπῆς ἰέναι ἀπευθύνειν αὐτό· τοσοῦτον ὑπερέβαλλε καὶ τὸν παρ' Ὁμήρου μεγαλαυχούμενον νησιώτην, τὸν διὰ τῶν πελέκεων τὸν ὀϊστὸν διευθύναντα. σφαῖράν τε ἐκ σκύτους κατειργασμένην ὑελίνου σκύφους ἐν τῷ πυθμένι ἐπιτιθεὶς, μύωπί τε τὸν ἵππον κεντρίζων καὶ τὸν δρόμον ἐπιταχύνων, ῥάβδῳ παίων τὴν σφαῖραν, αὐτὴν μὲν ἀναθρώσκειν καὶ πέτασθαι κατειργάζετο· τὸ δὲ δὴ σκύφος ἀμετακίνητον καὶ ἄθραυστον κατὰ χώραν μένειν ἐλίμπανε. μεγαλόδωρός τε καὶ φιλοδωρότατος παρὰ πάντας ἦν· οὐδεὶς γὰρ αὐτὸν αἰτησάμενος τῶν ἐλπίδων κενὸς ἀπηλλάττετο. πᾶσι δὲ φιλαγάθως καὶ ἱλαρῶς ἐφιλανθρωπεύετο, προφητικῶς τὸ ἔλαιον τῆς εὐποιΐας κιχρῶν· καὶ εἰ μὴ Βασίλειος ὁ παρακοιμώμενος αὐτὸν ἐπεῖχε τῆς ἀπλήστου περὶ τὸ εὐεργετεῖν τοὺς ὁμοφύλους ῥοπῆς, κἂν τοὺς βασιλικοὺς θησαυροὺς εἰς τὴν τῶν δεομένων διανομὴν θᾶττον συνεξεφόρησεν. ἐλάττωμα δὲ Ἰωάννῃ τοῦτο προσῆν, ὅτι τε περὶ πότους ἔστιν ὅτε παρὰ τὸ προσῆκον ἐκώμαζε, καὶ περὶ τὰς τοῦ σώματος ἡδονὰς διεπτόητο.

Ἀλλ' οὕτω μὲν ἐν ἡμέραις ἑπτὰ τὰ τῆς πολιτείας διοικησάμενος, καὶ τὴν ἀρχὴν ἑαυτῷ κρατυνάμενος, καὶ ὡς οὐκ ἄν τις ᾠήθη ποτὲ (ἐν γὰρ ταῖς μεγίσταις τῶν πραγμάτων μεταβολαῖς, πολλῆς, ὡς εἰκὸς, στάσεως ἀναῤῥιπιζομένης καὶ ταραχῆς, τότε, οὐκ οἶδ' ὅπως, παρατυχὸν εὐκοσμία τις καὶ βαθεῖα σιγὴ τὸν δῆμον κατέσχε, τοῦ αὐτοκράτορος Νικηφόρου ἀναιρεθέντος, καί τινος ἑνὸς τῶν ὑπασπιστῶν ἑτέρου μηδενὸς κἂν ἐπὶ κόῤῥης εἰληφότος κόνδυλον), ἐς τὸν θεῖον καὶ μέγαν τῆς τοῦ Θεοῦ Σοφίας σηκὸν εἰσφοιτᾷ, ὡς πρὸς τοῦ πατριάρχου κατὰ τὸ εἰθισμένον τῷ βασιλείῳ διαδήματι ταινιωθησόμενος. εἴθισται γὰρ τοὺς νέον τῆς Ῥωμαϊκῆς ἡγεμονίας προσεπιβαίνοντας ἐπί τε τὸν ἄμβωνα τοῦ νεὼ ἀνιέναι, καὶ πρὸς τοῦ κατὰ καιροὺς ἱεράρχου εὐλογεῖσθαί τε, καὶ τῷ βασιλείῳ στέφει ταινιοῦσθαι τὴν κεφαλήν. ὁ δὲ Πολύευκτος τὸν τῆς πατριαρχίας τότε θρόνον κατεῖχε. θεῖός τέ τις ὢν καὶ ζέων τῷ πνεύματι, εἰ καὶ τὴν ἡλικίαν ἔξωρος ἦν, μὴ ἐξεῖναί οἱ ἐδήλου τῷ βασιλεῖ ἐς τὸ ἱερὸν εἰσελαύνειν, πρὶν ἂν τὴν Αὐγοῦσταν τῶν βασιλείων ἐξαγάγῃ, καὶ τὸν ἀναιρέτην τοῦ αὐτοκράτορος Νικηφόρου, ὅσπερ ἂν εἴη, καθυποδείξῃ· καὶ προσέτι τὸν τόμον τῇ συνόδῳ προσαποτίσῃ, ὃν ὁ Νικηφόρος παρὰ τὸ εἰκὸς ἐνεώχμωσεν. ὁ γὰρ Νικηφόρος, εἴτε τὰ θεῖα πρός τινων τῶν ἱερέων κινούμενα βουλόμενος διορθοῦν, ὡς ᾤετο, εἴτε κατεξουσιάζειν καὶ τῶν ἱερῶν, ὅπερ ἔκσπονδον ἦν, τόμον σχεδιάσαι τοὺς ἱεράρχας κατεβιάσατο, μήτι τῶν ἐκκλησιαστικῶν πραγμάτων ἐκτὸς τῆς ἐκείνου ῥοπῆς ἐνεργεῖν. ταῦτα μὲν ὁ Πολύευκτος τῷ βασιλεῖ ποιεῖν εἰσηγεῖτο· ἄλλως γὰρ οὐχ οἷόν τε ἐξεῖναι αὐτῷ ἐς τὰ θεῖα εἰσιτητέον ἀνάκτορα. ὁ δὲ, τὴν τοιαύτην φάσιν δεξάμενος, τήν τε Αὐγοῦσταν τῶν ἀνακτόρων κατήγαγε, καὶ κατὰ τὴν νῆσον τὴν λεγομένην Πρώτην περιώρισε, τόν τε τοῦ Νικηφόρου τόμον τῇ συνόδῳ ἐπέδωκε, καὶ Λέοντα τὸν Βαλάντην καθυπεδείκνυεν, αὐτόχειρα τοῦ Νικηφόρου καὶ αὐθέντην πεφηνέναι τοῦτον, οὐκ ἄλλον, ἰσχυριζόμενος. οὕτως εἰς τὸν θεῖον σηκὸν ὁ Ἰωάννης παραδεχθεὶς, καὶ πρὸς τοῦ Πολυεύκτου στεφθεὶς, ἐς τὴν βασίλειον ἑστίαν παλινοστεῖ, παρὰ παντὸς τοῦ τε στρατιωτικοῦ πλήθους καὶ τοῦ δημοτικοῦ εὐφημούμενος.

Ἐντεῦθεν ἐκεχειρίας μικρᾶς καὶ ῥᾳστώνης δραξάμενος, τὴν προσοῦσαν αὑτῷ κτῆσιν ἀνέκαθεν δίχα διαιρήσας· πολλὴ δέ τις ἦν ἔκ τε τῶν προγόνων αὐτῷ καταλειφθεῖσα (λαμπροτάτου γὰρ γένους ὁ Ἰωάννης κατήγετο, πρὸς μὲν πατρὸς εὐγενὴς τῶν ἀφ' ἡλίου ἀνατολῶν, ἐκ δὲ μητρὸς ἀνεψιὸς Νικηφόρου τοῦ αὐτοκράτορος), καὶ ἐκ τῶν βασιλικῶν δωρεῶν, ἣν διὰ τὰ ἐν πολέμοις αὑτοῦ τρόπαια φιλοτίμως ἀπεφέρετο· τὴν μὲν τοῖς ὁμόροις καὶ ἀγχιτέρμοσι γεωργοῖς ἀφῆκε διανείμασθαι· τὴν δὲ τῷ καταντιπέρας Βυζαντίου τῶν λελωβημένων νοσοκομείῳ ἠφώρισε, προσεπιδομήσας τοῖς παλαιοῖς δόμοις τῶν τῇ ἱερᾷ νόσῳ καμνόντων καὶ ἑτέρας οἰκίας. καὶ τούτων τὸν ἀριθμὸν πολυπλασιάσας, ἀνιών τε καὶ ὡς αὐτοὺς παραγινόμενος, διένεμέ τε τούτοις χρυσὸν, καὶ τὰ ἡλκωμένα καὶ τῇ νόσῳ κατειργασμένα τούτων μέλη οὐκ ἀπηξίου θεραπεύειν κατὰ τὸ ἐνὸν, καίτοι ἁβρότατος ὢν καὶ λίαν φιλόκαλος. τοσοῦτον εἶχε τὸ φίλοικτόν τε καὶ συμπαθὲς πρὸς τὸ κάμνον τῆς φύσεως, παρὰ φαῦλον, ὅτε πως τούτοις ἀπήντα, τόν τε τῆς βασιλείας ὄγκον καὶ τὸν ἐκ τῆς ἁλουργίδος ἀποτικτόμενον τῦφον τιθείς. φόρων τε ἀτέλειαν τῷ τῶν Ἀρμενιακῶν θέματι παρέσχεν· ἐκεῖθεν γὰρ ὥρμητο. τῆς δὲ ῥόγας ἐνστάσης, ἣν ἥ τε σύγκλητος καὶ τὸ τῆς πολιτείας εὐγενὲς καὶ ἐλλόγιμον παρὰ τῆς βασιλικῆς χειρὸς ἀποφέρεται, πᾶσι τοῖς ἠξιωμένοις ταυτησὶ τῆς δωρεᾶς, προῖκα τὴν ῥόγαν ἐπηύξησε, φιλοτίμῳ καὶ φιλαγάθῳ γνώμῃ κινούμενος.

Ἤδη δὲ τῆς πρὸς Ὀρόντῃ μεγάλης Ἀντιοχείας πρὸς τοῦαὐτοκράτορος Νικηφόρου ἁλούσης, καὶ τοῦ ἱεραρχοῦντος χηρευούσης (ὁ γὰρ τὸ πρότερον κατάρχων ταύτης Ἀγαρηνὸς τὸν πατριάρχην Χριστοφόρον, ἀποστολικὸν ἄνδρα τε καὶ θεσπέσιον, ἀνεῖλεν, ἀκόντιον κατὰ τῶν στέρνων αὐτοῦ διελάσας, ἔγκλημα τἀνδρὶ εἰς τὸν σωτῆρα Χριστὸν ἐπάγων εὐσέβειαν), ταύτης τὸν συνοικισμὸν προὐργιαίτερον ὁ βασιλεὺς Ἰωάννης ποιούμενος, διὰ σπουδῆς εἶχε καὶ πολὺς ἦν ἐγκείμενος, τῆς ἱεραρχίας ταύτης τὸν ἄξιον εὑρεῖν. ἀλύοντι δὲ τούτῳ καὶ γνωματεύοντι, ἐπὶ νοῦν ἦλθεν ὁ ἐκ Κολωνείας Θεόδωρος, ἀνὴρ ἐξ ὀνύχων τὸν ἐρημικὸν καὶ ἀπράγμονα βίον αἱρετισάμενος, καὶ πολλοῖς ἱδρῶσιν ἀσκητικοῖς τὸ σαρκίον καταδαμάσας. τρίχινον γὰρ ῥάκος ἐνδιδυσκό μενος, καὶ τούτῳ περικαλύπτων τὸν σίδηρον, ὃν ἔφερε τυραννῶν τὸ σωμάτιον, οὐ πρότερον αὐτὸ ἀπεσκευάζετο, πρὶν ἂν διεῤῥύη τε ὅλον, καὶ εἰς οὐδὲν ἐχρημάτιζε. λέγεται δὲ, τὸν τοιοῦτον μοναστὴν Νικηφόρῳ τε πρότερον, καὶ αὖθις Ἰωάννῃ, τὴν τῆς βασιλείας θεοκλυτῆσαι ἀνάῤῥησιν. τοῦτον τῷ Βυζαντίῳ τότε παρουσιάζοντα ὁ Ἰωάννης προσάγει τῷ Πολυεύκτῳ· ὁ δὲ, ἅμα τοῖς ἐνδημοῦσι τῶν ἐπισκόπων τὸν ἄνδρα ἐξητακὼς, ἐφευρών τε τὴν μὲν θύραθεν παιδείαν οὐ πάνυ ἠκριβωκότα, τήν γε μὴν θείαν καὶ ἡμετέραν ἐξησκημένον φιλοτιμότατα, χρίει αὐτὸν πατριάρχην Ἀντιοχείας. ὁ δὲ Πολύευκτος, μικρὰς ἡμέρας ἐπιβιοὺς μετὰ τὴν Θεοδώρου προχείρισιν, μεταλλάττει τὸν βίον, μνημεῖα τῇ ἐκκλησίᾳ καταλιπὼν τὰς τῶν ἀρετῶν εἰκόνας, καὶ τὴν γνῶσιν τῆς θείας καὶ ἀνθρωπίνης σοφίας καὶ ἐπιστήμης, ἣν εἰς ἄκρον ἐξήσκησε. τοῦ δὲ Πολυεύκτου ἐπὶ τρισκαίδεκα ἐνιαυτοὺς τὰς τῆς πατριαρχίας ἡνίας ἰθύναντος, καὶ πρὸς τὴν μακαρίαν μεταναστάντος κατάπαυσιν, σπουδὴ ἐξεγένετο τῷ αὐτοκράτορι Ἰωάννῃ, εἰς τὸν τῆς ἱεραρχίας θρόνον ἄνδρα ἐπιβιβάσαι τὸν ἀρεταῖς καὶ τρόποις τῶν πολλῶν ὑπερφέροντα. τῇ γοῦν ὑστεραίᾳ ἐς τὴν βασίλειον αὐλὴν τοὺς ἱεράρχας εἰσκαλεσάμενος καὶ τὴν σύγκλητον, ἔφησε τοιαῦτα·

Μίαν ἀρχὴν ἐξεπίσταμαι, τὴν ἀνωτάτην καὶ πρώτην, ἥτις ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὸ τοῦ ὁρατοῦ καὶ ἀοράτου κόσμου παρήγαγε σύστημα. δύο δὲ τὰς ἐν τῷδε τῷ βίῳ γινώσκω καὶ τῇ κάτω περιφορᾷ, ἱερωσύνην καὶ βασιλείαν, ὧν τῇ μὲν τὴν τῶν ψυχῶν ἐπιμέλειαν, τῇ δὲ τὴν τῶν σωμάτων κυβέρνησιν ἐνεχείρισεν ὁ δημιουργὸς, ὡς ἂν μὴ τούτων χωλεύσοιτο μέρος, ἄρτιόν τε καὶ ὁλόκληρον διασώζοιτο. τοίνυν, ἐπεὶ τὸ χρεὼν ὁ τὴν ἐκκλησίαν ἰθύνων ἐξέτισεν, ἔργον μὲν τούτου τοῦ ἀλαθήτου πέφυκεν ὀφθαλμοῦ, τὸν κατευμεγεθοῦντα πάντων εἰς τὴν λειτουργίαν τῶν θείων παραγαγεῖν, ᾧ καὶ πρὸ τοῦ πλασθῆναι τὰ ἐπιτηδεύματα τῶν ἀνθρώπων διέγνωσται. αὐτὸς δὲ, οὗ πεῖραν ἀνδρὸς ἀναμφίλεκτον ἐκ τοῦ μακροῦ χρόνου παρείληφα, τοῦτον ἐπὶ τῶν θώκων ἀναβιβάζω τῶν ἐκκλησιαστικῶν· ὡς μὴ λάθοι κατὰ γωνίαν τὸν βίον διηντληκὼς ἄνθρωπος παντοδαποῖς προτερήμασι κλεϊζόμενος, ᾧ γε καὶ τὸ προορατικὸν ἐκ Θεοῦ δεδώρηται χάρισμα. πολλὰ γάρ μοι τῶν μελλόντων ἀνεῖλε θείᾳ ὀμφῇ, ἐκβάντα ἐν τοῖς καιροῖς αὐτῶν. εἶπεν ὁ βασιλεὺς, καὶ εἰς μέσον παρήγαγε τὸν ἀναχωρητὴν Βασίλειον, ὃς ἐξ ὀνύχων τὸν μονήρη βίον αἱρετισάμενος, συχνοὺς ἀγῶνας ἱδρώτων ἀσκητικῶν ἐν ταῖς τοῦ Ὀλύμπου ἀκρωρείαις ἐπεδείξατο. τοῦτον ἐς τὴν πατριαρχικὴν ἑστίαν ἀνιέναι παρεκελεύσατο· τῇ δὲ ἐπιούσῃ (αὕτη δὲ ἦν ἀναστάσιμος ἡμέρα, καθ' ἣν τὴν ὀρθόδοξον πίστιν περὶ τῆς τῶν σεπτῶν εἰκόνων προσκυνήσεως οἱ θεῖοι πατέρες ἐκράτυναν) τὸ τῆς ἀρχιερωσύνης ὁ Βασίλειος χρίσμα δέχεται, καὶ οἰκουμενικὸς πατριάρχης ἀνακηρύττεται.

Ἰωάννῃ δὲ τῷ αὐτοκράτορι πολλαῖς ταῖς φροντίσιν ἐταλαντεύετο ἡ διάνοια, ποίᾳ δὴ προτέρᾳ δοίη τὴν ῥοπὴν ἐν τριόδῳ ἀπειλημμένος, καὶ μὴ παρενεχθείη τοῦ δέοντος. ἥ τε γὰρ σπάνις τῶν ἀναγκαίων καὶ ὁ λιμὸς ἐκβαθύνας, ἐπὶ τριετῆ καιρὸν τὴν Ῥωμαϊκὴν ἀρχὴν ἐπεβόσκετο· ἐπέκειτο δὲ καὶ ἡ Ῥωσσικὴ κίνησις οὐ χρηστὰς ὑποτιθεμένη ἐλπίδας, καὶ ἡ τῶν Καρχηδονίων καὶ Ἀράβων κατὰ τῆς ἐπὶ Συρίαν Ἀντιοχείας, ἄρτι προσκτηθείσης Ῥωμαίοις, καταδρομή. τὸ μὲν οὖν ἄμαχον κακὸν τοῦ λιμοῦ τῇ σιταγωγίᾳ, ἣν ἐκ τῶν ἁπανταχῆ ἐμπορίων προνοίᾳ διὰ τάχους συνήγαγε, διέλυσε, στήσας τὴν νομὴν τοῦ τοσούτου δεινοῦ. τὴν δέ γε ὁρμὴν τῶν Ἀγαρηνῶν τῇ τῶν Ἑῴων στρατευμάτων παρατάξει ἀνεχαίτισε, Νικολάου τοῦ Πατρικίου στρατηγοῦντος· ὅστε οἰκεῖος ὢν σπάδων τῷ βασιλεῖ, ἐμπειρίαν ἐκ πολλῆς μελέτης τῶν ἀγώνων ἐκέκτητο. πρὸς μέντοι τὸν Σφενδοσλάβον, τὸν τῆς Ῥωσσικῆς πανοπλίας κατάρχοντα, ἔγνω διακηρυκεύεσθαι. καὶ δὴ πρέσβεις ὡς αὐτὸν ἐκπέμπει, παραγγέλλων αὐτῷ, τὸν πρὸς τοῦ αὐτοκράτορος Νικηφόρου ἐπὶ τῇ καταδρομῇ τῶν Μυσῶν ὑπεσχημένον ἀνειληφότα μισθὸν, ἐπὶ τὰ σφῶν ἤθη καὶ τὸν Κιμμέριον μετανίστασθαι Βόσπορον, τὴν δὲ Μυσίαν παραλιπεῖν, Ῥωμαίοις προσήκουσαν, καὶ ἀπόμοιραν τελοῦσαν Μακεδονίας ἀνέκαθεν. λέγεται γὰρ Μυσοὺς ἀποίκους τῶν ὑπερβορέων Κοτράγων, Χαζάρων τε καὶ Χουμάνων ὄντας, τῶν οἰκείων μεταστῆναι ἠθῶν· ἀλωμένους δὲ κατὰ τὴν Εὐρώπην, ταύτην κατειληφέναι καὶ κατοικῆσαι, Κωνσταντίνου, ᾧ Πωγωνάτος ἐπίκλησις, τότε Ῥωμαίων ἡγεμονεύοντος· ὁμωνύμως δὲ τὴν χώραν ἀπὸ Βουλγάρου (τοῦ σφῶν φυλάρχου) Βουλγαρίαν καλέσαι.

Ἄιδεται καὶ ἕτερος περὶ τούτων λόγος, ὧδέ πη ἔχων· Ἰουστινιανοῦ, τοῦ Ῥωμαίων αὐτοκράτορος, ὑπὸ Λεοντίου ἐκτμηθέντος τὴν ῥῖνα καὶ κατὰ τὴν Χερσῶνα περιορισθέντος, ἐπείπερ ἐκεῖθεν αὐτῷ διαδράναι πολυτρόπως ἐγένετο, ἐς τὴν Μαιῶτίν τε ἀφικέσθαι, καὶ τὸ Μυσῶν ἔθνος προσεταιρίσασθαι, ἐφ' ᾧ, τήν τε βασιλείαν αὑτῷ ἀνασώσασθαι, καὶ μισθοὺς μεγάλους ἐναπολήψεσθαι. τοὺς δὲ ἕψεσθαί τε αὐτῷ, καὶ πρὸς αὐτοῦ, τῆς βασιλείας αὖθις ἐπειλημμένου, εἰληφέναι τὴν χώραν, ὅσην ὁ Ἴστρος ἐντὸς Μακεδόνων περιορίζει· καὶ τὴν μετοίκησιν ταύτῃ ποιήσασθαι, καὶ πολλὰ πολέμων ἔργα καὶ ἀνδραποδισμῶν προξενῆσαι Ῥωμαίοις, πολεμησείοντας ἀεὶ, καὶ τὰ Θρᾳκῷα κατατρέχοντας κλίματα. Ῥωμαίους δὲ ἀντεπιέναι τούτοις· τοὺς δὲ τὴν ἐκείνων οὐχ ὑφισταμένους ἀλκὴν, ἐπ' ἀμφιλαφῶν χωρίων λόχμας καταδύεσθαι, καὶ ταῖς δυσχωρίαις τούτους καταγωνίζεσθαι. πολλῶν τοιγαροῦν ἐκ τοῦ κατ' ἐκείνου καιροῦ καταῤῥαγέντων πολέμων, καὶ γενναίων στρατηγῶν ὀλωλότων, Νικηφόρου τε, τοῦ παλαιτάτου αὐτοκράτορος, πεσόντος πρὸς τῶν Μυσῶν, παρὰ μόνου Κωνσταντίνου λέγεται Κοπρωνύμου ἡσσηθῆναι Μυσοὺς, καὶ αὖθις παρὰ τοῦ ἐγγόνου αὐτοῦ Κωνσταντίνου τοῦ τῆς Αὐγούστης Εἰρήνης υἱοῦ, καὶ τὰ νῦν δὲ πρὸς Ἰωάννου τοῦ αὐτοκράτορος, ὃς τὰς τῶν Μυσῶν πόλεις αἰχμῇ παρεστήσατο· οὐχ ἱστόρηται δέ τις Ῥωμαίων ἕτερος, τούτους ἐπὶ τῆς σφετέρας γῆς καταγωνισάμενος. ἀλλὰ περὶ μὲν τούτων ἅλις.

Ὁ δὲ Σφενδοσλάβος, ταῖς κατὰ τῶν Μυσῶν νίκαις ἐπὶ μέγα αἰρόμενος, καὶ τῇ βαρβαρικῇ αὐθαδείᾳ ὑπέροπλα βρενθυόμενος (ἤδη γὰρ τὴν χώραν βεβαίως ἐκέκτητο), περιδεεῖς καὶ καταπλῆγας Μυσοὺς τῇ ἐμφύτῳ ἀπηνείᾳ κατεργασάμενος (φασὶ γὰρ τὴν Φιλίππου πόλιν τῷ πολεμεῖν ἐξελὼν, δισμυρίους τῶν ἐν τῷ ἄστει ληφθέντων ὠμῶς καὶ ἀπανθρώπως ἀνασκολοπίσαι, καὶ ταύτῃ τὸ ἀντίξουν ἅπαν ἐκδειματῶσαι καὶ θεῖναι ὑπόσπονδον), ὑπεραύχους καὶ αὐθάδεις τὰς ἀποκρίσεις τοῖς πρέσβεσι Ῥωμαίων ἐξέφερε· μὴ γὰρ ἀφέξεσθαι τῆς χώρας, εὐδαίμονος οὔσης, εἰ μὴ ἐπὶ χρημάτων πολυταλάντων καταβολῇ, καὶ ἀπεμπολήσει τῶν τε πόλεων καὶ τῶν ἀνδραπόδων, ὅσα τῷ πολεμεῖν ἐπεκτήσαντο. εἰ δ' οὐ βούλεσθαι Ῥωμαίους ταῦτα καταβαλεῖν, ἀλλὰ τῆς Εὐρώπης θᾶττον ἀφίστασθαι, ὡς μὴ προσηκούσης αὐτοῖς, καὶ πρὸς τὴν Ἀσίαν μετασκευάζεσθαι· ἄλλως γὰρ μὴ οἴεσθαι, Ταυροσκύθας εἰς σπονδὰς Ῥωμαίων ξυμβήσεσθαι. Ἰωάννης δὲ ὁ αὐτοκράτωρ, τὰς τοιαύτας ἀποκρίσεις τοῦ Σκύθου δεξάμενος, καὶ αὖθις τοῖς προαπεσταλμένοις ἀμείβεται τάδε· τὴν ἐκ πατέρων ἐς ἡμᾶς διαβᾶσαν εἰρήνην ἀλώβητον καθ' ἣν Θεὸς ἐμεσίτευσεν, οὐ δεῖν οἰόμεθα λύειν αὐτοί· ἅτε πρόνοιαν εἶναι πιστεύοντες τὴν τὸ πᾶν διευθύνουσαν, καὶ τὰ Χριστιανῶν πρεσβεύοντες ἔθιμα. διὰ ταῦτα εἰσηγούμεθά τε ὑμῖν ὡς φίλοις, καὶ συμβουλεύομεν, ἐξαυτῆς ἀπαίρειν τῆς μηδέν τι προσηκούσης χώρας ὑμῖν, καὶ μὴ διαμέλλειν, μηδ' ἀναδύεσθαι, εἰδότας, ὡς εἰ μὴ καταπειθεῖς ταύτῃ τῇ ὀνησιφόρῳ ξυμβουλῇ γένοισθε, οὐχ ἡμᾶς, αὑτοὺς δὲ, λύειν τὰς ἀνέκαθεν συντεθείσας σπονδάς. καὶ μή γε δόξωμεν μεγαλαύχους ταύτας τὰς ἀποκρίσεις ποιεῖν. ἐν Χριστῷ γὰρ θαῤῥοῦμεν τῷ ἀθανάτῳ Θεῷ, ὡς, εἰ μὴ τῆς χώρας ἀπέλθοιτε, καὶ ἄκοντες παρ' ἡμῶν ταύτης ἀπελαθήσεσθε. οἶμαι γάρ σε μὴ λεληθέναι τὸ τοῦ σοῦ πταῖσμα πατρὸς Ἴγγορος, ὅστε τὰς ἐνόρκους σπονδὰς παρὰ φαῦλον θέμενος, σὺν μεγάλῳ κινήματι καὶ μυρίοις σκάφεσι κατὰ τῆς βασιλευούσης ἐκπλεύσας, μόλις σὺν δέκα λέμβοις ἐς τὸν Κιμμέριον ἀφίκετο Βόσπορον, αὐτάγγελος τῶν οἰκείων γεγονὼς συμφορῶν. καὶ παρίημι τὸν αὖθις οἴκτιστον μόρον ἐκείνου, παρὰ τοὺς Γερμανοὺς ἐκστρατεύσαντος, καὶ πρὸς ἐκείνων ληφθέντος, καὶ φυτῶν στελέχεσι προσδεθέντος, καὶ εἰς δύο διαμερισθέντος τμήματα. καὶ σὲ γοῦν οὐκ οἶμαι πρὸς τὴν σὴν ἐπαναζεῦξαι πατρίδα, εἴ γε τὴν Ῥωμαϊκὴν παντευχίαν κατὰ σοῦ χωρεῖν ἀναγκάσειας, ἀλλ' αὐτόθι διαφθαρήσεσθαι πανσυδεὶ, ὡς μηδὲ πυρφόρον ἐς Σκυθίαν ἀφικέσθαι, τὰς κατασχούσας ὑμᾶς ἀπευκταίους ἀπαγγελοῦντα τύχας. ὁ δὲ Σφενδοσλάβος, ἐπὶ ταῖς τοιαύταις ἀποκρίσεσι σχετλιάσας, τῇ τε βαρβαρικῇ μανίᾳ καὶ ἀπονοίᾳ παραφερόμενος, ἀντέλεξε τοιαῦτα· οὐδεμίαν ἀνάγκην τὸν αὐτοκράτορα Ῥωμαίων ὡς ἡμᾶς ἀφικέσθαι ὁρῶ κατεπείγουσαν· διὸ μὴ κάμῃ, μέχρι τῆσδε τῆς γῆς ἀφικόμενος· αὐτοὶ γὰρ ὅσον οὔπω πρὸ τῶν τοῦ Βυζαντίου πυλῶν πηξόμεθα τὰς σκηνὰς, καὶ καρτερὸν χάρακα ταύτῃ περιβαλοῦμεν, ἐξιόντα τε τοῦτον, εἴ γε καὶ καρτερήσει πρὸς τοσούτων πόνων διαγωνί 107 σασθαι, γενναίως ὑποδεξόμεθα, διδάξομέν τε τοῖς ἔργοις αὐτοῖς, ὡς οὐ βάναυσοί τινες ἀποχειροβίωτοι, ἀλλ' αἱμάτων ἄνδρες τυγχάνομεν, τοῖς ὅπλοις τὸ δυσμενὲς καταγωνιζόμενοι· εἰ καὶ αὐτὸς ἐξ ἀγνοίας κατὰ τὰ σκιατραφοῦντα γύναια τὴν Ῥωσσικὴν ἡγεῖται ἀλκὴν, καὶ, ὥς τινα νήπια ὑπομάζια μορμολυκείοις τισὶ, ταύταις ταῖς ἀπειλαῖς ἡμᾶς πειρᾶται δεδίττεσθαι.

Τούτων τῶν ἀπονενοημένων τοῦ ἐκεῖθεν λόγων ὁ βασιλεὺς διενηχηθεὶς, ἔγνω, μὴ διαμέλλειν, ἀλλὰ πάσῃ σπουδῇ τὰ ἐς τὸν πόλεμον ἐξαρτύεσθαι, ὡς ἂν προτερήσοι τὴν πρὸς ἐκεῖνον ἄφιξιν, ἐπιτειχίσοι τε τούτῳ τὴν κατὰ τῆς βασιλευούσης ἐπίθεσιν. εὐθὺς οὖν ἴλην γενναίων καὶ νεανικῶν ἀνδρῶν ἐκλεξάμενος, ἀθανάτους τε τούτους κατονομάσας, περὶ αὑτὸν εἶναι διεκελεύσατο. ἐντεῦθεν τὸν Μάγιστρον Βάρδαν, ᾧ Σκληρὸς ἡ ἐπίκλησις, ὁμαίμονα τῆς ἀποιχομένης Μαρίας, τῆς τοῦ τοιούτου βασιλέως συνεύνου, τυγχάνοντα, δραστήριον ἄνδρα καὶ τὴν ἀλκὴν γενναιότατον· καὶ τὸν Πατρίκιον Πέτρον, τὸν πρὸς τοῦ αὐτοκράτορος Νικηφόρου στρατοπεδάρχην προχειρισθέντα διά τε τὴν προσοῦσαν αὐτῷ ἀρετὴν, καὶ τὰ κατὰ τοὺς πολέμους ἀνδραγαθήματα (λέγεται γάρ ποτε Σκυθῶν τὴν Θρᾴκην καταδραμόντων, ἐπεὶ ἐξ ἀντιπάλου τὸν Πέτρον, καίτοι τομίαν ὄντα, μετὰ τοῦ συνεπομένου στίφους ξυνέβαινεν αὐτοῖς ἀντιτάττεσθαι, τὸν τῶν Σκυθῶν ἀγὸν, πελώριον ἄνδρα, καὶ ἐς τὸ ἀσφαλὲς τεθωρακισμένον, παρὰ τὸ μεταίχμιον ἐξιππάσασθαι, κοντὸν ἐπιμήκη κραδαίνοντα, προσκαλεῖσθαί τε τὸν βεβουλημένον αὑτῷ ἀντιτάττε 108 σθαι· τὸν δὲ Πέτρον, ἀλκῆς καὶ μένους παρ' ὑπόνοιαν ὑποπλησθέντα, τὸν ἵππον τε σφοδρῶς κεντρίσαι τοῖς μύωψι, καὶ τὸ δόρυ κραταιῶς διαγκυλησάμενον, ἀμφοτέραις ὦσαι κατὰ τοῦ στέρνου τὸν Σκύθην· οὕτω δὲ γενέσθαι τὴν ἀντέρεισιν καρτερὰν, ὡς ἀντιτορῆσαι, καὶ διαμπερὲς κατὰ τὸ μετάφρενον διαπτῆναι, μὴ ἀντισχόντα τὸν ἀλυσιδωτὸν θώρακα, ἀλλ' ἄναυδον τὸν πελώριον ἐκεῖνον προσαραχθῆναι τῇ γῇ· καὶ τούτῳ τῷ καινῷ καὶ ξένῳ θεάματι καταπλαγῆναί τε τοὺς Σκύθας, καὶ πρὸς φυγὴν ἀπιδεῖν)· τούτοις τοῖς στρατηγοῖς παρήγγειλεν ὁ βασιλεὺς, τὰς δυνάμεις ἀνειληφότας ἐπὶ τὴν ὅμορον καὶ ἀγχιτέρμονα τῆς Μυσίας διαβαίνειν· ἐκεῖ τε διαχειμάζειν, καὶ γυμνάζειν τὴν στρατιὰν, καὶ τὸν χῶρον περιέπειν, ὡς μή τις εἴη τούτῳ λώβη ταῖς ἐκδρομαῖς τῶν Σκυθῶν· ἔς τε τὰς ἐπαύλεις καὶ τὰ ἤθη τῶν δυσμενῶν διγλώσσους ἄνδρας ἐκπέμπειν Σκυθικὸν ἠμπισχημένους ἱματισμὸν, ὡς τὰ σφῶν διαβούλια γνοῖεν, καὶ βασιλεῖ ταῦτα κατάφωρα γίγνοιντο. τὴν τοιαύτην οὖν φάσιν πρὸς τοῦ βασιλέως εἰληφότες, τὴν Εὐρώπην καταλαμβάνουσιν.

Ταυροσκύθαι δὲ, τὴν τούτων ἐνωτισθέντες διάβασιν, ἀπόμοιραν τῆς σφετέρας στρατιᾶς διαιρέσαντες, Οὕννων τε καὶ Μυσῶν πλῆθος ταύτῃ προσεταιρίσαντες, κατὰ Ῥωμαίων χωρεῖν ἐκπεπόμφεσαν. ἄρτι δὲ τὴν τούτων ἐπήλυσιν ὁ Μάγιστρος Βάρδας αἰσθόμενος, καὶ ἄλλως γενναῖός τε καὶ ῥέκτης τυγχάνων ἀνὴρ, τότε δὲ σφαδάζων θυμῷ καὶ ῥώμης ὁρμῇ, τοὺς ἀμφ' αὑτὸν λογάδας συνειληφώς, πρὸς τὴν τῶν ἐναντίων ἠπείγετο συμπλοκήν. καὶ δὴ Ἰωάννην τὸν Ἀλακᾶ εἰσκαλέσας, εἰς κατασκοπὴν ἀπέστειλεν, ἀθρῆσαί τε τοὺς Σκύθας, καὶ τὸ τοῦ πλήθους εἰκάσαι ποσὸν, καὶ καθ' ὃν αὐλίζοιντο τόπον, καὶ ὅ,τι πράττοιεν· πέμπειν τε τὴν ταχίστην ὡς αὐτὸν, καὶ πάντα διαγγέλλειν, ὡς συσκευάσοι, καὶ ἐκτάξοι τὴν στρατιὰν πρὸς τὸν πόλεμον. Ἰωάννης δὲ, τοὺς ἑπομένους λογάδας ἀνειληφώς, κατὰ τάχος ἐπὶ τοὺς Σκύθας ἱππάσατο· τῇ δὲ ὑστεραίᾳ παρὰ τὸν Μάγιστρον στέλλει, ἐπισπεύδων τοῦτον ἱκέσθαι μετὰ τοῦ πλήθους· μὴ πόῤῥω γὰρ, ἀλλ' ἐγγύθεν, τοὺς Σκύθας αὐλίζεσθαι. ὁ δὲ, τῶν τοιούτων λόγων διακούσας, τριχῆ διατάξας τὴν φάλαγγα, τῇ μὲν ἐφέπεσθαι παρήγγειλε κατὰ μέτωπον, ταῖς δὲ κατὰ τοὺς ἐγκαρσίους προλοχίζειν δρυμούς· τηνικαῦτα δὲ τῆς ἐνέδρας διεκθέειν, ὁπηνίκα τῆς σάλπιγγος, τὸ ἐνυάλιον ἐπηχούσης, διακούσαιεν. ταῦτα τοῖς λοχαγοῖς παρακελευσάμενος, κατὰ στόμα τοῖς Σκύθαις ἀντεπῄει, κραταιῶς διαγωνιζόμενος. ἐπλεονέκτει δὲ πλήθει τὸ στράτευμα τῶν ἐναντίων, ὑπὲρ τοὺς τρισμυρίους τελοῦν· οἱ γὰρ τῷ Μαγίστρῳ συνεφεπόμενοι, μετὰ τῶν λόχων, οὐ πλέονες τῶν μυρίων ἐτύγχανον. τῆς δὲ συμπλοκῆς γενομένης παρ' ἀμφοτέρων, ἔπιπτον οἱ νεανικώτεροι. ἐνταῦθα δὴ λέγεται τῶν τινα Σκυθῶν, ἀλκῇ καὶ σώματος ὄγκῳ γαυρούμενον, τῆς ἀμφ' αὑτὸν ἀποκριθέντα φάλαγγος ἐξιππεῦσαί τε, καὶ τῷ Βάρδᾳ ἐπιδραμεῖν, καὶ ξίφει τοῦτον πλῆξαι κατὰ τῆς κόρυθος· κενὴν δὲ γενέσθαι τὴν τοῦ ξίφους καταφορὰν, τοῦ ἀθέρος ἀναγναμφθέντος τῇ κυνῇ, καὶ ἀλλαχόσε τῇ ταύτης στεγανότητι περιολισθήσαντος. Κωνσταντῖνος δὲ ὁ πατρίκιος, σύναιμος τῷ Βάρδᾳ τελῶν, ἄρτι τῷ ἰούλῳ τὴν γένυν ἐπιχνοάζων, πελώριός τε πεφυκὼς τῷ σώματι, καὶ τὴν ἰσχὺν δυσεκβίαστος καὶ ἀκαταγώνιστος, τὸ ξίφος σπασάμενος ἴεται τὸν Σκύθην βαλεῖν· ὁ δὲ, τὴν φορὰν αὐτοῦ ὑπειδόμενος, ἐκκλίνει τὴν πληγὴν, κατ' ἰσχίον ὑπτιάσας τοῦ ἵππου. δέχεται δὲ ταύτην παρὰ τὸν αὐχένα ὁ ἵππος, ὃν διαμπερὲς ἀποτέμνεται· ὁ δὲ Σκύθης, ἅμα τῷ ἵππῳ κατενεχθεὶς, πρὸς τοῦ Κωνσταντίνου ἐναποσφάττεται.

Τῆς δὲ μάχης τῇδε κἀκεῖσε μετακλινομένης, καὶ συχνὰς καὶ ἀμφιταλάντους μεταβαλλούσης ῥοπὰς ἐφ' ἑκάτερα, τὸ ἐνυάλιον ὁ Βάρδας ἐνηχεῖν ἐγκελεύεται, τά τε τύμπανα θαμινὰ παταγεῖν· τῆς δὲ φάλαγγος ἐκ τῶν λόχων ἐξαναστάσης κατὰ τὸ σύνθημα, καὶ κατὰ νώτου τῶν Σκυθῶν γενομένης, δέος τε αὐτοῖς εἰσῄει καὶ πρὸς φυγαδείαν ἀπέκλιναν. μήπω δὲ γεγενημένης λαμπρᾶς τῆς διώξεως, τῶν ἐπιφανῶν τις Σκυθῶν, μεγέθει σώματος καὶ ὅπλων λαμπρότητι πεφυκὼς τῶν ἄλλων ἀριπρεπὴς, κατὰ τὸ μεταίχμιον περιῄει, ἐπ' ἀλκὴν τοὺς ἑταίρους ἐπιῤῥωννύς. τοῦτον Βάρδας ὁ Σκληρὸς ἐξιππασάμενος παίει κατὰ τῆς κεφαλῆς, καὶ μέχρι τοῦ ζωστῆρος τὸ ξίφος διήλασε, μήτε τοῦ κράνους αὐτῷ ἐπαρκέσαντος, μήτε τοῦ θώρακος τὴν τῆς χειρὸς ἐπισχόντος ἰσχὺν, ἢ τὴν τοῦ ξίφους τομήν. διχῆ δὲ τούτου διατμηθέντος καὶ προσαραχθέντος τῇ γῇ, Ῥωμαῖοι μὲν ὑφ' ἡδονῆς ἐπηλάλαξαν, καὶ πρὸς ἀλκὴν ἐπεῤῥώσθησαν· Σκύθαι δὲ, τῷ καινῷ καὶ ἀλλοκότῳ τῆς πληγῆς ἀποδειλιάσαντες, σὺν οἰμωγῇ τὸν συνασπισμὸν διαλύσαντες, εἰς φυγαδείαν ἐτράποντο. οὓς ἐπισπόμενοι Ῥωμαῖοι μέχρι βαθείας ἑσπέρας ἀνῄρουν ἀνηλεῶς. κατὰ τοῦτον δὴ λέγεται τὸν ἀγῶνα πεντήκοντα καὶ πέντε Ῥωμαίων ἄνδρας τεθνάναι, τραυματίας δὲ γενέσθαι συχνοὺς, καὶ ἵππων κατακοντισθῆναι τοὺς πλέονας· Σκυθῶν τε ὑπὲρ τοὺς δισμυρίους διαφθαρῆναι. ἀλλ' ἡ μὲν πρὸς τοὺς Σκύθας γεγενημένη τότε Ῥωμαίων διαμάχη εἰς τοιοῦτον ἐτελεύτα τὸ τέλος. Ἰωάννης δὲ ὁ αὐτοκράτωρ τὰς Ἀσίας δυνάμεις εἰς τὴν Εὐρώπην διὰ τοῦ Ἑλλησπόντου περαιοῦσθαι κατήπειγεν, ἐς τἀπὶ Θρᾴκης τε καὶ Μακεδονίας διαχειμάζειν χωρία, καὶ τοῖς ὅπλοις ὁσημέραι γυμνάζεσθαι, ὡς μὴ ἀπόμαχοι εἶεν ἐπὶ τὸν τῶν ἀγώνων καιρὸν, μειονεκτοῦντες ἐν τῇ μάχῃ τῶν δυσμενῶν· περιμένειν δὲ τὸν τοῦ ἤρους καιρόν. ἐκείνου γὰρ ἤδη ἐκ τῆς χειμερινῆς κατηφείας προκύπτοντος, καὶ εἰς σταθηρὰν αἰθρίαν τὸ κοσμικὸν κατάστημα μεταβάλλοντος, αὐτόν τε βασιλέα ὡς αὐτοὺς ἀφικέσθαι, τὰς ἀμφ' αὐτὸν δυνάμεις ἐπαγόμενον, καὶ πανσυδεὶ τοῖς Ταυροσκύθαις συμπλέκεσθαι.