Κλίμαξ/Λόγος ΚΔ
←Κλίμαξ/Λόγος ΚΓ | Κλίμαξ Συγγραφέας: Λόγος ΚΔ: Περὶ πραότητος, καὶ ἁπλότητος, καὶ ἀκακίας, καὶ πονηρίας σεσοφισμένων, καὶ οὐ φυσικῶν. |
Κλίμαξ/Λόγος ΚΕ→ |
Προτρέχει μὲν τοῦ ἡλίου τὸ πρωϊνὸν φῶς, πάσης δὲ ταπεινοφροσύνης πραΰτης πρόδρομος· διὸ καὶ τοῦ φωτὸς ἀκούσωμεν, οὕτως αὐτὰς τῷ βαθμῷ κατατάττοντος· Μάθετε γὰρ ἀπ᾿ ἐμοῦ, φησὶ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ. Οὐκοῦν θέμις πρὸ ἡλίου περὶ φωτὸς φωτισθῆναι· εἶθ᾿ οὕτως τῷ ἡλίῳ ἐναντενίσαι τρανῶς. Οὐκ ἔστι γὰρ, οὐκ ἔστι τὸν μὴ τοῦτο προγνόντα, ἐκεῖνον θεάσασθαι, ὡς ἡ τῶν λεγομένων [al. γεγονότων] διδάσκει ἀληθὴς κατάστασις. Πραΰτης ἐστὶν ἀμετάθετος νοὸς κατάστασις, ἐν τιμαῖς καὶ ἀτιμίαις ὡσαύτως ἔχουσα. Πραΰτης ἐστὶν ἐν ταραχαῖς τοῦ πλησίον ἀνεπαισθήτως καὶ εἰλικρινῶς ὑπὲρ αὐτοῦ προσεύχεσθαι. Πραΰτης ἐστὶν ὑπερκειμένη τῆς τοῦ θυμοῦ θαλάττης πέτρα, πάντα τὰ προσρήσσοντα κύματα διαλύουσα, καὶ οὐδαμῶς κλόνον ὑπομένουσα. Πραΰτης ἐστὶν ὑπομονῆς στήριγμα, ἀγάπης θύρα, μᾶλλον δὲ μήτηρ, διακρίσεως ὑπόθεσις· Διδάξει γὰρ, φησὶ, Κύριος πραεῖς ὁδοὺς αὐτοῦ· ἀφέσεως πρόξενος· παῤῥησία ἐν προσευχῇ· Πνεύματος ἁγίου χωρίον· Ἐπὶ τίνας γὰρ ἐπιβλέψω, ἀλλ᾿ ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον; Πραΰτης ὑπακοῆς συνεργὸς, ἀδελφότητος ὁδηγὸς, μαινομένων χαλινὸς, θυμουμένων ἐκκοπὴ, καὶ χαρᾶς χορηγὸς, Χριστοῦ μίμημα, ἀγγέλων ἰδίωμα, δαιμόνων δεσμὸς, καὶ πικρίας θυρεός. Ἐν καρδίαις πραέων ἐπαναπαύσεται Κύριος· ψυχὴ δὲ ταραχώδης διαβόλου καθέδρα. Οἱ πραεῖς κληρονομήσουσι γῆν· μᾶλλον δὲ κατακυριεύσουσι γῆς· μεμηνότες δὲ ἄνδρες ἐκπορθοῦνται ἀπὸ γῆς αὐτῶν. Ψυχὴ πραεῖα θρόνος ἁπλότητος· νοῦς δὲ ὀργίλος δημιουργὸς πονηρίας. Ψυχὴ ἠπία χωρήσει λόγους σοφίας, Ὁδηγήσει γὰρ Κύριος πραεῖς ἐν κρίσει, μᾶλλον δὲ ἐν διακρίσει. Ψυχὴ εὐθὴς σύμβιος ταπεινώσεως· ἡ δὲ πονηρὰ ὑπερηφανίας νεανίας. Ψυχαὶ πραέων πλησθήσονται γνώσεως· θυμώδης δὲ νοῦς σκότους καὶ ἀγνωσίας σύνοικος. Θυμώδης καὶ εἴρων ἀλλήλοις ὑπήντησαν· καὶ οὐκ ἦν εὑρεῖν λόγον εὐθῆ ἐν διαλέξει αὐτῶν. Ἀναπτύξας τὴν καρδίαν τοῦ προτέρου, εὑρήσεις μανίαν, τὴν δὲ τοῦ δευτέρου ψυχὴν ἐρευνήσας, θεωρήσεις πονηρίαν. Ἁπλότης ἐστὶν ἕξις ψυχῆς ἀποίκιλος, πρὸς κακόνοιαν γενομένη ἀκίνητος. Πονηρία ἐστὶν ἐπιστήμη, μᾶλλον δὲ ἀσχημοσύνη δαιμονιώδης, ἀληθείας ἀποστερηθεῖσα, καὶ τοὺς πολλοὺς λανθάνειν δοκοῦσα. Ὑπόκρισίς ἐστι σώματος καὶ ψυχῆς ἐναντία κατάστασις ἐπινοίαις ἁπάσαις ἐμπεπλεγμένη· ἀκακία ἐστὶν ἱλαρὰ ψυχῆς κατάστασις ἐπινοίας πάσης ἀπηλλαγμένη. Εὐθύτης ἐστὶν ἀπερίεργος ἔννοια, ἀνόθευτον ἦθος, ἄπλαστος καὶ ἀπροκατασκεύαστος λόγος· ἀπόνηρός ἐστι καθαρὰ φύσις ψυχῆς, ὡς πέφυκε κτισθεῖσα τὰς ἐντεύξεις πρὸς πάντας ποιουμένη. Πονηρία ἐστὶν εὐθύτητος ἐναλλαγὴ, πεπλανημένη ἔννοια· οἰκονομίας ψευδομένη· κεκολασμένοι ὅρκοι, συμπεπλεγμένοι λόγοι· βυθὸς καρδίας, ἄβυσσος δόλου, πεποιωμένον ψεῦδος, φυσικὴ λοιπὸν οἴησις, ταπεινώσεωςἀντίπαλος, μετανοίας ὑπόκρισις, πένθους μικρυσμὸς, ἐξομολογήσεως ἔχθρα, ἰδιογνωμόρυθμος, πτωμάτων πρόξενος, ἀναστάσεως ἀντίθετος, ὕβρεων μειδιασμὸς, μεμωραμμένη κατήφεια, ἐπίπλαστος εὐλάβεια, δαιμονιώδης βίος.
Πονηρός ἐστι διαβόλου συνώνυμος καὶ συνόμιλος. Διὸ καὶ Κύριος οὕτως αὐτὸν ἡμᾶς ὀνομάζειν ἐδίδαξε λέγοντας· Ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Φύγωμεν ἀπὸ κρημνοῦ ὑποκρίσεως, καὶ ἀπὸ λάκκου ὑπουλότητος, ἀκούοντες τοῦ λέγοντος ὅτι οἱ πονηρευόμενοι ἐξολοθρευθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται. Οἱ γὰρ τοιοῦτοι βοσκὴ δαιμόνων. Ὥσπερ ἀγάπη ὁ Θεὸς ὀνομάζεται, οὕτως καὶ εὐθύτης. Διὸ ὁ σοφὸς ἐν τοῖς ᾌσμασί φησι πρὸς τὴν καθαρὰν καρδίαν· Εὐθύτης ἠγάπησέ σε. Καὶ πάλιν ὁ τούτου πατήρ· Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος. Καὶ τοὺς συνωνύμους αὐτοῦ σώζεσθαι λέγει· φησὶ γάρ· Τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. Καὶ πάλιν· Εὐθύτητας ψυχῶν εἶδε, καὶ ἐπεσκέψατο τὸ πρόσωπον αὐτοῦ. Πρῶτον ἰδίωμα τῆς τῶν παίδων αὐξήσεως, ἁπλότης ἀποίκιλος, ἣν ἕως εἶχεν Ἀδὰμ ἐκεῖνος, οὐκ εἶδε γύμνωσιν ψυχῆς αὐτοῦ· οὐδὲ ἀσχημοσύνην σαρκὸς αὐτοῦ. Καλὴ μὲν καὶ ἡ φύσει τισὶν ἐνυπάρχουσα ἁπλότης, καὶ μακαρία· οὐχ οὕτως δὲ, ὡς ἡ ἐκ πονηρίας δι᾿ ἱδρώτων κατεγκεντρισθεῖσα· ἡ μὲν γὰρ ἀπὸ πολλῆς ποικιλίας καὶ παθῶν σκέπεται· ἡ δὲ ὑψηλοτάτης ταπεινοφροσύνης καὶ πραότητος γίνεται πρόξενος· καὶ τῇ μὲν οὐ πολὺς ὁ μισθὸς, τῇ δὲ ὑπερύμνητος. Πάντες οἱ τὸν Κύριον ἑαυτοῖς ἐπισπάσασθαι βουλόμενοι,ἁπλῶς καὶ ἀπλάστως, καὶ ἀποικίλως, καὶ ἀπονήρως ὡς διδασκάλῳ ἐν τοῖς μαθήμασιν ἀπεριέργως προσέλθωμεν. Ἁπλοῦς γὰρ ὢν, καὶ ἀσύνθετος, ἁπλᾶς τινας καὶ ἀκεραίους τὰς ἑαυτῷ προσερχομένας ψυχὰς εἶναι βούλεται. Οὐκ ἔστι γὰρ ἁπλότητα ἀπηλλαγμένην ταπεινώσεως θεάσασθαί ποτε. Πονηρός ἐστι προβλέπτης, ψευδὴς ἐκ λόγων τοὺς λογισμοὺς, καὶ ἐκ σχημάτων τὰ ἐγκάρδια λαμβάνειν φανταζόμενος· εἶδον εὐθεῖς ἐκ πονηρῶν πονηρεύεσθαι μεμαθηκότας, καὶ πεφάντασμαι πῶς καὶ φύσεως ἰδίωμα καὶ προτέρημα οὕτως ταχέως ἀπολέσαι ἴσχυσαν. Ὅσα οἱ εὐθεῖς εὐχερῶς μεταπίπτουσι, τοσούτῳ δυσχερῶς οἱ ἐναντίοι μεταποιηθῆναι δύνανται. Ξενιτεία ἀληθὴς καὶ ὑποταγὴ, καὶ φυλακὴ χειλέων πολλὰ πολλάκις ἴσχυσαν καὶ μετεποίησαν παραδόξως ἀνίατα. Εἰ ἡ γνῶσις φυσιοῖ τοὺς πλείονας· μή πως ἡ ἰδιωτεία, καὶ ἡ ἀμαθία ταπεινοῦν συμμέτρως πέφυκεν. Ἀπόδειξις καὶ ὅρος ἐναργὴς καὶ τύπος ἡμῖν τῆς μακαρίας ἁπλότητος ὁ τρισμακάριος Παῦλος γέγονεν ὁ ἁπλοῦς. Οὐδεὶς γὰρ, οὐδεὶς οὐδαμοῦ τοιαύτην προκοπὴν ἐν ὀλίγῳ οὐδὲ εἶδεν, οὐδὲ ἤκουεν, οὐδὲ ἰδεῖν δύναται πώποτε. Ἁπλοῦς μοναχὸς, ἄλογον λογικὸν, ὑπήκοον, τὸ οἰκεῖον φορτίον τελείως τῷ ἄγοντι ἀποθέμενος. Οὐκ ἀντείπει ζῶον τῷ δεσμοῦντι· οὐδὲ ψυχὴ εὐθὴς τῷ ἐπιστατοῦντι· ἕπεται τῷ ἕλκοντι ὡς βούλεται, καὶ μέχρι θύσεως ἀντιλέγειν οὐκ ἐπίσταται. Δυσκόλως πλούσιοι εἰς βασιλείαν, καὶ φρόνιμοι ἄφρονες εἰς ἁπλότητα εἰσελεύσονται. Πτῶμα πολλάκις δεινοὺς ἐσωφρόνισεν, ἀκούσιον αὐτοῖς σωτηρίαν καὶ ἀκακίαν κεχαρισμένον. Πάλαιε πλανᾷν σου τὴν φρόνησιν, καὶ οὕτως ποιῶν εὑρήσεις σωτηρίαν, καὶ εὐθύτητα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν.