Ησυχίου Βίος Ομήρου
←Vita Romana | Βίος Ομήρου Συγγραφέας: Βίοι Ομήρου και η Σούδα |
Αγώνας Oμήρου καὶ Ησιόδου→ |
Βιογράφοι. Vitarum scriptores graeci minores. Edidit Antonius Westermann. Brunsvigae, 1845, σελ. 31-33. |
Αυτός ο βίος, που γράφτηκε από τον Ησύχιο τον Μιλήσιο στο Λεξικό του, διατηρείται στο λήμμα της Σούδας για τον Όμηρο. Μόνο οι πρώτες 55 γραμμές είναι από τον Ησύχιο:[1] το υπόλοιπο λήμμα προέρχεται από τον Αθηναίο[2] και από τον Ηροδότειον βίον.[3] Αllen[4] αναπαράγει το πλήρες λήμμα της Σούδας και προσθέτει δύο αποσπάσματα από τον Ευστάθιο[5] και ένα άλλο από τον Τζέτζη.[6]
[1] Ὅμηρος ὁ ποιητὴς Μέλητος τοῦ ἐν Σμύρνῃ ποταμοῦ καὶ Κριθηίδος, ὡς δ᾽ ἄλλοι, Ἀπόλλωνος καὶ Καλλιόπης τῆς Μούσης, ὡς δὲ Χάραξ ὁ ἱστορικός, Μαίονος ἢ Μητίου καὶ Εὐμήτιδος μητρός, κατὰ δ᾽ ἄλλους Τηλεμάχου τοῦ Ὀδυσσέως καὶ Πολυκάστης τῆς Νέστορος. ἔστι δ᾽ ἡ τοῦ γένους τάξις κατὰ τὸν ἱστορικὸν Χάρακα αὕτη· Αἰθούσης Θρᾴσσης Λίνος, τοῦ δὲ Πίερος, τοῦ δ᾽ Οἴαγρος, τοῦ δ᾽ Ὀρφεύς, τοῦ δ᾽ Εὐκλέης, τοῦ δ᾽ Ἰδμονίδης, τοῦ δὲ Φιλοτέρπης, τοῦ δ᾽ Εὔφημος, ταῦ δ' Ἐπιφράδης, τοῦ δὲ Μελάνωπος, τοῦ δ᾽ Ἀπελλῆς, τοῦ δὲ Μαίων, ὃς ἦλθεν ἅμα ταῖς Ἀμαζόσιν ἐν Σμύρνῃ καὶ γήμας Εὔμητιν τὴν Εὐέπους τοῦ Μνησιγένους ἐποίησεν Ὅμηρον.
[2] ὁμοίως δὲ καὶ τὴν πατρίδα ἀμφίβολος διὰ τὸ ἀπιστηθῆναι ὅλως εἶναι θνητὸν τῷ μεγέθει τῆς φύσεως. οἱ μὲν γὰρ ἔφασαν γενέσθαι Σμυρναῖον, οἱ δὲ Χῖον, οἱ δὲ Κολοφώνιον, οἱ δ᾽ Ἰήτην, οἱ δὲ Κυμαῖον, οἱ δ᾽ ἐκ Τροίας, ἀπὸ χωρίου Κεγχρεῶν, οἱ δὲ Λυδόν, οἱ δ᾽ Ἀθηναῖον, οἱ δ᾽ Ἰθακήσιον, οἱ δὲ Κύπριον, οἱ δὲ Σαλωμίνιον, οἱ δὲ Κνώσσιον, οἱ δὲ Μυκηναῖον, οἱ δ᾽ Αἰγύπτιον, οἱ δὲ Θετταλόν, οἱ δ᾽ Ἰταλιώτην, οἱ δὲ Λευκανόν, οἱ δὲ Γρύνιον, οἱ δὲ Ῥωμαῖον, οὐ δὲ Ῥόδιον.
[3] καὶ προσηγορεύετο μὲν κυρίως Μελησιγένης· καὶ γὰρ ἐτέχθῃ παρὰ τῷ Μέλητι ποταμῷ κατὰ τοὺς Σμυρναῖον αὐτὸν γενεαλογοῦντας. ἐκλήθη δ᾽ Ὅμηρος διὰ τὸ πολέμου ἐνισταμένου Σμυρναίοις πρὸς Κολοφωνίους ὅμηρον δοθῆναι, ἢ τὸ βουλευομένων Σμυρναίων δαιμονίᾳ τινὶ ἐνεργείᾳ φθέγξασθαι καὶ συμβουλεῦσαι ἐκκλησίάζουσι περὶ τοῦ πολέμου.
[4] καὶ γέγονε δὲ πρὸ τοῦ τεθῆναι τὴν πρώτην ὀλυμπιάδα πρὸ ἐνιαυτῶν νζ', Πορφύριος δ᾽ ἐν τῇ φιλοσόφῳ ἱστορίᾳ πρὸ ρλβ' φησίν. ἐτέθη δ᾽ αὕτη μετὰ τὴν Τροίας ἅλωσιν ἐνιαυτοῖς ὕστερον υζ'. τινὲς δὲ μετὰ ρξ' μόνους ἐνιαυτοὺς τῆς Ἰλίου ἁλώσεως τετέχθαι ἱστοροῦσιν Ὅμηρον, ὁ δὲ ῥηθεὶς Πορφύριος μετὰ σοε'.
[5] γήμας δ᾽ ἐν Χίῳ Ἀρησιφόνην, τὴν Γνώτορος τοῦ Κυμαίου θυγατέρα, ἔσχεν υἱεῖς δύο καὶ θυγατέρα, ἣν ἔγημε Στασῖνος ὁ Κύπριος. οἱ δ᾽ υἱεῖς Εὐρυφῶν καὶ Θεόλαος.
[6] ποιήματα δ᾽ αὐτοῦ ἀναμφίλεκτα Ἰλιὰς καὶ Ὀδύσσεια. ἔγραψε δὲ τὴν Ἰλιάδα οὐχ ἅμα οὐδὲ κατὰ τὸ συνεχές, καθάπερ σύγκειται, ἀλλ᾿ αὐτὸς μὲν ἑκάστην ῥαψῳδίαν γράψας καὶ ἐπεδειξάμενος ἐν τῷ περινοστεῖν τὰς πόλεις τροφῆς ἕνεκεν ἀπέλιπεν. ὕστερον δὲ συνέτεθη καὶ συνετάχθη ὑπὸ πολλῶν καὶ μάλιστα ὑπὸ Πεισιστράτου τοῦ τῶν Ἀθηναίων τυράννου. ἀναφέρεται δὲ εἰς αὐτὸν καὶ ἄλλα τινὰ ποιήματα, Ἀμαζονία, Ἰλιὰς μικρά, Νόστοι, Ἐπικιχλίδες, Ἠθιέπακτος ἤτοι Ἴαμβοι, Βατραχομυομαχία, Ἀραχνομαχία, Γερανομαχία, Κεραμίς, Ἀμφιαράου ἐξέλασις, παίγνια, Οἰχαλίας ἅλωσις, Ἐπιθαλάμια, Κύκλος, Ὕμνοι, Κύπρια.
[7] γηραιὸς δὲ τελευτήσας ἐν τῇ νήσῳ τῇ Ἴῳ τέθαπται, τυφλὸς ἐκ παίδων γεγονώς, τὸ δ᾽ ἀληθές ὅτι οὐχ ἡττήθη ἐπιθυμίας, ἣ διὰ τῶν ὀφθαλμῶν ἄρχεται· καὶ παρὰ τοῦτο ἱστορήθη τυφλός. ἐπιγέγραπται δ᾽ ἐν τῷ τάφῳ αὐτοῦ τόδε τὸ ἐλεγεῖον, ὃ ὑπὸ τῶν Ἰητῶν ἐποιήθη χρόνῳ·
- ἐνθάδε τὴν ἱερὰν κεφαλὴν κατὰ γαῖᾳ καλύπτει,
- ἀνδρῶν ἡρώων κοσμήτορα, θεῖον Ὅμηρον.
Σημειώσεις
[Επεξεργασία]- ↑ West, Martin L. (2003). Homeric hymns. Homeric apocripha. Lives of Homer, LOEB Classical Library, σελ. 307.
- ↑ Αθήναιος ο Ναυκρατίτης, Δειπνοσοφισταί, α 15.
- ↑ Περί της του Ομήρου γενέσιος και βιοτής, 17-36 (σε αναδιάταξη).
- ↑ Homeri opera. Tomus V: hymnos, cyclum fragmenta, Margiten, Batrachomyomachiam, vitas, continens. Recognovit brevique adnotatione critica instruxit Thomas W. Allen. Oxonii e typographeo clarendoniano, 1912, σελ. 253-267.
- ↑ Ευστάθιος Θεσσαλονίκης, Παρεκβολή στην Οδύσσειαν, μ 63· Παρεκβολή στην Ιλιάδα, δ 17.
- ↑ Ιωάννης Τζέτζης, Χιλιάδες, 626-665.