Ιστορική Βιβλιοθήκη/ΛΓ
←Βίβλος ΛΒ΄ | Ιστορική Βιβλιοθήκη Συγγραφέας: Βίβλος ΛΓ΄ |
Βίβλος ΛΔ΄ και ΛΕ΄→ |
L.Dindorf (1868). The text is in the public domain. |
ΑΠΟΣΠΑΣΜΑΤΑ ΕΚ ΤΗΣ ΤΡΙΑΚΟΣΤΗΣ ΤΡΙΤΗΣ ΒΙΒΛΟΥ
[Επεξεργασία][1] {Photius} E Ὅτι Λυσιτανοί, φησί, τὸ μὲν πρῶτον οὐκ ἔχοντες ἀξιόχρεων ἡγεμόνα εὐάλωτοι καθίσταντο Ῥωμαίοις πολεμοῦντες, ὕστερον δὲ Ὑριάτθου κυρήσαντες μεγάλα Ῥωμαίους ἔβλαψαν. ἦν μὲν οὖν οὗτος τῶν παρὰ τὸν Ὠκεανὸν οἰκούντων Λυσιτανῶν, ποιμαίνων δ' ἐκ παιδὸς ὀρείῳ βίῳ κατέστη συνήθης, συνεργὸν ἔχων καὶ τὴν τοῦ σώματος φύσιν· καὶ γὰρ ῥώμῃ καὶ τάχει καὶ τῇ τῶν λοιπῶν μερῶν εὐκινησίᾳ πολὺ διήνεγκε τῶν Ἰβήρων. 2 συνείθισε δὲ αὑτὸν τροφῇ μὲν ὀλίγῃ γυμνασίοις δὲ πολλοῖς χρῆσθαι καὶ ὕπνῳ μέχρι μόνου τοῦ ἀναγκαίου, καθόλου δὲ σιδηροφορῶν συνεχῶς καὶ θηρίοις καὶ λῃσταῖς εἰς ἀγῶνας καθιστάμενος, περιβόητος ἐγένετο παρὰ τοῖς πλήθεσι, καὶ ἡγεμὼν αὐτοῖς ᾑρέθη, καὶ ταχὺ σύστημα περὶ ἑαυτὸν λῃστῶν ἤθροισε. καὶ προκόπτων ἐν τοῖς πολέμοις οὐ μόνον ἐθαυμαστώθη δι' ἀλκήν, ἀλλὰ καὶ στρατηγεῖν ἔδοξε διαφερόντως. 3 ἦν δὲ καὶ δίκαιος ἐν ταῖς διανομαῖς τῶν λαφύρων καὶ κατ' ἀξίαν τοὺς ἀνδραγαθήσαντας ἐξῆρε τοῖς δώροις. προϊὼν δὲ οὐκέτι λῃστὴν ἀλλὰ δυνάστην αὑτὸν ἀναδείξας ἐπολέμησε Ῥωμαίοις καὶ πολλαῖς ἐκράτησε μάχαις, ὡς καὶ στρατηγὸν Ῥωμαίων Οὐιτέλλιον αὐτῷ καταπολεμῆσαι στρατῷ καὶ αἰχμάλωτον λαβεῖν καὶ ξίφει ἀνελεῖν, καὶ πολλὰ ἕτερα εὐημερῆσαι κατὰ πόλεμον, ἕως Φάβιος στρατηγὸς τοῦ πρὸς αὐτὸν πολέμου κεχειροτόνητο. 4 ἐκεῖθεν δ' ἐλαττοῦσθαι ἤρξατο ἐπ' οὐκ ὀλίγον. εἶτα ἀναλαβὼν καὶ κατευδοκιμήσας Φαβίου εἰς συνθήκας αὐτὸν ἐλθεῖν ἀναξίους Ῥωμαίων ἠνάγκασεν. ἀλλ' ὅ γε Καιπίων στρατηγεῖν καθ' Ὑριάτθου αἱρεθεὶς τάς τε συνθήκας ἠκύρωσε, καὶ πολλάκις Ὑρίατθον ἐλαττώσας, εἶτα εἰς ἔσχατον ἥττης συνελάσας ὥστε καὶ πρὸς σπονδὰς ὁρᾶν, διὰ τῶν οἰκείων ἐδολοφόνησε. καὶ τὸν διαδεξάμενον αὐτοῦ τὴν στρατηγίαν Ταύταμον καὶ τοὺς μετ' αὐτοῦ καταπληξάμενος καὶ σπονδὰς οἵας ἐβούλετο θέσθαι παρασκευασάμενος, ἔδωκε χώραν καὶ πόλιν εἰς κατοίκησιν.
5 {Const_2} E Ὅτι Ὑρίατθος ὁ λῄσταρχος ὁ Λυσιτανὸς καὶ δίκαιος ἦν ἐν ταῖς διανομαῖς τῶν λαφύρων καὶ κατ' ἀξίαν τιμῶν τοὺς ἀνδραγαθήσαντας ἐξαιρέτοις δώροις, ἔτι δὲ οὐδὲν ἁπλῶς ἐκ τῶν κοινῶν νοσφιζόμενος. διὸ καὶ συνέβαινε τοὺς Λυσιτανοὺς προθυμότατα συγκινδυνεύειν αὐτῷ, τιμῶντας οἱονεί τινα κοινὸν εὐεργέτην καὶ σωτῆρα.
[2] E Ὅτι ὁ Πλαύτιος ὁ ἑξαπέλεκυς στρατηγὸς τῶν Ῥωμαίων κακὸς προστάτης ἐγένετο ἐν τῇ ἐπαρχίᾳ· ἀνθ' ὧν κατάκριτος ἐν τῇ πατρίδι γενόμενος ἐπὶ τῷ τεταπεινωκέναι τὴν ἀρχὴν ἔφυγεν ἐκ τῆς Ῥώμης.
[3] E Ὅτι κατὰ τὴν Συρίαν Ἀλέξανδρος ὁ βασιλεὺς διὰ τὴν ἀσθένειαν τῆς ψυχῆς ἄχρηστος ὢν εἰς προστασίαν βασιλείας τὰ κατὰ τὴν Ἀντιόχειαν ἐπέτρεψεν Ἱέρακι καὶ Διοδότῳ.
[4] E Ὅτι Δημήτριος, τεταπεινωμένης τῆς κατ' Αἴγυπτον βασιλείας, καὶ μόνος ἀπολειφθεὶς ἀπολελύσθαι διέλαβεν ἑαυτὸν παντὸς κινδύνου. διόπερ τῆς συνήθους τοῖς ὄχλοις ἀρεσκείας καταφρονήσας καὶ βαρύτερος ἀεὶ μᾶλλον τοῖς προστάγμασι γινόμενος ἀπέσκηψεν εἰς ὠμότητα τυραννικὴν καὶ ποικίλων ἀνομημάτων ὑπερβολάς. αἰτία δ' ἦν αὐτῷ τῆς διαθέσεως ταύτης οὐ μόνον ἡ φύσις, ἀλλὰ καὶ ὁ τῆς βασιλείας προεστηκώς· οὗτος γὰρ ἀσεβὴς ὢν καὶ ῥᾳδιουργὸς πάντων τῶν κακῶν εἰσηγητὴς ἐγένετο, κολακεύων τὸ μειράκιον καὶ προτρεπόμενος πρὸς τὰς αἰσχίστας πράξεις. 2 τὸ μὲν οὖν πρῶτον τοὺς ἐν τῷ πολέμῳ γεγονότας ἀλλοτρίους οὐ μετρίαις ἐπιτιμήσεσιν ἐκόλαζεν, ἀλλὰ τιμωρίαις ἐξηλλαγμέναις περιέβαλλεν. ἔπειτα τῶν Ἀντιοχέων χρωμένων πρὸς αὐτὸν τῇ συνηθείᾳ, ξενικὴν δύναμιν ἀξιόλογον ἐπ' αὐτοὺς συνεστήσατο καὶ τὰ μὲν ὅπλα παρείλετο, τῶν δὲ μὴ προαιρουμένων παραδοῦναι τοὺς μὲν ἐν χειρῶν νόμῳ διέφθειρεν, τοὺς δὲ ἐν ταῖς οἰκίαις μετὰ τέκνων καὶ γυναικῶν κατεκέντησεν. μεγάλης δὲ ταραχῆς γενομένης περὶ τὸν παροπλισμόν, τὰ πλεῖστα τῆς πόλεως ἐνέπρησε. 3 πολλοὺς δὲ τῶν καταιτιαθέντων τιμωρησάμενος εἰς τὸ βασιλικὸν ταμεῖον τὰς οὐσίας ἀνέλαβε. διὰ δὲ τὸν φόβον καὶ τὸ μῖσος πολλοὶ τῶν Ἀντιοχέων φυγόντες ἐκ τῆς πατρίδος ἠλῶντο καθ' ὅλην τὴν Συρίαν, τηροῦντες τοὺς κατὰ τοῦ βασιλέως καιρούς. ὁ δὲ Δημήτριος ὑπάρχων αὐτοῖς πολέμιος οὐ διέλιπε ποιῶν σφαγὰς καὶ φυγὰς καὶ χρημάτων ἀφαιρέσεις, πολὺ καὶ τὴν τοῦ πατρὸς χαλεπότητα καὶ μιαιφονίαν ὑπερβαλόμενος. 4 καὶ γὰρ ἐκεῖνος οὐ βασιλικὴν ἐπιείκειαν ἀλλὰ τυραννικὴν παρανομίαν ἐζηλωκὼς ἀνηκέστοις κακοῖς τοὺς ὑποταττομένους περιεβεβλήκει· ὥστε συνέβαινε τοὺς μὲν ἀπὸ ταύτης τῆς οἰκίας βασιλεῖς διὰ τὴν παρανομίαν μισεῖσθαι, τοὺς δὲ ἀπὸ τῆς ἑτέρας διὰ τὴν ἐπιείκειαν ἀγαπᾶσθαι. διὸ καὶ παρ' ἕκαστον ἀγῶνες καὶ πόλεμοι συνεχεῖς ἐγίνοντο κατὰ Συρίαν, ἐφεδρευόντων ἀλλήλοις ἀεὶ τῶν δυναστῶν τῶν ἀφ' ἑκάστης οἰκίας. καὶ γὰρ τὰ πλήθη διὰ τὴν τῶν κατιόντων ἀεὶ βασιλέων ἀρέσκειαν εὐθέτως εἶχε πρὸς τὰς μεταβολάς.
[4a] {Const_3} E Ὅτι Διόδοτός τις ἐπικαλούμενος Τρύφων, ὑπάρχων δὲ ἐν πολλῷ ἀξιώματι τῶν παρὰ τῷ βασιλεῖ φίλων, ὁρῶν τὰς ὁρμὰς τῶν ὄχλων καὶ τὸ πρὸς τὸν δυνάστην μῖσος, ἀποστὰς τοῦ Δημητρίου καὶ ταχὺ πολλοὺς εὑρὼν κοινωνοῦντας τῆς προαιρέσεως . . . τοὺς περὶ τὴν Λάρισσαν διωνομασμένους ἐπ' ἀνδρείᾳ καὶ τὴν ἐνθάδε κατοικίαν εἰληφότας δι' ἀνδραγαθίαν, ἀποίκους δὲ ὄντας τῆς Θετταλικῆς Λαρίσσης, καὶ τοῖς ἀπὸ Σελεύκου τοῦ Νικάτορος βασιλεῦσι γεγονότας συμμάχους κατὰ τὸ πρῶτον ἄγημα τῆς ἱππικῆς δυνάμεως . . . ἐποιήσατο δὲ σύμμαχον καὶ τὸν τῆς Αραβίας δυνάστην Ἰάμβλιχον, ὃς ἐτύγχανεν ἔχων παραθήκην Ἀντίοχον τὸν Ἐπιφανῆ χρηματίζοντα, παῖδα μὲν τὴν ἡλικίαν, υἱὸν δὲ ὄντα Ἀλεξάνδρου. τούτῳ μὲν οὖν διάδημα περιθεὶς καὶ τὴν ἁρμόζουσαν βασιλεῖ θεραπείαν κατήγαγεν ἐπὶ τὴν πατρῴαν ἀρχήν. ὑπελάμβανε γάρ, ὅπερ ἦν εἰκός, τὰ πλήθη μεταβολῆς ὀρεγόμενα προθύμως τὸν παῖδα κατάξειν διὰ τὴν ἐπιείκιαν τῶν . . . βασιλέων καὶ διὰ τὴν τοῦ τότε ἄρχοντος παρανομίαν. καὶ πρῶτον μὲν ἀθροίσας μέτριον σύστημα κατεστρατοπέδευσε περὶ πόλιν Χαλκίδα κειμένην ἐν τοῖς μεθορίοις τῆς Ἀραβίας, δυναμένην δὲ δυνάμεις ἐνδιατριβούσας διαθρέψαι καὶ παρέχεσθαι τὴν ἀσφάλειαν, ἐντεῦθεν τε ὁρμώμενος προσηγάγετο τοὺς πλησιοχώρους καὶ τῶν πρὸς πόλεμον χρησίμων τὰς παρασκευὰς ἐποιεῖτο. ὁ δὲ Δημήτριος πρῶτον μὲν ὡς λῃστοῦ τινος κατεφρόνει καὶ τοῖς στρατιώταις συλλαβεῖν αὐτὸν προσέταξεν· μετὰ δὲ ταῦτα παράδοξον δύναμιν λαβόντος τὴν τοῦ παιδὸς κάθοδον ἐπὶ τὴν βασιλείαν, ἔγνω στρατηγὸν ἐπ' ἀυτὸν ἐκπέμπειν.
[5] {Const_1} E Ὅτι οἱ τὴν Ἄραδον οἰκοῦντες ὑπέλαβον καιρὸν εἰληφέναι πρὸς τὴν τῶν Μαραθηνῶν ἀπώλειαν. ἀποστείλαντες οὖν ἐν ἀπορρήτοις πρὸς Ἀμμώνιον τὸν προεστηκότα τῆς βασιλείας ἔπεισαν τριακοσίοις ταλάντοις παραδοῦναι τὴν Μάραθον αὐτοῖς. ὁ δὲ Ἰσίδωρον αὐτοῖς ἀπέστειλε λόγῳ μὲν ὡς ἐφ' ἑτέρας χρείας, ἔργῳ δὲ τὴν πόλιν ἐξαιρήσοντα καὶ παραδώσοντα τοῖς Ἀραδίοις. 2 οἱ δὲ Μαραθηνοὶ τὸν κεκυρωμένον καθ' αὑτῶν ὄλεθρον ἀγνοοῦντες, τοὺς δὲ Ἀραδίους ὁρῶντες ἐν προτιμήσει παρὰ τῷ βασιλεῖ φερομένους, ἔγνωσαν τοὺς μὲν παρὰ τοῦ βασιλέως στρατιώτας εἰς τὴν πόλιν μὴ προσδέχεσθαι, τῶν δὲ Ἀραδίων αὐτοὺς ἱκέτας γενέσθαι. εὐθὺς οὖν τῶν πρεσβυτάτων τοὺς ἐπιφανεστάτους παρ' ἑαυτοῖς δέκα πρεσβευτὰς ἐξέπεμψαν εἰς τὴν Ἄραδον ἱκετηρίαν κομίζοντας μεθ' ἑαυτῶν καὶ τὰ παλαιότατα τῶν κατὰ τὴν πόλιν ἀφιδρυμάτων· ὑπελάμβανον γὰρ ἐλέῳ συγγενείας καὶ θεῶν εὐσεβείᾳ μεταθήσειν τὴν πᾶσαν ὀργὴν τῶν Ἀραδίων. 3 οἱ δὲ κατὰ τὰς δεδομένας ἐντολὰς ἐκβάντες τῆς νηὸς εἰς ἱκεσίαν καὶ δέησιν ἐτρέποντο τῶν ὄχλων. οἱ δὲ Ἀράδιοι ταῖς ψυχαῖς ἀνηρτημένοι κατεφρόνησαν μὲν τῶν κοινῶν τῆς ἱκεσίας νόμων, παρ' οὐδὲν δὲ ἡγήσαντο τὴν τῶν συγγενικῶν ἀφιδρυμάτων καὶ θεῶν εὐσέβειαν· διόπερ τὰ μὲν τῶν θεῶν ἀγάλματα συντρίψαντες ὑβριστικῶς κατεπάτησαν, τοὺς δὲ πρεσβευτὰς ἐπεβάλοντο τοῖς λίθοις καταλεύειν. πρεσβυτέρων δέ τινων ἐπιλαβομένων τῆς ὁρμῆς τῶν ὄχλων, μόγις διὰ τὴν τούτων ἐντροπὴν τοῦ βάλλειν ἀποσχόμενοι προσέταξαν εἰς τὴν φυλακὴν αὐτοὺς ἀπαγαγεῖν.
4 {Const_2} E Ὅτι οἱ Ἀράδιοι ταῖς ψυχαῖς ἀνηρτημένοι τοὺς πρεσβευτὰς ἠτίμασαν. ἐπιβοωμένων δὲ τῶν ἀτυχούντων τὴν ἱερὰν τῶν ἱκετῶν τιμὴν καὶ τὴν ἄδειαν τῆς τῶν πρεσβευτῶν ἀσυλίας, παροξυνθέντες οἱ τολμηρότατοι τῶν νέων ἐξεκέντησαν τοὺς ἱκέτας. οἱ δὲ ἀνόσιον φόνον ἐπιτελεσάμενοι συνέδραμον ἐπὶ τὴν ἐκκλησίαν καὶ τοῖς ἑαυτῶν παρανομήμασι συνεπιχειρονομοῦντες ἄλλην κατὰ τῶν Μαραθηνῶν ἐπιβουλὴν ἀσεβῆ συνεστήσαντο. 5 περιελόμενοι γὰρ τῶν σφαγέντων τοὺς δακτυλίους ἔπεμψαν ὡς παρὰ τῶν πρεσβευτῶν ἐπιστολὴν πρὸς τὸν δῆμον τῶν Μαραθηνῶν, ἐν ᾗ ἐδήλουν ἐπαγγελλομένους τοὺς Ἀραδίους πέμψαι στρατιώτας τοὺς βοηθήσοντας, ὅπως πιστευσάντων τῶν Μαραθηνῶν ὡς πρὸς ἀλήθειαν ἔχειν συμμάχους ἀποστελλομένους, προσδεχθῶσιν οἱ παρ' αὐτῶν στρατιῶται. 6 οὐ μὴν ἠδυνήθησάν γε τὴν ἄνομον ἐπιβολὴν εἰς πέρας ἀγαγεῖν, ἀνδρὸς εὐσεβοῦς καὶ δικαίου κατελεήσαντος τὴν τύχην τῶν μελλόντων πάσχειν ἀνήκεστα. τῶν γὰρ Ἀραδίων πάντα τὰ πλοῖα παρελομένων, ὅπως μηδεὶς δυνηθῇ δηλῶσαι τοῖς ἐπιβουλευομένοις τὴν κατ' αὐτῶν σκευωρίαν, θαλαττουργός τις πρὸς τοὺς Μαραθηνοὺς οἰκείως διακείμενος καὶ τὸν αὐλῶνα τὸν περὶ ἐκείνους τοὺς τόπους ἐργαζόμενος, παρῃρημένης αὐτοῦ τῆς ἁλιάδος, διενήξατο νυκτὸς τὸν πόρον καὶ παραβόλως διήνυσε τοὺς ὀκτὼ σταδίους καὶ ἐδήλωσε τοῖς Μαραθηνοῖς τὴν κατ' αὐτῶν ἐπιβουλήν. οἱ δὲ Ἀράδιοι γνόντες διὰ τῶν κατασκόπων μεμηνυμένην τὴν ἰδίαν ἐπιβολὴν ἀπέστησαν τῆς διὰ τῶν ἐπιστολῶν κακουργίας.
[5a] {Const_3} E Ὅτι κατὰ τὴν Πισιδίαν Μολκέστης τις ἦν, τὸ μὲν γὲνος Βουβωνεύς, ἀξίωμα δὲ μέγιστον ἔχων τῶν περὶ τοὺς τόπους κατοικούντων, διὰ τε τὴν ἐπιφάνειαν στρατηγὸς αἱρούμενος. ἐπὶ πολὺ δὲ ἰσχύων σωματαφύλακας ἔσχε καὶ φανερῶς ἑαυτὸν ἀνέδειξε τύραννον. μετὰ δέ τινας χρόνους ἀδελφὸς αὐτοῦ Σεμίας, σπεύδων εἰς ἑαυτὸν περιστῆσαι τὴν δυναστείαν καὶ πιστευόμενος ὡς ἂν ἀδελφὸς, ἀνεῖλε τόν Μοκέλτην καὶ τὴν τυραννίδα διεδέξατο. οἱ δὲ υἱοὶ τοῦ σφαγέντος, ἀντίπαιδες ἔτι τὴν ἡλικίαν ὄντες, ὑπό τινος συγγενοῦς ἀπήχθησαν εἰς τὴν Τερμησσὸν λαθραίως. ἐν ταύτῃ δὲ τραφέντες καὶ γενηθέντες ἐνήλικιοι τόν τε πατρῷον φόνον μετῆλθον, καὶ τὸν τύραννον ἀνελόντες δυναστεύειν οὐ προείλαντο, τῇ δὲ πατρίδι τὴν δημοκρατίαν ἀπεκατέστησαν.
[6] {Const_2} E Ὅτι ὁ Πτολεμαῖος ὁ τοῦ Πτολεμαίου τοῦ Φιλομήτορος ἀδελφὸς βασιλεύσας ἐξ ἀνομημάτων ἤρξατο μεγάλων διοικεῖν τὰ κατὰ τὴν βασιλείαν· πολλοὺς μὲν γὰρ ψευδέσιν αἰτίαις περιβάλλων ὡς ἐπιβουλεύοντας αὐτῷ ὠμῶς καὶ παρανόμως ἀνῄρει, ἄλλους δὲ ποικίλαις προφάσεσι συκοφαντῶν ὡς ἀδικοῦντας ἐφυγάδευε καὶ τὰς τούτων οὐσίας ἀφῃρεῖτο. ἐφ' οἷς δυσχεραινόντων καὶ ἀγανακτούντων, τὴν παρὰ πάντων ὀργὴν ἐπαναιρούμενος ταχὺ τοῖς ὑποτεταγμένοις ἦλθεν εἰς μῖσος. ὅμως ἐβασίλευσεν ἔτη πεντεκαίδεκα.
[6a] {Syncellus} E Ὅτι πεντεκαίδεκα {ἔτη} ὁ νεώτερος Πτολεμαῖος ἐβασίλευσεν μετὰ τὸν πρεσβύτερον ἀδελφόν, πολλάς τε παρανομίας διεπράξετο τήν τε ἰδίαν ἀδελφὴν Κλεοπάτραν γήμας καὶ πολλοὺς διάβαλλων ψευδῶς ὡς ἐπιβουλεύοντας αὐτῷ, καὶ τοὺς μεν ἀναιρῶν τοὺς δὲ συκοφαντίαις φυγαδεύων καὶ τὰς ουσίας αὐτῶν ἀφαιρούμενος.
[7] {Const_2} E Ὅτι Ὑρίατθος, πολλῶν παρατεθέντων κατὰ τὸν γάμον ἀργυρῶν τε καὶ χρυσῶν ἐκπωμάτων καὶ ποικίλων καὶ παντοδαπῶν ὑφασμάτων, τῇ λόγχῃ προσαιωρησάμενος ἀπεθεώρει τὸ τοιοῦτο πλῆθος, οὐ θαυμάζων οὐδὲ ἐκπληττόμενος, ἀλλὰ μᾶλλον καταφρονήσεως ἔννοιαν ἐπιφαίνων. καὶ πολλὰ εἰπὼν πραγματικῶς ἀποκρίσει μιᾷ πολλὰς ἐμφάσεις ἀπέλειπεν ἀχαριστίας εἰς τοὺς εὐεργέτας καὶ ἀφροσύνης ... ἐπὶ τὸ μέγα φρονεῖν ἐπὶ τοῖς ἀστάτοις τῆς τύχης δωρήμασιν, τὸ δὲ μέγιστον, ὅτι καὶ αὐτὸς ὁ περιβόητος τοῦ συγκηδεστοῦ πλοῦτος δοῦλος ἦν τοῦ τὴν λόγχην ἔχοντος, πρὸς δὲ τούτοις ὅτι χάριν αὐτῷ μᾶλλον ὀφείλει, δίδωσιν δὲ οὐδὲν ἴδιον τῷ κυρίῳ πάντων. 2 ὁ δ' οὖν Ὑρίατθος οὔτε ἐλούσατο λιπαρούντων οὔτε κατεκλίθη· τραπέζης δὲ παρατεθείσης παντοδαπῶν βρωμάτων, ἀφελὼν ἄρτους καὶ κρέα τοῖς μεθ' ἑαυτοῦ πορευθεῖσιν ἔδωκε καὶ αὐτὸς ἀπὸ χειρῶν βραχέα προσενεγκάμενος ἄγειν ἐκέλευσε τὴν νύμφην. θύσας δὲ τοῖς θεοῖς καὶ τὰ νομιζόμενα παρ' Ἴβηρσι ποιήσας ἐπέθετο τὴν παρθένον ἐπὶ τὴν ἵππον, καὶ παραχρῆμα ἀπήλαυνεν εἰς τὰς ἐν τοῖς ὄρεσι παρασκευάς. 3 ὑπελάμβανεν γὰρ τὴν μὲν αὐτάρκειαν μέγιστον ὑπάρχειν πλοῦτον, τὴν δὲ ἐλευθερίαν πατρίδα, τὴν δὲ ἐκ τῆς ἀνδρείας ὑπεροχὴν βεβαιοτάτην κτῆσιν. ἦν δὲ ὁ ἀνὴρ οὗτος καὶ κατὰ τὰς ὁμιλίας εὔστοχος, ὡς ἂν ἐξ αὐτοδιδάκτου καὶ ἀδιαστρόφου φύσεως ἀμωμήτους φέρων τοὺς λόγους.
4 {Const_4} E Ὅτι ὁ Ὑρίατθος, ἐπὶ τὸν γάμον πολλῶν προτεθέντων πραγμάτων καὶ πολυτελῶν, ὡς ἄδην εἶχε τῆς θέας, ἐπηρώτησε τὸν Ἀστόλπαν, εἶτα ταῦθ' ὁρῶντες οἱ Ῥωμαῖοι παρὰ σοὶ κατὰ τὰς ἑστιάσεις πῶς τῆς τούτων πολυτελείας ἀπείχοντο, δυνάμενοι ταῦτ' ἀφαιρεῖσθαι διὰ τὴν ἐξουσίαν; τοῦ δὲ εἰπόντος ὅτι πολλῶν εἰδότων οὐδεὶς ἐπεβάλετο λαβεῖν ἢ αἰτῆσαι, Τί οὖν, εἶπεν, ἄνθρωπε, διδόντων σοι τὴν ἄδειαν καὶ τὴν ἀσφαλῆ τούτων ἀπόλαυσιν τῶν κρατούντων, καταλιπὼν τούτους ἐπεθύμησας τῆς ἐμῆς ἀγραυλίας καὶ ἀγενείας οἰκεῖος γενέσθαι; 5 ἦν δὲ οὗτος κατὰ τὰς ὁμιλίας εὔστοχος, ὡς ἂν ἐξ αὐτοδιδάκτου καὶ ἀδιαστρόφου φύσεως φέρων τοὺς λόγους· καὶ γὰρ τῶν τὴν Τύκκην οἰκούντων οὐδέποτε μενόντων ἐπὶ τῆς αὐτῆς αἱρέσεως, ἀλλ' ὁτὲ μὲν πρὸς Ῥωμαίους ὁτὲ δὲ πρὸς αὐτὸν ἀφισταμένων, καὶ πολλάκις τοῦτο πραττόντων, αἶνόν τινα διελθὼν οὐκ ἀσόφως ἔσκωψεν ἅμα καὶ ἐπέπληξε τὸ τῆς κρίσεως αὐτῶν ἀβέβαιον. 6 ἔφη γάρ τινα μέσον ἤδη τὴν ἡλικίαν ὄντα γαμῆσαι δύο γυναῖκας, καὶ τὴν μὲν νεωτέραν ἐξομοιοῦν ἑαυτῇ φιλοτιμουμένην τὸν ἄνδρα ἐκ τῆς κεφαλῆς τὰς πολιὰς ἐκτίλλειν αὐτοῦ, τὴν δὲ γραῦν τὰς μελαίνας, καὶ πέρας ὑπ' ἀμφοτέρων αὐτὸν ἐκτιλλόμενον ταχὺ γενέσθαι φαλακρόν. τὸ παραπλήσιον δὲ καὶ τοῖς τὴν Τύκκην οἰκοῦσιν ἔσεσθαι· τῶν μὲν γὰρ Ῥωμαίων ἀποκτεινόντων τοὺς ἀλλοτρίως πρὸς αὐτοὺς ἔχοντας, τῶν δὲ Λυσιτανῶν ἀναιρούντων τοὺς αὑτῶν ἐχθρούς, ταχὺ τὴν πόλιν ἐρημωθήσεσθαι. 7 πολλὰ δὲ καὶ ἕτερά φασιν αὐτὸν ἐν βραχέσιν ἀποφθέγξασθαι, τῆς μὲν ἐγκυκλίου παιδείας ἄπειρον ὄντα, πρακτικῇ δὲ συνέσει πεπαιδευμένον· ἀνδρὸς γὰρ ἀκολούθως τῇ φύσει ζῶντος σύντομος λόγος ἐστὶν ἀρετῇ συνησκημένος, τὸ δὲ ἀφελείᾳ λόγου βραχέως καὶ ἀπερίττως ῥηθὲν τοῦ μὲν εἰπόντος ἀπόφθεγμα γίνεται, τοῦ δὲ ἀκούσαντος ἀπομνημόνευμα.
[8] E Ὅτι φιλεῖ ἡ μὲν ἀσθένεια καὶ ταπεινότης ἀεὶ τὴν λιτὴν αὐτάρκειαν καὶ τὸ δίκαιον, ἡ δὲ ὑπεροχὴ τὴν πλεονεξίαν καὶ τὴν ἐκ τῆς ἀδικίας παρανομίαν.
[9] {Const_2} E Ὅτι ὁ Δημήτριος ἐν Λαοδικείᾳ διατρίβων ῥᾳθύμως διῆγε, πότους τε συνάγων καὶ ταῖς πολυτελεστάταις ἀπολαύσεσιν ἐκκεχυμένως χρώμενος. ὁμοίως δὲ κατὰ τὴν ἀγωγὴν ὁ αὐτὸς διέμεινεν εἰς πολλοὺς εἰκῇ παρανομῶν καὶ μὴ δυνάμενος ὑπὸ τῶν ἐλαττωμάτων διορθωθῆναι.
[10] E Ὅτι οἱ Κνώσιοι τῶν πρωτείων ἀντείχοντο. προῆγεν δὲ αὐτοὺς ἐπὶ τὴν τῆς ἡγεμονίας φιλοτιμίαν τὸ παλαιὸν ἀξίωμα τῆς πόλεως καὶ τῶν προγόνων ἡ διαβεβοημένη δόξα κατὰ τοὺς ἡρωικοὺς χρόνους· τόν τε γὰρ Δία παρ' αὐτοῖς τεθράφθαι μυθολογοῦσί τινες καὶ Μίνω τὸν θαλαττοκρατήσαντα Κνώσιον ὄντα παιδευθῆναι ὑπὸ Διὸς καὶ πολὺ τῶν ἄλλων ἀρετῇ διενεγκεῖν.
[11] {Const_4} E Ὅτι κατὰ τὸν μῦθον τὸν λεγόμενον περὶ Ἀγαμέμνονος, ὡς ἔθετο ἀρὰν κατὰ τῶν ἀπολειφθέντων εἰς Κρήτην στρατιωτῶν, παλαιὰ διαμένει παρὰ τοῖς Κρησὶ παροιμία δι' ἑνὸς στίχου μηνύουσα τὴν νῦν γενηθεῖσαν περιπέτειαν,
Αἰαῖ, Περγάμιοι παρά τοι κακὸν ἡγήσαντο.
[12] {Const_2} E Ὅτι κατὰ τὴν Αἴγυπτον τὸν Πτολεμαῖον διὰ τὴν πρὸς τοὺς ἀρχομένους ὠμότητα καὶ παρανομίαν οὐ μετρίως ἐμίσει τὸ πλῆθος. παράλληλος γὰρ ὁ τούτου τρόπος πρὸς τὸν τοῦ Φιλομήτορος θεωρούμενος οὐδὲ σύγκρισιν ἐπεδέχετο διὰ τὰς παρ' ἀμφοτέροις ὑπερβολάς, τοῦ μὲν ἐπιεικείας, τοῦ δὲ ὠμότητος καὶ μιαιφονίας. διὸ τὰ πλήθη καὶ πρὸς μεταβολὴν οἰκείως ἔχοντα τὸν τῆς ἀποστάσεως ἐκαραδόκει καιρόν.
[13] E Ὅτι Πτολεμαίου κατὰ τὴν Μέμφιν ἐνθρονιζομένου τοῖς βασιλείοις κατὰ τοὺς Αἰγυπτίων νόμους, παῖς ἐγένετο ἐκ τῆς Κλεοπάτρας τῷ βασιλεῖ. ἡσθεὶς δὲ διαφερόντως προσηγόρευσε τὸν παῖδα Μεμφίτην ἀπὸ τῆς πόλεως καθ' ἣν τὰς θυσίας ἐπιτελοῦντος ἐγεννήθη. ἄγων δὲ παιδογόνια καὶ τῇ συνήθει μιαιφονίᾳ χρώμενος προσέταξεν ἀποκτεῖναι τῶν Κυρηναίων τοὺς συγκαταγαγόντας μὲν αὐτὸν εἰς τὴν Αἴγυπτον, ἐγκαλουμένους δὲ ἐπί τισι δικαίαις παρρησίαις διὰ τὴν παλλακὴν Εἰρήνην.
[14] E Ὅτι Διήγυλις ὁ τῶν Θρᾳκῶν βασιλεὺς παραλαβὼν τὴν βασιλείαν, καὶ παραδόξως αὐτῷ τῶν ἀγαθῶν ἐπιρρεόντων, οὐκέτι τῶν ὑποτεταγμένων ὡς φίλων καὶ συμμάχων ἦρχεν, ἀλλ' ὡς ἀργυρωνήτων ἀνδραπόδων ἢ πολεμίων αἰχμαλώτων ὠμῶς ἐδέσποζεν. πολλοὺς μὲν γὰρ καλοὺς καὶ ἀγαθοὺς ἄνδρας Θρᾳκῶν ἀνεῖλε μετ' αἰκίας, οὐκ ὀλίγους δὲ ὕβριζεν καὶ ταῖς ἐσχάταις παροινίαις περιέβαλλεν. οὐ γὰρ ἦν οὐ γυναικὸς οὐ παιδὸς αὐτῷ κάλλος ἄθικτον, οὐ κατασκευὴ κτημάτων πολυτελὴς ἀναφαίρετος, ἀλλὰ πᾶσαν τὴν ὑφ' ἑαυτὸν δυναστείαν ἐπλήρου παρανομίας. 2 ἐπόρθει δὲ καὶ τῶν Ἑλληνίδων πόλεων τὰς πλησιοχώρους καὶ τῶν ἁλισκομένων οὓς μὲν ὕβριζεν, οὓς δὲ δειναῖς καὶ παρηλλαγμέναις αἰκίαις ἐτιμωρεῖτο. κυριεύσας δὲ ὁ αὐτὸς πόλεως Λυσιμαχείας, τεταγμένης ὑπὸ τὸν Ἄτταλον, τὴν μὲν πόλιν ἐνέπρησεν, τῶν δὲ αἰχμαλώτων ἐπιλέξας τοὺς ἀξιολογωτάτους ἰδίαις καὶ παρηλλαγμέναις κατ' αὐτῶν ἐχρήσατο τιμωρίαις. 3 παίδων μὲν γὰρ ἀποκόπτων χεῖρας καὶ πόδας καὶ κεφαλὰς ἐξῆπτε ταῦτα φέρειν τοῖς τῶν γονέων τραχήλοις, ἀνδρῶν δὲ καὶ γυναικῶν ἐκταμὼν διήλλαττεν ἀμφοτέρων τὰ μέλη, καὶ τινὰς μὲν χειροκοπήσας διεμέλιζεν τὰ σώματα κατὰ ῥάχιν, ἔστιν δ' ὅτε καὶ τὰς διακοπὰς ἐπ' ἄκραις ταῖς λόγχαις ἔφερεν, ὡς Φάλαριν καὶ τὸν Κασσανδρέων τύραννον Ἀπολλόδωρον ὑπερβάλλειν ὠμότητι. παραλιπὼν δ' ἄν τις τὰ λοιπὰ τῆς περὶ αὐτὸν μιαιφονίας ἐξ ἑνὸς τοῦ μέλλοντος λέγεσθαι τεκμήραιτο τὴν ὑπερβολὴν τῆς ὠμότητος. 4 γάμων ἀγομένων τούτῳ κατά τι Θρᾳκικὸν παλαιὸν ἔθος δύο νεανίσκους Ἕλληνας ἐκ τῆς Ἀτταλικῆς βασιλείας καθ' ὁδοιπορίαν συνήρπασεν, ἀδελφοὺς μὲν ὑπάρχοντας, τῇ δὲ εὐπρεπείᾳ διαφόρους, τὸν μὲν ἴουλον κατάγοντα, τὸν δὲ ὑπογραφὴν ἄρτι λαμβάνοντα ταύτης τῆς ἀκμῆς. 5 τούτους ἀμφοτέρους καταστέψας ἱερείου τρόπον εἰσήγαγε, καὶ τὸν μὲν νεώτερον κατατείνας μακρὸν διὰ τῶν ὑπηρετῶν ὡς μέσον διακόψων, ἀνεφώνησεν ὡς οὐχ ὁμοίοις ἱερείοις δεῖ χρῆσθαι τοὺς ἰδιώτας καὶ τοὺς βασιλεῖς. κλαίοντος δὲ τοῦ πρεσβυτέρου καὶ φιλάδελφον πάθος προφαίνοντος καὶ τιθέντος ἑαυτὸν ὑπὸ τὸν σίδηρον, προσέταξεν τοῖς ὑπηρέταις καὶ τοῦτον ὁμοίως τεῖναι μακρόν. διπλασιάζων δὲ τὴν ὠμότητα καὶ μιᾷ πληγῇ καθ' ἑκατέρου χρησάμενος ἐν ἀμφοτέροις εὐστόχησε, παιᾶνι τῶν θεωμένων ἐπισημηνάντων τὴν κατόρθωσιν. πολλὰ δὲ καὶ ἄλλα παράνομα ἐποίησεν.
[15] E Ὅτι ὁ Ἄτταλος ἀκούων τὸν Διήγυλιν παρὰ τοῖς ὑποτεταγμένοις διαβεβλῆσθαι διά τε τὴν πλεονεξίαν καὶ τὴν ὑπερβολὴν τῆς ὠμότητος ἐζήλωσε τὴν ἐναντίαν προαίρεσιν. διὸ καὶ τοὺς ἁλισκομένους τῶν Θρᾳκῶν ἀπολύων μετὰ φιλανθρωπίας πολλοὺς ἔσχε κήρυκας τῆς ἰδίας ἐπιεικείας. ἃ δὴ πυνθανόμενος ὁ Διήγυλις τῶν μὲν ἀποχωρούντων τοὺς ὁμήρους δειναῖς ὕβρεσι καὶ παρανόμοις αἰκίαις περιέβαλλεν, ὧν ἦσάν τινες τῶν ἀσθενεστάτων παίδων ἡλικίᾳ καὶ φύσει. καὶ γὰρ τούτων οἱ μὲν διαμεμελισμένοι τὰ σώματα ποικίλως, οἱ δὲ κεφαλὰς καὶ χεῖρας καὶ πόδας ἀφῃρημένοι· καὶ τούτων οἱ μὲν ἐπὶ σκόλοψιν, οἱ δὲ ἐπὶ δένδρεσιν ἀνήρτηντο. 2 οὐκ ὀλίγας δὲ καὶ τῶν γυναικῶν ἀνεπτυγμένας τὰ σώματα πρὸς ὕβριν τε ἦν ἰδεῖν πρὸς ταῖς τοῦ θανάτου συμφοραῖς προκειμένας, καὶ παν τοίας διαθέσεις αἰσχύνης ἐξ ὑπερηφανίας βαρβάρων συντετελεσμένας, αἳ τοῖς μὲν πράξασιν ὠμότητος ἀναισχύντου δεῖγμα προέκειντο, τῶν δὲ θεωρούντων καὶ τὸν ἥμερον ἐχόντων λογισμὸν πολλοὺς ἐξεκαλοῦντο πρὸς τὸν τῶν ἠτυχηκότων ἔλεον.
[16] {Const_1} E Ὅτι Νομαντῖνοι καὶ Τερμήσσιοι περὶ διαλύσεως διαπρεσβευσάμενοι πρὸς Ῥωμαίους συνεχώρησαν αὐτοῖς τὴν εἰρήνην ἐπὶ τούτοις· δοῦναι τῶν πόλεων ἑκατέραν Ῥωμαίοις ὁμήρους τριακοσίους, σάγους ἐνακισχιλίους, βύρσας τρισχιλίας, ἵππους πολεμιστὰς ὀκτακοσίους, ὅπλα πάντα· καὶ ταῦτα πράξαντας φίλους εἶναι καὶ συμμάχους. ταχθείσης δὲ ἡμέρας ἐν ᾗ ταῦτα συντελεῖν ἔδει τὰς πόλεις, κατὰ τὰς ὁμολογίας πάντα ἐτέλεσαν. 2 ὡς δὲ ἐπὶ τελευτῆς ἔδει τὴν τῶν ὅπλων παράδοσιν ποιήσασθαι, ὀδυρμός τις εὐγενὴς ἦν καὶ παράστασις ψυχῆς πρὸς ἐλευθερίαν ἐνέπεσε τοῖς πλήθεσιν. διὸ πρὸς ἀλλήλους ἐδεινοπάθουν, εἰ γυναικῶν τρόπον γυμνώσουσιν ἑαυτοὺς ὅπλων. μεταμελόμενοι δὲ τοῖς ψηφισθεῖσιν ἀλλήλους κατεμέμφοντο, καὶ πατέρες μὲν υἱοῖς ἐνεκάλουν, παῖδες δὲ γονεῦσι, γυναῖκες δὲ ἀνδράσι. καὶ ἐπὶ τὴν ἐξ ἀρχῆς διάθεσιν ἀναδραμόντες καὶ τῶν ὅπλων οὐ παραχωρήσαντες ἀνεκαίνισαν τὸν πρὸς Ῥωμαίους πόλεμον.
[17] {Const_2} E Ὅτι τοῦ Πομπηίου ἐλθόντος ἐπὶ πόλιν τὴν καλουμένην Λαγνὶ καὶ ταύτην πολιορκοῦντος, οἱ Νουμαντῖνοι βουλόμενοι βοηθῆσαι τοῖς ὁμοεθνέσιν ἔπεμψαν στρατιώτας τετρακοσίους νυκτός. οἱ τούτους ἀσμένως δεξάμενοι σωτῆρας ἀπεκάλουν καὶ δωρεαῖς ἐτίμων. μετὰ δὲ ἡμέρας ὀλίγας καταπλαγέντες καὶ τὴν πόλιν προδιδόντες τοῖς σώμασιν ᾖτουν ἀσφάλειαν. 2 τοῦ δὲ Πομπηίου δόντος ἀπόκρισιν ὡς οὐκ ἂν ἄλλως ποιήσαιτο πρὸς αὐτοὺς ὁμολογίας, εἰ μὴ πρῶτον ἐκδώσουσι τοὺς συμμάχους, τὸ μὲν πρῶτον ἐντρεπόμενοι τὸ πρὸς τοὺς εὐεργέτας ἀνόμημα διεκαρτέρουν· τοῦ δὲ δεινοῦ πλησίον ὄντος διεπρεσβεύοντο, καὶ τῇ τῶν φίλων ἀπωλείᾳ τὴν σωτηρίαν αὑτοῖς ἐπεχείρουν περιποιήσασθαι. οὐ μὴν ἔλαθόν γε τοὺς ἐπιβουλευομένους, ἀλλὰ τοῦτο μαθόντες πρὸς ἀλκὴν ἐτράποντο καὶ νυκτὸς τοῖς κατὰ τὴν πόλιν ἐπιθέμενοι πολὺν ἐποίουν φόνον. 3 ὁ δὲ Πομπήιος τοῦ θορύβου αἰσθόμενος καὶ κλίμακας προσερείσας τοῖς τείχεσιν ἐκυρίευσε τῆς πόλεως. καὶ τοὺς μὲν εὐγενεῖς ἅπαντας ἀπέσφαξεν, τοὺς δὲ συμμάχους ὄντας διακοσίους τὸν ἀριθμὸν ἀπέλυσε τῶν κινδύνων, ἅμα μὲν ἐλεήσας κινδυνεύουσαν ἀρετὴν καὶ τὸ περὶ τοὺς ἀκληροῦντας γενόμενον πάθος δι' ἀχαριστίαν, ἅμα δὲ τὴν Νουμαντίνων εὔνοιαν πρὸς Ῥωμαίους πόρρωθεν ἐκκαλούμενος ταῖς εὐεργεσίαις· τὴν δὲ πόλιν κατέσκαψεν.
[18] E Ὅτι ὁ Ἀρσάκης ὁ βασιλεὺς ἐπιείκειαν καὶ φιλανθρωπίαν ζηλώσας αὐτομάτην ἔσχε τὴν ἐπίρροιαν τῶν ἀγαθῶν καὶ τὴν βασιλείαν ἐπὶ πλεῖον ηὔξησε· μέχρι γὰρ τῆς Ἰνδικῆς διατείνας τῆς ὑπὸ τὸν Πῶρον γενομένης χώρας ἐκυρίευσεν ἀκινδύνως. εἰς τηλικοῦτο δὲ μέγεθος προαχθεὶς βασιλείας οὐκ ἐζήλωσε τρυφὴν οὐδὲ ὑπερηφανίαν, ἅπερ ταῖς πλείσταις δυναστείαις ἀκολουθεῖν εἴωθεν, ἀλλ' ἐπιείκειαν μὲν πρὸς τοὺς ὑποτεταγμένους, ἀνδρείαν δὲ πρὸς τοὺς ἀντιταττομένους. καθόλου δὲ πολλῶν ἐθνῶν ἐγκρατὴς γενόμενος τὰ παρ' ἑκάστοις ἄριστα κατέδειξε τῶν νομίμων τοῖς Πάρθοις.
[19] {Const_4} E Ὅτι ὁ ὕπατος Ποπίλλιος Ὑριάτθου περὶ διαλέξεως ἀξιοῦντος ἔκρινε προστάττειν καθ' ἕκαστα τῶν ἀρεσκόντων, ὅπως μὴ λεχθέντων ἀθρόον ἀπογνοὺς ἀποθηριωθῇ πρὸς πόλεμον ἀκατάλλακτον.
[20] {Const_3} E Ὅτι Γαλαίστης τις Αθαμὰν τὸ γένος, υἱὸς δὲ Αμυνάνδρου τοῦ βεβασιλευκότος Ἀθάμων, γένει καὶ πλούτῳ καὶ δόξῃ πολὺ προέχων τῶν ὁμοεθνῶν, ἐγένετο φίλος Πτολεμαίου τοῦ Φιλομήτορος· ἐν δὲ τῇ πρὸς Δημήτριον μάχῃ τῶν δυνάμεων τῶν ἀπὸ Ἀλεξανδρείας ἡγεμὼν ἐγεγόνει. οὗτος μετὰ τὴν ἧτταν καὶ τελευτὴν Πτολεμαίου ἐλθὼν εἰς διαβολὰς ψευδεῖς ὡς ἑκουσίως τοῖς πολεμίοις κατακπροέμενος τὰ πράγματα, καὶ τοῦ διαδεξαμένου τὴν βασιλείαν Πτολεμαίου τὰς δωρεὰς ἀφελομένου καὶ χαλεπῶς διακειμένου πρὸς αὐτόν, φοβηθεὶς ἀπεχώρησεν εἰς τὴν Ἑλλάδα. ἐκπεσόντων δὲ καὶ ἄλλων πολλῶν ἐκ τῆς Αἰγύπτου διὰ τὴν πρὸς τοὺς ὀψωνιαζομένους στρατιώτας στάσιν, ἀνέλαβε τοὺς φυγάδας. φήσας δὲ ἐν παρακαταθήκῃ τὸν βασιλέα Πτολεμαῖον τὸν Φιλομήτορα δεδωκέναι παιδίον αὐτῷ τρέφειν ἐκ τῆς Κλεοπάτρας ἐπὶ βασιλείᾳ, καὶ τούτῳ διάδημα περιθείς, καὶ συναγωνιστὰς ἔχων πολλοὺς φυγάδας, παρεσκευάζετο κατάγειν ἐπὶ τὴν πατρῴαν βασιλείαν τὸν παῖδα.
[21] {Const_3} E Ὅτι Αὔδας καὶ Διτάλκης καὶ Νικορόντης ἐκ πόλεως Ὄρσωνος, οἰκεῖοι δε ἀλλήλων καὶ φίλοι, θεωροῦντες τὴν περὶ τὸν Ὑρίατθον ὑπεροχὴν καταπονουμένην ὑπὸ Ῥωμαίων καὶ περὶ αὑτῶν δείσαντες, καταθέσθαι τινὰ χάριν τοῖς Ῥωμαίοις ἔκριναν, δι' ἧς ἑαυτοῖς περιποιήσασθαι τὴν ἀσφάλειαν . . . ὁρῶντες γὰρ τὸν Ὑρίατθον ἐπιθυμοῦντα καταλύσασθαι τὸν πόλεμον ἐπηγγείλαντο πείσειν Καιπίωνα συνθέσθαι τὴν εἰρήνην, ἐὰν αὐτοὺς ἀπολύσῃ πρεσβευτὰς περὶ διαλύσεων. προθύμως δὲ τοῦ δυνάστου συνχωρήσαντος, οὗτοι μὲν συντόμως παραγενόμενοι πρὸς τὸν Καιπίωνα ῥᾳδίως ἔπεισαν δοῦναι σφισιν αὐτοῖς τὴν ἀσφάλειαν ἐπαγγελλομένοις δολοφονήσειν τὸν Ὑρίατθον. δόντες οὖν καὶ λαβόντες περὶ τούτων πίστεις ταχέως ἐπανῆλθον εἰς τὴν παρεμβολήν· εἰπόντες δὲ πεπεικέναι τοὺς Ῥωμαίους περὶ τῆς εἰρήνης εἰς ἐλπίδας ἀγαθὰς ἤγαγον τὸν Ὑρίατθον, σπεύδοντες τῆς ἀληθοῦς ἐννοίας ἀπαγαγεῖν αὐτοῦ τὴν διάνοιαν ὡς πορρωτάτω. πιστευόμενοι δ' ὑπ' αὐτοῦ διὰ τὴν φιλίαν νυκτὸς ἔλαθον εἰς τὴν σκηνὴν παρεισελθόντες καὶ τοῖς ξίφεσι διαχρησάμενοι τὸν Ὑρίατθον πληγαῖς εὐκαίροις, ἐκ τῆς παρεμβολῆς ἐκπηδήσαντες παραχρῆμα διὰ τῆς ὀρεινῆς ἀνοδίαις χρησάμενοι διεσώθησαν πρὸς Καιπίωνα.
[21a] {Const_2} E Ὅτι τὸ σῶμα τοῦ Ὑριάτθου ταφῆς παραδόξου καὶ μεγαλοπρεποῦς ἠξίωσαν καὶ διακοσίοις ζεύγεσι μονομάχων ἀγῶνα πρὸς τῷ τάφῳ συνετέλεσαν, τιμῶντες αὐτοῦ τὴν διαβεβοημένην ἀνδρείαν. ὁμολογουμένως γὰρ ἦν πολεμικώτατος μὲν ἐν τοῖς κινδύνοις, στρατηγικώτατος δὲ ἐν τῷ προϊδέσθαι τὸ συμφέρον, τὸ δὲ μέγιστον, διετέλεσε πάντα τὸν τῆς στρατηγίας χρόνον ἀγαπώμενος ὑπὸ τῶν στρατιωτῶν ὡς οὐδεὶς ἕτερος. κατὰ μὲν γὰρ τὰς ἐκ τῆς λῃστείας διανομὰς οὐδὲν πλέον ἀπεφέρετο τῆς τοῖς ἰδιώταις ἐπιβαλλούσης μοίρας, ἀπὸ δὲ τῶν αὐτῷ πορισθέντων ἐτίμα τοὺς ἀξίους χάριτος καὶ τοὺς ἀπόρους τῶν στρατιωτῶν ὑπελάμβανεν. ὑπῆρχε δὲ καὶ νήπτης καὶ ἀγρυπνητικὸς καὶ παντὸς πόνου καὶ κινδύνου κατεξανεστηκώς, ἔτι δὲ πάσης ἡδονῆς κρείττων. αἱ δὲ ἀποδείξεις τῆς περὶ αὐτὸν ἀρετῆς ἐμφανεῖς εἰσιν· ἕνδεκα γὰρ ἔτη δυναστεύοντος αὐτοῦ Λυσιτανῶν, οὐ μόνον αἱ δυνάμεις ἀστασίαστοι διέμειναν, ἀλλὰ καὶ σχεδὸν ἀνίκητοι. μετὰ δὲ τὴν τούτου τελευτὴν τὸ σύστημα τῶν Λυσιτανῶν διελύθη στερηθὲν τῆς τούτου προστασίας.
[22] E Ὅτι Πτολεμαῖος . . . διὰ τὴν ὠμότητα καὶ μιαιφονίαν καὶ διὰ τὰς ἀνέδην τῶν αἰσχίστων ἡδονῶν ἀπολαύσεις καὶ τὸ τοῦ σώματος ἀγεννὲς πάθος, διὸ Φύσκων ἐκαλεῖτο. ὁ δὲ στρατηγὸς Ἱέραξ ἐν τοῖς πολεμικοῖς ἔργοις θαυμαστὸς ὢν καὶ κατὰ τὰς ἐντεύξεις τοῖς ὄχλοις εὔθετος, ἔτι δὲ μεγαλόψυχος, συνέσχε τὴν τοῦ Πτολεμαίου βασιλείαν. τούτου γὰρ ἀπορουμένου χρημάτων, καὶ τῶν στρατιωτῶν βουλομένων ἀφίστασθαι πρὸς Γαλαίστην διὰ τὸ μὴ κομίζεσθαι τοὺς μισθούς, ἐκ τῆς ἰδίας οὐσίας ὀψωνιάσας τὴν δύναμιν διωρθώσατο τὴν ὅλην μεταβολήν.
[23] E Ὅτι τοῦ Πτολεμαίου παντελῶς οἱ Αἰγύπτιοι κατεφρόνησαν, ὁρῶντες ἔν τε ταῖς ὁμιλίαις ὄντα παιδαριώδη καὶ πρὸς τὰς αἰσχίστας ἡδονὰς ἐκκεχυμένον καὶ διὰ τὴν ἀκολασίαν τὸ σῶμα γυναικῶδες περιπεποιημένον.
[24] {Const_4} E Ὅτι ἡ πόλις ἡ καλουμένη Κόντοβρις ἀπέστειλε πρεσβευτὰς πρὸς Ῥωμαίους, οἳ κατὰ τὰς δεδομένας ἐντολὰς προὔλεγον ἀπαλλάττεσθαι τὴν ταχίστην ἐκ τῆς χώρας πρὶν ἤ τι παθεῖν· καὶ γὰρ τῶν ἄλλων τοὺς τολμήσαντας ἐμβαλεῖν εἰς τούσδε τοὺς τόπους πολεμίᾳ δυνάμει πάντας ἀπολωλέναι. ὁ δὲ ὕπατος τούτοις ἀπεκρίθη διότι Λυσιτανοὶ μὲν καὶ Κελτίβηρες μάλιστα ἐπιτηδεύουσιν ἀπειλεῖν μεγάλα καὶ πλεονεκτεῖν, Ῥωμαῖοι δὲ κολάζειν τοὺς ἀδικοῦντας καὶ καταφρονεῖν τῶν ἀπειλῶν· προσήκειν οὖν μὴ ταῖς ἀπειλαῖς, ἀλλὰ ταῖς χερσὶν ἐπι δείκνυσθαι τὴν ἀνδρείαν, ἧς δὴ πεῖραν λήψεσθαι τὴν ἀκριβεστάτην.
[25] E Ἔκρινε κρεῖττον εἶναι μαχομένους ἀποθανεῖν ἐπιφανῶς ἢ γυμνὰ τὰ σώματα τῶν ὅπλων εἰς τὴν αἰσχίστην παραδοῦναι δουλείαν.
[26] E Ὁ δὲ Ἰούνιος παρακαλέσας τοὺς στρατιώτας, εἰ καί ποτε, νῦν ἀνδραγαθῆσαι καὶ τῶν προγεγονότων κατορθωμάτων ἀξίους φανῆναι. ... ὅμως οὐκ ἔκαμνον ταῖς ψυχαῖς, κατισχύοντος τοῦ λογισμοῦ τὴν τῶν σωμάτων ἀσθένειαν.
2 E Ὅτι διεδόθη ἡ τῶν Ῥωμαίων πρὸς μὲν τοὺς ἀντιπραττομένους ἀπαραίτητος τιμωρία, πρὸς δὲ τοὺς πειθαρχοῦντας ἡ τῆς ἐπιεικείας ὑπερβολή.
[27] {Const_2} E Ὅτι ὁ Αἰμίλιος ὁ ὕπατος διὰ τὴν βαρύτητα καὶ δυσκινησίαν τοῦ σώματος τῇ διὰ τὸν ὄγκον ὑπεροχῇ καὶ τῷ πλήθει τῶν περικεχυμένων σαρκῶν ἄχρηστος ἦν ἐν ταῖς κατὰ πόλεμον ἐνεργείαις.
[28] {Const_3} E Ὅτι κατὰ τὴν Συρίαν Διόδοτος ὁ Τρύφων ἐπικαλούμενος ἀνῃρηκὼς Ἀντὶοχον τὸν Ἀλεξάνδρου τὸν ἐπὶ βασιλείᾳ τρεφόμενον, παῖδα τὴν ἡλικίαν ὄντα, περιέθετο διάδημα τῆς βασιλείας, καὶ κρατήσας ἔρημον αὑτὸν ἀνηγόρευσε βασιλέα, καὶ κατὰ τῶν σατραπῶν καὶ τῶν στρατηγῶν τοῦ ἀπὸ τοῦ βασιλικοῦ γένους πολεμεῖν ἐπειρᾶτο. περὶ μὲν γὰρ τὴν Μεσοποταμίαν ἦν Διονύσιος ὁ Μῆδος, περὶ δὲ τὴν Κοίλην Συρίαν οἱ περὶ τὸν Σαρπηδόνα καὶ Παλαμήδην, ἐν δὲ τῇ παρὰ θάλατταν Σελευκείᾳ Αἰσχρίων, ἔχων μεθ' ἑαυτοῦ τὴν βασίλισσαν Κλεοπάτραν, Δημητρίου δὲ γυναῖκα τοῦ ζωγρηθέντος ὑπ' Ἀρσάκου.
[28a] {Const_1} E Ὅτι Τρύφων ἐξ ἰδιώτου βασιλεὺς γεγονὼς ἔσπευδε τὴν δυναστείαν αὑτῷ διὰ δόγματος συγκλητικοῦ βεβαιῶσαι. διόπερ κατασκευάσας Νίκην χρυσῆν ἄγουσαν ὁλκὴν χρυσίνων μυρίων ἐξαπέστειλε πρεσβευτὰς εἰς τὴν Ῥώμην τοὺς ταύτην κομιοῦντας τῷ δήμῳ. ὑπελάμβανε γὰρ τοὺς Ῥωμαίους ἅμα μὲν διὰ τὸ λυσιτελές, ἅμα δὲ διὰ τὸ εὐοιώνιστον εἶναι, προσδέξασθαι τὴν Νίκην, καὶ προσαγορευθῆναι βασιλέα. εὗρε δὲ τὴν σύγκλητον πάνυ πανουργοτέραν ἑαυτοῦ καὶ τοὺς ἀπάτῃ παρακρουομένους συνέσει καταστρατηγοῦσαν. τὸ μὲν γὰρ δῶρον ἐδέξατο καὶ τὴν εὐφημίαν μετὰ τοῦ λυσιτελοῦς ἐτήρησεν, ἀντὶ δὲ Τρύφωνος μεταχρηματίσασα τὴν δόσιν εἰς τὸν ὑπ' αὐτοῦ δολοφονηθέντα βασιλέα τὴν ἐπιγραφὴν ἐποιήσατο. διὰ δὲ ταύτης τῆς πράξεως ἀνέδειξεν ἑαυτὴν μισοπονηροῦσαν ἐπὶ τῇ τοῦ παιδὸς ἀναιρέσει καὶ δωρεὰς ἀσεβῶν ἀνδρῶν οὐ προσδεχομένην.
[28b] E Ὅτι ἧκον εἰς Ἀλεξάνδρειαν οἱ περὶ τὸν Σκιπίωνα τὸν Ἀφρικανὸν πρεσβευταὶ κατασκεψόμενοι τὴν ὅλην βασιλείαν. ὁ δὲ Πτολεμαῖος μετὰ μεγάλης ἀπαντήσεως καὶ παρασκευῆς προσδεξάμενος τοὺς ἄνδρας τάς τε ἑστιάσεις πολυτελεῖς ἐποιεῖτο καὶ τὰ βασίλεια περιάγων ἐπεδείκνυτο καὶ τὴν ἄλλην τὴν βασιλικὴν γάζαν. 2 οἱ δὲ τῶν Ῥωμαίων πρέσβεις ἀρετῇ διαφέροντες τοῖς μὲν βρωτοῖς ὀλίγοις καὶ πρὸς ὑγείαν διατείνουσι χρώμενοι κατεφρόνουν τῆς πολυτελείας, ὡς διαφθειρούσης καὶ ψυχὴν καὶ σῶμα, τῶν δὲ ὑπὸ τοῦ βασιλέως θαυμαζομένων ἐν παρέργῳ τὴν θέαν ὡς οὐδενὸς ἀξίων ποιησάμενοι τὰ θέας ἄξια πρὸς ἀλήθειαν ἐπολυπραγμόνησαν ἀκριβῶς, τῆς πόλεως τὴν θέσιν καὶ τὸ βάρος καὶ τὰς περὶ τὸν Φάρον ἰδιότητας· πρὸς δὲ τούτοις ἀναπλεύσαντες εἰς Μέμφιν τὴν ἀρετὴν τῆς χώρας καὶ τὰς κατὰ τὸν Νεῖλον εὐκαιρίας, τό τε πλῆθος τῶν κατ' Αἴγυπτον πόλεων καὶ τὰς ἀναριθμήτους τῶν οἰκητόρων μυριάδας καὶ τὴν ὀχυρότητα τῆς Αἰγύπτου καὶ τὴν ὅλην τῆς χώρας ὑπεροχήν, ὡς εὖ διάκειται πρὸς ἡγεμονίας ἀσφάλειάν τε καὶ μέγεθος. 3 καὶ θαυμάσαντες τὰ πλήθη τῶν κατοικούντων τὴν Αἴγυπτον καὶ τὰ τῶν τόπων ἐπιτεύγματα διέλαβον μεγίστην ἡγεμονίαν δύνασθαι συσταθῆναι, τυχούσης τῆς βασιλείας ταύτης ἀξίων τῶν ἡγεμόνων. οἱ μὲν οὖν πρεσβευταὶ κατασκεψάμενοι τὰ κατὰ τὴν Αἴγυπτον ἐπὶ Κύπρου κἀκεῖθεν ἐπὶ Συρίας τὴν ἀναγωγὴν ἐποιήσαντο. καθόλου δὲ καὶ τὰ πλεῖστα μέρη τῆς οἰκουμένης ἐπῆλθον, καὶ παρὰ πᾶσι σώφρονα καὶ θαυμαστὴν ποιησάμενοι τὴν ἐπιδημίαν μεγάλης ἀποδοχῆς ἔτυχον, καὶ μετ' εὐφημίας ὑπὸ πάντων συμφωνουμένης ἐπανῆλθον. 4 τῶν γὰρ ἐχόντων τὰς ἀμφισβητήσεις οὓς μὲν διηλλάχεσαν ἀλλήλοις, οὓς δ' ἐπεπείκεσαν τὰ δίκαια ποιῆσαι τοῖς ἐγκαλοῦσι, τοὺς δὲ ἀναισχυντοῦντας διὰ τῆς ἀνάγκης κατεστάλκεσαν, τοὺς δὲ δυσδιακρίτους ἀνεπεπόμφεσαν ἐπὶ τὴν σύγκλητον. ὡμιληκότες δὲ βασιλεῦσι καὶ δήμοις καὶ τὴν προϋπάρχουσαν αὐτοῖς φιλίαν πρὸς ἅπαντας ἀνανεωσάμενοι πρὸς εὔνοιαν τὴν ἡγεμονίαν ἐπηύξησαν, καὶ πάντες ταῖς αἱρέσεσιν οἰκείως διατεθέντες ἐξαπέστειλαν πρεσβευτὰς εἰς τὴν Ῥώμην, καὶ ἐπῄνεσαν ὅτι τοιούτους ἄνδρας ἐξέπεμψαν.