Κλίμαξ/Λόγος Ε

Από Βικιθήκη
Κλίμαξ
Συγγραφέας:
Λόγος Ε: Περὶ μετανοίας μεμεριμνημένης καὶ ἐναργοῦς, ἐν ᾖ παὶ βίος τῶν ἁγίων καταδίκων· καὶ περὶ τῆς φυλακῆς.


ΛΟΓΟΣ Εʹ.
Περὶ μετανοίας μεμεριμνημένης καὶ ἐναργοῦς, ἐν ᾖ παὶ βίος τῶν ἁγίων καταδίκων· καὶ περὶ τῆς φυλακῆς.

Μετάνοιά ἐστιν ἀνάκλησις βαπτίσματος. Μετάνοια, ἐστὶ συνθήκη πρὸς Θεὸν δευτέρου βίου. Μετάνοιά ἐστι ταπεινώσεως ἀγοραστής. Μετάνοιά ἐστι σωματικῆς κατακλήσεως διηνεκὴς ἀνελπιστία. Μετάνοιά ἐστι αὐτοματόκριτος λογισμὸς, καὶ ἀμέριμνος αὐτομέριμνος (2). Μετάνοιά ἐστι θυγάτηρ ἐλπίδος, καὶ ἄρνησις ἀνελπιστίας. Μετανοῶν ἐστι κατάδικος ἀκαταίσχυντος. Μετάνοιά ἐστι διαλλαγὴ Κυρίου, διὰ τῆς τῶν ἐναντίων τοῖς πταίσμασιν ἀγαθῶν ἐργασίας. Μετάνοιά ἐστι συνειδότος καθαρισμός. Μετάνοια ἑκούσιος πάντων τῶν θλιβερῶν ὑπομονή. Μετανοῶν ἐστι δημιουργὸς οἰκείων κολάσεων. Μετάνοιά ἐστι θλίψις γαστρὸς ἰσχυρὰ, καὶ ψυχῆς πλῆξις ἐν αἰσθήσει κραταιᾷ. Συνδράμετε, καὶ προσέλθετε, δεῦτε καὶ ἀκούσετε, καὶ διηγήσομαι ὑμῖν· πάντες οἱ τὸν Θεὸν παροργίσαντες, ἀθροίσθητε καὶ ἴδετε, ὅσα πρὸς οἰκοδομὴν ὑπέδειξε τῇ ψυχῇ μου. Προτάξωμεν καὶ προτιμήσωμεν τετιμημένων ἀτίμων ἐργατῶν διήγησιν. Ἀκούσωμεν καὶ φυλάξωμεν, καὶ ποιήσωμεν, ὅσοι τι ἀδόκιμον πτῶμα πεπόνθαμεν. Ἀνάστητε καὶ καθίστατε, οἱ διὰ τῶν πτωμάτων κατακείμενοι. Προσέχετε, ἀδελφοί μου, τούτῳ τῷ λόγῳ μου· κλίνατε τὸ οὖς ὑμῶν οἱ τὸν Θεὸν πάλιν ἑαυτοῖς δι᾿ ἐπιστροφῆς ἀληθοῦς διαλλάξαι βουλόμενοι. Ἀκούσας ἐγὼ ὁ ἀσθενὴς μεγάλην τινὰ καὶ ξένην εἶναι τὴν κατάστασιν καὶ τὴν ταπείνωσιν τῶν ἐν τῇ μονῇ τῇ ἰδιαζούσῃ τῇ λεγομένῃ φυλακῇ, τῇ ὑποκειμένῃ τῷ προμνημονευθέντι φωστῆρι ἐκείνῳ τῶν φωστήρων, ἐκεῖσέ μου ἔτι ὄντος [ἔτι ὢν], ἱκέτευσα τὸν δίκαιον παραγενέσθαι με ἐκεῖσε· καὶ δὴ εἶξεν ὁ μέγας, μηδ᾿ ὅλως ποτὲ ψυχὴν λυπῆσαι θέλων. Παραγενόμενος οὖν ἐγὼ ἐπὶ τῇ τῶν μετανοούντων μονῇ, καὶ ὄντως πενθούντων χώρᾳ, ἑώρακα ἀληθῶς, εἰ μὴ τολμηρὸν εἰπεῖν, ἃ ὡς ἔτυχεν ὀφθαλμὸς ἀνθρώπου ἀμελοῦς οὐκ εἶδε, καὶ οὖς ῥᾳθύμου οὐ δέχεται, καὶ ἐπὶ καρδίαν ὀκνηροῦ οὐκ ἀνέβη· πράγματα καὶ ῥήματα τὸν Θεὸν δυνάμενα βιάσασθαι, ἐπιτηδεύματά τε καὶ σχήματα τὴν αὐτοῦ φιλανθρωπίαν συντόμως κατακάμπτοντα. Τοὺς μὲν τῶν ὑπευθύνων ἐκείνων τῶν ἀνευθύνων παννυχὶ μέχρι πρωΐας ἱσταμένους αἰθρίους, τοὺς πόδας ἀκινήτους ἔχοντας, καὶ τῷ ὕπνῳ ἐλεεινῶς κατακλονουμένους [κατακλωμένους] τῇ βίᾳ ταύτης τῆς φύσεως, καὶ μηδεμίαν ἀνάπαυσιν αὑτοῖς χαριζομένους· ἀλλ᾿ ἑαυτοὺς ἐπιπλήσσοντας καὶ ἀτιμίαις καὶ ὕβρεσι διυπνίζοντας· ἄλλους εἰς οὐρανὸν ἀτενίζοντας, καὶ τὴν ἐκεῖθεν βοήθειαν μετ᾿ ὀδυρμῶν καὶ βοῶν ἐπικαλουμένους· ἑτέρους ἐν (3) προσευχῇ παρισταμένους, καὶ ὄπισθεν ἑαυτῶν καταδίκων δίκην τὰς χεῖρας συνδήσαντας, εἰς γῆν τε τὸ σκοτεινὸν αὐτῶν πρόσωπον κλίναντας, καὶ ἀναξίους ἑαυτοὺς τῆς εἰς οὐρανὸν ἀναβλέψεως καταδικάσαντας. μηδέ τι εἰπεῖν, ἢ φθέγξασθαι, ἢ εὔξασθαι πρὸς Θεὸν, ὑπὸ τῆς τῶν λογισμῶν καὶ τοῦ συνειδότος ἀτιμίας εὐποροῦντας, μηδὲ πῶς ἢ πόθεν τὴν ἱκεσίαν ποιήσασθαι εὑρίσκοντας, μόνην (4) ψυχὴν ἄλογον, καὶ νοῦν ἄφωνον τῷ Θεῷ παριστῶντας, σκοτίας πεπληρωμένους, καὶ ψιλῆς ἀπογνώσεως· ἄλλους ἐν τῷ ἐδάφει ἐπὶ σάκκου καὶ σποδοῦ καθημένους, καὶ τὸ πρόσωπον τοῖς γόνασι καλύπτοντας, καὶ τὸ μέτωπον εἰς γῆν τύπτοντας· ἑτέρους τὸ στῆθος διαπαντὸς τύπτοντας, καὶ τὴν ἑαυτῶν (5) ψυχὴν καὶ ζωὴν ἀνακαλουμένους. Οἱ μὲν ἐν ἐκείνοις τὸ ἔδαφος τοῖς δάκρυσιν ἔβρεχον· οἱ δὲ δακρύων ἀποροῦντες ἑαυτοὺς κατέκοπτον. Οἱ μὲν ὡς ἐπὶ ταῖς ἑαυτῶν ψυχαῖς ὠλόλυζον, τὴν συνοχὴν τῆς καρδίας φέρειν μὴ ἰσχύοντες· οἱ δὲ τῇ (6) καρδίᾳ ἔβρυχον, καὶ τῷ στόματι τὸν τοῦ ὀδυρμοῦ ψόφον διεκώλυον. Ἔστι δὲ ὅτε μηκέτι κρατεῖν ἰσχύοντες αἰφνιδίως ἀνέκραζον. Εἶδον ἐγὼ ἐκεῖ τινας ὥσπερ ἑαυτῶν ἐξεστηκότας τῷ ἤθει καὶ τῇ συννοίᾳ ἐννεούς τινας τῇ πολλῇ ἀδημονίᾳ γεγονότας ὅλους ἐσκοτισμένους, καὶ ὥσπερ ἀναισθήτους πρὸς πάντα [κα]τὰ τοῦ βίου τυγχάνοντας, τῷ νοῒ λοιπὸν ἐν τῇ ἀβύσσῳ τῆς ταπεινώσεως καταδύσαντας, καὶ τῷ πυρὶ τῆς ἀθυμίας τὰ τῶν ὀφθαλμῶν δάκρυα ἀποτηγανίσαντας· ἄλλους καθημένους σύννους εἰς γῆν νενευκότας, καὶ τὴν ἑαυτῶν κεφαλὴν ἀδιαλείπτως κινοῦντας, καὶ δίκην λεόντων καρδίας καὶ ὀνύχων [ἐγκάτων] βρύχοντας καὶ στένοντας. Οἱ μὲν ἐν ἐκείνοις ἄφεσιν εὐελπίστως παντελῆ ἐπεζήτουν καὶ ηὔχοντο· ἕτεροι ἀναξίους ἑαυτοὺς τῆς ἀφέσεως ἐκ ταπεινώσεως ἀφάτου κατεδίκαζον, καὶ μὴ ἰσχύειν ἀπολογήσασθαι τῷ Θεῷ ἀνέκραζον. Τινὲς μὲν ἐνταῦθα κολασθῆναι, κἀκεῖ ἐλεηθῆναι ἐδυσώπουν τὸν Κύριον· ἕτεροι συντετριμμένοι ὑπὸ τοῦ βάρους τοῦ συνειδότος ὑπάρχοντες, μήτε κολασθῆναι, μήτε (7) τῆς βασιλείας ἀξιωθῆναι εἰλικρινῶς ἔλεγον· Καὶ ἀρκετὸν ἡμῖν, φασὶν, ἔστιν. Ἑώρακα ἐκεῖ ψυχὰς (8) ταπεινὰς [τεταπεινωμένας] καὶ συντετριμμένας, καὶ κατακαμπτομένας ὑπὸ τοῦ βάρους τοῦ φορτίου ὑπαρχούσας, καὶ αὐτὴν τὴν τῶν λίθων αἴσθησιν κατανύξαι δυναμένας, ἐπὶ ταῖς παρ᾿ αὐτῶν πρὸς Θεὸν βοωμέναις φωναῖς καὶ ῥήμασιν· ἔλεγον γὰρ κάτω εἰς γὴν νενευκότες· Οὕτως οἴδαμεν, οἴδαμεν ὅτι ἄξιοι λοιπὸν πάσης τιμωρίας καὶ κολάσεώς ἐσμεν, καὶ δικαίως· οὐδὲ γὰρ ἐξαρκοῦμεν λοιπὸν πρὸς ἀπολογίαν τοῦ πλήθους τοῦ ἡμετέρου χρέους, οὐδ᾿ ἂν πᾶσαν τὴν οἰκουμένην ὑπὲρ ἡμῶν πενθοῦσαν συγκαλέσωμεν. Ἐκεῖνο δὲ μόνον ἐρωτῶμεν, ἐκεῖνο δυσωποῦμεν, ἐκεῖνο ἱκετεύομεν λοιπόν· Μὴ τῷ θυμῷ [σου]ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃ ἡμᾶς. Ἀλλὰ φειδομένως, καὶ ἀρκετὸν ἡμῖν τῆς πολλῆς σου ἀπειλῆς, καὶ βασάνων ἀνωνύμων καὶ ἀποκρύφων ἐλευθερωθῆναι· εἰς τέλος γὰρ ἄφεσιν αἰτήσασθαι, οὐ τολμῶμεν. Πῶς γὰρ οἱ τὸ ἑαυτῶν ἐπάγγελμα μὴ φυλάξαντες ἄμωμον, ἀλλὰ τοῦτο μετὰ τὴν προτέραν φιλανθρωπίαν, καὶ ἄφεσιν ῥυπώσαντες; Ἦν ἐκεῖ τὰ τοῦ Δαυῒδ ἐναργῶς θεάσασθαι ῥήματα, ταλαιπωροῦντας ἰδέσθαι, κατακαμπτομένους ἕως τέλους τῆς ἑαυτῶνζωῆς· ὅλην τὴν ἡμέραν σκυθρωπάζοντας πορευομένους· προσόζοντας καὶ σεσημμένους σώματος μώλωπας, καὶ ἀνεπιμελήτους ὑπάρχοντας, ἐπιλανθανομένους τοῦ φαγεῖν τὸν ἄρτον αὐτῶν· τὸ δὲ πόμα τοῦ ὕδατος μετὰ κλαυθμοῦ κιρνῶντας· καὶ σποδὸν, καὶ τέφραν ἀντὶ ἄρτου ἐσθίοντας· καὶ κεκολλημένα ἔχοντας τὰ ὀστᾶ τῇ σαρκί· καὶ αὐτοὺς ὡσεὶ χόρτος ἐξηραμμένους. Οὐδὲν ἦν ἕτερον παρ᾿ αὐτοῖς ἀκούειν, εἰ μὴ ταῦτα τὰ ῥήματα· Οὐαὶ, οὐαὶ, οἵ μοι, οἴμοι, δικαίως, δικαίως· φεῖσαι, φεῖσαι, Δέσποτα. Οἱ μὲν ἔλεγον· Ἐλέησον, ἐλέησον· οἱ δὲ πάλιν ἔτι ἐλεεινότερον· Συγχώρησον, Δέσποτα, συγχώρησον ἐὰν ἐνδέχεται. Ἦν ἐν ἐκείνοις γλώσσας φλεγομένας ἰδέσθαι, καὶ δίκην κυνῶν τοῦ στόματος προβαλλομένας. Οἱ μὲν ἐν τῷ καύσωνι ἑαυτοὺς ἐτιμώρουν· οἱ δὲ ἐν τῷ ψύχει ἑαυτοὺς ἐβασάνιζον. Ἔνιοι μὲν μικρὸν τοῦ ὕδατος ἀπογευόμενοι, ἐπαύοντο, ὅσον μόνον μὴ ἐκ δίψης ἀποθνήσκειν· οἱ δὲ τοῦ ἄρτου μικρὸν μεταλαμβάνοντες, τοῦτον τῇ χειρὶ μακρὰν ἀπέῤῥιπτον, ἀναξίους ἑαυτοὺς λέγοντες λογικῆς βρώσεως ὡς τὰ τῶν ἀλόγων διαπραξαμένους. Ποῦ ἐν ἐκείνοις γέλωτος ἐμφάνεια; ποῦ ἀργολογία; ποῦ θυμός; ποῦ ὀργή; Οὐδὲ εἰ ἔστιν ὀργὴ παρ᾿ ἀνθρώποις λοιπὸν ἠπίσταντο· τοῦ πένθους εἰς τέλος τὸν θυμὸν ἀπολέσαντος. Ποῦ ἀντιλογία; ποῦ ἑορτή; ποῦ παῤῥησία; ποῦ θεραπεία σώματος; ποῦ ἴχνος κενοδοξίας; ποῦ τρυφῆς λοιπὸν ἐλπίς; ποῦ οἴνου ἔννοια; ποῦ ὀπώρας γεῦσις; ποῦ χύτρας παράκλησις; ποῦ λάρυγγος γλυκασμός; Πάντων γὰρ τούτων λοιπὸν ἐν τῷ νῦν αἰῶνι ἡ ἐλπὶς παρ᾿ ἐκείνοις ἐσβέσθη. Ποῦ ἐν ἐκείνοις μέριμνα ἐπιγείου τινός; ποῦ κρῖναί τινα ἄνθρωπον; Οὐδαμοῦ. Ταῦτα ἦν παρ᾿ ἐκείνοις διηνεκῶς τὰ λεγόμενα καὶ βοώμενα πρὸς Κύριον. Οἱ μὲν τὸ στῆθος ἰσχυρῶς κρούοντες, ὥσπερ ἐν τῇ τοῦ οὐρανοῦ πύλῃ ἱστάμενοι, πρὸς Θεὸν ἔλεγον· Ἄνοιξον ἡμῖν, δικαστὰ, ἄνοιξον ἡμῖν, ἐπειδὴ ἁμαρτίαις ἐκλείσαμεν ἑαυτοῖς, ἄνοιξον ἡμῖν. Οἱ δὲ ἔλεγον· Ἐπίφανον τὸ πρόσωπόν σου μόνον, καὶ σωθησόμεθα. Ἄλλος πάλιν· Ἐπίφανον τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις ταπεινοῖς. Ἕτερος· Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἀπολώλαμεν, ὅτι ἀπεγνώκαμεν, ὅτι ἐξελ[ε]ίπομεν σφόδρα. Οἱ μὲν ἔλεγον· Εἰ ἄρα ἐπιφάνοι Κύριος τοῦ λοιποῦ ἐφ᾿ ἡμᾶς· ἕτεροι δέ· Ἆρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ χρέος τὸ ἀνυπόστατον; Ἄλλος· Ἄρα παρακληθήσεται Κύριος τοῦ λοιποῦ ἐφ᾿ ἡμᾶς; ἆρα ἀκουσόμεθα αὐτοῦ λέγοντος ἡμῖν τοῖς ἐν δεσμοῖς ἀλύτοις· Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ ᾅδῃ τῆς μετανοίας· Συγχωρήθητε; Ἆρα εἰσῆλθεν ἡ κραυγὴ ἡμῶν εἰς τὰ ὦτα Κυρίου; Πάντες δὲ ἐκάθηντο ἀεὶ ἐν ὀφθαλμοῖς αὐτῶν ὁρῶντες τὸν θάνατον, καὶ λέγοντες· Ἆρα τί τὸ ἀποβησόμενον· ἆρα τίς ἡ ἀπόφασις; ἆρα τί τὸ τέλος ἡμῶν; ἆρα ἔστιν ἀνάκλησις; ἆρα ἔστι συγχώρησις τοῖς σκοτεινοῖς, τοῖς ταπεινοῖς, τοῖς καταδίκοις; ἆρα ἴσχυσεν ἡμῶν ἡ δέησις εἰσελθεῖν ἐνώπιον Κυρίου; ἢ ἀπεστράφη δικαίως τεταπεινωμένη καὶ κατῃσχυμμένη; ἆρα δὲ εἰσελθοῦσα, πόσον ἐξευμενίσατο; πόσον ἤνυσεν; πόσον ὠφέλησε; πόσον ἐνήργησεν; ἐπειδὴ ἐξ (9) ἀκαθάρτων στομάτων καὶ σωμάτων ἀνεπέμφθη, καὶ οὐ πολλὴν τὴν ἰσχὺνκέκτηται. Ἆρα εἰς τέλος διήλλαξε τὸν κριτήν; ἆρα μερικῶς; ἆρα κατὰ τὸ ἥμισυ τῶν μωλώπων; μεγάλοι γὰρ οὗτοι ὄντως, καὶ πολλῶν ἱδρώτων καὶ μόχθων δεόμενοι. Ἆρα ἐπλησίασαν ἡμῖν οἱ ἡμῶν φύλακες, ἢ ἔτι πόῤῥω ἀφ᾿ ἡμῶν ὑπάρχουσιν; Ἐκείνων γὰρ μὴ ἐγγιζόντων πρὸς ἡμᾶς, πᾶς ὁ κόπος ἡμῶν ἀνωφελὴς καὶ ἀνόνητος· οὐ γὰρ ἔχει δύναμιν παῤῥησίας ἡ προσευχὴ ἡμῶν, οὐδὲ πτερὸν καθαρότητος εἰσελθεῖν πρὸς Κύριον, εἰ μή τί γε οἱ ἄγγελοι ἡμῶν προσεγγίσαντες ἡμῖν, ταύτην λαβόντες Κυρίῳ προσενέγκωσιν. Οἷα δὲ [Οἱ δὲ] πολλάκις καὶ πρὸς ἀλλήλους διηπόρουν, καὶ ἔλεγον· Ἆρα, ἀδελφοὶ, ἀνύομεν; ἆρα τυγχάνομεν τῆς αἰτήσεως; ἆρα δέχεται πάλιν; ἆρα ἀνοίγει; Οἱ δὲ ἕτεροι πρὸς ταῦτα ἀπεκρίναντο· Τίς οἶδεν, ὡς εἶπον οἱ ἀδελφοὶ ἡμῶν οἱ Νινευῖται· Μή πως μεταμεληθήσεται Κύριος; Καὶ κἂν τῆς πολλῆς κολάσεως λυτρώσηται ἡμᾶς, ὅμως ἡμᾶς τὸ ἐφ᾿ ἡμῖν ποιήσωμεν. Καὶ ἐὰν ἀνοίξῃ, εὖ καὶ καλῶς· ἐπεὶ εὐλογητὸς Κύριος ὁ Θεὸς, ὁ ἀποκλείσας ἡμῖν δικαίως. Πλὴν (10) ἐπιμείνωμεν κρούοντες, ἕως τέλους τῆς ζωῆς ἡμῶν· ἴσως τῇ πολλῇ ἡμῶν ἀναιδείᾳ ἀνοίξει ἡμῖν. Διὸ καὶ ἑαυτοὺς διεγείροντες, ἔλεγον· Δράμωμεν, ἀδελφοὶ, δράμωμεν· δρόμου γὰρ χρεία καὶ δρόμου, ἐπειδὴ τῆς καλῆς ἡμῶν συνοδίας ἀπελείφθημεν· δράμωμεν μὴ φειδόμενοι ταύτης τῆς ῥυπαρᾶς καὶ μοχθηρᾶς σαρκὸς ἡμῶν· ἀλλ᾿ ἀποκτείνωμεν αὐτὴν, ὡς ἀπέκτεινεν ἡμᾶς, ὥσπερ καὶ ἐποίουν οἱ μακάριοι ὑπεύθυνοι. Ἐν ἐκείνοις ἑωρᾶτο γόνατα ἐπεσκληκότα τῷ πλήθει τῶν μετανοιῶν· οἱ ὀφθαλμοὶ ἐκτακέντες καὶ ἔσω που εἰς βάθος δεδυκότες· τριχῶν ἀπεστερημένοι, παρειὰς κεκτημένοι (11) πεπληγμένας, καὶ περιπεφλεγμένας τῇ ζέσει τῶν πολλῶν δακρύων· πρόσωπα καταμεμαρασμένα καὶ ὠχρὰ, μηδὲν ἐν συγκρίσει νεκρῶν διαφέροντα· στήθη ταῖς πληγαῖς ἀλγοῦντα καὶ αἱμάτων πτύελοι ἐκ τῶν ἐν τῷ στήθει πυγμῶν ἐκπεμπόμενοι. Ποῦ ἦν ἐκεῖ στρωμνῆς κατάστασις; ποῦ ἐνδύματος καθαρότης ἢ στερεότης; Ἀλλὰ διεῤῥηγμένα καὶ ῥυπῶντα, καὶ ὑπὸ τοῦ φθειρὸς ἐπικεκαλυμμένα. Τί πρὸς ἐκείνους ἡ τῶν δαιμονώντων κακοπάθεια; τί ἡ τῶν νεκροὺς πενθούντων; τί ἡ τῶν ἐν ἐξορίᾳ διαγόντων; τί ἡ τῶν ἐπὶ φόνοις καταδίκων; Οὐδὲν ὄντως ἡ ἐκείνων βάσανος, καὶ τιμωρία ἀκούσιος, πρὸς τὴν τούτων ἑκούσιον. Καὶ μὴ μύθους τὰ εἰρημένα λογίσησθε, ἐρωτῶ, ἀδελφοί. Ἐδυσώπουν πολλάκις τὸν κριτὴν τὸν μέγαν ἐκεῖνον, τὸν ποιμένα λέγω, τὸν ἄγγελον ἐν ἀνθρώποις· καὶ παρεκάλουν σίδηρα καὶ κλοιὰ ἐν χερσὶ καὶ τραχήλῳ περιθέσθαι· καὶ τοὺς πόδας ἐν τῷ τῶν πασχόντων κατασφαλισθῆναι ξύλῳ καὶ μὴ πρότερον ἐκεῖθεν λυθῆναι, ἄχρι λοιπὸν τὸ μνῆμα διαδέξεται, πλὴν οὐδὲ τὸ μνῆμα. Οὐ μὴ γὰρ, οὐ μὴ κρύψω οὐδὲ ταύτην αὐτῶν τῶν μακαρίων ὄντως ἠλεημένην ταπείνωσιν, καὶ συντετριμμένην πρὸς Θεὸν ἀγάπην καὶ μετάνοιαν. Μέλλοντες τοίνυν πρὸς Κύριον πορεύεσθαι, καὶ τῷ ἀδεκάστῳ βήματι παρίστασθαι, καλοὶ ἐκεῖνοι τῆς χώρας τῆς μετανοίας πολῖται, ὁπηνίκα τις αὐτῶν ἐν τῷ (12) παντὶ ἐθεώρει ἑαυτὸν, τοῦτο διὰ τοῦ προεστῶτος αὐτῶν ἐδυσώπει μεθ᾿ ὅρκων τὸν μέγαν, τοῦ μὴ καταξιωθῆναι αὐτὸν ἀνθρωπίνης ταφῆς, ἀλλὰ ἀλόγου, ἢ ἐν τῷ ῥείθρῳ τοῦ ποταμοῦ, ἢ ἐν τῷ ἀγρῷ τοῖς θηρίοις παραδοθῆναι·ὅπερ πολλάκις καὶ ὑπήκουσεν [ἐποίησεν ὑπακούσας]ὁ τῆς διακρίσεως λύχνος, ψαλμῳδίας τε πάσης καὶ τιμῆς ἐστερημένους ἐξοδιάζεσθαι κελεύων. Οἷον δὲ καὶ τὸ θέαμα φοβερὸν καὶ ἐλεεινὸν τῆς ἐκείνων ἐσχάτης ὥρας· ὁπόταν γὰρ οἱ συγκατάδικοι τὸν προπορευόμενον τελειοῦσθαι μέλλοντα ᾔσθοντο, ἔτι τοῦ νοὸς ἐῤῥωμένου περιεκύκλουν καὶ διψῶντες, καὶ πενθοῦντες ἐλεεινοτάτῳ ἤθει καὶ σκυθρωπῷ λόγῳ τὴν κεφαλὴν σείοντες τὴν ἑαυτῶν [τὰς ἑαυτῶν κεφαλὰς], ἠρώτων τὸν ἐκλείποντα· καὶ καιόμενοι τῇ συμπαθείᾳ τῇ πρὸς αὐτὸν ἔλεγον· Τί ἐστιν, ἀδελφὲ καὶ συγκατάδικε, πῶς; τί λέγεις; τί ἐλπίζεις; τί ὑπολαμβάνεις; Ἤνυσας ἐκ τοῦ (13) κόπου τὸ ζητούμενον, ἢ οὐκ ἴσχυσας; Ἤνοιξας, ἢ ὑπεύθυνος ἔτι ὑπάρχεις; ἔφθασας, ἢ οὐκ ἐπέτυχες; Ἔλαβές τινα πληροφορίαν, ἢ ἄδηλον ἔχεις τὴν ἐλπίδα; Εἴληφας ἐλευθερίαν, ἣ κλονεῖται καὶ ἀμφιβάλλει ἔτι ὁ λογισμός; ᾜσθου τινὸς ἐν τῇ καρδίᾳ φωτισμοῦ, ἢ ἐσκοτισμένη ἔτι καὶ ἠτιμωμένη ὑπάρχει; Ἐγένετό τις ἐν σοὶ φωνὴ λέγουσα ἔνδον· Ἴδε ὑγιὴς γέγονας· ἢ, Ἀφέωνταί σου αἱ ἁμαρτίαι· ἢ, Ἡ πίστις σου σέσωκέ σε; ἢ ἆρα ἔτι ἐκείνης ἀκούεις τῆς λεγούσης· Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην· καί· Δήσατε χεῖρας καὶ πόδας· καί· Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου; Τί λέγεις ἁπλῶς, ἀδελφέ; εἰπὲ ἡμῖν, δυσωποῦμεν, ἵνα καὶ ἡμεῖς γνῶμεν, ἐν ποίοις μέλλομεν ἔσεσθαι· σοῦ γὰρ λοιπὸν ὁ καιρὸς ἐκλείσθη, καὶ ἄλλον οὐχ εὑρήσεις ἔτι εἰς τὸν αἰῶνα. Πρὸς ταῦτα, οἱ μὲν τῶν κοιμωμένων, Εὐλογητὸς Κύριος, ἀπεκρίνοντο, ὃς οὐκ ἀπέστησε τὴνπροσευχήν μου, καὶ τὸ ἔλεος αὐτοῦ ἀπ᾿ ἐμοῦ. Οἱ δὲ πάλιν· Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. Οἱ δὲ ἐκεῖνο ἐνωδύνως ἔλεγον· Ἆρα διέλθῃ ἡ ψυχὴ ὑμῶν τὸ ὕδωρ τῶν πνευμάτων τοῦ ἀέρος τὸν ἀνυπόστατον; Μὴ θαῤῥοῦντες ἀκμὴν, ἀλλὰ ἀποσκοποῦντες τί ἐν τῷ λογοθεσίῳ ἐκείνῳ γίνεται. Ἕτεροι δὲ τούτου ἐνωδυνηρότερον ἄλλο ἀπεκρίναντο, καὶ ἔλεγον· Οὐαὶ ψυχῇ, τῇ μὴ φυλαξάσῃ τὸ ἐπάγγελμα ἄμωμον, ἐν τῇ ὥρᾳ ταύτῃ καὶ μόνῃ γνώσεται τί αὐτῇ ἡτοίμασται· ἐγὼ δὲ ταῦτα ἑωρακώς τε παρ᾿ ἐκείνοις καὶ ἀκηκοὼς, μικροῦ δεῖν ἑαυτοῦ ἀπογινώσκειν ἔμελλον, ὁρῶν τὴν ἑαυτοῦ [ἐμαυτοῦ]ἀδιαφορίαν, καὶ συγκρίνων ταύτην πρὸς τὴν ἐκείνων κακοπάθειαν. Οἵα γὰρ ἦν καὶ αὐτὴ ἡ τοῦ τόπου κατάστασις καὶ κατοίκησις; Ὅλη σκοτεινὴ, ὅλη δυσώδης, ὅλη ῥυπῶσα καὶ αὐχμηρά. Φυλακὴ γὰρ καὶ καταδίκη εὐλόγως προσωνόμασται· ὡς καὶ αὐτὴν τὴν τοῦ χώρου θέαν μετανοίας πάσης καὶ πένθους ὑπάρχειν διδάσκαλον. Ἀλλὰ τὰ ἑτέροις δυσχερῆ καὶ ἀκατάδεκτα, τοῖς ἐξ ἀρετῆς καὶ πνευματικοῦ πλούτου ἐκπεπτωκόσι προσηνῆ καὶ εὐπαράδεκτα τυγχάνουσι. Ψυχὴ γὰρ παῤῥησίας προτέρας ἐστερημένη, καὶ ἐλπίδος ἀπαθείας ἐκπεσοῦσα, καὶ σφραγῖδα ἁγνείας διανοίξασα, καὶ πλούτου χαρισμάτων συληθεῖσα, θείας τε παρακλήσεως ἀλλοτριωθεῖσα, καὶ συνταγὴν Κυρίου ἀθετήσασα, πυρὸς καλοῦ δακρύων ψυχικῶν ἀποσβεσθεῖσα, καὶ τῇ τούτου μνήμῃ πληττομένη, καὶ ἐνωδύνως νυσσομένη, οὐ μόνον τοὺς προειρημένους πόνους μετὰ πάσης καταδέξεται προθυμίας, ἀλλὰ καὶ ἑαυτὴν ἀναιρεῖνεὐσεβῶς δι᾿ ἀσκήσεως ἐπιτηδεύει· εἰ ἆρα καὶ ἔστιν ἐν αὐτῇ ἐγκατάλειμμα σπινθῆρος ἀγάπης, ἢ φόβου Κυρίου. Οἷοι ὄντως ὑπῆρχον οἱ μακάριοι οὗτοι· ταῦτα γὰρ ἐν (15) νῷ ἔχοντες, καὶ ὕψος οὗ ἐκπεπτώκασιν εἰς νοῦν λαμβάνοντες, ἔλεγον· Ἐμνήσθημεν ἡμερῶν ἀρχαίων, τοῦ πυρὸς ἐκείνου τῆς ἡμετέρας σπουδῆς. Ἄλλοι πρὸς τὸν Θεὸν ἐβόων· Ποῦ εἰσὶ τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ἔδειξας τῇ ψυχῇ ἡμῶν ἐν τῇ ἀληθείᾳ σου; Μνήσθητι τοῦ ὀνειδισμοῦ καὶ τῶν μόχθων τῶν δούλων σου· (16) ἕτερος· Τίς ἄν με θείη κατὰ μῆνας ἡμερῶν τῶν ἔμπροσθεν, ὧν με ἐφύλαττεν ὁ Θεὸς, ὅτε ηὔγει ὁ λύχνος τοῦ φωτὸς αὐτοῦ ὑπὲρ κεφαλῆς τῆς καρδίας μου; πῶς τε τῶν προτέρων αὐτῶν ἐμνημόνευον κατορθωμάτων, καὶ ταῦτα δίκην νηπίων τεθνηκότων [θρηνούντων, vel τέκνων] ἀπωδύροντο, καὶ ἔλεγον [ἀπωδυρόμενοι ἔλεγον]· Ποῦ ἡ τῆς προσευχῆς καθαρότης; ποῦ ἡ ταύτης παῤῥησία; ποῦ τὸ γλυκὺ ἀντὶ πικροῦ δάκρυον; (17) ποῦ ἐλπὶς τῆς παντελοῦς ἁγνείας καὶ καθάρσεως; ποῦ ἡ προσδοκία τῆς μακαρίας ἀπαθείας; ποῦ ἡ πρὸς τὸν ποιμένα (18) πίστις; ποῦ ἡ τῆς αὐτοῦ προσευχῆς ἐν ἡμῖν εὐεργεσία [ἐνέργεια]; Ἀπόλωλε ταῦτα πάντα· καὶ ὥσπερ μὴ φανέντα, ἐκλέλοιπεν· καὶ ὡς μὴ ὑπάρξαντα, ἠφανίσθησαν καὶ ᾤχετο. Ταῦτα μὲν λέγοντες καὶ θρηνοῦντες, οἱ μὲν, δαιμονᾷν ηὔχοντο· οἱ δὲ τῇ ἱερᾷ περιπεσεῖν νόσῳ, ἐδυσώπουν τὸν Κύριον· οἱ μὲν τὰς ὄψεις ἀποβάλλειν, καὶ ἐλεεινὸν προκεῖσθαι θέαμα· οἱ δὲ πάρετοι γενέσθαι, καὶ μόνον τῶν ἐκεῖ μοχθηρῶν μὴ πειρασθῆναι.Ἐγὼ δὲ, ὦ φίλοι, λέληθα ἐμαυτὸν ἐν τῷ ἐκείνῳ ἐμφιλοχωρῶν πένθει, καὶ ὅλος τῷ νοῒ συνηρπάγην, κατέχειν ἐμαυτὸν μὴ δυνάμενος. Ἀλλ᾿ ἐπανακτέον τὸν λόγον. Τοίνυν προσμείνας ἐν τῇ φρουρᾷ ἐπὶ ἡμέρας τριάκοντα, ἐπανέρχομαι ὁ ἀνυπομόνητος εἰς τὸ μέγα κοινόβιον πρὸς τὸν μέγαν. Ὁ δὲ θεασάμενός με, ὥσπερ ἠλλοιωμένον ὅλον καὶ ἐξεστηκότα, ἔγνω ὁ πάνσοφος ἀλλοιώσεως τὸν τρόπον· καί φησι· Τί ἐστι, Πάτερ Ἰωάννη; Ἑώρακας τοὺς τῶν καμνόντων ἄθλους; Ἐγὼ δὲ ἔφην· Καὶ ἑώρακα, Πάτερ, καὶ τεθαύμακα, καὶ μεμακάρικα ἔγωγε τοὺς πεπτωκότας, καὶ πενθοῦντας, ὑπὲρ τοὺς μὴ πεπτωκότας, καὶ ἑαυτοὺς μὴ πενθοῦντας· ὅτι διὰ πτώσεως ἀνέστησαν ἀνάστασιν ἀκίνδυνον. Ὁ δὲ, Οὕτως ἔχει, φησί· καὶ διηγήσατο ἡ ἀψευδὴς αὐτοῦ γλῶττα· Ὅτιπερ, φησὶ, πρὸ δέκα χρόνων, εἶχον ὧδε ἀδελφὸν πάνυ σπουδαῖον καὶ ἐργάτην, καὶ τοιοῦτον ὥστε με ὁρῶντα αὐτὸν, οὕτως τῷ πνεύματι ζέοντα, τρέμειν ὑπὲρ αὐτοῦ τὸν τοῦ διαβόλου φθόνον, μή πως τῷ πολλῷ δρόμῳ προσκόψῃ πρὸς λίθον τὸν πόδα· ὅπερ τοῖς ὀξέως βαδίζουσι συμβαίνειν πέφυκεν· ὅπερ καὶ γέγονεν. Εἶτα ἀνέρχεται πρός με, ἑσπέρας βαθείας, δείκνυσι τὸ τραῦμα γυμνόν· ζητεῖ ἔμπλαστρον (19), αἰτεῖται καυτῆρα, θορυβεῖται σφοδρῶς. Εἶτα ἐπεὶ ἄξιος συμπαθείας ἦν, ὁρᾷ μὴ πάνυ αὐτῷ αὐστηρᾷ τομῇ τὸν ἰατρὸν χρήσασθαι βουλόμενον, ῥίπτων ἑαυτὸν εἰς τὸ ἔδαφος, ἐπιλαμβάνεται τῶν ποδῶν, λούει ἱκανῶς τούτοις τοῖς δάκρυσιν· αἰτεῖται καταδίκην ἐν ᾗ ἑώρακας φρουρᾷ· ἀδύνατον ἐβόα μὴ ἐκεῖ με πορευθῆναι. Εἶτα βιάζεται εὐσπλαγχνίαν ἰατροῦ μετενεγκεῖν εἰς ἀποτομίαν, τὸ σπάνιον ἐν νοσοῦσι καὶ παραδοξότατον· καταλαμβάνει θᾶττον τοὺς μετανοοῦντας, γίνεται κοινωνὸς καὶ συναλγός. Πληγεὶς οὖν τὴν καρδίαν ὡς ὑπὸ ξίφους τῆς δι᾿ ἀγάπην Θεοῦ λύπης, τῇ ὀγδόῃ ἡμέρᾳ ἐκδημεῖ πρὸς Κύριον, αἰτησάμενος ταφῆς μὴ τυχεῖν. Ἐγὼ δὲ αὐτὸν καὶ ἐνταῦθα ἐνήνοχα, καὶ τοῖς πατράσι συντέταφα ὡς ἄξιον· διὸ καὶ μετὰ τὴν ἑβδόμην (20) δουλικὴν, τῇ ὀγδόῃ λύεται ἐλεύθερος ἡμέρᾳ. Ἔστι δέ τις ἐκεῖνο γνοὺς ἐναργῶς, μὴ πρότερον αὐτὸν τῶν εὐτελῶν καὶ ῥυπαρῶν μου ποδῶν ἀναστῆναι, πρὶν Θεὸν ἐξευμενίσασθαι· καὶ οὐ θαῦμα· πίστιν γὰρ ἐν καρδίᾳ τῆς πόρνης ἐκείνης ἀναλαβὼν, τοιαύτῃ καὶ αὐτὸς πληροφορίᾳ τοὺς ἐμοὺς ταπεινοὺς πόδας κατέβρεξε· Πάντα δὲ δυνατὰ τῷ πιστεύοντι, ὁ Κύριος εἴρηκεν. Εἶδον ἀκαθάρτους ψυχὰς περὶ ἔρωτας σωμάτων ἐμμανῶς μαινομένας· καὶ δὴ σκῆψιν [σκέψιν] μετανοίας προσλαβοῦσαι, ἐκ πείρας ἔρωτος, τὸν αὐτὸν πρὸς Κύριον μετενηνόχασιν ἔρωτα· καὶ πάντα φόβον ὑπερπηδήσασαι, ἀπλήστως εἰς ἀγάπην Θεοῦ ἐνεγκεντρίσθησαν. Διὰ τοῦτο καὶ ὁ Κύριος τῇ σώφρονι ἐκείνῃ πόρνῃ οὐ λέγει, ὅτι ἐφοβήθη, ἀλλ᾿ Ὅτι ἠγάπησε πολὺ, καὶ ἐδυνήθη εὐχερῶς ἔρωτι ἔρωτα διακρούσασθαι. Οὐκ ἀγνοῶ δὲ ἐγὼ, ὦ θαυμάσιοι, ὅτι τοῖσιν μὲν ἄπιστα, ἑτέροις δὲ ἀνέλπιστα· ἄλλοις δὲ ἀπόγνωσιν τίκτοντα φαίνονται, ἅπερ διηγησάμην, ἔπαθλα. Ἀνὴρ δὲ ἀνδρεῖος ἐκ τούτων προσελάβετο κέντρον, καὶ βέλος πυρὸς, καὶ ζῆλον ἐν καρδίᾳ ἀπῆλθε βαστάζων. Ὁ τούτου ὑποβεβηκὼς, ἐπέγνω τὴν οἰκείαν ἀσθένειαν, καὶ ταπεινοφροσύνην εὐχερῶς κτησάμενος διὰ τῆς ἑαυτοῦ μέμψεως τὸν [κατόπιν, τοῦ πρώτου] πρῶτον κατέδραμεν, ἀγνοῶ δὲ εἰ καὶ κατέλαβεν. Ἀνὴρ δὲ ἀμελὴς μὴ προσψαύσῃ τοῖς εἰρημένοις, μή πως καὶ αὐτὸ ὃ ἐργάζεται, ἀπογνοὺς σκορπίσειε [σκορπίσῃ]· καὶ γένηται καὶ ἐπ᾿ αὐτῷ τὸ φάσκον λόγιον· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος προθυμίαν, καὶ ὃ δοκεῖ ἔχειν, ἀρθήσεται ἀπ᾿ αὐτοῦ· οὐκ ἔστιν ἡμᾶς ἐν τῷ λάκκῳ τῶν ἀνομιῶν πεπτωκότας, καὶ μὴ εἰς τὴν ἄβυσσον τῆς ταπεινώσεως τῶν μετανοούντων καταδύσαντας, ἐκεῖθεν ἑλκυσθῆναι (22)· ἄλλη ἡ τῶν μετανοούντων [πενθούντων] σκυθρωπὴ ταπείνωσις, καὶ ἑτέρα τῶν ἔτι ἁμαρτανόντων τοῦ συνειδότος κατάγνωσις· καὶ ἄλλη ἡ τοῖς τελείοις δι᾿ ἐνεργίας Θεοῦ προσγινομένη μακαρία πλουτοταπείνωσις· μὴ σκεύσωμεν [σκευάσωμεν] τὴν τρίτην λόγοις εὑρεῖν, μάτην γὰρ δραμούμεθα [τρέχομεν. Al. θρέξομεν]· τῆς δὲ δευτέρας σημεῖον (23), ὑπομονὴ ἀτιμίας παντελής· τυραννεῖ ἡ πρόληψις, καὶ τὸν πενθοῦντα πολλάκις. Καὶ οὐ θαῦμα, ὁ περὶ κριμάτων, καὶ πτωμάτων λόγος σκοτεινὸς, καὶ πάντη ψυχῇ [πάσῃ ψυχῇ]ἀκατάληπτος· ποῖα μὲν τὰ δι᾿ ἀμελείας, ποῖα δὲ δι᾿ ἐγκατάλειψιν οἰκονομικήν· ποῖα δὲ δι᾿ ἀποστροφὴν Θεοῦ συμβαίνοντα ἡμῖν πτώματα. Πλὴν ἐκεῖνό μοί τις διηγήσατο, ὅτιπερ τὰ κατ᾿ οἰκονομίαν ἡμῖν συμβαίνοντα, ταχεῖαν τὴν ἐξ αὐτῶν ἀποστροφὴν κέκτηνται· οὐ γὰρ συγχωρεῖ ὁ παραδούς, ἐπεὶ πολὺ κρατεῖσθαι ἡμᾶς τὸ τῆς λύπης δαίμονι. Οἳ πεσόντες πρὸ πάντων μαχησώμεθα πρὸς αὐτόν· αὐτὸς γὰρ παρὰ τὸν καιρὸν τῆς προσευχῆς ἡμῶν παριστάμενος, καὶ τῆς προτέρας ἡμῶν παῤῥησίας ὑπομιμνήσκων καταργῆσαι ἡμᾶς τῆς εὐχῆς βούλεται. Μὴ (24) θαμβηθῇς καθ᾿ ἡμέραν πίπτων, μηδὲ ἀποπήδα, ἀλλὰ στῆθι ἀνδρείως, καὶ πάντως αἰδεσθήσεταί σου τὴν ὑπομονὴν ὁ φυλάσσων σε ἄγγελος. Ὡς νεαρὸν καὶ ζέον τὸ τραῦμα εὐΐατον εἶναι πέφυκε· τὰ γὰρ χρόνια καὶ ἠμελημένα καὶ κεχερσωμένα δυσίατα, καὶ πολλοῦ τοῦ κόπου, καὶ σιδήρου καὶ ξηρίου, καὶ τοῦ πυρὸς ἐνταῦθα πρὸς ἰατρείαν δεόμενα. Πολλὰ τῷ χρόνῳ ἀνίατα, παρὰ δὲ Θεῷ πάντα δυνατά. Πρὸ (25) μὲν τοῦ πτώματος, φιλάνθρωπον· μετὰ δὲ τὸ πτῶμα ἀπότομον τὸν Θεὸν λέγουσιν οἱ δαίμονες· μὴ πείθου τῷ λέγοντι μετὰ τὸ πτῶμα ἐπὶ τοῖς μικροῖς ἐλαττώμασιν, εἴθε τόδε μὴ ἐποίησας· τοῦτο γὰρ οὐδέν ἐστι. Πολλάκις γὰρ μικρὰ δῶρα πολὺν θυμὸν κριτοῦ κατέπαυσαν. Ὁ ἐν ἀληθείᾳ εὐθύνας διδοὺς, πᾶσαν ἡμέραν ἐν ᾖ οὐ πενθεῖ, ὡς ἀπολέσας ταύτην λογίζεται. Κἂν ὁποῖα ἀγαθὰ πεποίηκεν ἐν αὐτῇ· μηδεὶς τῶν θρηνούντων ἐν ἐξόδῳ τὴν πληροφορίαν ἐκδέξηται. Τὸ γὰρ ἄδηλον οὐ βέβαιον. Ἄνες μοι διὰ πληροφορίας, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν ἐντεῦθεν ἀπληροφόρητον. Ὅπου πνεῦμα Κυρίου, ὁ δεσμὸς λέλυται· ὅπου (26) ταπείνωσις ἀνείκαστος, ὁ δεσμὸς λέλυται. Οἱ γὰρ τῶν δύο τούτων χωρὶς, μὴ πλανηθῶσι, δέδενται γάρ. Οἱ ἐν κόσμῳ καὶ μόνοι τούτων ὑπάρχουσι ξένοι τῶν πληροφοριῶν, καὶ μάλιστα τῆς προτέρας, δι᾿ ἐλεημοσύνης δέ τινες τρέχουσιν ἐν ἐξόδῳ τὸ ἑαυτῶν κέρδος γνωρίζοντες. Οὐ γνώσεται ὁ ἑαυτὸν θρηνῶν, θρῆνον, ἢ πτῶμα ἄλλου, ἢ μέμψιν. Ὑπὸ θηρὸς δηχθεὶς κύων, ἐπὶ πλέον ἐθυμώθη κατ᾿ αὐτοῦ, τῷπόνῳ τῆς πληγῆς πρὸς αὐτὸν ἀσυγχωρήτως μαινόμενος (27)· πρόσχωμεν, μήπως οὐκ ἐκ (28) καθαρότητος, ἀλλὰ περικακῆσαν ὥσπερ, τοῦ ἐλέγχειν τὸ συνειδὸς ἐπαύσατο. Σημεῖον τῆς ἐν πτώματι λύσεως, τὸ διὰ παντὸς χρεώστην λογίζεσθαι. Οὐδὲν τῶν τοῦ Θεοῦ οἰκτιρμῶν ἴσον, ἢ μεῖζον ὑπάρχει· διὸ ὁ ἀπογινώσκων, ἑαυτὸν ἔσφαξε (29). Σημεῖον μεμεριμνημένης μετανοίας πασῶν τῶν συμβαινουσῶν ὁρατῶν καὶ ἀοράτων θλίψεων ἀξίους ἑαυτοὺς λογίζεσθαι· καὶ τούτων πλείω [πλειόνων]. Μωϋσῆς μετὰ τὸν Θεὸν ἐν τῷ βάτῳ ἰδέσθαι, πάλιν εἰς Αἴγυπτον, ἤγουν σκοτασμὸν πρὸς τὴν πλινθουργίαν τοῦ νοητοῦ ἴσως Φαραὼ ὑπέστρεψεν· ἀλλὰ πάλιν ἀνέρχεται ἐν τῇ βάτῳ· καὶ οὐ μόνον, ἀλλὰ καὶ ἐν τῷ ὄρει. Ὁ γνοὺς τὸ θεώρημα, οὐδέ ποτε ἑαυτοῦ ἀπογινώσκει. Πτωχεύει ὁ μέγας Ἰὼβ, ἀλλὰ πάλιν διπλῶς ἐπλούτησεν. Ἐν τοῖς (30) ῥᾳθύμοις, χαλεπὰ τὰ μετὰ τὴν κλῆσιν πτώματα, τὴν ἐλπίδα τῆς ἀπαθείας ῥαπίσαντα [πατάξαντα. Al. ῥαπίσασι] καὶ εἰς μακάριον ἡγεῖσθαι πείθοντα λογιζομένους [λογιζομένοις], κὰν τὴν τοῦ βόθρου ἀνάστασιν. Ὅρα, οὐ γὰρ πάντως δι᾿ ἧς ὁδοῦ ἐπλανήθημεν, ἐπιστρέφομεν· ἀλλὰ δι᾿ ἑτέρας συντόμου. Εἶδον δύο ὁμοτρόπως καὶ ὁμοχρόνως πρὸς Κύριον βαδίζοντας· καὶ ὁ μὲν τούτων γηραιὸς ἦν, καὶ προύχων ἐν πόνοις· ὁ δὲ ἄλλος μαθητὴς, καὶ προέδραμε τάχιον τοῦ γέροντος· καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον τῆς ταπεινώσεως. Πρόσχωμεν πάντες, ἐπὶ πλείω δὲ οἱ πεπτωκότες, μὴ νοῆσαι ἐν καρδίᾳ τὴν τοῦ (31) Ὠριγένους τοῦ ἀθέου νόσον· τὴν γὰρ Θεοῦ φιλανθρωπίαν, ἡ μιαρὰ προβαλλομένη,εὐπαράδεκτος ἐν τοῖς φιληδόνοις γίνεται. Ἐν τῇ μελέτῃ μου, μᾶλλον δὲ ἐν τῇ μετανοίᾳ μου ἐκκαυθήσεται πῦρ προσευχῆς καιούσης ὕλην. Ὅρος σοι, καὶ τύπος, καὶ ὑπογραμμὸς, καὶ εἰκὼν πρὸς μετάνοιαν ἔστωσαν οἱ προμνημονευθέντες ἅγιοι κατάδικοι, καὶ οὐ μὴ δεηθήσῃ βιβλίου ὅλως ἐν τῇ ζωῇ σου πάσῃ, ἕως οὗ ἐπιφαύσῃ σοι ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ Θεὸς ἐν τῇ ἀναστάσει τῆς μεμεριμνημένης μετανοίας. Ἀμήν.

Πέμπτον βαθμὸν ἀνῆλθες ὁ μετανοήσας, τὰς γὰρ πέντε αἰσθήσεις ἐκάθηρας δι᾿ αὐτῆς· καὶ τὴν ἀκούσιον τιμωρίαν καὶ κόλασιν δι᾿ αὐτῆς αὐτοπροαιρέτου ἐκφυγών.