Μετάβαση στο περιεχόμενο

Λέοντος Διακόνου Ιστορία/Ζ

Από Βικιθήκη
Λέοντος Διακόνου Ιστορία
Συγγραφέας:
Βιβλίο Ζʹ


Ἐν ᾧ δὲ ταῦτα Ἰωάννῃ τῷ βασιλεῖ κατὰ τῶν Ῥῶς διεσπούδαστο, Βάρδας ὁ ∆οὺξ, ὁ τοῦ Κουροπαλάτου μὲν Λέοντος υἱὸς, Νικηφόρου δὲ τοῦ αὐτοκράτορος αὐτανεψιὸς, ἐς νεωτερισμὸν ἀσυμφανῶς ἀποκλίνας, ἐξ Ἀμασείας, καθ' ἣν περιώριστο, φυγαδείᾳ ἐχρήσατο, Θεοδώρου Βάρδα τε καὶ Νικηφόρου, τῶν Πατρικίων καὶ αὐταδέλφων, ἐς τοῦτο συναραμένων αὐτῷ· οἳ ἐκ τῆς ἐνεγκαμένης αὐτοὺς Παρσακούτης ἐπίκλησιν εἰλήφεσαν Παρσακουτηνοὶ, ἐξάδελφοι τῷ ∆ουκὶ Βάρδᾳ τυγχάνον τες. τῆς οὖν Ἀμασείας ἀωρὶ τῶν νυκτῶν λαθρηδὸν ὁ ∆οὺξ ἀποδρὰς, διὰ τῶν προετοιμασθέντων ἀμοιβαίων ἵππων ἐς τὴν τῆς Καππαδοκίας ἀφῖκτο Καισάρειαν. ἐνταῦθα δὴ ἐπὶ εὐαριθμήτοις ἡμέραις ἐναυλισάμενος, πλῆθος ἀπονενοημένων ἀνδρῶν ἐπ' ἀποστασίαν ῥεπόντων συνειλόχει, τῶν ἐκ γένους αὐτῷ καὶ συνήθων μάλιστα συνεισρεόντων ὁσημέραι. καὶ γὰρ ταῖς καινοτομίαις ἐκτόπως οἱ ἄνθρωποι χαίρειν εἰώθεσαν, δόξης ὀνειροπολουμένης ἐλπίσι, τιμαῖς τε ἀξιωμάτων, καὶ χρημάτων διανομαῖς ὑπαγόμενοι. συνεκρότουν δὲ τὴν ἀποστασίαν, συναγηοχότες πάσῃ σπουδῇ τὰ στρατεύματα, οἵ τε ῥηθέντες Παρσακουτηνοὶ, καὶ Συμεὼν, ὃς γεωργὸς ἀμπέλων καθεστηκὼς, ἐκ τῆς ἐργασίας αὐτῆς τὸ ἐπώνυμον εἴληφεν, Ἀμπελᾶς κατονομασθείς· ἀνὴρ ἐξ ἀσήμων μὲν φὺς καὶ τῶν ἀγενῶν, ἀνδρείᾳ δὲ καὶ χειρῶν ἰσχύϊ μηδενὶ εἴκων τῶν ἐπ' ἀλκῇ καὶ ῥώμῃ μεγαλαυχουμένων ἀνδρῶν. ἐπεὶ δὲ ἱκανὸν ὁ Βάρδας περὶ αὑτὸν ἑώρα στίφος συνεῤῥυηκὸς, ὡς οἷόν τε εἶναι καὶ εἰς συνασπισμὸν ἀῤῥαγῆ παρατάττεσθαι, ἐξ ἀντιπάλου τε διαμιλλᾶσθαι τοῖς ἀντιπίπτουσι, τὸ μελαμβαφὲς παραιτησάμενος πέδιλον, τὸ ἐρυθρὸν παραυτίκα μετημφιάσατο, καὶ Ῥωμαίων αὐτοκράτωρ ἀναφανδὸν ἀνεῤῥήθη πρὸς τῶν συστασιωτῶν. χρημάτων οὖν διανομὰς ὑπισχνεῖτο, καὶ ἀξιωμάτων παρεῖχε τιμὰς, ταξιάρχους καὶ στρατηγοὺς προβαλλόμενος, ἀρχάς τε τὰς εὐκλεεῖς, ὅσας καὶ βασιλεὺς εἰώθει τοῖς εὔνοις φιλοτίμως προτείνεσθαι. συνεκρότει δὲ τὴν ἀποστασίαν καὶ Λέων Κουροπαλάτης, ὁ τοῦ Βάρδα τοκεὺς, ἐς μὲν τὴν νῆσον Λέσβον φρουρούμενος, διὰ Στεφάνου δὲ, τοῦ ἐπισκόπου Ἀβύδου, τοῖς Μακεδόσι χρήματα καὶ τιμὰς ὑπισχνούμενος, καὶ δέχεσθαι αὑτὸν ἐκ τῆς νήσου ἀναγόμενον προτρεπόμενος, καὶ συνεπιτίθεσθαι, καὶ συνεργάζεσθαι αὑτῷ τὴν τοῦ Ἰωάννου τῶν ἀνακτορίων καθαίρεσιν.

Ὁ δὲ βασιλεὺς, τὸν τοιοῦτον γνοὺς νεωτερισμὸν, διεταράχθη μὲν, ὡς τὸ εἰκὸς, ἀπτέρῳ δὲ τάχει τὸν ἐπίσκοπον Στέφανον ἐκ τῆς Ἀβύδου ἀναγαγὼν, τοῖς δικαστηρίοις ἐκδίδωσι. τῶν δὲ πραγμάτων ἐξελεγχθέντων καὶ καταφανοῦς γεγονότος τοῦ δράματος, τὸν μὲν τῇ συνόδῳ τῶν ἐπισκόπων παρέπεμψεν, ἔκπτωσιν τῆς ἱερωσύνης ὑποστησόμενον. Λέοντα δὲ τὸν Κουροπαλάτην, καὶ Νικηφόρον, τὸν τούτου υἱὸν, τῇ τοῦ θανάτου ὑπαγαγόντων ψήφῳ τῶν δικαστῶν, ὁ βασιλεὺς, πρὸς τὸ φιλανθρωπότερον ἀποκλίνας, οὐκ ἔκτεινε· τὰς δὲ ὄψεις ἀμφοτέρων, κατὰ τὴν Λέσβον στείλας, ἐπήρωσε. καὶ ἡ μὲν τῷ Κουροπαλάτῃ πρὸς τὴν Εὐρώπην τότε μελετηθεῖσα διάβασις ἐς τοῦτο τὸ τέλος κατέληξε, τοιαύτην μὲν αὐτῷ τὴν ποινὴν προξενήσασα, συχνοὺς δὲ τῶν φίλων χρημάτων καὶ οἴκων στερήσασα, ὅσοι τὴν ἐκείνου συμβουλὴν ἐπὶ καθαιρέσει τοῦ βασιλέως προσήκαντο. ὁ δὲ Βάρδας, ἅπαξ ἀποκλίνας εἰς τυραννίδα, ἀπρὶξ εἴχετο ταύτης, τῇ τε περὶ αὑτὸν πολυχειρίᾳ γαυρούμενος, καὶ ταῖς φάλαγξι βρενθυόμενος, καὶ ὅσον οὔπω τὴν τῆς βασιλείας κατάσχεσιν ὀνειροπολῶν. καὶ δῆτα τὴν Ἀσίαν κατατρέχων, τῶν μὴ σπενδομένων αὑτῷ πυρπολῶν τὰς οἰκίας, λείαν ἐτίθει Μυσῶν. βασιλεὺς δὲ πρὸς αὐτὸν γράφει ταῦτα· Τὸν ἔναγχος γεγενημένον πρὸς ἕω νεωτερισμὸν ἀκηκοότες, οὐ τῆς σῆς γνώμης ἔργον τοσοῦτον ἡγούμεθα, ὅσον τῆς τῶν συναραμένων σοι ἀπονοίας καὶ τρόπου βαρβαρικοῦ, οἵ γε πάντως ὑπὸ θεοβλαβείας παρακροτούμενοι, ἐς τοσοῦτον κίνδυνον ἑαυτοὺς ἐμβαλεῖν οὐκ ἐνάρκησαν· καὶ ταῦτα εἰδότες, ὡς τοῖς νεωτεριεῖν ἀνῃρημένοις καὶ ἀντίπαλον ἐξ αὐθαδείας αἴρειν χεῖρα Ῥωμαίων αὐτοῖς αὐτοκράτορσιν, οὐδεμία τις εἰς παραίτησιν ὑπολέλειπται πρόφασις, ὁπηνίκα τοῖς ὅπλοις καταγωνισθέντες, ἔκδοτοι ταῖς ποινηλασίαις ὑπάγονται. ἡμεῖς τοιγαροῦν ἐμφυλίῳ αἵματι μιᾶναι τὴν γῆν εὐλαβούμεθα. εἰ γὰρ βουληθῶμεν τοῖς ὅπλοις τοὺς ἀποστάτας ἀμύνεσθαι, οὐκ ἂν φθάνοιμεν (σὺν Θεῷ δὲ εἰρήσθω) οἰκτρῶς αὐτοὺς κατακαίνοντες. τίς γὰρ ἀτέραμνος οὕτω καθέστηκεν, ὡς ὑποστῆναι τὴν ῥοπὴν τοῦ ἡμετέρου κινήματος, καὶ μὴ εὐθὺς ὑποδειλιάσας πρὸς φυγὴν ἀπιδεῖν; τοιγαροῦν παραινοῦμεν ὑμῖν, πρὸ τῶν ὀλεθρίων ἑλέσθαι τὰ σώζοντα, καὶ ἕως πρόκειται συγγνώμης καιρὸς, τὰ ὅπλα ῥίψαντες εἴξατε τῷ κράτει τῆς βασιλείας ἡμῶν, ἀμνηστίαν ὑμῖν τοῦ τοσούτου τολμήματος καὶ συγγνώμην, ἐπὶ μάρτυρι τῷ Θεῷ, ἀναντίῤῥητον ἀπονέμοντι. πάντως δὲ καὶ αἱ κτήσεις ἀθιγεῖς ὑμῖν ἀφεθήσονται, καὶ ἀπαρεγχείρητοι. παραινοῦμεν λοιπὸν, τῆς τοιαύτης ἀνασφήλαντας μέθης τῆς δεδομένης ἀμελλητὶ σωτηρίας ἀντιποιήσασθαι. εἰ δὲ σκιαμαχοῦντες τῇ τυραννίδι τὴν ῥοπὴν ἀπονείμητε, ὑμῖν μεταμελήσει τῆς ἀβουλίας, ὁπηνίκα ψήφῳ τῶν νόμων ταῖς θανασίμοις ποιναῖς παραπέμποισθε.

Ταύτην ὁ Φωκᾶς Βάρδας ἀπειληφὼς τὴν γραφὴν, ἀντίγραφα μὲν οὐκ ἠξίωσεν ἀντεπιστεῖλαι πρὸς βασιλέα· λοιδορησάμενος δὲ αὐτὸν, καὶ βδελυρὸν καὶ ἀλάστορα ὀνομάσας, καὶ τοῦ γένους ἀποκαλέσας παλαμναῖον αὐτόχειρα, τῶν τυραννείων κατιέναι παρήγγειλεν. αὑτῷ γὰρ μᾶλλον ἀνήκειν τὴν τῆς ἡγεμονίας ἀρχὴν, Καίσαρα πάππον κομπάζοντι, καὶ θεῖον αὐτοκράτορα. ὃν, φησὶ, μὴ πτοηθέντα τὸν τῆς δίκης ἀκοίμητον ὀφθαλμὸν, παρὰ τὴν χαμαιῤῥιφῆ στρωμνὴν ἐναποσφάξαι, δίκην βοσκήματος· τὸν φύντα δὲ καὶ τὸν φίλτατον ὁμαίμονα, τὰ πύματα παθόντας δεινὰ, ἐπ' ἀδήλοις καὶ ἀναποδείκτοις προφάσεσι τοῦ γλυκυτάτου στερῆσαι φωτός· οἷς τιμωρὸν πάντως αὑτὸν ἐπαφήσειν τὴν δίκην, τοῦ ὁμογνίου αἵματος ἑπταπλασίως ἐκτίσοντα τὸ ἀνταπόδομα, τῷ πανολεθρίᾳ τὸ γενναῖον καὶ ἡρωϊκὸν φῦλον παραπέμψαι σκαιωρήσαντι. τῶν οὖν τοιούτων ἀπονενοημένων λόγων ὁ αὐτοκράτωρ Ἰωάννης ἐνωτισθεὶς, καὶ γνοὺς, ἀνίατα τὸν ἄνδρα νοσεῖν, ἠπειγμένον τε πρὸς διαρπαγὰς καὶ φόνους μετὰ τῶν ἐπισπομένων συνωμοτῶν ἀπηνῶς καὶ ἀφιλανθρώπως χωρεῖν, συνεῖδε, μηκέτι διαμέλλειν ἢ ῥᾳθυμεῖν, ὡς μὴ τῇ τοιαύτῃ ῥᾳστώνῃ καιρὸν σχοίη τὸ τοῦ ἀποστάτου ἑταιρικὸν, καὶ πόλεις πορθεῖν, καὶ εἰς μείζονα ἐξολισθήσοι ἀπόνοιαν· ἀλλ' ἐκ τῶν ἐνόντων, ὅποι παρείκοι, ἀντικαθίστασθαι κραταιῶς, καὶ τοὺς πελάτας ἀμύνεσθαι. Βάρδαν οὖν, τὸν κατ' ἐπωνυμίαν Σκληρὸν, ἄνδρα λίαν ἐκτόπως νεανικὸν καὶ δραστήριον, οὗ τὴν σύναιμον Μαρίαν κοινωνὸν ἔσχε βίου τὸ πρόσθεν ὁ Ἰωάννης, κάλλει καὶ σωφροσύνῃ ἐς μέγα κλέους ἥκουσαν (ἔφθη δὲ ταύτην ὁ πικρὸς κατεργασάμενος θάνατος)· τοῦτον ἐν Μαγίστροις τελοῦντα καὶ τῶν ἐπὶ Θρᾴκης στρατευμάτων ἐπιστατοῦντα, καὶ τὴν τῶν Ῥῶς σφαδάζουσαν κατὰ τῶν Ῥωμαίων ἐπήλυσιν γενναίως ἀποτειχίζοντα, μετὰ τὴν ἀριστείαν, ἣν ἔναγχος ἀνεδήσατο τοὺς Σκύθας τρεψάμενος, ᾗπέρ μοι ἤδη δεδήλωται, μεταπεμψάμενος ὁ βασιλεὺς καὶ στρατηλάτην ἀνακηρύξας κατὰ τῶν στασιωτῶν, ἐς τὴν Ἀσίαν ἐξέπεμψεν· ἐντειλάμενος, εἰ οἷόν τε εἶναι, μὴ μιᾶναι τὴν γῆν, ὅτι μὴ πᾶσα ἀνάγκη, τῷ τῶν ὁμοφύλων αἵματι· ἀλλὰ τιμῶν ὑποσχέσεσι καὶ χρημάτων διανομαῖς καὶ πίστεσιν ἀπαθείας ὑπαγαγέσθαι τοὺς τῷ ἀποστάτῃ συναπαχθέντας. ἐνεχείριζε δὲ αὐτῷ καὶ τόμους, κατασεσημασμένους ἐκ χρυσοῦ σφραγῖσι βασιλικαῖς, οἷς ἐνεγέγραπτο ταξιάρχων καὶ στρατηγῶν καὶ Πατρικίων τιμαί. τούτοις ἐγκελευσάμενος δεξιοῦσθαι τοὺς γνωσιμαχοῦντας, καὶ ἀθετοῦντας τὴν τοῦ τυράννου αὐθεντίαν, καὶ πρὸς τὴν τοῦ βασιλέως ἀποκλίνοντας δούλωσιν. ὁ δὲ στρατηλάτης Σκληρὸς, τὸν Βόσπορον περαιωθεὶς καὶ κατειληφὼς τὸ ∆ορύλαιον, ἐνταῦθα τὸν στρατὸν ἀνεκαλεῖτο, καὶ ἐς φάλαγγα καθίστη, καὶ ταῖς καθ' ἡμέραν μελέταις ἐγύμναζεν. ἤδη δὲ καὶ ἀποχρῶσαν ὁρῶν τὴν ἐπισυναχθεῖσαν στρατιὰν, ὡς εἶναι ἱκανὴν ἐξ ἀντιπάλου παρατυχὸν τοῖς ἐναντίοις συμπλέκεσθαι, τῷ ∆ουκὶ Βάρδᾳ καὶ συγκηδεστῇ (ἀδελφὴν γὰρ τοῦ Φωκᾶ Κωνσταντῖνος Πατρίκιος, ὁ τοῦ Σκληροῦ σύναιμος, σύζυγον εἶχε) δηλοῖ ταῦτα·

Ἐπισφαλῶς ἐβουλεύσω καὶ λίαν ἐπικινδύνως, ἀναίδην κατὰ τῶν κρατούντων ἀπαυθαδισάμενος, καὶ τὴν ὀλέθριον μελετήσας τυραννίδα, καὶ ὅπλα κατὰ τῶν ὁμοφύλων ἀράμενος, καὶ καταμιάνας ἱερῶν οἴκων ἕδη ταῖς τῶν ἀπαιδεύτων συνωμοτῶν προνομαῖς. εἰς κενὸν ἠπατήθης, Πατρίκιε, λέοντα νύσσων κοιμώμενον, τὸν ἀήττητον αὐτοκράτορα. οἶδας γὰρ, ὡς ἐν ταῖς μάχαις ἐπιφανεὶς οὗτος, πολυάνθρωπα στρατόπεδα ἐκ τῆς φήμης καὶ μόνης ἐτρέψατο. πῶς οὖν, διεφθαρμένων ἀνδρῶν συμβουλίαις ἀναπεισθεὶς, εἰς τοιοῦτον ὄλισθον ἐνσέσεικας σεαυτόν; ἀλλ', εἰ δοκεῖ, πείσθητί μοι, ὡς συγκηδεστῇ, καὶ φιλοῦντι, καὶ τὰ λῴονα συμβουλεύοντι· καὶ ἀπώθου τὴν κακίστην τυραννίδα, καὶ τῆς σωτηρίας ἀντιλαβοῦ, συγγνώμην τοῦ σφάλματος αἰτησάμενος (ἐγὼ δὲ αὐτὸς ἐγγυῶμαι, μηδέν σε πείσεσθαι τῶν ἀηδῶν, οὔτε πρὸς τοῦ κρατοῦντος, οὔτε πρὸς ἄλλου τινὸς, ἀλλὰ καὶ τῷ συνεπομένῳ σοι στίφει ἀμνηστεία τῆς προπετείας δοθήσεται)· καὶ μὴ βουληθῇς τὸν θυμὸν ἐξοπλίσαι κατὰ σοῦ τὸν βασιλικὸν, ὃς ἀπαραίτητός ἐστι τοῖς εὐγνωμονεῖν οὐκ ἐθέλουσι. τῶν σεαυτοῦ λοιπὸν γενόμενος λογισμῶν μὴ προῇ τὴν ἐσχάτην ἄγκυραν, ἀλλ', ἕως τὸ φιλάνθρωπον πρόκειται, ἄσπασαι τοῦτο, ὅπερ εἰσαῦθις ἐπιζητῶν οὐχ εὑρήσεις, καὶ πολλὰ καταθρηνήσεις, σαυτὸν τῆς ἀβουλίας μεμφόμενος. Ὁ δὲ Φωκᾶς Βάρδας, τὴν δύναμιν ἀναλεξάμενος τῆς γραφῆς, ἀμείβεται ταῦτα· Ἀγαθόν τι χρῆμα καὶ θεῖον εἶναι τὴν συμβουλὴν ἐξεπίσταμαι, παλαιῶν βίβλους παραναγνοὺς καὶ αὐτός· ἰσχύειν δὲ ταύτην τηνικαῦτα λογίζομαι, ὁπηνίκα θεραπείαν τὰ πράγματα δέχονται. ὅταν δὲ περὶ αὐτὰ τὰ καίρια κινδυνεύωσι, καὶ εἰς τὰ πύματα δεινὰ συνελαύνωνται, ἶσα καὶ τῷ μηδὲν ἰσχύειν οἶμαι τὴν συμβουλήν. ἐγὼ γὰρ ἀναλογιζόμενος, εἰς οἵας τύχας ὁ ἀνόσιος καὶ παλαμναῖος Ἰωάννης τὸ ἐμὸν συνέκλεισε γένος, τὸν μὲν αὐτοκράτορα καὶ θεῖον ἐμὸν, εὐεργέτην δὲ αὐτοῦ, κοιμώμενον λέοντα κτείνας ἀνηλεῶς, ἐμὲ δὲ μάτην περιορίσας, τόν τε φύντα καὶ τὸν ὁμαίμονα ὠμῶς καὶ ἀφιλανθρώπως ἀποτυφλώσας ἐπὶ προφάσει μηδεμιᾷ, τὸν βίον ἀβίωτον τίθεμαι. διὰ ταῦτα μὴ κάμνε προτρέπων, ἐς χεῖρας ἀλάστορος ἐχθροῦ τὴν ἐμαυτοῦ προέσθαι ζωήν. οὐδὲ γὰρ πείσεις. ἀλλ' ἀνὴρ ὢν καὶ αὐτὸς, καὶ ἀκινάκην παρεζωσμένος, ἀγωνίσομαι τοῖς κειμένοις τοῦ γένους μου. πάντως δὲ δυσὶ πράγμασι τῆς τύχης ᾐωρημένης, θάτερον τούτων ἐκβήσεται· ἢ γὰρ εὐκλείας βασιλικῆς ἐπιτεύξομαι, καὶ τοῖς παλαμναίοις ἐντελὲς παρέξω τὸ ἀνταπόδομα· ἢ γενναίως τὸ μεμορμένον ἀποίσομαι, μιαροῦ τυράννου καὶ ἀνοσίου ἀπαλλαγείς.

Ταύτην ὁ Σκληρὸς Βάρδας ἀπειληφὼς τὴν γραφὴν, καὶ ἀπογνοὺς, ὡς οὐκέτι συμβουλίαις πείσει τὸν εἰς ἀπόνοιαν ἐκ προπετείας κατολισθήσαντα, τὴν στρατιὰν κατὰ ἴλας καὶ σπείρας διατάξας, τὴν ἐπὶ τὸ ∆ιπόταμον ᾔει. ἐκεῖσε δὲ ἀφικόμενος, ἐς τὸ τοῦ Φωκᾶ Βάρδα κατασκόπους ἐξαπιναίως στέλλει στρατόπεδον, εἰς ἐπαιτούντων σχῆμα μετασκευάσας αὐτοὺς, δηλώσοντας τὰς βασιλικὰς ὑποσχέσεις καὶ ἀμνηστίαν τῶν τολμηθέντων τοῖς προηγουμένοις τῆς στρατιᾶς, καὶ προσέτι ἀπαγγελοῦντας, ὡς, εἰ μὴ τοῦ ἀποστάτου θᾶττον ἀποῤῥαγεῖεν, καὶ πρὸς βασιλέα σπείσοιντο, τὸν στρατηλάτην μετὰ τῆς ὁμαιχμίας ἐπιθήσεσθαι καιροφυλακήσαντα, καὶ ὡς ἀντιπάλοις χρήσασθαι. οἱ δὲ, τούτων ἐνωτισθέντες τῶν λόγων, καὶ τοῦ ἐπ' ἀδήλοις σκιαμαχεῖν ταῖς τύχαις τὰς παρὰ τοῦ αὐτοκράτορος διδομένας τιμὰς ἑλέσθαι μᾶλλον συνοῖσον εἶναι σκεψάμενοι, νυκτὸς ἐπελθούσης, τῆς τοῦ Φωκᾶ διαστάντες ἑταιρίας, πρὸς τὸν στρατηλάτην ἀπηυτομόλησαν. ὧν οἱ προὔχοντες Ἀνδράλεστος ἦν ὁ Πατρίκιος, αὐτανεψιὸς τοῦ Φωκᾶ, καὶ ὁ Ἀμπελᾶς Συμεών. Βάρδας δὲ, τὸν τούτων δρασμὸν διαγνοὺς, καὶ ὅπως ἀπροφασίστως αὐτοῦ ἀπεῤῥάγησαν, ἤσχαλλεν, ὡς εἰκὸς, καὶ τοὺς ὑπολειφθέντας ἱκετείαις ἐξελιπάρει, μὴ καταπροδοῦναι λέγων αὐτὸν, καὶ ὃν συνίστορα Θεὸν καὶ ἔφορον τῶν ὅρκων πεποίηνται· ἀγωνίσασθαι δὲ μᾶλλον εἰς δύναμιν, καί οἱ δεινὰ πεπονθότι συνάρασθαι· οὐδὲ γὰρ τὸν Σκληρὸν, ἔφη, αὐτοῖς ἐξισχύειν συστάδην ἀντικαθίστασθαι, εἴγε μὴ νωθρῶς αὐτοὶ καὶ ἀνειμένως χωροῖεν ἐπὶ τὸ πολεμεῖν. καὶ ὁ μὲν ἐλιπάρει ταῦτα ποτνιώμενος· οἱ δὲ, καὶ αὖθις τοῦ στρατοπέδου ὑπεκρέοντες, τῷ στρατηλάτῃ Σκληρῷ προσετίθεντο. λέγεται βαθείας ἄρτι νυκτὸς ἐνισταμένης, περιπαθῆ γενόμενον τὸν Φωκᾶν τῷ δρασμῷ τῶν συνωμοτῶν, ἀγρυπνεῖν καὶ ἀλύειν, εὐχαῖς τε τὸ θεῖον ἐξιλεοῦσθαι, τὸ ∆αβιδικὸν ἐκεῖνο κατεπᾴδοντα λόγιον· ∆ίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με. αἰφνίδιον δὲ φωνὴν ἐξ ἀέρος ἐνηνεγμένην αὐτοῦ τὰ ὦτα περιβομβεῖν, μὴ περαιτέρω τοῦ ψαλμοῦ χωρεῖν διακελεύουσαν· ὡς τοῦ στρατηλάτου Βάρδα κατ' αὐτοῦ τὰ τοιαῦτα τοῦ ψαλμοῦ προεξαιτήσαντος λόγια. ἐπιτρὶς δὲ αὐτῷ τῆς τοιαύτης ἐνηχηθείσης φωνῆς, θαμβηθῆναί τε τῷ καινῷ τοῦ χρησμοῦ, καὶ τῆς εὐνῆς διαναστῆναι περιδεῶς, καὶ τὴν τῆς ἕω φαῦσιν ἐκδέχεσθαι.

Ἤδη δὲ τῆς ἡμέρας σταθερῶς διαυγαζούσης, τοῦ ἵππου ἐπιβῆναι καὶ διϊέναι τὸ στράτευμα, ἐρεῖσαί τε τοῖς πεδίλοις τὸν ὀφθαλμόν. ἐρείσαντι δὲ φαντασίαν γενέσθαι ἀλλόκοτον. δόξαι γὰρ οὐκ ἐρυθρὰ ταῦτα τυγχάνειν, ἀκραιφνῶς δὲ μελεμβαφῆ. ἐρέσθαι τε τοὺς ἀμφ' αὐτὸν, ἀνθ' ὅτου τὸν τοσοῦτον πλάνον καθυποσταῖεν, καὶ μὴ τὰ τῆς βασιλείας, ἀλλ' ἰδιωτικὰ, αὐτῷ ἐπορέξειεν πέδιλα. τοὺς δὲ ἀποκρίνασθαι, τὰ κοκκοβαφῆ πέλειν, αὐτῷ δὲ ταῦτα κατανοεῖν ἀκριβῶς συνεβούλευον. τὸν δὲ ἐπιβαλεῖν τούτοις τὸν ὀφθαλμὸν, καὶ ἐρυθρὰ ταῦτα καταμαθεῖν, καθάπερ ἐτέλουν ἀνέκαθεν. τοῦτο δεύτερον ἀπαίσιον οἰωνὸν ὁ Φωκᾶς λογισάμενος τὸ τεράστιον, ὁρῶν δὲ καὶ τὴν στρατιὰν αὑτοῦ διϊσταμένην καὶ ἀφηνιάζουσαν, ἔγνω παντὶ τρόπῳ διασώζειν ἑαυτόν. μέσων οὖν τῶν νυκτῶν τῶν οἰκειοτάτων τριακοσίους ἐς τὸ ἀσφαλὲς ὡπλισμένους ἀνειληφώς, λάθρα τοῦ χάρακος ἔξεισι, καὶ τὴν ἐπὶ τὸ τῶν Τυράννων φρούριον ἄγουσαν, ὃ Ἀντιγοὺς κέκληται, ᾔει· ὅπερ, τὸ τῆς τύχης παλίμβολον ὑφορώμενος, ἐκ πολλοῦ ἐκρατύνατο, σῖτον ἐν αὐτῷ καὶ παντοδαπὴν χιλὸν ἐπιδαψιλευσάμενος. ὁ δὲ χῶρος, ἵνα τῷ Φωκᾷ Βάρδᾳ ὁ συνασπισμὸς διαλέλυτο, Βαρδάηττα ἐκαλεῖτο ἀνέκαθεν. Βάρδας δὲ ὁ στρατηλάτης, τὸν δρασμὸν διαγνοὺς τοῦ Φωκᾶ, συνάμα λογάσιν ἐξιππασάμενος, ἔθει διώκων. ἀλλ' αὐτοῦ μὲν διήμαρτεν, ἤδη τῷ φρουρίῳ ἀνασωθέντος· τῶν δὲ τούτου συνωμοτῶν ὅσους ζωγρίας εἴληφε, τῶν ὀφθαλμῶν ἀπεστέρησε, προστεταγμένον πρὸς βασιλέως ἔχων αὐτό. λέγεται δὲ τὸ χωρίον, ἵνα τοῖς ἀθλίοις τὸ τοιοῦτον συνέβη ἀτύχημα, Τυφλοβιβάρια ὀνομάζεσθαι. ἔμοιγε οὖν ἔπεισι θαυμάζειν, ὅπως ἐξ ἐπιπνοίας τινὸς οἱ πάλαι κινούμενοι ἄνθρωποι ἀπὸ τῆς τῶν πραγμάτων ἐκβάσεως προσηκόντως καὶ καταλλήλως τὰς προσηγορίας τοῖς τόποις ἐτίθεσαν. ἐπεὶ λέγεται καὶ Λέοντα τὸν Φωκᾶν, τὸν πρὸς πάππου θεῖον τοῦ Βάρδα, τοὺς ὀφθαλμοὺς ἐκκοπῆναι ἀνηλεῶς, ὀνομάζεσθαι δὲ τὸν χῶρον, καθ' ὃν τὴν τοιαύτην ὑπέστη ποινὴν, Ὠηλέοντα, πρὸς δὲ τῆς ἀγροικικῆς ἰδιωτείας κεκλῆσθαι Γωλέοντα. ἀλλὰ τὰ μὲν τῶν τίσεων χωρία τοιαύτας ἀνέκαθεν τὰς ἐπωνυμίας εἰλήφεσαν. οὐ παρέλκον δὲ ἴσως δόξει τὸ καὶ τὸν τρόπον τῆς τοῦ Λέοντος ἐκτυφλώσεως κατὰ παραδρομὴν ἐξειπεῖν.

Ἄρτι τοῦ αὐτοκράτορος Λέοντος φθινάδι νόσῳ τῶν ἔνθεν μεταναστάντος, καὶ Ἀλεξάνδρου, τοῦ αὐτοῦ συναίμου, κατόπιν ἐκείνῳ συναπελθόντος, τῆς δὲ Ῥωμαϊκῆς ἀρχῆς πρός τε Κωνσταντίνου, τοῦ τιθηνουμένου παιδὸς αὐτοῦ, καὶ τῆς Αὐγούστης Ζωῆς, ἐπισφαλῶς φερομένης, Συμεὼν, ὁ τῶν Μυσῶν ἀρχηγὸς, ἀνὴρ τολμητίας καὶ θερμουργὸς τὰ πολεμικὰ, πάλαι σφαδάζων, καὶ τὴν κατὰ Ῥωμαίων μάχην ὠδίνων, εὐκαιρίας δραξάμενος, λεηλατῶν οὐκ ἀνίη Μακεδονίαν καὶ Θρᾴκην· εἰς ἀπόνοιάν τε τὴν Σκυθικὴν καὶ συνήθη ἐπαρθεὶς, αὐτοκράτορα ἑαυτὸν ἀνακηρύττειν Ῥωμαίοις ἐκέλευεν. οἱ δὲ, τὴν ὕπαιθρον ἀλαζονείαν καὶ ὕβριν τοῦ Σκύθου μὴ φέροντες, τὰ ὅπλα κινεῖν κατ' αὐτοῦ ἔγνωσαν. καὶ δὴ Λέοντα τὸν Φωκᾶν, ἀνδρείᾳ καὶ τροπαίοις τηνικαῦτα τῶν λοιπῶν στρατηγῶν ὑπερφέροντα, ἀρχηγὸν τῆς στρατιᾶς προστησάμενοι καὶ ∆ομέστικον τῶν σχολῶν ἀνειπόντες· Ῥωμανὸν δὲ, τῶν ἐμπύρων νεῶν προχειρισάμενοι ναύαρχον (∆ρουγγάριον τῶν πλωΐμων τὸν εἰς τὴν τοιαύτην ἀφιγμένον ἀρχὴν ὀνομάζουσι)· τὸν μὲν ἐκ γῆς, τὸν δὲ ἐκ θαλάσσης, Μυσοῖς ἐπιτίθεσθαι προὔπεμψαν. περαιωθέντα δὲ τὸν Λέοντα καὶ τὴν Μυσίαν κατειληφότα φασὶ ἐκτόπως διαγωνίσασθαι, καὶ ἀναρίθμητα πλήθη κατακόψαι τῶν δυσμενῶν, ὡς τὸν Συμεὼν εἰς ἀπορίαν συνελαθῆναι δεινὴν, καὶ ἀμηχανεῖν ὅ,τι καὶ δράσῃ, καὶ ὅπως ἐκφύγῃ οὕτω θρασὺν ἄνδρα καὶ ἀκαταγώνιστον. ἤδη δὲ καὶ τῶν ἄλλων ἀπειρηκότων Μυσῶν καὶ πρὸς φυγαδείαν τρεπομένων, ἀγγελίαν πρός τινος λέγεται τῶν ὑπασπιστῶν ἀνενεχθῆναι τῷ Λέοντι, ὡς ὁ ∆ρουγγάριος Ῥωμανὸς αὐτοῖς ἱστίοις ἀπάρας, κατὰ πρύμναν ἱσταμένου τοῦ πνεύματος, ἔρωτι τυραννίδος ἀποπλέει εἰς τὸ Βυζάντιον. τὸν δὲ, τῷ ἀπαισίῳ τῆς ἀγγελίας περιαλγήσαντα, διαλῦσαί τε τὸν συνασπισμὸν, καὶ, νῶτα τοῖς Μυσοῖς δόντα, ἐπείγεσθαι πρὸς τὴν βασιλεύουσαν, εἴ πως τὸν τοῦ Ῥωμανοῦ προτερήσοι ἐπίπλουν, καὶ τῆς Ῥωμαϊκῆς ἡγεμονίας ἐγκρατὴς γένοιτο. τὸν δὲ Συμεὼν, τὴν ἀπροφάσιστον καὶ ἀλλόκοτον ἰδόντα Ῥωμαίων φυγὴν, ἐνδοιάσαι μὲν ἐς τὸ παραυτίκα, μή τι σκαιωρούμενον εἴη, καὶ ὄλεθρος Μυσοῖς ἐπισπομένοις ἐγγένηται· μαθόντα δὲ ἀνὰ κράτος φεύγειν αὐτοὺς, ἕπεσθαί τε, καὶ ἄπειρα πλήθη συγκόψαι ἀνηλεῶς. καὶ νῦν ἐστὶν ὁρᾷν εἰσέτι σωρείας ὀστῶν παρὰ τὴν Ἀγχίαλον, καθ' ἣν ἀκλεῶς συνεκόπη τότε φεῦγον τῶν Ῥωμαίων τὸ στράτευμα. ὁ δὲ Λέων, ἐπείπερ ὑστέρησε τῆς εἰς τὸ Βυζάντιον ἀφίξεως, καὶ τῆς ἐλπίδος ἡμάρτανεν (ἔφθη γὰρ ὁ Ῥωμανὸς τὴν βασίλειον ἑστίαν κατειληφὼς καὶ Πατὴρ Βασιλέως ἀναῤῥηθείς), ἐς τὴν Ἀσίαν διὰ τῆς Ἀβύδου περαιωθεὶς, πρὸς ἀποστασίαν ἀπέκλινε, καὶ πολλὰ τῷ Ῥωμανῷ καὶ τῇ πολιτείᾳ παρέσχε πράγματα, κατατρέχων, καὶ τοὺς ἐτησίους φόρους ἀφαιρούμενος, καὶ τοὺς ἀντικαθισταμένους χειρούμενος. ἤδη δὲ τῷ χρόνῳ τοῦ λῃστρικοῦ διασκεδασθέντος, καὶ εἰς τοὔμπαλιν αὐτῷ ὑπονοστήσαντος τοῦ βουλεύματος, φυγαδείᾳ χρήσασθαι, συλληφθῆναί τε καὶ ὠμῶς ἐκκεντηθῆναι τοὺς ὀφθαλμούς.

Ἀλλὰ ταῦτα μὲν οὕτως. Φωκᾷ δὲ ἐπειγομένῳ τηνικαῦτα ἐπὶ τὸ φρούριον, καὶ οὐραγοῦντι τῶν ἀμφ' αὑτὸν, τῶν ἐπιτιθεμένων αὐτῷ τις ἐξιππασάμενος, θρασὺς καὶ ἀγέρωχος, ἐπῄει, ἐπανατείνων τὸ ξίφος μετ' ἀπειλῶν, καὶ πλήττειν ἐπιχειρῶν. ὁ δὲ ἀπαλλάττεσθαι τὴν ταχίστην παρῄνει, τὰς κατασχούσας αὐτὸν τύχας εὐλαβηθέντα. δεῖν δὲ, θνητὸν ὄντα, τὸ ἄστατον πάντως ὑφορᾶσθαι τῶν πραγμάτων καὶ ἄπιστον, καὶ μὴ προστιθέναι κακοδαιμονοῦντος ἀνδρὸς τοῖς ἀλγήμασιν ἄλγημα. ἀρκεῖν γὰρ τὰ περιστοιχήσαντα τοῦτον δεινὰ, ἅτινα εἰς τοῦτο δυσπραγίας αὐτὸν περιήλασαν, ὡς φυγάδα νῦν καθορᾶσθαι τὸν τῆς Ῥωμαϊκῆς κατάρξαντα στρατιᾶς. ὁ δὲ, ὕθλον τηνάλλως τοὺς τοιούτους λόγους τιθέμενος, πλησιέστερον ᾔει, πλήττειν πειρώμενος. ὁ δὲ Βάρδας, τὴν παρῃωρημένην κορύνην μεταχειρισάμενος, αἰφνίδιόν τε συστραφεὶς, κατὰ τῆς κόρυθος παίει τὸν ἄνθρωπον· ὁ δὲ, αὐτῇ κυνῇ κατεαγεὶς τὸ κρανίον, ἄναυδος τῇ γῇ προσαράσσεται· καὶ οὕτως ἐς τὸ φρούριον ὁ Φωκᾶς διασώζεται. Βάρδας δὲ, ὁ στρατηλάτης καὶ Μάγιστρος, τὸ φρούριον κυκλωσάμενος, παρῄνει τῷ Φωκᾷ Βάρδᾳ, τὴν εὐμένειαν τοῦ κρατοῦντος αἰτήσασθαι, καὶ τοῦ τειχίου κατιέναι ὡς τάχιστα. ὁ δὲ, ἐπεὶ ἐς ἀμηχανίαν ἐσχάτην καὶ δεινὴν ἀπορίαν συνείληπτο, πολλὰ γνωματεύσας καὶ λογισάμενος, ἔγνω ἐνδοῦναι τῇ τύχῃ, καὶ εἶξαι τοῖς κρατοῦσιν, εἰ ἀπάθειαν αὑτοῦ τε καὶ τῶν φιλτάτων λήψοιτο. παραυτίκα οὖν πίστεις ἐξαιτησάμενος, ὡς οὐδέν τι τῶν ἀηδῶν πείσεται, καὶ ταύτας πρὸς τοῦ Σκληροῦ εἰληφώς, κάτεισι τοῦ φρουρίου σὺν γυναικὶ καὶ τέκνοις. ὁ δὲ τούτους δεξάμενος ἀλύπως ἐφρούρει, ἀναφέρει τὰ ξυναχθέντα πρὸς βασιλέα, ἐρόμενος ὅ,τι δεῖ καὶ ποιεῖν. ὁ δὲ αὐτοκράτωρ Ἰωάννης ἐδήλου, τὸν μὲν τοῦ Φωκᾶ Βάρδαν, κληρικὸν ἀποκαρέντα, ἅμα συζύγῳ καὶ τέκνοις ἐν τῇ νήσῳ Χίῳ περιορίσαι· αὐτὸν δὲ, τὰς δυνάμεις ἀνειληφότα, ἐς τὴν Εὐρώπην διὰ τοῦ Ἑλλησπόντου διαπερᾷν, χειμεριοῦντα πρὸς τὰ ἐκεῖσε χειμάδια· ὡς, ἦρος εὐθὺς ἐπιγινομένου, καὶ αὐτὸν βασιλέα μετὰ τῶν ὑπασπιστῶν ἐκστρατεῦσαι κατὰ Σκυθῶν· μηδὲ γὰρ τὴν τούτων ἀκάθεκτον ὕβριν καρτερῆσαι λοιπόν.

Οὗτοι γὰρ, τὴν ἀπὸ τῆς Εὐρώπης τοῦ στρατηλάτου Βάρδα διαγνόντες ἄπαρσιν, ἐς τὴν Ἀσίαν παρὰ βασιλέως σταλέντος διὰ τὸν ἔναγχος ἀναῤῥιπισθέντα πρὸς τοῦ Φωκᾶ Βάρδα νεωτερισμὸν, καθάπερ μοι ἤδη ἐῤῥήθη, τὰ μέγιστα Ῥωμαίους ἐσίνοντο, αἰφνιδίους ἐπεξελάσεις ποιούμενοι, καὶ τὴν τῶν Μακεδόνων ληϊζόμενοι καὶ δῃοῦντες ἀφειδῶς· τοῦ τὴν ἐπιστασίαν τῆς ἐνταῦθα στρατιᾶς ἐγχειρισθέντος Ἰωάννου Μαγίστρου, ᾧ Κουρκούας ἐπώνυμον, ἐς ῥᾳστώνην καὶ πότους, παρὰ τὸ εἰκὸς, ἀποκλίναντος, ἀπείρως τε καὶ ἀμαθῶς κεχρημένου τοῖς πράγμασι· τῷ τοι καὶ ἐς αὐθάδειαν καὶ θράσος τὰ Ῥωσικὰ ἐπήρθη φρονήματα. τὴν ὑπέραυχον τοιγαροῦν ἀλαζονείαν αὐτῶν, καὶ τὸν ἀντικρὺς προπηλακισμὸν μὴ στέγων ὁ βασιλεὺς, παντὶ σθένει κολούειν καὶ κατασπᾷν ἠπείγετο ἐκ τοῦ συστάδην τούτοις συμπλέκεσθαι. ἐντεῦθεν καὶ τὰς ἐμπύρους τριήρεις ἑρματίζειν προσέταττε, καὶ σίτου πλῆθος ἐς τὴν τοῦ Ἀδριανοῦ πόλιν διὰ τῶν σιτηγῶν πλοίων κομίζειν, καὶ χορτάσματα τῶν ὑποζυγίων, καὶ ἀποχρῶντα ὅπλα τῇ στρατιᾷ, ὡς μήτινος τούτων κατὰ τὸν καιρὸν τῶν ἀγώνων οἱ Ῥωμαῖοι σπανίζοιεν. ἐν ᾧ δὲ ταῦτα παρεσκευάζετο, Θεοδώραν, τὴν τοῦ αὐτοκράτορος Κωνσταντίνου τοῦ Πορφυρογεννήτου παῖδα, ὁ Ἰωάννης πρὸς γάμον ἡρμόσατο, κάλλει μὲν καὶ σώματος ὥραις οὔ τι λίαν οὖσαν ἀριπρεπῆ, σωφροσύνῃ δὲ καὶ ταῖς παντοδαπαῖς ἀρεταῖς ἀδηρίτως τοῦ θήλεος ὑπεραίρουσαν. Νοέμβριος μὴν ἐνειστήκει, ἔτει δευτέρῳ τῆς τούτου ἡγεμονίας, ὅτε ἡ γαμήλιος ἐτελεῖτο ἑστίασις. καὶ θυμηδία τις κατεῖχε τὸν δῆμον ἄῤῥητος, ἀνθ' ὧν ἤθους εὐμενείᾳ καὶ τρόπων χρηστότητι τὸ ὑπήκοον ὁ βασιλεὺς ἴθυνε· θαυμαζόμενος μάλιστα, ὅτε μεγαλοπρεπής τις ὢν καὶ ἀρχικὸν κεκτημένος τὸ φρόνημα, προσηνής τε καὶ ἐπιεικὴς τοῖς ὑπηκόοις ἐδείκνυτο, προχείρως τοῖς χρῄζουσιν ἐπιδαψιλεύων τὸν ἔλεον. ἀλλὰ τότε μὲν, φιλοτησίαις καὶ θεάτρων ἁμίλλαις τὸν δῆμον φιλοφρονούμενος, κατὰ τὸ Βυζάντιον διεχείμαζε καὶ τὸν τοῦ ἦρος καιρὸν ἐξεδέχετο, τοὺς ἀμφ' αὑτὸν ἐξασκῶν ὁσημέραι λογάδας τὴν ἐνόπλιον κατὰ θάτερα δίνησιν καὶ τὴν παντοδαπὴν τοῦ πολεμεῖν ἐμπειρίαν, ὁπόση παρὰ τὰς μάχας τοῖς ἀλκιμωτάτοις ἀνδράσιν ἐπινενόηται.