Ιστορική Βιβλιοθήκη/ΛΒ

Από Βικιθήκη
Ιστορική Βιβλιοθήκη
Συγγραφέας:
Βίβλος ΛΒ΄
L.Dindorf (1868). The text is in the public domain.


ΑΠΟΣΠΑΣΜΑΤΑ ΕΚ ΤΗΣ ΤΡΙΑΚΟΣΤΗΣ ΔΕΥΤΕΡΗΣ ΒΙΒΛΟΥ[Επεξεργασία]

1 [1] Ὅτι Καρχηδόνιοι πολεμήσαντες πρὸς Μασανάσσην ἔδοξαν καταλελυκέναι τὰς πρὸς Ῥωμαίους συνθήκας. πρεσβευσάντων δὲ αὐτῶν, ἀπόκρισιν ἔδωκαν εἰδέναι ὃ δεῖ γενέσθαι. ἀσαφῆ δὲ τὴν ἀπόκρισιν οἱ Καρχηδόνιοι λαβόντες ἐν μεγάλῃ ταραχῇ ὑπῆρχον.

2 [1] Ὅτι οἱ τὰς ἡγεμονίας περιποιήσασθαι βουλόμενοι κτῶνται μὲν αὐτὰς ἀνδρείᾳ καὶ συνέσει, πρὸς αὔξησιν δὲ μεγάλην ἄγουσιν ἐπιεικείᾳ καὶ φιλανθρωπίᾳ, ἀσφαλίζονται δὲ φόβῳ καὶ καταπλήξει· τούτων δὲ τὰς ἀποδείξεις λάβοις ἂν ταῖς πάλαι ποτὲ συσταθείσαις δυναστείαις ἐπιστήσας τὸν νοῦν καὶ τῇ μετὰ ταῦτα γενομένῃ Ῥωμαίων ἡγεμονίᾳ.

3 [1] Ὅτι τῶν πρεσβευτῶν τῶν Καρχηδονίων τοὺς αἰτίους τοῦ πολέμου τοῦ πρὸς Μασανάσσην κεκολακέναι ἀποφαινομένων, τῶν ἐκ τοῦ συνεδρίου τινὸς ἀναφωνήσαντος, Καὶ πῶς οὐ παρ' αὐτὸν τὸν καιρὸν κατεδικάσθησαν οἱ τῆς διαφορᾶς αἴτιοι γεγονότες, ἀλλὰ μετὰ τὴν κατάλυσιν τοῦ πολέμου; οἱ τῶν Καρχηδονίων πρέσβεις ἀπεσιώπησαν, οὐκ ἔχοντες δίκαιον οὐδὲ εὔλογον ἀπόφασιν. ἡ δὲ σύγκλητος ἀπόφασιν ἔδωκε δυστράπελον καὶ δυσκατανόητον· ἐδογμάτισε ἱρὴ γινώσκειν τοὺς Ῥωμαίους ὃ δεῖ πράττειν αὐτούς.

4 [1] Ὅτι Φίλιππος ὁ Ἀμύντου δουλεύουσαν Ἰλλυριοῖς τὴν ἡγεμονίαν παραλαβών, τοῖς ὅπλοις ἅμα καὶ τῇ κατὰ τὴν στρατηγίαν ἀγχινοίᾳ τὴν βασιλείαν ἀνεκτήσατο, ταύτην δὲ μεγίστην τῶν κατὰ τὴν Εὐρώπην δυναστειῶν κατεσκεύασεν, ἐπιεικῶς προσφερόμενος τοῖς κρατηθεῖσιν. Ἀθηναίους γὰρ ἀμφισβητοῦντας τῆς ἡγεμονίας νικήσας ἐπιφανεῖ μάχῃ, τοὺς μὲν τετελευτηκότας τῶν ἡττημένων ἀτάφους ἀπολελειμμένους μετὰ πολλῆς ἐπιμελείας ἐκήδευσε, τοὺς δὲ ἁλόντας ὑπὲρ δισχιλίους ὄντας τὸν ἀριθμὸν ἄνευ λύτρων ἀπέλυσεν εἰς τὴν ἰδίαν πατρίδα. [2] τοιγαροῦν οἱ περὶ τῆς ἡγεμονίας διὰ τῶν ὅπλων ἀγωνισάμενοι διὰ τὴν εἰς αὐτοὺς ἐπιείκειαν ἑκουσίως ἐξεχώρησαν τῆς τῶν Ἑλλήνων ἀρχῆς, ὁ δὲ διὰ πολλῶν ἀγώνων καὶ κινδύνων μὴ δυνάμενος τυχεῖν τῆς ἀρχῆς διὰ μιᾶς φιλανθρωπίας ἔλαβε παρὰ τῶν πολεμίων ἐθελοντὴν τὴν τῆς Ἑλλάδος ἡγεμονίαν, καὶ τὴν τελευταίαν τῆς βασιλείας παραμονὴν τῷ φόβῳ κατέσχε, κατασκάψας πόλιν μυρίανδρον τὴν Ὄλυνθον. [3] ὁμοίως δὲ τούτῳ καὶ ὁ υἱὸς Ἀλέξανδρος Θήβας μὲν ἁρπάσας τῇ ταύτης τῆς πόλεως ἀπωλείᾳ τοὺς πρὸς νεωτερισμὸν ὁρμωμένους Ἀθηναίους καὶ Λακεδαιμονίους τῆς ἀποστάσεως ἀπέτρεψεν, ἐν δὲ τοῖς πρὸς τοὺς Πέρσας πολέμοις ἐπιεικέστατα χρώμενος τοῖς αἰχμαλώτοις οὐ μόνον ἀνδρείᾳ ἀλλὰ καὶ ἡμερότητι περιβοήτῳ τοὺς κατὰ τὴν Ἀσίαν οἰκοῦντας ἐπιθυμητὰς ἔσχε τῆς ἰδίας ἀρχῆς. [4] Ἐν δὲ τοῖς νεωτέροις χρόνοις Ῥωμαῖοι τῆς τῶν ὅλων ἡγεμονίας ὀρεχθέντες συνεστήσαντο μὲν αὐτὴν διὰ τῆς τῶν ὅπλων ἀνδρείας, πρὸς αὔξησιν δὲ μεγίστην ἤγαγον ἐπιεικέστατα χρώμενοι τοῖς καταπολεμηθεῖσιν. τοσοῦτον γὰρ ἀπέσχον τῆς κατὰ τῶν ὑποπεπτωκότων ὠμότητος καὶ τιμωρίας ὥστε δοκεῖν μὴ ὡς πολεμίοις ἀλλ' ὡς εὐεργέταις καὶ φίλοις προσφέρεσθαι. οἱ μὲν γὰρ κρατηθέντες προσεδόκων τῆς ἐσχάτης τεύξεσθαι τιμωρίας ὡς πολέμιοι γεγονότες, οἱ δὲ κρατοῦντες ὑπερβολὴν ἐπιεικείας ἑτέροις οὐ κατέλειπον. οἷς μὲν γὰρ πολιτείας μετέδοσαν, οἷς δὲ ἐπιγαμίας συνεχώρησαν, τισὶ δὲ τὴν αὐτονομίαν ἀπέδοσαν, οὐδενὶ [5] μνησικακήσαντες πικρότερον τοῦ δέοντος. τοιγαροῦν διὰ τὴν ὑπερβολὴν τῆς ἡμερότητος οἵ τε βασιλεῖς καὶ αἱ πόλεις καὶ συλλήβδην τὰ ἔθνη πρὸς τὴν Ῥωμαίων ἡγεμονίαν ηὐτομόλησαν. οὗτοι δὲ σχεδὸν τὴν ἀρχὴν πάσης τῆς οἰκουμένης ἔχοντες ταύτην ἠσφαλίσαντο φόβῳ καὶ τῇ τῶν ἐπιφανεστάτων πόλεων ἀπωλείᾳ. Κόρινθον γὰρ κατέσκαψαν καὶ τοὺς κατὰ τὴν Μακεδονίαν ἐρριζοτόμησαν, οἷον τὸν Περσέα, καὶ Καρχηδόνα κατέσκαψαν καὶ ἐν Κελτιβηρίᾳ τὴν Νομαντίαν, καὶ πολλοὺς κατεπλήξαντο.

5 [1] Ὅτι σφόδρα οἱ Ῥωμαῖοι φιλοτιμοῦνται δικαίους ἐνίστασθαι τοὺς πολέμους καὶ μηδὲν εἰκῇ καὶ προπετῶς περὶ τῶν τοιούτων ψηφίζεσθαι.

6 [1] Ὅτι τῶν Ῥωμαίων στρατευσάντων πρὸς Καρχηδονίους, οἱ Καρχηδόνιοι πυθόμενοι τὸν εἰς τὸ Λιλύβαιον κατάπλουν καὶ πρὸς τὸν πόλεμον οὐδαμῶς καταβαίνοντες πρεσβευτὰς ἐξέπεμψαν εἰς Ῥώμην, οἳ ἐνεχείρισαν τοῖς Ῥωμαίοις ἑαυτούς τε καὶ τῆς πατρίδος τὰ πράγματα. ἡ δὲ σύγκλητος δεξαμένη τὴν παράδοσιν τῆς χώρας ἔδωκεν ἀπόκρισιν, ἐπεὶ καλῶς βουλεύονται Καρχηδόνιοι, δίδωσιν αὐτοῖς ἡ σύγκλητος νόμους, χώραν, ἱερά, τάφους, ἐλευθερίαν, ὕπαρξιν, οὐδαμοῦ προστιθεῖσα πόλιν τὴν Καρχηδόνα, παρακρύπτουσα δὲ τὴν ταύτης ἀναίρεσιν. τεύξεσθαι δὲ τούτων τῶν φιλανθρωπιῶν, ἐὰν ὁμήρους δῶσι τριακοσίους υἱοὺς τῶν συγκλητικῶν καὶ πείθωνται τοῖς ὑπὸ τῶν ὑπάτων παραγγελλομένοις. [2] οἱ δὲ νομίσαντες ἀπολελύσθαι τοῦ πολέμου τοὺς ὁμήρους ἐξέπεμψαν μετὰ πολλῆς οἰμωγῆς. εἶτα ἦλθον εἰς Ἰτύκην. οἱ δὲ πάλιν πρεσβευτὰς ἐξέπεμψαν τοὺς πευσομένους εἴ τι ἕτερον αὐτοῖς οἱ Ῥωμαῖοι ποιεῖν κελεύουσι. τῶν δὲ ὑπάτων εἰπόντων παραδοῦναι τὰ ὅπλα ἀδόλως καὶ τοὺς καταπέλτας, οἱ δὲ τὸ μὲν πρῶτον διὰ τὸν πρὸς Ἀσδρούβαν πόλεμον βαρέως ἔφερον· παρέλαβον δὲ ὅπλων παντοδαπῶν εἴκοσι μυριάδας καὶ καταπέλτας δισχιλίους. εἶτα πάλιν οἱ Ῥωμαῖοι διεπέμψαντο πρὸς Καρχηδονίους ἀποστεῖλαί τινας ἐκ τῆς γερουσίας κελεύοντες, οἷς τὸ καταλειπόμενον πρόσταγμα διασαφήσουσιν. [3] οἱ δὲ τριάκοντα τῶν ἐπιφανεστάτων ἀπέστειλαν. ὁ δὲ πρεσβύτερος τῶν ὑπάτων Μανίλιος εἶπεν ὅτι τῇ συγκλήτῳ δέδοκται ἣν μὲν νῦν οἰκοῦσι πόλιν ἐκλιπεῖν, ἑτέραν δὲ κτίσαι τῆς θαλάσσης ἀπέχουσαν σταδίους ὀγδοήκοντα. τῶν δὲ πρεσβευτῶν εἰς οἶκτον καὶ ἔλεον τραπέντων, καὶ πάντων ῥιψάντων ἑαυτοὺς ἐπὶ τὴν γῆν καὶ πολὺν κλαυθμὸν μετὰ δακρύων προϊεμένων, διατροπὴ μεγάλη τὸ συνέδριον ἐπέσχεν. μόγις δὲ τῶν Καρχηδονίων ἀπὸ τῆς καταπλήξεως ἀναλεξαμένων, μόνος ὁ Βλάννων καλούμενος οἰκείαν τῆς περιστάσεως φωνὴν προέμενος διελέχθη παραστατικῶς ἅμα καὶ παρρησιαζόμενος, εἴς τε οἶκτον προαγόμενος τοὺς ἀκούοντας. [4] Ὅτι οἱ Ῥωμαῖοι ἀμετάθετοι ταῖς γνώμαις ὄντες πρὸς τὴν κατάλυσιν τῆς Καρχηδόνος προσέταξαν ἀπιέναι ταχέως εἰς τὴν Καρχηδόνα καὶ τὰ δεδογμένα τοῖς πολίταις ἀπαγγέλλειν. τῶν δὲ πρέσβεών τινες μὲν ἀπογνόντες τὴν εἰς τὴν πατρίδα πορείαν ἔφυγον οἷ ποτ' οὖν ἕκαστος ἐδύνατο, οἱ δὲ λοιποὶ τὴν ἐπάνοδον ἑλόμενοι ἐπανῆλθον τὴν ὀλέθριον πρεσβείαν τετελεκότες. τῶν δὲ ὄχλων ὑπαπαντώντων, τούτοις μὲν οὐδὲν ἐλάλουν, τὰς δὲ ἑαυτῶν κεφαλὰς τύπτοντες καὶ τὰς χεῖρας ἐπανατείνοντες καὶ τοὺς θεοὺς ἐπιβοώμενοι προῆγον εἰς τὴν ἀγοράν, καὶ τῇ γερουσίᾳ ἀπήγγειλαν τὰ προστεταγμένα.

7 [1] Ὅτι Σκιπίων ὁ Ἀφρικανὸς κληθεὶς ὕστερον, τότε δὲ χιλίαρχος ὤν, τῶν ἄλλων τοὺς εἰς ὁμολογίαν καὶ ὅρκους καταντήσαντας παρασπονδούντων καὶ τὴν δοθεῖσαν πίστιν ἀθετούντων, οὗτος τοὐναντίον μάλιστα τὰς δοθείσας πίστεις τοῖς πολιορκουμένοις ἐτήρει καὶ τοῖς ἑαυτοὺς ἐγχειρίζουσιν ἐπιεικῶς προσεφέρετο. διὸ καὶ τῆς περὶ αὐτοῦ φήμης δικαίας διαδιδομένης κατὰ τὴν Λιβύην, οὐθεὶς τῶν πολιορκουμένων ἐνεπίστευεν αὑτόν, εἰ μὴ Σκιπίωνι συντίθοιτο τὰς ὁμολογίας.

8 [1] Ὅτι κατὰ τὴν μάχην τριῶν Ῥωμαίων πεσόντων καὶ τούτων ἀτάφων γεγονότων, πάντες χαλεπῶς ἔφερον ἐπὶ τῇ τῶν ἀνδρῶν ἀπωλείᾳ τε καὶ στερήσει τῆς ταφῆς. ὁ δὲ Σκιπίων συγχωρήσαντος τοῦ ὑπάτου διὰ γραμμάτων παρεκάλεσε τὸν Ἀσδρούβαν θάψαι τοὺς ἄνδρας. οὗ ποιήσαντος τὸ παρακληθὲν καὶ μετὰ μεγάλης τιμῆς κηδεύσαντος τοὺς ἄνδρας καὶ τὰ ὀστέα πέμψαντος πρὸς τὸν ὕπατον, ὁ Σκιπίων προέκοπτε τῇ δόξῃ, ὡς ἂν καὶ παρὰ τοῖς πολεμίοις μεγάλης τυγχάνων ἀποδοχῆς.

"9α' [1] Ὅτι αἱ γυναῖκες τῶν Καρχηδονίων προσέφερον χρυσοῦς κόσμους· ἐσχάτης γὰρ οὔσης τῆς τοῦ βίου περιγραφῆς, ἅπαντες οὐκ ἀπολλύναι τὰ χρήματα διελάμβανον, ἀλλὰ διὰ τῆς τούτων δόσεως ἔκρινον ἐπανορθοῦσθαι τὴν ἑαυτῶν σωτηρίαν.

13 [1] [Τῷ κατὰ τὴν Καρχηδόνα λιμένι, προσαγορευομένῳ δὲ Κώθωνι· περὶ οὗ τὰς κατὰ μέρος εὐχρηστίας ἐν τοῖς οἰκείοις χρόνοις πειρασόμεθα διελθεῖν.]

14 [1] Ὅτι τὸ τεῖχος τῶν Καρχηδονίων τῆς πόλεώς φησιν ὕψος μὲν εἶναι πηχῶν τεσσαράκοντα, πλάτος δὲ εἰκοσιδύο· ὅμως καὶ τοιούτων ὄντων αἱ Ῥωμαίων μηχαναὶ καὶ τὰ κατὰ πόλεμον ἀνδραγαθήματα κρείττους ὤφθησαν τῆς ἐκείνων ἀσφαλείας, καὶ ἑάλω ἡ πόλις καὶ κατηρειπώθη.

15 [1] [Περὶ αὐτοῦ πάλιν ἄλλως ἡ διήγησις.] Δημητρίου τοῦ βασιλέως ἀναπέμψαντος εἰς τὴν Ῥώμην νεανίσκον τινὰ ὡς Περσέως υἱὸν ὄνομα Ἀνδρίσκον, τοῦτον ἡ σύγκλητος οἰκεῖν προσέταξεν ἔν τινι πόλει τῶν κατὰ τὴν Ἰταλίαν. ὁ δὲ μετά τινα χρόνον διαδρὰς ἀπῆρεν εἰς Μίλητον. [2] ἐν ταύτῃ δὲ διατρίβων ἐλογοποίει περὶ ἑαυτοῦ Περσέως ἑαυτὸν ἀποφαινόμενος ὑπάρχειν υἱόν. ἔφη δ' ἑαυτὸν νήπιον ὄντα δεδόσθαι ...τῳ τῷ Κρητὶ πρὸς ἀνατροφήν, ὑπὸ δὲ τοῦ Κρητὸς αὐτῷ πινακίδιον κατεσφραγισμένον ἀναδεδόσθαι, δι' οὗ τὸν Περσέα διασαφεῖν αὐτῷ θησαυροὺς εἶναι κειμένους δύο, τὸν μὲν ἕνα ἐν Ἀμφιπόλει κείμενον ὑπὸ τὴν ὁδὸν †ὀργυαῖον τὸ βάθος ὄντα δέκα, ἔξοντα δὲ ἀργυρίου τάλαντα ἑκατὸν καὶ πεντήκοντα, τὸν δὲ ἕτερον ἐν Θεσσαλονίκῃ, ταλάντων ἑβδομήκοντα, κατὰ μέσην τὴν ἐξέδραν τὴν ἐν τῷ περιστύλῳ κατὰ τὴν αὐλήν. [3] πολλῶν δὲ αὐτῷ προσεχόντων, ἦλθεν ὁ λόγος ἐπὶ τοὺς ἄρχοντας τῶν Μιλησίων, οἳ συλλαβόντες αὐτὸν εἰς φυλακὴν ἀπέθεντο. καί τινων πρέσβεων παρεπιδημούντων, προσανήνεγκαν αὐτοῖς συμβουλευόμενοι τί χρὴ πρᾶξαι. οἱ δὲ ἐγγελάσαντες ἐκέλευον ἀφεῖναι τὸν ἄνθρωπον πλανᾶσθαι. [4] ὁ δὲ λαβὼν τὴν ἄφεσιν ἐφιλοτιμήθη τὴν τοῦ δράματος συντέλειαν πρὸς τέλος ἀγαγεῖν. ἀεὶ δὲ λαμπρότερον εἰς τὴν βασιλικὴν εὐγένειαν διατιθέμενος ἐξηπάτησεν πολλούς, καὶ αὐτοὺς Μακεδόνας. [5] ἔχων δὲ συνεργὸν Νικόλαόν τινα ψάλτην, Μακεδόνα τὸ γένος, ἐπύθετο παρ' αὐτοῦ παλλακίδα γεγενημένην Περσέως τοῦ βασιλέως ὄνομα Καλλίππαν συνοικεῖν Ἀθηναίῳ τῷ Περγαμηνῷ. πρὸς ταύτην οὖν διελθὼν καὶ τραγῳδήσας τὴν ἑαυτοῦ πρὸς Περσέα συγγένειαν εὐπόρησε παρ' αὐτῆς ἐφόδια καὶ στολὴν βασιλικὴν καὶ διάδημα καὶ δύο παῖδας πρὸς τὰς χρείας εὐθέτους· ἤκουσε δ' αὐτῆς ὅτι καὶ Τήρης ὁ βασιλεὺς τῶν Θρᾳκῶν ἔχει γυναῖκα Φιλίππου τοῦ βεβασιλευκότος θυγατέρα. [6] ἀπὸ δὲ τούτων τῶν ἀφορμῶν μετεωρισθεὶς προῆγεν εἰς Θρᾴκην. ἐν παρόδῳ δὲ καταντήσας εἰς Βυζάντιον ἐτιμήθη· καὶ ταύτης τῆς ἀφροσύνης ἔδωκαν δίκας τοῖς Ῥωμαίοις οἱ Βυζάντιοι. πλειόνων δὲ πρὸς αὐτὸν συρρεόντων, ἧκεν εἰς Θρᾴκην πρὸς Τήρην. ὁ δὲ τοῦτον τιμήσας ἔδωκεν αὐτῷ στρατιώτας ἑκατὸν καὶ διάδημα περιέθηκεν. [7] διὰ δὲ τούτου καὶ τοῖς ἄλλοις δυνάσταις συσταθεὶς ἔλαβε παρ' αὐτῶν ἄλλους ἑκατόν, καὶ πορευθεὶς πρὸς Βαρσαβὰν τὸν Θρᾳκῶν βασιλέα ἔπεισεν αὐτὸν συγκοινωνῆσαι τῆς στρατείας καὶ καταγαγεῖν αὐτὸν εἰς Μακεδονίαν, ἀμφισβητῶν τῆς τῶν Μακεδόνων βασιλείας ὡς οὔσης πατρῴας. ὑπὸ δὲ Μακεδονικοῦ καταπολεμηθεὶς ὁ Ψευδοφίλιππος ἔφυγεν εἰς Θρᾴκην ... τέλος ἐγκρατὴς ἐγένετο τῶν κατὰ Μακεδονίαν πόλεων.

16 [1] Ὅτι Μασανάσσης ὁ Λιβύων βεβασιλευκὼς καὶ τὴν πρὸς Ῥωμαίους φιλίαν τετηρηκὼς ἐνενήκοντα μὲν ἐβίω ἔτη ἐν δυνάμει, παῖδας δέκα ἐν τῷ ἀπαλλάττεσθαι καταλιπών, οὓς καὶ Ῥωμαίοις ἐπιτροπεύεσθαι παρεκατέθετο. ἦν δὲ καὶ κατὰ τὴν τοῦ σώματος εὐτονίαν διαφέρων καὶ καρτερίᾳ καὶ πόνοις συνήθης ἐκ παιδός· ὅς γε στὰς ἐν τοῖς ἴχνεσιν ὅλην τὴν ἡμέραν ἀκίνητος ἔμενε, καθεζόμενος δὲ οὐκ ἠγείρετο, μέχρι νυκτὸς ἐνημερεύων ταῖς τῶν πόνων μελέταις, ἐπὶ δὲ τὸν ἵππον ἐπιβαίνων συνεχῶς ἡμέραν καὶ νύκτα καὶ ταῖς ἱππασίαις χρώμενος οὐκ ἐξελύετο. σημεῖον δὲ τῆς περὶ αὐτὸν εὐεξίας τε καὶ δυνάμεως μέγιστον· ἐνενήκοντα γὰρ σχεδὸν ἔχων ἔτη υἱὸν εἶχε τετραετῆ διαφέροντα τῇ τοῦ σώματος ῥώμῃ. ἐν δὲ ταῖς τῶν ἀγρῶν ἐπιμελείαις τοσοῦτον διήνεγκεν ὡς ἑκάστῳ τῶν υἱῶν ἀπολιπεῖν ἀγρὸν μυριόπλεθρον, κεκοσμημένον πάσαις ταῖς κατασκευαῖς. ἐβασίλευσε δ' ἐπιφανῶς ἔτη ἑξήκοντα.

17 [1] Ὅτι ὁ Σκιπίων εἰς λόγους συνελθὼν τῷ Φαμέᾳ καὶ μεγάλας αὐτῷ προτείνων ἐλπίδας ἔπεισεν ἀποστῆναι τῶν Καρχηδονίων μεθ' ἱππέων χιλίων καὶ διακοσίων.

[1] Ὅτι ὁ Ψευδοφίλιππος περιβοήτῳ μάχῃ νικήσας Ῥωμαίους ἐξετράπη πρὸς ὠμότητα καὶ παρανομίαν τυραννικήν. πολλοὺς μὲν γὰρ τῶν εὐπόρων ἀνεῖλεν, ἐπιρρίψας αἰτίας διαβολῆς ψευδοῦς, οὐκ ὀλίγους δὲ τῶν φίλων ἐμιαιφόνησεν. ἦν γὰρ φύσει θηριώδης καὶ φονικὸς καὶ κατὰ τὰς ἐντεύξεις ὑπερήφανος, ἔτι δὲ πλεονεξίας καὶ πάσης κακίας ἀνάπλεως. [2] Ὅτι Κάτων Μάρκος Πόρκιος, ἀποδοχῆς τυγχάνων μεγάλης ἐπὶ συνέσει, ἐρωτηθεὶς ὑπό τινος τί πράττει ὁ Σκιπίων κατὰ τὴν Λιβύην εἶπεν, οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀΐσσουσιν. ὁ δὲ δῆμος τηλικαύτην εὔνοιαν ἔσχε πρὸς τὸν ἄνδρα τοῦτον ὥστε ὕπατον αὐτὸν γενέσθαι. [3] Ὅτι ὁ δῆμος τηλικαύτην εὔνοιαν ἔσχε πρὸς τὸν Σκιπίωνα ὥστε μήτε τῆς ἡλικίας συγχωρούσης μήτε τῶν νόμων ἐπιτρεπόντων μεγάλην εἰσφέρεσθαι σπουδὴν εἰς τὸ τὴν ὕπατον ἀρχὴν αὐτῷ περιθεῖναι.

[1] Ὅτι ὁ Ψευδοφίλιππος Τελεστὴν προεχειρίσατο στρατηγόν. ὁ δὲ ταῖς ἀπὸ τῶν Ῥωμαίων ἐλπίσι ψυχαγωγούμενος ἀπέστη μετὰ τῶν ἱππέων καὶ πρὸς Καικίλιον ἀπεχώρησεν. ὁ δὲ Ψευδοφίλιππος ἐπὶ τοῖς πραχθεῖσιν ἀγανακτήσας τήν τε γυναῖκα καὶ τὰ τέκνα τοῦ Τελεστοῦ συλλαβὼν ἐτιμωρήσατο.

17 [2] Ὅτι ἡ τύχη πᾶν καθάπερ ἐπίτηδες ἀγωνοθετοῦσα τὰς συμμαχίας ἐναλλὰξ τοῖς διαπολεμοῦσι παρείχετο.

18 [1] Ὅτι ὁ τῶν Ῥωμαίων ὕπατος Καλπούρνιος δι' ὁμολογίας τινὰς τῶν πόλεων εἰληφὼς κατέσκαψεν, οὐδὲν τῆς πίστεως φροντίσας. διόπερ ἐν ταῖς ἐπιβολαῖς ἀπιστούμενος ἀπετύγχανεν, ὥσπερ δαιμονίου τινὸς ἀντιπράττοντος. εἰς πολλὰς γὰρ ἐπιβολὰς ... δυσεπιτεύκτους ἔσχε τὰς πράξεις.

19 [1] Ὅτι ὁ Προυσίας ὁ βασιλεὺς τήν τε ὄψιν ὢν εἰδεχθὴς καὶ τὸ σῶμα διὰ τὴν τρυφὴν ἔχων γυναικεῖον ὑπὸ τῶν Βιθυνῶν ἐμισεῖτο.

20 [1] Ὅτι ἡ σύγκλητος πρεσβευτὰς ἐξαπέστειλεν εἰς τὴν Ἀσίαν τοὺς καταλύσοντας τὸν πόλεμον Νικομήδους καὶ Προυσίου τοῦ ἰδίου πατρός, καὶ εἵλετο ἄνδρας εἰς τὴν πρεσβείαν Λικίννιον ποδαγρικὸν καὶ Μαγκῖνον, ὃς κατατετρημένος ἦν τὴν κεφαλὴν κεραμῖδος ἐπιπεσούσης καὶ τὸ πλεῖον μέρος τῶν ὀστῶν ἐξῃρημένος, καὶ Λεύκιον παντελῶς ἀναίσθητον. ὁ δὲ Κάτων ἀφηγούμενος τοῦ συνεδρίου καὶ συνέσει διαφέρων εἶπεν ἐν τῇ συγκλήτῳ διότι πρεσβείαν ἀποστέλλομεν οὔτε πόδας οὔτε κεφαλὴν οὔτε καρδίαν ἔχουσαν. οὗτος μὲν οὖν τὴν εὐστοχίαν περιβόητον ἔσχε κατὰ τὴν πόλιν.

21 [1] Ὅτι Νικομήδης Προυσίαν τὸν ἑαυτοῦ πατέρα καταπολεμήσας, καὶ καταφυγόντα εἰς τὸ τοῦ Διὸς ἱερὸν ἀνελών, παρέλαβε τὴν βασιλείαν τῆς Βιθυνίας, ἀσεβεστάτῳ φόνῳ κτησάμενος τὴν ἀρχήν.

22 [1] Ὅτι κατὰ τὴν πολιορκίαν Καρχηδονίων Ἀσδρούβας διαπρεσβευσάμενος πρὸς Γολόσσην προεκαλεῖτο ἐλθεῖν εἰς σύλλογον, καὶ κατὰ τὰς ἐντολὰς τοῦ στρατηγοῦ προέτεινε τῷ Ἀσδρούβᾳ αὐτῷ τε καὶ δέκα οἰκίαις αἷς ἂν βούληται ἀσφάλειαν καὶ δωρεὰν ταλάντων δέκα καὶ δοῦλα σώματα ἑκατόν. ὁ δὲ Ἀσδρούβας ἀπεκρίθη μηδέποτε ἐπόψεσθαι τὸν ἥλιον πυρπολουμένης τῆς πατρίδος ἑαυτὸν διασωζόμενον, καὶ τοῖς μὲν λόγοις ἐθρασύνετο, διὰ δὲ τῶν ἔργων ἐφωράθη διαδιδράσκων, ὅς γε καὶ τῆς πατρίδος οὔσης ἐν ἀπεγνωσμέναις ἐλπίσιν ἐτρύφα, πότους ἀκαίρους συνάγων καὶ πολυτελῆ δεῖπνα ποιῶν καὶ δευτέρας τραπέζας ὑπερηφάνως παρατιθέμενος. καὶ οἱ μὲν πολῖται λιμῷ ἀπέθνησκον, ὁ δὲ πρὸς τοῖς ἄλλοις κακοῖς ἐφόρει πορφύραν καὶ πολυτελῆ χλανίδα, καθάπερ ἐκβακχεύων τοῖς τῆς πατρίδος ἀκληρήμασιν.

23 [1] Ὅτι κατὰ τὴν ἅλωσιν τῆς Καρχηδόνος ὁ στρατηγὸς τῆς μεγαλοψυχίας ἢ μᾶλλον μεγαλαυχίας ἐπιλαθόμενος καὶ τοὺς αὐτομόλους καταλιπὼν ἧκε πρὸς Σκιπίωνα μεθ' ἱκετηρίας. προσπεσὼν δὲ τοῖς γόνασι μετὰ δακρύων πᾶσαν δεητικὴν φωνὴν προέμενος εἰς συμπάθειαν ἤγαγε τὸν Σκιπίωνα. ὁ δὲ παρακαλέσας αὐτὸν θαρρεῖν καὶ πρὸς τοὺς συνεδρεύοντας φίλους εἰπών, Οὗτός ἐστιν ὁ πρότερον μὴ βουλόμενος ἐπὶ πολλοῖς φιλανθρώποις σωθῆναι· τοιαύτην μεταβολὴν ἡ τύχη καὶ δύναμιν ἔχει, πᾶσαν ἀνθρωπίνην ὑπεροχὴν ἀνελπίστως σφάλλουσα.

24 [1] Ὅτι τῆς Καρχηδόνος ἐμπρησθείσης καὶ τῆς φλογὸς ἅπασαν τὴν πόλιν καταπληκτικῶς λυμαινομένης, ὁ Σκιπίων ἀπροσποιήτως ἐδάκρυεν. ἐρωτηθεὶς δὲ ὑπὸ τοῦ Πολυβίου τοῦ ἐπιστάτου τίνος ἕνεκα τοῦτο πάσχει εἶπε, Διότι τῆς κατὰ τὴν τύχην μεταβολῆς ἔννοιαν λαμβάνω· ἔσεσθαι γὰρ ἴσως ποτέ τινα καιρὸν ἐν ᾧ τὸ παραπλήσιον πάθος ὑπάρξει κατὰ τὴν Ῥώμην· καὶ τούτους τοὺς στίχους παρὰ τοῦ ποιητοῦ προηνέγκατο, ἔσσεται ἦμαρ ὅταν ποτ' ὀλώλῃ Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαός.

25 [1] Ὅτι ὁ Σκιπίων μετὰ τὴν ἅλωσιν Καρχηδόνος τοῖς ἀπὸ τῆς Σικελίας κατηντηκόσι πρεσβευταῖς ἐπιδείξας ἅπαντα τὰ λάφυρα προσέταξεν ἑκάστους τὰ ἐκ τῶν ἰδίων πατρίδων εἰς Καρχηδόνα πάλαι ποτὲ μετενηνεγμένα ἐπιλεγομένους ἀποκομίζειν εἰς Σικελίαν. καὶ πολλαὶ μὲν εὑρέθησαν ἐπισήμων ἀνδρῶν γραφαί, πολλοὶ δὲ ἀνδριάντες ἐπιφανεῖς ταῖς κατασκευαῖς, οὐκ ὀλίγα δὲ ἀναθήματα διαπρεπῆ θεῶν ἀργυρᾶ τε καὶ χρυσᾶ. ἐν δὲ τούτοις ὑπῆρχε καὶ ὁ περιβόητος ταῦρος ἐξ Ἀκράγαντος, ὃν κατασκευάσας Περίλαος Φαλάριδι τῷ τυράννῳ, καὶ πρῶτος τὴν ἀπόδειξιν τῆς ἰδίας τέχνης ἐν τῇ καθ' αὑτὸν τιμωρίᾳ δικαίως ὑπομείνας, ἀνῃρέθη.

26 [1] Ὅτι οὐδέποτε συμφοραὶ τηλικαῦται τὴν Ἑλλάδα κατέσχον ἀφ' ὅτου μνήμης ἱστορικῆς αἱ πράξεις τετεύχασι. διὰ γὰρ τὴν ὑπερβολὴν τῶν ἀκληρημάτων οὔτε γράφων τις οὔτ' ἀναγινώσκων ἄδακρυς ἂν γένοιτο. ἐγὼ δὲ οὐκ ἀγνοῶ μὲν ὅτι πρόσαντές ἐστιν μεμνῆσθαι τῶν Ἑλληνικῶν ἀτυχημάτων καὶ τοῖς ἐπιγινομένοις διὰ τῆς γραφῆς παραδιδόναι τὰ πραχθέντα πρὸς αἰώνιον μνήμην· ἀλλ' ὁρῶ μέρος οὐκ ἐλάχιστον πρὸς διόρθωσιν τῶν ἁμαρτανομένων συμβαλλόμενον τοῖς ἀνθρώποις τὰ διὰ τῆς τῶν ἀποτελεσμάτων πείρας νουθετήματα. ὥστ' οὐ χρὴ τοῖς ἱστοροῦσι τὰς μέμψεις ἀναφέρειν, ἀλλὰ μᾶλλον τοῖς κεχειρικόσι τὰς πράξεις ἀφρόνως· οὐ γὰρ δι' ἀνανδρίαν στρατιωτικὴν ἀλλὰ δι' ἀπειρίαν στρατηγῶν τὸ ἔθνος τῶν Ἀχαιῶν περιέπεσε τοῖς ἀκληρήμασι.  [2] περὶ γὰρ τοὺς αὐτοὺς καιροὺς δεινοῦ πάθους περὶ τοὺς Καρχηδονίους τελεσθέντος οὐχ ἧττον ἀτύχημα, μεῖζον δέ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἀκλήρημα συνέβαινε τοῖς Ἕλλησιν. ἐκεῖνοι μὲν γὰρ ὁλοσχερῶς ἀφανισθέντες καὶ τὴν ἐπὶ τοῖς ἀκληρήμασι λύπην συναπέβαλον, οἱ δὲ ἐν ὀφθαλμοῖς ἰδόντες συγγενῶν καὶ φίλων σφαγὰς καὶ πελεκισμοὺς καὶ πατρίδων ἁλώσεις καὶ ἁρπαγὰς καὶ πανδήμους μεθ' ὕβρεως ἀνδραποδισμοὺς καὶ τὸ σύνολον τὴν ἐλευθερίαν καὶ τὴν παρρησίαν ἀποβαλόντες, μεγίστων ἀγαθῶν ἠλλάξαντο τὰς ἐσχάτας συμφοράς. ἀφρονέστατα γὰρ εἰς τὸν πρὸς Ῥωμαίους πόλεμον ἐμπεσόντες τῶν μεγίστων ἀκληρημάτων ἐπειράθησαν. [3] Ἐκ θεῶν γάρ, ὡς ἔοικε, λύσσα τις κατεῖχε τὸ ἔθνος τῶν Ἀχαιῶν καὶ παράδοξος ὁρμὴ πρὸς τὴν ἀπώλειαν. αἴτιοι δ' ἦσαν τῶν πάντων κακῶν οἱ στρατηγοί. οἱ μὲν γὰρ αὐτῶν ὄντες κατάχρεοι κινήσεως καὶ πολέμων ὑπῆρχον οἰκεῖοι καὶ χρεῶν ἀποκοπὰς εἰσηγοῦντο καὶ πολλοὺς τῶν ἀπόρων χρεωφειλετῶν ἔχοντες συνεργοὺς ἀνέσειον τὰ πλήθη, τινὲς δὲ δι' ἀφροσύνην ἐνέπεσον εἰς ἀπεγνωσμένους διαλογισμούς. [4] μάλιστα δὲ ὁ Κριτόλαος ἐξέκαυσε τὰς ὁρμὰς τοῦ πλήθους πρὸς καινοτομίαν, χρώμενος δὲ τῷ τῆς ἀρχῆς ἀξιώματι φανερῶς κατηγόρει Ῥωμαίων εἰς ὑπερηφανίαν καὶ πλεονεξίαν· ἔφη δὲ φίλος μὲν βούλεσθαι Ῥωμαίων ὑπάρχειν, δεσπότας δὲ ἑκουσίως ἀναδεικνύναι μὴ προαιρεῖσθαι. διεβεβαιοῦτο δὲ καθόλου τοῖς πλήθεσιν, ὡς ἐὰν μὲν ἄνδρες ὦσιν, οὐκ ἀπορήσουσι συμμάχων, ἐὰν δὲ ἀνδράποδα, κυρίων· ἐμφάσεις τε διὰ λόγων ἀπέλειπεν ὡς ἤδη καὶ βασιλεῦσι καὶ πόλεσι διείλεκται περὶ συμμαχίας. [5] Ὅτι διὰ τῶν λόγων ἐκκαύσας τῶν ὄχλων τὴν ὁρμὴν εἰσήνεγκε ψήφισμα πολεμεῖν τῷ μὲν λόγῳ πρὸς Λακεδαιμονίους, τῷ δὲ ἔργῳ πρὸς Ῥωμαίους. οὕτω δὲ πολλάκις ἡ κακία τῆς ἀρετῆς προτερεῖ καὶ ἡ πρὸς τὸν ὄλεθρον νεύουσα γνώμη τῆς πρὸς σωτηρίαν ἀπέχεσθαι παρακλήσεως.

27 [1] Ὅτι περὶ τῆς Κορίνθου καὶ οἱ ποιηταὶ προειρηκότες ἦσαν Κόρινθος ἄστρον οὐκ ἄσημον Ἑλλάδος. αὕτη πρὸς κατάπληξιν τῶν μεταγενεστέρων ὑπὸ τῶν κρατούντων ἠφανίσθη. οὐ μόνον δὲ κατὰ τὸν τῆς καταστροφῆς καιρὸν ἡ πόλις ἔτυχε παρὰ τοῖς ὁρῶσι μεγάλης συμπαθείας, ἀλλὰ καὶ κατὰ τοὺς ὕστερον χρόνους εἰς ἔδαφος κατερριμμένη πολὺν ἐποίει τοῖς ἀεὶ θεωροῦσιν αὐτὴν ἔλεον. οὐδεὶς γὰρ τῶν παροδευόντων αὐτὴν παρῆλθεν ἄδακρυς, καίπερ ὁρῶν λείψανα βραχέα τῆς περὶ αὐτὴν γεγενημένης εὐδαιμονίας τε καὶ δόξης. διὸ καὶ κατὰ τοὺς τῆς παλαιᾶς ἡλικίας καιρούς, διεληλυθότων χρόνων σχεδὸν ἑκατόν, θεασάμενος αὐτὴν Γάϊος Ἰούλιος Καῖσαρ ὁ διὰ τὰς πράξεις ὀνομασθεὶς θεὸς ταύτην ἀνέστησεν. [2] Ἐναντία γὰρ πάθη συνεῖχε τὰς ψυχὰς τῶν ἀνθρώπων ἐλπίδι σωτηρίας καὶ προσδοκίαις τῆς ἀπωλείας. [3] Ὅτι κατὰ τοὺς τῆς παλαιᾶς ἡλικίας καιρούς, διεληλυθότων σχεδὸν ἐτῶν ἑκατόν, θεασάμενος τὴν Κόρινθον Γάϊος Ἰούλιος Καῖσαρ ὁ διὰ τὰς πράξεις ὀνομασθεὶς θεὸς εἰς τοιαύτην ἦλθε συμπάθειαν καὶ φιλοδοξίαν ὥστε μετὰ πολλῆς σπουδῆς πάλιν αὐτὴν ἀναστῆσαι. διόπερ τὸν ἄνδρα τοῦτον καὶ τὴν ὑπερβολὴν τῆς περὶ αὐτὸν ἐπιεικείας δίκαιόν ἐστι μεγάλης ἀποδοχῆς ἀξιοῦσθαι καὶ διὰ τῆς ἱστορίας ἀπονέμειν αὐτῷ τὸν αἰώνιον τῆς χρηστότητος ἔπαινον. τῶν γὰρ προγόνων αὐτοῦ σκληρότερον κεχρημένων τῇ πόλει, οὗτος διὰ τῆς ἰδίας ἡμερότητος διωρθώσατο τὰς ἐκείνων ἀποτομίας, προκρίνας τῆς τιμωρίας τὴν συγγνώμην. ὑπερεβάλετο δὲ οὗτος τοὺς πρὸ αὐτοῦ τῷ μεγέθει τῶν κατεργασθέντων καὶ τὴν ἐπωνυμίαν ἀπὸ τῆς περὶ αὑτὸν ἀρετῆς δικαίως ἐκτήσατο. καθόλου δὲ ὁ ἀνὴρ οὗτος εὐγενείᾳ τε καὶ λόγου δεινότητι καὶ στρατηγήμασι πολεμικοῖς καὶ ἀφιλαργυρίᾳ ἀποδοχῆς δίκαιός ἐστιν ἀξιοῦσθαι καὶ διὰ τῆς ἱστορίας ἄξιον ἀπονέμειν αὐτῷ τὸν τῆς χρηστότητος ἔπαινον. μεγέθει γὰρ πράξεων ἅπαντας τοὺς πρὸ ἑαυτοῦ Ῥωμαίους ὑπερέθετο.

[1] Ὅτι Πτολεμαῖος ὁ Φιλομήτωρ ἧκεν εἰς Συρίαν συμμαχήσων Ἀλεξάνδρῳ διὰ οἰκειότητα. καταγνοὺς δὲ αὐτοῦ τῆς ψυχῆς παντελῆ ἀδυναμίαν καὶ προσποιηθεὶς ἐπιβουλεύεσθαι τὴν μὲν θυγατέρα Κλεοπάτραν ἀπήγαγε πρὸς Δημήτριον, καὶ συνθέμενος φιλίαν ἐνεγύησεν αὐτῷ ταύτην. οἱ δὲ περὶ τὸν Ἱέρακα καὶ Διόδοτον τοῦ Ἀλεξάνδρου κατεγνωκότες, τὸν δὲ Δημήτριον φοβούμενοι διὰ τὰς εἰς τὸν πατέρα γεγενημένας ἁμαρτίας, ἀνέσεισαν τοὺς Ἀντιοχεῖς πρὸς ἀπόστασιν, καὶ τὸν Πτολεμαῖον εἰς τὴν πόλιν δεξάμενοι διάδημα περιέθηκαν καὶ τὴν βασιλείαν ἐνεχείρισαν. ὁ δὲ τῆς μὲν βασιλείας οὐκ ὀρεγόμενος, τὴν δὲ Κοίλην Συρίαν ἐπιθυμῶν προσκτήσασθαι, συνέθετο πρὸς Δημήτριον κοινοπραγίαν ἰδίᾳ, κυριεύειν Πτολεμαῖον τῆς Συρίας, τὸν δὲ Δημήτριον τῆς πατρῴας βασιλείας.

10 [1] Ὁ δὲ Ἀλέξανδρος ἀπὸ μὲν τῆς μάχης μετὰ πεντακοσίων τὴν φυγὴν ἐποιήσατο τῆς Ἀραβίας εἰς τὰς καλουμένας Ἄβας πρὸς Διοκλέα τὸν δυνάστην, πρὸς ὃν ἦν καὶ τὸν υἱὸν Ἀντίοχον προεκτεθειμένος ὄντα νήπιον. εἶθ' οἱ μὲν περὶ τὸν Ἡλιάδην καὶ Κάσιον ἡγεμόνες, οἳ συνῆσαν Ἀλεξάνδρῳ, λάθρᾳ διεπρεσβεύσαντο περὶ τῆς ἰδίας ἀσφαλείας, ἐπαγγελλόμενοι δολοφονήσειν τὸν Ἀλέξανδρον· συγχωρήσαντος δὲ τοῦ Δημητρίου περὶ ὧν ἠξίουν, οὐ μόνον προδόται τοῦ βασιλέως ἀλλὰ καὶ φονεῖς ἐγενήθησαν. Ἀλέξανδρος μὲν οὖν ὑπὸ τῶν φίλων τοῦτον τὸν τρόπον ἀνῃρέθη. [2] Οὐκ ἄξιον δὲ παρελθεῖν τὴν γενομένην περιπέτειαν πρὸ τῆς Ἀλεξάνδρου τελευτῆς, διὰ δὲ τὸ παράδοξον ἴσως ἀπιστηθησομένην. Ἀλεξάνδρου γὰρ τοῦ βασιλέως βραχὺ πρὸ τῶν ἐνεστώτων χρόνων χρηστηριαζομένου κατὰ τὴν Κιλικίαν, ἔνθα φασὶν Ἀπόλλωνος Σαρπηδονίου ἱερὸν εἶναι, ἀνελεῖν αὐτῷ λέγεται τὸν θεὸν φυλάξασθαι τὸν τόπον τὸν ἐνεγκόντα τὸν δίμορφον. καὶ τότε μὲν αἰνιγματώδη τὸν χρησμὸν εἶναι δόξαι, ὕστερον μέντοι μετὰ τὴν τελευτὴν τοῦ βασιλέως ἐπιγνωσθῆναι τὸ λόγιον διὰ τοιαύτας τινὰς αἰτίας.Τῆς Ἀραβίας ἐν ταῖς καλουμέναις Ἄβαις ᾤκει τις Διόφαντος ὄνομα, τὸ δὲ γένος Μακεδών. οὗτος ἐγχώριον Ἀραβίαν γυναῖκα γήμας ἐγέννησε υἱὸν μὲν ὁμώνυμον ἑαυτῷ, θυγατέρα δὲ τὴν προσαγορευθεῖσαν Ἡραΐδα. τὸν μὲν οὖν υἱὸν πρὸ τῆς ἀκμῆς ἐπεῖδε τελευτήσαντα, τὴν δὲ θυγατέρα γάμου ἔχουσαν ὥραν προικίσας συγκατῴκισέ τινι ὄνομα Σαμιάδῃ. [3] οὗτος μὲν οὖν συμβιώσας τῇ γαμηθείσῃ χρόνον ἐνιαύσιον ἀπεδήμησε μακρὰν ἀποδημίαν. τὴν δ' Ἡραΐδα φασὶν ἀρρωστίᾳ περιπεσεῖν παραδόξῳ καὶ παντελῶς ἀπιστουμένῃ. φλεγμονὴν γὰρ ἰσχυρὰν γενέσθαι περὶ τὸ ἦτρον αὐτῆς. ἐπὶ πλέον δὲ οἰδήσαντος τοῦ τόπου, ἔπειτα τῶν πυρετῶν μεγάλων συνεπιγινομένων, καταδοξάσαι τοὺς ἰατροὺς ἕλκωσιν γεγονέναι περὶ τὸν τράχηλον τῆς μήτρας. χρωμένων δὲ αὐτῶν θεραπείαις αἷς ὑπελάμβανον καταστελεῖν τὰς φλεγμονάς, ἑβδομαίας δ' οὔσης ῥῆξιν ἐπιγενέσθαι τῆς ἐπιφανείας, καὶ προπεσεῖν ἐκ τῶν τῆς Ἡραΐδος γυναικείων αἰδοῖον ἀνδρεῖον ἔχον διδύμους προσκειμένους. τὴν δὲ ῥῆξιν τούτων καὶ τὸ πάθος γενέσθαι μήτε ἰατροῦ μήτ' ἄλλων τῶν ἔξωθεν παρόντων πλὴν μητρὸς καὶ δύο θεραπαινίδων. [4] τότε μὲν οὖν ἀχανεῖς γενομένας διὰ τὸ παράδοξον τὴν ἐνδεχομένην ἐπιμέλειαν ποιήσασθαι τῆς Ἡραΐδος καὶ κατασιωπῆσαι τὸ γεγονός. τὴν δὲ ἀπολυθεῖσαν τῆς νόσου τὴν ἐσθῆτα φορεῖν γυναικείαν, καὶ τὴν ἄλλην ἀγωγὴν οἰκουρὸν καὶ ὕπανδρον διαφυλάττειν. καταδοξάζεσθαι δὲ ὑπὸ τῶν συνειδότων τὴν περιπέτειαν ἑρμαφρόδιτον εἶναι, καὶ κατὰ τὴν γεγενημένην μετ' ἀνδρὸς συμβίωσιν, τῆς κατὰ φύσιν ἐπιπλοκῆς ἀντιπραττούσης, δοκεῖν αὐτὴν ταῖς ἀρρενικαῖς συμπεριφοραῖς καθωμιλῆσθαι. [5] λανθανούσης δὲ τοὺς ἐκτὸς τῆς διαθέσεως ταύτης, ἐπανελθεῖν τὸν Σαμιάδην, καὶ καθάπερ ἦν ἐπιβάλλον τὴν γαμηθεῖσαν ἐπιζητεῖν· οὐ τολμώσης δ' ἐκείνης εἰς ὄψιν ἐλθεῖν διὰ τὴν αἰσχύνην, τὸν Σαμιάδην φασὶ βαρέως ἐνεγκεῖν. ἐπικειμένου δὲ συνεχέστερον καὶ ἀπαιτοῦντος τὴν σύμβιον, καὶ τοῦ πατρὸς μὴ συγχωροῦντος μέν, αἰσχυνομένου δὲ τὴν αἰτίαν εἰπεῖν, εἰς μέγα ηὔξετο ἡ διαφορά. ἐπενεγκεῖν τε διὰ τοῦτο δίκην τῷ πατρὶ περὶ τῆς ἰδίας γυναικός, τῆς τύχης ὥσπερ ἐν δράμασι τὸ παράδοξον τῆς περιπετείας ἀγούσης εἰς ἔγκλημα. συνεδρευσάντων δὲ τῶν κριτῶν καὶ λόγων ῥηθέντων συμπαρεῖναι μὲν τῇ κρίσει τὸ ἀμφισβητούμενον σῶμα, διαπορεῖν δὲ τοὺς δικαστὰς πότερον προσήκει τὸν ἄνδρα τῆς γυναικὸς ἢ τὸν πατέρα τῆς θυγατρὸς κυριεύειν. [6] πέρας τῶν κριτῶν οἰομένων δεῖν ἀκολουθεῖν τἀνδρὶ τὴν γαμηθεῖσαν, τὴν ἀλήθειαν διασαφῆσαι, καὶ θυμῷ τετολμηκότι τὴν καθυποκρινομένην ἐσθῆτα λύσασαν δεῖξαι πᾶσι τὸ τῆς φύσεως ἄρρεν, ῥῆξαί τε φωνὴν δεινοπαθοῦσαν, εἴ τινες ἀναγκάζουσι συνοικεῖν ἀνδρὶ τὸν ἄνδρα. [7] πάντων δὲ καταπλαγέντων καὶ φωνῇ θαυμαζούσῃ τὸ παράδοξον ἐπισημαινομένων, τὴν μὲν Ἡραΐδα φασὶν ἀποκαλυφθείσης τῆς αἰσχύνης μεταμφιάσασθαι τὸν γυναικεῖον κόσμον εἰς νεανίσκου διάθεσιν, τοὺς δὲ ἰατρούς, ἐπιδειχθέντων αὐτοῖς τῶν φανέντων, γνῶναι ὅτι κατεκέκρυπτο φύσις ἄρρενος ἐν ᾠοειδεῖ τόπῳ φύσεως θηλείας, καὶ δέρματος περιειληφότος παρὰ τὸ σύνηθες τὴν φύσιν σύντρησις ἐγεγένητο, δι' ὧν ἐξωδεύοντο τὰ περιττώματα· διόπερ τὸν προσεσυριγγωμένον τόπον ἑλκώσαντας δεῖν κατουλῶσαι, τὴν δὲ ἀνδρὸς φύσιν εὔκοσμον ποιήσαντας σὺν ἐνδεχομένῃ δόξαι κεχρῆσθαι θεραπείᾳ. [8] τὴν δ' Ἡραΐδα μετονομασθεῖσαν Διόφαντον εἰς τοὺς ἱππεῖς καταλεχθῆναι, καὶ σὺν τῷ βασιλεῖ παραταξάμενον εἰς τὰς Ἄβας συναναχωρῆσαι. διὸ καὶ τὸν πρότερον ἀγνοούμενον χρησμὸν τότε γνωσθῆναι, σφαγέντος τοῦ βασιλέως ἐν ταῖς Ἄβαις καθ' ὃν τόπον ὁ δίμορφος ἐγεγένητο. [9] τὸν δὲ Σαμιάδην λέγουσιν, ἔρωτι καὶ τῇ προγεγενημένῃ συνηθείᾳ δεδουλωμένον, αἰσχύνῃ τε τοῦ παρὰ φύσιν γάμου συνεχόμενον, τῆς μὲν οὐσίας τὸν Διόφαντον ἀναδεῖξαι διαθήκῃ κληρονόμον, ἑαυτὸν δὲ τοῦ ζῆν μεταστῆσαι, ὥστε τὴν μὲν γυναῖκα γεγενημένην ἀνδρὸς ἀναλαβεῖν δόξαν καὶ τόλμαν, τὸν δ' ἄνδρα γυναικείας ψυχῆς ἀσθενέστερον γενέσθαι.

11 [1] Παραπλησία δὲ ταύτῃ τῇ διαθέσει συνετελέσθη περιπέτεια τριάκοντα ἔτεσιν ὕστερον ἐν τῇ πόλει τῶν Ἐπιδαυρίων. ἦν γάρ τις Ἐπιδαυρία, κόρη μὲν εἶναι δοκοῦσα, γονέων δὲ ὀρφανή, Καλλὼ δ' ὄνομα. αὕτη τὸν ἐπὶ τῆς φύσεως ἀποδεδειγμένον ταῖς γυναιξὶ πόρον ἄτρητον εἶχεν, παρὰ δὲ τὸν καλούμενον κτένα συριγγωθέντος τόπου ἐκ γενετῆς τὰς περιττώσεις τῶν ὑγρῶν ἐξέκρινεν. εἰς δὲ τὴν ἀκμὴν τῆς ἡλικίας παραγενομένη συνῳκίσθη τινὶ τῶν πολιτῶν. διετῆ μὲν οὖν χρόνον συνεβίωσε τἀνδρί, τὴν μὲν γυναικείαν ἐπιπλοκὴν οὐκ ἐπιδεχομένη, τὴν δὲ παρὰ φύσιν ὁμιλίαν ὑπομένειν ἀναγκαζομένη. [2] μετὰ δὲ ταῦτα φλεγμονῆς αὐτῇ συμβάσης περὶ τὸν κτένα καὶ δεινῶν ἀλγηδόνων ἐπιγενομένων συνεκλήθη πλῆθος ἰατρῶν. καὶ τῶν μὲν ἄλλων οὐδεὶς ὑπισχνεῖτο θεραπεύειν, φαρμακοπώλης δέ τις ἐπαγγελλόμενος ὑγιάσειν ἔτεμε τὸν ἐπηρμένον τόπον, ἐξ οὗπερ ἐξέπεσεν ἀνδρὸς αἰδοῖα, δίδυμοι καὶ καυλὸς ἄτρητος. πάντων δὲ τὸ παράδοξον καταπλαγέντων ὁ φαρμακοπώλης ἐβοήθει τοῖς λειπομένοις μέρεσι τῆς πηρώσεως. [3] τὸ μὲν οὖν πρῶτον τὸ αἰδοῖον ἄκρον ἐπιτεμὼν συνέτρησεν εἰς τὸν οὐρητῆρα, καὶ καθεὶς ἀργυροῦν καυλίσκον ταύτῃ τὰ περιττώματα τῶν ὑγρῶν ἐξεκόμιζε, τὸν δὲ σεσυριγγωμένον τόπον ἑλκώσας συνέφυσε. καὶ τοῦτον τὸν τρόπον ὑγιοποιήσας διπλοῦν ἀπῄτει τὸν μισθόν· ἔφη γὰρ αὑτὸν παρειληφέναι γυναῖκα νοσοῦσαν, καθεστακέναι δὲ νεανίσκον ὑγιαίνοντα. [4] ἡ δὲ Καλλὼ τὰς μὲν ἐκ τῶν ἱστῶν κερκίδας καὶ τὴν ἄλλην τῶν γυναικῶν ταλασιουργίαν ἀπέθετο, μεταλαβοῦσα δὲ ἀνδρὸς ἐσθῆτα καὶ τὴν ἄλλην διάθεσιν μετωνομάσθη Κάλλων, ἑνὸς στοιχείου ἐπὶ τῷ τέλει τοῦ Ν προστεθέντος. λέγεται δ' ὑπό τινων ὅτι πρὸ τοῦ μεταλαβεῖν τὴν εἰς ἄνδρα μορφὴν ἱέρεια τῆς Δήμητρος ἐγεγένητο, καὶ τὰ τοῖς ἄρρεσιν ἀόρατα ἰδοῦσα κρίσιν ἔσχεν ἀσεβείας.

12 [1] Ὁμοίως δ' ἐν τῇ Νεαπόλει καὶ κατ' ἄλλους τόπους πλείονας ἱστοροῦνται γεγονέναι τοιαῦται περιπέτειαι, οὐκ ἄρρενος καὶ θηλείας φύσεως εἰς δίμορφον τύπον δημιουργηθείσης, ἀδύνατον γὰρ τοῦτο, ἀλλὰ τῆς φύσεως διὰ τῶν τοῦ σώματος μερῶν ψευδογραφούσης εἰς ἔκπληξιν καὶ ἀπάτην τῶν ἀνθρώπων. διόπερ καὶ ἡμεῖς τὰς περιπετείας ταύτας ἀναγραφῆς ἠξιώσαμεν, οὐ ψυχαγωγίας ἀλλ' ὠφελείας ἕνεκα τῶν ἀναγινωσκόντων. πολλοὶ γὰρ τέρατα τὰ τοιαῦτα νομίζοντες εἶναι δεισιδαιμονοῦσιν, οὐκ ἰδιῶται μόνον ἀλλὰ καὶ ἔθνη καὶ πόλεις. [2] κατ' ἀρχὰς γοῦν τοῦ Μαρσικοῦ πολέμου πλησίον τῆς Ῥώμης οἰκοῦντά φασιν Ἰταλικόν, γεγαμηκότα παραπλήσιον τοῖς εἰρημένοις ἀνδρόγυνον, προσαγγεῖλαι τῇ συγκλήτῳ, τὴν δὲ δεισιδαιμονήσασαν καὶ τοῖς ἀπὸ Τυρρηνίας ἱεροσκόποις πεισθεῖσαν ζῶντα προστάξαι καῦσαι. τοῦτον μὲν οὖν ὁμοίας κεκοινωνηκότα φύσεως, ἀλλ' οὐ πρὸς ἀλήθειαν τέρας γεγενημένον, φασὶν ἀγνοίᾳ τῆς νόσου παρὰ τὸ προσῆκον ἀπολωλέναι. μετ' ὀλίγον δὲ καὶ παρ' Ἀθηναίοις τοῦ τοιούτου γενομένου διὰ τὴν ἄγνοιαν τοῦ πάθους ζῶντά φασι κατακαῆναι. καὶ γὰρ τὰς λεγομένας ὑαίνας τινὲς μυθολογοῦσιν ἄρρενας ἅμα καὶ θηλείας ὑπάρχειν, καὶ παρ' ἐνιαυτὸν ἀλλήλας ὀχεύειν, τῆς ἀληθείας οὐχ οὕτως ἐχούσης. [3] ἑκατέρου γὰρ τοῦ γένους ἁπλῆν ἔχοντος καὶ ἀνεπίμικτον τὴν φύσιν, προσώρισται τὸ ψευδογραφοῦν καὶ παρακρουόμενον τοὺς εἰκῇ θεωροῦντας· τῇ μὲν γὰρ θηλείᾳ πρόσκειταί τι κατὰ τὴν φύσιν παρεμφερὲς ἄρρενι μορίῳ, τῷ δὲ ἄρρενι κατὰ τὸ ἐναντίον ἔμφασις θηλείας φύσεως. ὁ δ' αὐτὸς λόγος καὶ ἐπὶ πάντων τῶν ζῴων, γινομένων μὲν πρὸς ἀλήθειαν πολλῶν καὶ παντοδαπῶν τεράτων, μὴ τρεφομένων δὲ καὶ εἰς τελείαν αὔξησιν ἐλθεῖν οὐ δυναμένων. ταῦτα μὲν εἰρήσθω πρὸς διόρθωσιν δεισιδαιμονίας.