Κλίμαξ/Λόγος ΚΓ

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Κλίμαξ
Συγγραφέας: Ιωάννης της Κλίμακος
Λόγος ΚΓ: Περὶ τῆς ἀκεφάλου ὑπερηφανίας, ἐν ᾧ καὶ περὶ ἀκαθάρτων λογισμῶν τῆς βλασφημίας.


ΛΟΓΟΣ ΚΓʹ.
Περὶ τῆς ἀκεφάλου ὑπερηφανίας, ἐν ᾧ καὶ περὶ ἀκαθάρτων λογισμῶν τῆς βλασφημίας.

Ὑπερηφανία ἐστὶ Θεοῦ ἄρνησις (1), δαιμόνων εὕρημα, ἐξουδένωσις ἀνθρώπων (2), κατακρίσεως μήτηρ, ἐπαίνων ἀπόγονος, ἀκαρπίας τεκμήριον, βοηθείας Θεοῦ φυγαδευτήριον, ἐκστάσεως πρόδρομος, πτωμάτων πρόξενος, ἐπιληψίας ὑπόθεσις, θυμοῦ πηγὴ, ὑποκρίσεως θύρα, δαιμόνων στήριγμα, ἁμαρτημάτων φύλαξ, ἀσπλαγχνίας πρόξενος, συμπαθείας ἄγνοια, λογοθέτης πικρὸς, δικαστὴς ἀπάνθρωπος, Θεοῦ ἀντίπαλος, βλασφημίας ῥίζα, ἀρχὴ ὑπερηφανίας (3), τέλος κενοδοξίας· μεσότης δὲ ἐξουδένωσις τοῦ πλησίον, πόνων ἰδίων ἀναιδὴς ἐκπόμπευσις, ἔπαινος ἐν καρδίᾳ, ἐλέγχου μῖσος· τέλος ἄρνησις Θεοῦ βοηθείας, καὶ οἰκείας σπουδῆς ἔπαρσις. δαιμονιῶδες ἦθος. Ἀκούσωμεν πάντες οἱ τὸν βόθρον ἐκφυγεῖν βουλόμενοι, ἐξ εὐχαριστίας πολλάκις τὸ πάθος τὴν νομὴν φιλεῖ προσλαμβάνεσθαι· ἀναιδῶν γὰρ ἐκ προοιμίων Θεὸν ἀρνεῖσθαι οὐχ ὑποτίθεται. Εἶδον εὐχαριστοῦντας τῷ Θεῷ στόματι (4), καὶ μεγαλαυχοῦντας τῷ φρονήματι· καὶ μαρτυρεῖ τοῦτο σοφῶς ὁ Φαρισαῖος ἐκεῖνος εἰρηκώς· Ὁ Θεὸς, εὐχαριστῶ σοι. Ὅπου πτῶμα κατέλαβεν, ἐκεῖ ὑπερηφανία προεσκήνωσε· μηνυτὴς γὰρ τοῦ προτέρου τὸ δεύτερον. Ὑπόθου μοι εἶναι δώδεκα πάθη τῆς ἀτιμίας. Τινὸς τετιμημένου ἀκήκοα φήσαντος· Ἐὰν ἓν τούτων (λέγω δὴ τὴν οἴησιν) ἀγαπήσης θελήματι, ἐκεῖνο ἀναπληρώσει τὸν τόπον τῶν ἕνδεκα. Ὑψηλόφρων μοναχὸς ἀντιλέγει σφοδρῶς. Ὁ δὲ ταπεινόφρων οὐδαμῶς ἀντιλέγειν ἐπίσταται. Οὐχ ὑποκλίνει κυπάρισσος εἰς γῆν περιπατεῖν· οὐδὲ μοναχὸς ὑψηλοκάρδιος ὑπακοὴν κτήσασθαι. Ἀνὴρ ὑψηλοκάρδιος τοῦ ἄρχειν ὀρέγεται (5)· ἄλλως γὰρ, ὡς ἔτυχεν, ἀπολέσθαι εἰς τέλος οὐ δύναται· μᾶλλον δὲ οὐ βούλεται. Ὑπερηφάνοις Κύριος ἀντιτάσσεται. Τίς λοιπὸν τούτους ἐλεῆσαι δύναται; Ἀκάθαρτος παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος (6). Καὶ τίς λοιπὸν τὸν τοιοῦτον ἀποκαθᾶραι δύναται; Παίδευσις μὲν ὑπερηφάνῳ πτῶμα· σκόλοψ δὲ δαίμων· ἐγκατάλειψις δὲ ἔκτασις. Καὶ τὰ μὲν πρότερα πολλάκις καὶ ἄνθρωποι ὑπὸ τῶν ἀνθρώπων ἐθεραπεύθησαν· τὸ δὲ ἔσχατον παρ᾿ ἀνθρώποις ἀνίατον. Ὁ ἀποσειόμενος ἔλεγχον, τὸ πάθος ἐσήμανεν· ὁ δὲ προσδραμὼν, τοῦ δεσμοῦ λέλυται· εἰ χωρὶς ἑτέρου πάθους τις διὰ τούτου καὶ μόνου τῶν οὐρανῶν κατέπεσε (7), ζητητέον μήπως καὶ δίχα ἀρετῆς ἑτέρας ἐκ ταπεινώσεως εἰς οὐρανοὺς ἀναβαίνειν ἐνδέχεται. Ὑπερηφανία ἐστὶ πλούτου καὶ ἱδρώτων ἀπώλεια· ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σώζων, πάντως, ὅτι μεθ᾿ ὑπερηφανίας· ἐκέκραξαν πρὸς Κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, πάντως, ὅτι τὰς αἰτίας καθ᾿ ὧν ηὔχοντο, οὐκ ἀπέκοπτον.

Ἀδελφὸν ὑπερηφανευόμενον γέρων γνωστικώτατος πνευματικῶς ἐνουθέτησεν (8), ὁ δὲ τυφλώττων φησί· Συγχώρησον, πάτερ, οὐκ εἰμὶ ὑπερήφανος. Ὁ δὲ πάνσοφος γέρων πρὸς αὐτόν· Καὶ ποίαν, φησὶ, τέκνον, ἀπόδειξιν σαφεστέραν ταύτης παρέχεις ἡμῖν τοῦ πάθους, ἀλλ᾿ ἢ τὸ εἰπεῖν· Οὐκ εἰμὶ ὑπερήφανος; Πάνυ τοῖς τοιούτοις συνέρχεται ἡ ὑποταγὴ, καὶ παχυτέρα καὶ ἀτιμοτέρα διαγωγή· καὶ ἡ τῶν ὑπὲρ φύσιν τῶν πατέρων κατορθωμάτων ἀνάγνωσις· ἴσωςκἂν οὕτως ἔσται τοῖς νοσοῦσι μικρὰ σωτηρίας ἐλπίς. Αἰσχύνη ἐπ᾿ ἀλλοτρίῳ κόσμῳ ἐπαίρεσθαι (9)· ἄνοια δὲ ἐσχάτη, ἐπὶ χαρίσμασι Θεοῦ φαντάζεσθαι. Ὅσα σοι κατορθώματα πρὸ τῆς σῆς γεννήσεως γεγόνασιν, ἐπὶ τούτοις μόνοις ἐπαίρου· τὰ γὰρ μετὰ γέννησιν ὁ Θεὸς ἐδωρήσατο, ὥσπερ καὶ τὴν γέννησιν· ὅσας ἐκτὸς τοῦ νοὸς ἀρετὰς κατώρθωκας, αὗται καὶ μόναι σοῦ τυγχάνουσι· τὸν γὰρ νοῦν Θεὸς ὁ δωρησάμενος. Ὅσα ἐκτὸς τοῦ σώματος ἐπεδείξω ἔπαθλα, ἐκ σῆς σπουδῆς καὶ μόνον γεγόνασι· τὸ γὰρ σῶμα, οὐ σὸν, ἀλλὰ τοῦ Θεοῦ ποίημα· μὴ θάρσει ἕως τὴν ἀπόφασιν δέξῃ (10), ὁρῶν ἐκεῖνον καὶ μετὰ τὴν ἐν τῷ νυμφῶνι κατάκλισιν χεῖρας καὶ πόδας δεσμούμενον, καὶ εἰς τὸ σκότος τὸ ἐξώτερον ἐξοριζόμενον· μὴ ὑψαυχένει, γήϊνος ὤν· πολλοὶ γὰρ καὶ ἐξ οὐρανῶν ἐῤῥίφησαν ἅγιοι καὶ ἄϋλοι τυγχάνοντες. Ὅταν χώραν ἐν τοῖς ἑαυτοῦ ἐργάταις ὁ δαίμων λήψεται· τότε ἂν τοῖς κατὰ τοὺς ὕπνους, ἢ καὶ καθ᾿ ὕπαρ ὡς ἐν σχήματι δῆθεν ἁγίου ἀγγέλου, ἢ καὶ μάρτυρός τινος ἐπιφαινόμενος, μυστηρίων αὐτοῖς ἀποκάλυψιν, ἢ χαρισμάτων δωρεὰν ἐπιδίδωσιν, ἵνα ἀπατηθέντες οἱ τάλανες τελείως τῶν φρενῶν ἐκπέσωσιν. Εἰ καὶ μυρίους θανάτους ὑπὲρ Χριστοῦ ὑπομείνωμεν (11), οὐδὲ οὕτως τὸ δέον ἀνεπληρώσαμεν· ἄλλο γὰρ αἷμα Θεοῦ, καὶ ἕτερον αἷμα δούλων, κατὰ τὸ ἀξίωμα, καὶ οὐ κατὰ τὴν οὐσίαν· συζητοῦντες ἑαυτοὺς ἀεὶ, καὶ ἀνακρίνοντες πρὸς τοὺς πρὸ ἡμῶν πατέρας καὶ φωστῆρας, μὴ παυσώμεθα, καὶ τότε εὑρήσομεν ἑαυτοὺς μηδὲ ὅλως ἴχνος ἀκριβοῦς πολιτείας πατήσαντας· μηδὲ τὸ ἐπάγγελμα ὁσίως τηρήσαντας· ἀλλ᾿ ἔτι ἐν τῇ κοσμικῇ καταστάσει διατρίβοντας.

Μοναχὸς κυρίως ἐστὶν ἀμετεώριστον ὄμμα ψυχῆς (12), καὶ ἀκίνητος σώματος αἴσθησις. Μοναχός ἐστιν ὁ τοὺς πολεμίους, δίκην θηρῶν, προσκαλούμενος, καὶ ἐρεθίζων ἐν τῷ φεύγειν ἀπ᾿ αὐτοῦ. Μοναχός ἐστιν ἀδιάστατος ἔκστασις, καὶ λύπη ζωῆς. Μοναχός ἐστιν ὁ ποιωθεὶς ταῖς ἀρεταῖς, ὡς ἄλλος ταῖς ἡδοναῖς. Μοναχός ἐστιν ἄληκτον φῶς ἐν ὀφθαλμῷ καρδίας. Μοναχός ἐστιν ἄβυσσος ταπεινώσεως, ἐν αὐτῇ πᾶν πνεῦμα κρημνίσας καὶ ἀποπνίξας. Λήθην πταισμάτων τύφος ἐργάζεται (13)· ἐκείνων γὰρ μνήμη ταπεινοφροσύνης πρόξενος. Ὑπερηφανία ἐστὶν ἐσχάτη πενία ψυχῆς (14)· πλοῦτον ἐν σκοτείᾳ οἰομένη οὐ μόνον προβαίνειν οὐκ ἐᾷ ἡ μιαρὰ, ἀλλὰ καὶ τοῦ ὕψους ἀποῤῥίπτει. Ὑπερηφανία ἐστὶ ῥοιὰ ἔσωθεν σεσηπυῖα, ἔξωθεν δὲ τῇ ὥρᾳ ἀποστίλβουσα. Μοναχὸς ὑπερήφανος οὐ δεηθήσεται δαίμονος· αὐτὸς γὰρ λοιπὸν ἑαυτῷ δαίμων καὶ πολέμιος γέγονεν· ἀλλότριον μὲν τοῦ φωτὸς τὸ σκότος· ἀλλότριος δὲ καὶ ὑπερήφανος παντοίας ἀρετῆς. Ἐν ὑπερηφάνων καρδίαις γεννηθήσονται βλασφημίας ῥήματα (15)· ἐν ταπεινῶν δὲ ψυχαῖς, οὐράνια θεωρήματα. Βδελύττεται ἥλιον κλέπτης (16), ὑπερήφανος δὲ πραεῖς ἐξουδενώσει. Ἔλαθον, πῶς οὐκ οἶδα, ἑαυτοὺς ὑπερηφάνων πλεῖστοι· καὶ δόξαντες ἀπαθεῖς εἶναι, τὴν οἰκείαν πενίαν ἐν ἐξόδῳ ἑωράκασιν. Ὁ ταύτῃ ἁλοὺς Κυρίου δεηθήσεται· ματαία γὰρ παρ᾿ ἐκείνῳ σωτηρία ἀνθρώπων. Κατείληφά που τὴν ἀκέφαλον πλανῆτιν πέλουσαν ἐν τῇ ἐμῇ καρδίᾳ, καὶ ἐπὶ τῶν ὤμων τῆςοἰκείας μητρὸς ὀχουμένην· ἃς παγιδεύσας δεσμῷ ὑπακοῆς (17), καὶ μάστιγι εὐτελείας μαστιγώσας, τὴν ἐν ἐμοὶ αὐτῶν εἴσοδον ἐξήταζον λέγειν· διὸ καὶ μαστιζόμεναι ἔλεγον· Ἡμεῖς ἀρχὴν οὐκ ἔχομεν, οὐδὲ γέννησιν· ἄρχουσαι γὰρ καὶ γεννήτριαι πάντων τῶν παθῶν καθεστήκαμεν· πολεμεῖ δὲ ἡμᾶς οὐ μετρίως συντριμμὸς καρδίας ἐν ὑποταγῇ τικτόμενος· ἄρχεσθαι γὰρ ὑπ᾿ οὐδενὸς σεσυνηθίκαμεν. Διὸ καὶ ἐν οὐρανοῖς ἄρχουσαι γεγονυῖαι, ἐκεῖθεν ἀπεστατήσαμεν· διὸ καὶ πάντων συλλήβδην εἰπεῖν, τῶν ἀντιπραττόντων τῇ ταπεινοφροσύνῃ, ἡμεῖς γεννήτριαι· πάντα γὰρ τὰ ἐκείνῃ συνεργοῦντα, ἡμῖν ἀντίκεινται. Πλὴν ἐν οὐρανῷ ἰσχύσαμεν, καὶ ποῦ ἀπὸ προσώπου ἡμῶν φεύξῃ; Ἡμεῖς πολλάκις ἐπ᾿ ἀτιμίαις, καὶ ὑπακοῇ, καὶ ἀοργησίᾳ, καὶ ἀμνησικακίᾳ, καὶ διακονίᾳ ἐπακολουθεῖν πεφύκαμεν· ἡμῶν ἔκγονα πτώματα πνευματικῶν· ὀργὴ, καταλαλιὰ, πικρία, θυμὸς, κραυγὴ, βλασφημία, ὑπόκρισις, μῖσος, φθόνος, ἀντιλογία, ἰδιορυθμία, ἀπείθεια. Ἕν ἐστι καὶ μόνον ἐν ᾧ ἐπιχειρεῖν οὐκ ἔχομεν δύναμιν· καὶ τοῦτό σοι μαστιζόμεναι λέγομεν· Ἐὰν ἑαυτὸν ἐνώπιον Κυρίου εἰλικρινῶς καταμέμψῃ, ἡμᾶς ὡς ἀράχνην λελογίσῃ (18). Ἵππος μὲν γὰρ, ὡς ὁρᾷς, ὑπερηφανίας κενοδοξία, ἐφ᾿ ἣν ἐπιβέβηκα· ἡ δὲ ὁσία ταπείνωσις, καὶ αὐτομεμψία καταγελάσονται ἵππου καὶ τοῦ ἐπιβάτου αὐτοῦ· τὴν ἐπινίκιον ᾠδὴν ἐνηδόνως ᾄδουσαι· ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν, καὶ ἄβυσσον ταπεινώσεως.

Εἰκοστὸς τρίτος βαθμός· ὁ ἀναβεβηκὼς ἴσχυσεν, εἴπερ ἄρα καὶ ἀναβεβηκέναι δεδύνηται.