Κλίμαξ/Λόγος ΣΤ
←Λόγος Ε: Περὶ μετανοίας μεμεριμνημένης καὶ ἐναργοῦς, ἐν ᾖ παὶ βίος τῶν ἁγίων καταδίκων· καὶ περὶ τῆς φυλακῆς. | Κλίμαξ Συγγραφέας: Λόγος Ϛ: Περὶ μνήμης θανάτου. |
Λόγος Ζ: Περὶ τοῦ χαροποιοῦ πένθους.→ |
Παντὸς λόγου προηγεῖται ἔννοια. Μνήμη (1) δὲ θανάτου καὶ πταισμάτων προηγεῖται κλαυθμοῦ καὶ πένθους· διὸ κατὰ τὴν οἰκείαν τάξιν καὶ ἐν τῷ λόγῳ τέθειται. Μνήμη θανάτου ἐστὶ καθημερινὸς θάνατος, μνήμη δὲ ἐξόδου κάθωρος στεναγμός. Δειλία μὲν θανάτου ἐστὶν ἰδίωμα φύσεως ἐκ παρακοῆς προσγενόμενον, τρόμος δὲ θανάτου ἐστὶν ἀμετανοήτων πταισμάτων τεκμήριον. Δειλιᾷ Χριστὸς θάνατον, οὐ τρέμει, ἵνα τῶν δύο φύσεων τὰ ἰδιώματα σαφῶς ἐμφανίσῃ. Ὡς πασῶν τροφῶν ὁ ἄρτος ἀναγκαιότερος, οὕτως πασῶν ἐργασιῶν ἡ τοῦ θανάτου ἔννοια· μνήμη (2) θανάτου γεννᾷ ἐν μὲν τοῖς ἐν μέσῳ πόνους καὶ ἀδολεσχίας· μᾶλλον δὲ ἀπιμίας ἡδύτητα· παρὰ δὲ τοῖς ἐκτὸς θορύβου φροντίδων ἀπόθεσιν καὶ εὐχὴν διηνεκῆ, καὶ νοὸς φυλακήν. Αἱ αὐταὶ δὲ αὐτῆς καὶμητέρες καὶ θυγατέρες κατεστήκασιν· ὡς φανερὸς ὁ κασσίτηρος παρὰ τὸν ἄργυρον, κἂν τὴν θεωρίαν ἔοικεν, οὕτως παρὰ τοῖς διακριτικοῖς φανερὰ καὶ δήλη ἡ φυσικὴ, καὶ ἡ παρὰ φύσιν δειλία τῆς ἐξόδου. Τοῦτο ἀληθὲς τεκμήριον τῶν ἐν αἰσθήσει καρδίας μνημονευόντων τοῦ θανάτου, ἡ πρὸς πᾶσαν τὴν κτίσιν ἑκούσιος ἀπροσπάθεια, καὶ τοῦ ἰδίου θελήματος παντελὴς ἐγκατάλειψις. Δόκιμος μὲν, ὁ τοῦτον καθ᾿ ἡμέραν πάντως προσδεχόμενος· ἅγιος δὲ, ὁ τούτου καθ᾿ ὥραν ἐφιέμενος. Οὐ πᾶσα ἐπιθυμία θανάτου ἀγαθή. Εἰσὶ γὰρ οἱ διηνεκῶς βίᾳ ἕξεως πταίοντες, καὶ τοῦτον εὐχόμενοι μετὰ ταπεινώσεως· καὶ εἰσὶν αὖθις οἱ μετανοῆσαι μὴ βουλόμενοι, καὶ τὸν θάνατον ἐξ ἀπογνώσεως προσκαλούμενοι· καὶ εἰσὶν οἱ ἐξ οἰήσεως ἀπαθεῖς ἑαυτοὺς ἔχοντες, καὶ τοῦτον μὴ δειλαινόμενοι· καὶ εἰσὶν, εἴπερ καὶ νῦν ἄρα εἰσὶν, οἱ δι᾿ ἐνεργείας Πνεύματος ἁγίου τὴν ἐκδημίαν ἐπιζητοῦντες τὴν ἑαυτῶν. Ζητοῦσί τινες καὶ διαποροῦσι, τίνος ἕνεκεν οὕτως εὐεργετούσης ἡμᾶς τῆς τοῦ θανάτου μνήμης, τὴν τούτου πρόγνωσιν ὁ Θεὸς ἐξ ἡμῶν ἀπέκρυψεν, μὴ γινώσκοντες ὅτι τὴν σωτηρίαν ἡμῶν ὁ Θεὸς διὰ τούτου εἰργάσατο θαυμασίως. Οὐδεὶς γὰρ τὸν ἑαυτοῦ θάνατον προγνοὺς πρὸ πολλοῦ χρόνου τῷ βαπτίσματι, ἣ τῇ μοναδικῇ πολιτείᾳ προσέτρεχεν· ἁπάσας δὲ τὰς ἑαυτοῦ ἡμέρας ἐν ἀνομίαις διέτριβεν, καὶ ἐν αὐτῇ τῆς ἐξόδου εἰς τὸ βάπτισμα καὶ εἰς τὴν μετάνοιαν προσήρχετο. Μηδέποτε πενθῶν ἀποδέξῃ, τὸν κύνα ἐκεῖνον τὸν φιλάνθρωπόν σοι τὸν Θεὸν ὑποβάλλοντα· σκοπὸς γὰρ αὐτῷ, τὸ πένθος, καὶ τὸν φόβον τὸν ἄφοβον ἐκ σοῦἐξεώσασθαι, εἰ μή τι ἂν εἰς βαθεῖαν ἀπόγνωσιν ἴδῃ σεαυτὸν κατασυρόμενον· ὁ μνήμην θανάτου, καὶ κρίσεως Θεοῦ ἐν ἑαυτῷ διὰ παντὸς κατέχειν βουλόμενος, καὶ φροντίσι καὶ περισπασμοῖς ὑλικοῖς ἑαυτὸν ἐκδιδοὺς, ὅμοιός ἐστι τῷ νηχομένῳ, καὶ τὰς ἑαυτοῦ χεῖρας κρατεῖν βουλομένῳ. Μνήμη θανάτου ἐναργὴς περιέκοψε βρώματα, βρωμάτων δὲ ἐν ταπεινώσει κοπέντων συνεξεκόπησαν (3). Ἀναλγησία καρδίας ἐπώρωσε νοῦν, βρωμάτων δὲ πλῆθος ἐξήρανε πηγάς· δίψα καὶ ἀγρυπνία ἐξέθλιψαν καρδίαν· καρδίας δὲ θλιβήσης ἀπεπήδησαν ὕδατα (4). Σκληρὰ μὲν γαστριμάργοις, ἄπιστα δὲ ῥᾳθύμοις τὰ εἰρημένα. Ἀνὴρ δὲ πρακτικὸς δοκιμάσει προθύμως· ὁ πείρᾳ εὑρηκὼς μηδιάσει ἐπὶ τούτοις· ὁ δὲ ἐπιζητῶν, σκυθρωπότερος ἔσται. Ὥσπερ τὴν τελείαν ἀγάπην οἱ Πατέρες ἄπτωτον εἶναι ὁρίζονται, οὕτως ἔγωγε τὴν τελείαν τοῦ θανάτου αἴσθησιν ἄφοβον εἶναι ἀποφαίνομαι· πολλαὶ μὲν τοῦ νοὸς τοῦ πρακτικοῦ αἱ ἐργασίαι· λέγω δὲ ἔννοια ἀγάπης, τῆς πρὸς Θεόν· μνήμης θανάτου, μνήμης Θεοῦ, μνήμης βασιλείας, ζήλου τῶν ἁγίων μαρτύρων, μνήμης αὐτοῦ τοῦ Θεοῦ παρόντος, κατὰ τὸν εἰπόντα· Προωρώμην τὸν Κύριον. Μνήμης ἁγίων καὶ νοερῶν δυνάμεων· μνήμης ἐξόδου, ἀπαντήσεως, κολάσεως, ἀποφάσεως. Ἐν μεγάλοις μὲν ἠρξάμεθα, ἀναπτώτοις δὲ κατελήξαμεν. Διηγήσατό μοί ποτε Αἰγύπτιος μοναχὸς, ὡς ὅτι μετὰ τὴν ἐν αἰσθήσει καρδίας τῆς τοῦ θανάτου μνήμης παγίωσιν, θελήσαντός μου χρείας καταλαβούσης μικρὸν τὸν πηλὸν (5) παραμυθήσασθαι, ὑπὸ τῆς μνήμης, ὡς ὑπὸ δικαστοῦ κεκώλυμαι. Καὶ τὸ θαυμαστὸν, ὅτιπερ καὶ βουληθεὶς οὐκ ἠδυνήθην ἀπώσασθαι· ἕτερός τις οἰκῶν ἐνταῦθα ἐν τῷ λεγομένῳ Θολῷ τόπῳ, πολλάκις ἐκ τῆς τοιαύτης ἐννοίας ἐξίστατο, καὶ ὡς ὀλιγοθυμήσας, ἢ καὶ ἐπιληπτιάσας παρὰ τῶν εὑρισκομένων ἀδελφῶν, ἄπνους σχεδὸν ἐβαστάζετο. Οὐ σιωπήσω σοι καὶ τὸ τοῦ ἡσυχίου τοῦ Χωρηβίτου σημᾶναι διήγημα. Οὗτος ἀεὶ ἐν πάσῃ ἀμελείᾳ διέτριβε, τῆς ἑαυτοῦ ψυχῆς τὸ παράπαν μὴ ποιούμενος ἐπιμέλειαν· ἀσθενήσας οὖν ἐσχάτως τοῦ σώματος, ὡς ἐπὶ ὥραν μίαν ἀκριβῶς ἐξεδήμησε· καὶ εἰς αὐτὸν ἐπανελθὼν δυσωπεῖ μὲν ἡμᾶς πάντας εὐθέως ἀναχωρῆσαι. Καὶ τὴν θύραν τῆς κέλλης ἀνοικοδομήσας ἔμεινεν ἔνδον χρόνους δύο καὶ δέκα μηδενὶ τὸ παράπαν συντετυχηκὼς, οὐ μικρὸν, οὐ μέγαν λόγον, οὐχ ἑτέρου τινὸς, ἀλλ᾿ ἢ ἄρτου καὶ ὕδατος ἀπογευόμενος· μόνον δὲ καθήμενος καὶ πρὸς ἃ ἑώρακεν ἐν τῇ ἐκστάσει ἐξηστηκὼς σύννους οὕτως, ὡς μηδέποτε ἐπὶ Κυρίου τὸ ἴδιον ἦθος ἀλλοιώσας, ἀλλ᾿ ἔκνους ἀεὶ, καὶ δάκρυα θερμὰ ἀψοφητὶ καθ᾿ ὅλου προχεόμενος. Ὅτε δὲ ἤμελλεν τελευτᾷν, ἀναφράξαντες τὴν θύραν εἰσεληλύθαμεν, καὶ πολλὰ δυσωπήσαντες, τοῦτο καὶ μόνον παρ᾿ αὐτοῦ ἀκηκόαμεν· Συγχωρήσατε· οὐδεὶς μνήμην θανάτου ἐγνωκὼς, δυνήσεται ἁμαρτῆσαί ποτε. Ἡμεῖς δὲ ἐθαμβούμεθα τὸν οὕτως πρώην ἀμελῆ ὁρῶντες, οὕτως ἀθρόον μεταμορφωθέντα τὴν μακαρίαν ἀλλοίωσιν καὶ μεταμόρφωσιν· θάψαντες δὲ αὐτὸν ὁσίως ἐν τῷ κοιμητηρίῳ τῷ πλησίον τοῦ κάστρου· μεθ᾿ ἡμέραν ἐπιζητήσαντες τὸ ἅγιον αὐτοῦ λείψανον, οὐχ εὕρομεν· τοῦ Κυρίου καὶ ἐν τούτῳ τὴν μεμεριμνημένην αὐτοῦ καὶἀξιέπαινον μετάνοιαν πληροφορήσαντος, πάντας τοὺς βουλομένους, καὶ μετὰ πολλὴν ἀμέλειαν διορθώσασθαι· ὥσπερ τὴν ἄβυσσον ἀπέρατον, τινὲς εἶναι ὁρίζονται· τόπον γὰρ αὐτὴν καλοῦσιν ἀπύθμαντον. Οὕτως ἡ τοῦ θανάτου ἔννοια ἄφθαρτον καὶ τὴν ἁγνείαν καὶ τὴν ἐργασίαν κέκτηται. Βεβαιοῦται δὲ τὸ εἰρημένον ὁ προειρημένος ὅσιος. Φόβῳ φόβον διηνεκῶς οἱ τοιοῦτοι προσλαμβάνοντες, οὐ παύονται ἄχρις ἂν καὶ αὕτη ἡ τῶν ὀστέων ἐκδαπανηθῇ δύναμις. Δῶρον Θεοῦ καὶ τοῦτο μετὰ πάντων ἀγαθῶν εἶναι ἑαυτοὺς πληροφορήσωμεν· ἐπεί πως πολλάκις καὶ ἐν αὐτοῖς τοῖς μνήμασι παραγενόμενοι, ἀδάκρυτοί τινες καὶ σκληροὶ διαμένομεν· ἐκτὸς δὲ τῆς τοιαύτης θεωρίας πλειστάκις κατανυσσώμεθα. Ὁ πάντων νεκρωθεὶς, οὗτος θανάτου ἐμνημόνευσεν· ὁ δὲ ἔτι σχετικὸς, οὐ σχολάσει ἑαυτῷ ἀντεπίβουλος ὤν. Μὴ θέλε (7) πάντας διὰ λόγον πληροφορεῖν τὴν πρὸς αὐτοὺς ἀγάπην· μᾶλλον δὲ Θεὸν αἰτοῦ ταύτην αὐτοῖς ἀῤῥήτως ἐμφανίσαι· εἰ δὲ μὴ, οὐκ ἐξαρκέσει σοι ὁ χρόνος πρὸς σχέσεις καὶ κατάνυξιν. Μὴ ἀπατῶ, ἄφρον ἐργάτα, χρόνῳ χρόνον ἀναπληροῦν· οὐ γὰρ ἐξαρκεῖ ἡ ἡμέρα οὐδὲ τὸ ἑαυτῆς χρέος τῷ Δεσπότῃ ἀνελλιπῶς πληρῶσαι· παρὰ ἀνθρώποις οὐκ ἔστι, φησὶν, οὐκ ἔστι τὴν ἐνστῶσαν ἡμέραν εὐσεβῶς διεξιέναι, εἰ μὴ αὐτὴν ἐσχάτην παντὸς τοῦ βίου λογισώμεθα. Καὶ θαῦμα ὄντως πῶς καὶ Ἕλληνές τι τοιοῦτον ἐφθέγξαντο, ἐπεὶ καὶ φιλοσοφίαν τοῦτο εἶναι ὁρίζονται, μελέτην θανάτου.
Ἕκτη ἀνάβασις· ὁ ἀναβὰς, οὐ μὴ λοιπὸν ἁμαρτήσει ποτέ. «Ὑπερμιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐ μὴ ἁμάρτῃς.»