Ευνούχος
←Ἑρμότιμος ἢ Περὶ αἱρέσεων | Εὐνοῦχος Συγγραφέας: |
Ὄνειρος ἢ Ἀλεκτρυών→ |
Διάλογος |
«Εἰ γὰρ ἀπὸ πώγωνος, ἔφη, βαθέος κρίνεσθαι δέοι τοὺς φιλοσοφοῦντας, τὸν τράγον ἂν δικαιότερον προκριθῆναι πάντων». 9. 14
1 Πόθεν, ὠ Λυκῖνε, καὶ τί γελῶν ἡμῖν ἀφῖξαι ; ἀεὶ μὲν γὰρ φαιδρὸς ὢν τυγχάνεις, τουτὶ δὲ πλέον τοῦ συνήθους εἶναί μοι δοκεῖ, ἐφ᾽ ὅτῳ μηδὲ κατέχειν δυνατὸς εἶ τὸν γέλωτα.
Λυκῖνος
ἐξ ἀγορᾶς μὲν ἥκω σοι, ὦ Πάμφιλε: τοῦ γέλωτος δὲ αὐτίκα κοινωνὸν ποιήσομαί σε, ἢν ἀκούσῃς οἵᾳ δίκῃ δικαζομένῃ παρεγενόμην, φιλοσόφων πρὸς ἀλλήλους ἐριζόντων.
Πάμφιλος
Kαὶ τοῦτο μὲν ὡς ἀληθῶς γελοῖον λέγεις, τὸ φιλοσοφοῦντας δικάζεσθαι πρὸς ἀλλήλους, δέον, εἰ καί τι μέγα εἴη, κατ᾽ εἰρήνην ἐν σφίσι διαλύεσθαι τὰ ἐγκλήματα.
Λυκῖνος
2 Πόθεν, ὦ μακάριε, κατ᾽ εἰρήνην ἐκεῖνοι, οἵ γε ξυμπεσόντες ὅλας ἁμάξας βλασφημιῶν κατεσκέδασαν ἀλλήλων, κεκραγότες καὶ ὑπερδιατεινόμενοι;
Πάμφιλος
ἦ που, ὦ Λυκῖνε, περὶ τῶν λόγων διεφέροντο τὰ συνήθη ταῦτα, ἑτερόδοξοι τυγχάνοντες;
Λυκῖνος
Οὐδαμῶς, ἀλλ᾽ ἑτεροῖόν τι τοῦτο ἦν: ὁμόδοξοι γὰρ ἄμφω καὶ ἀπὸ τῶν αὐτῶν λόγων. Δίκη δὲ ὅμως συνειστήκει καὶ δικασταὶ ψηφοφοροῦντες ἦσαν οἱ ἄριστοι καὶ πρεσβύτατοι καὶ σοφώτατοι τῶν ἐν τῇ πόλει καὶ ἐφ᾽ ὧν ἄν τις ᾐδέσθη παρὰ μέλος τι φθεγξάμενος, οὐχ ὅπως ἐς τοσαύτην ἀναισχυντίαν τραπόμενος.
Πάμφιλος
Οὐκοῦν λέγοις ἂν ἤδη τὸ κεφάλαιον τῆς δίκης, ὡς καὶ αὐτὸς εἰδείην ὅ τι σοὶ τὸ κεκινηκὸς εἴη τὸν τοσοῦτον γέλωτα.
Λυκῖνος
3 Συντέτακται μέν, ὦ Πάμφιλε, ὡς οἶσθα, ἐκ βασιλέως μισθοφορά τις οὐ φαύλη κατὰ γένη τοῖς φιλοσόφοις, Στωϊκοῖς λέγω καὶ Πλατωνικοῖς καὶ Ἐπικουρείοις, ἔτι δὲ καὶ τοῖς ἐκ τοῦ Περιπάτου, τὰ ἴσα τούτοις ἅπασιν. ἔδει δὲ ἀποθανόντος αὐτῶν τινος ἄλλον ἀντικαθίστασθαι δοκιμασθέντα ψήφῳ τῶν ἀρίστων. καὶ τὰ ἆθλα οὐ βοείη τις ἦν, κατὰ τὸν ποιητήν, οὐδὲ ἱερεῖον, ἀλλὰ μύριαι κατὰ τὸν ἐνιαυτόν, ἐφ᾽ ὅτῳ συνεῖναι τοῖς νέοις.
Πάμφιλος
Οἶδα ταῦτα: καὶ τινά φασιν αὐτῶν ἔναγχος ἀποθανεῖν, τῶν Περιπατητικῶν οἶμαι τὸν ἕτερον.
Λυκῖνος
Αὕτη, ὦ Πάμφιλε, ἡ Ἑλένη ὑπὲρ ἧς ἐμονομάχουν πρὸς ἀλλήλους, καὶ ἄχρι γε τούτου γελοῖον οὐδὲν πλὴν ἐκεῖνο ἴσως, τὸ φιλοσόφους εἶναι φάσκοντας καὶ χρημάτων καταφρονεῖν ἔπειτα ὑπὲρ τούτων ὡς ὑπὲρ πατρίδος κινδυνευούσης καὶ ἱερῶν πατρῴων καὶ τάφων προγονικῶν ἀγωνίζεσθαι.
Πάμφιλος
4 Τὰ πάτρια ἐγίγνετο αὐτοῖς ὁ πόλεμος. τὰ μετὰ ταῦτα δὲ ἤδη ἄκουε. πολλοὶ μὲν γὰρ καὶ ἄλλοι τὸν ἐπιτάφιον τοῦ ἀποθανόντος ἐκείνου ἠγωνίζοντο· δύο δὲ μάλιστα ἦσαν οἱ ἀμφήριστοι αὐτῶν, Διοκλῆς τε ὁ πρεσβύτης — οἶσθα ὃν λέγω, τὸν ἐριστικὸν — καὶ Βαγώας ὁ εὐνοῦχος εἶναι δοκῶν. τὰ μὲν οὖν τῶν λόγων προηγώνιστο αὐτοῖς καὶ τὴν ἐμπειρίαν ἑκάτερος τῶν δογμάτων ἐπεδέδεικτο καὶ ὅτι τοῦ Ἀριστοτέλους καὶ τῶν ἐκείνῳ δοκούντων εἴχετο· καὶ μὰ τὸν Δί᾽ οὐδέτερος αὐτῶν ἀμείνων ἦν.
5 Τὸ δ᾽ οὖν τέλος τῆς δίκης ἐς τοῦτο περιέστη: ἀφέμενος γὰρ ὁ Διοκλῆς τοῦ δεικνύναι τὰ αὑτοῦ μετέβαινεν ἐπὶ τὸν Βαγώαν καὶ διελέγχειν ἐπειρᾶτο μάλιστα τὸν βίον αὐτοῦ: κατὰ ταὐτὰ δὲ καὶ ὁ Βαγώας ἀντεξήταζε τὸν ἐκείνου βίον.
Πάμφιλος
Εἰκότως, ὦ Λυκῖνε: καὶ τὰ πλείω γε τοῦ λόγου περὶ τούτου μᾶλλον ἐχρῆν εἶναι αὐτοῖς: ὡς ἔγωγε, εἰ δικάζων ἐτύγχανον, ἐπὶ τῷ τοιούτῳ τὸ πλεῖον διατρῖψαι ἄν μοι δοκῶ, τὸν ἄμεινον βιοῦντα μᾶλλον ἢ τὸν ἐν τοῖς λόγοις αὐτοῖς προχειρότερον ζητῶν καὶ οἰκειότερον τῇ νίκῃ νομίζων.
Λυκῖνος
6 Εὖ λέγεις, κἀμὲ ὁμόψηφον ἐν τούτῳ ἔχεις. ἐπεὶ δὲ ἅλις μὲν εἶχον βλασφημιῶν, ἅλις δὲ ἐλέγχων, τὸ τελευταῖον ἤδη ὁ Διοκλῆς ἔφη μηδὲ τὴν ἀρχὴν θεμιτὸν εἶναι τῷ Βαγώᾳ μεταποιεῖσθαι φιλοσοφίας καὶ τῶν ἐπ᾽ αὐτῇ ἀριστείων εὐνούχῳ γε ὄντι, ἀλλὰ τοὺς τοιούτους οὐχ ὅπως τούτων ἀποκεκλεῖσθαι ἠξίου, ἀλλὰ καὶ ἱερῶν αὐτῶν καὶ περιρραντηρίων καὶ τῶν κοινῶν ἁπάντων συλλόγων, δυσοιώνιστόν τι ἀποφαίνων καὶ δυσάντητον θέαμα, εἴ τις ἕωθεν ἐξιὼν ἐκ τῆς οἰκίας ἴδοι τοιοῦτόν τινα. καὶ πολὺς ἦν ὁ περὶ τούτου λόγος, οὔτε ἄνδρα οὔτε γυναῖκα εἶναι τὸν εὐνοῦχον λέγοντος, ἀλλά τι σύνθετον καὶ μικτὸν καὶ τερατῶδες, ἔξω τῆς ἀνθρωπείας φύσεως.
Πάμφιλος
Καινόν γε τὸ ἔγκλημα φής, ὦ Λυκῖνε, καὶ ἤδη γελᾶν καὶ αὐτός, ὦ ἑταῖρε, προάγομαι τῆς παραδόξου ταύτης κατηγορίας ἀκούων. Τί δ᾽ οὖν ἅτερος; ἆρα τὴν ἡσυχίαν ἤγαγεν ἤ τι πρὸς ταῦτα καὶ αὐτὸς ἀντειπεῖν ἐτόλμησεν;
7 Τὰ μὲν πρῶτα ὑπ᾽ αἰδοῦς καὶ δειλίας — οἰκεῖον γὰρ αὐτοῖς τὸ τοιοῦτον — ἐπὶ πολὺ ἐσιώπα καὶ ἠρυθρία καὶ ἰδίων φανερὸς ἦν, τέλος δὲ λεπτόν τι καὶ γυναικεῖον ἐμφθεγξάμενος οὐ δίκαια ποιεῖν ἔφη τὸν Διοκλέα φιλοσοφίας ἀποκλείοντα εὐνοῦχον ὄντα, ἧς καὶ γυναιξὶ μετεῖναι· καὶ παρήγοντο Ἀσπασία καὶ Διοτίμα καὶ Θαργηλία συνηγορήσουσαι αὐτῷ, καί τις Ἀκαδημαϊκὸς εὐνοῦχος ἐκ Πελασγῶν τελῶν, ὀλίγον πρὸ ἡμῶν εὐδοκιμήσας ἐν τοῖς Ἕλλησιν. ὁ Διοκλῆς δὲ κἀκεῖνον αὐτόν, εἰ περιῆν καὶ τῶν ὁμοίων μετεποιεῖτο, εἶρξαι ἂν οὐ καταπλαγεὶς αὐτοῦ τὴν παρὰ τοῖς πολλοῖς δόξαν καί τινας καὶ αὐτὸς ἀπεμνημόνευε λόγους καὶ πρὸς ἐκεῖνον ὑπό τε Στωϊκῶν καὶ Κυνικῶν μάλιστα εἰρημένους πρὸς τὸ γελοιότερον ἐπὶ τῷ ἀτελεῖ τοῦ σώματος.
8 ἐν τούτοις ἦν τοῖς δικασταῖς ἡ διατριβή· καὶ τὸ κεφάλαιον ἤδη τοῦ σκέμματος τοῦτο ἐτύγχανεν, εἰ δοκιμαστέος εὐνοῦχος ἐπὶ φιλοσοφίαν παραγγέλλων καὶ νέων προστασίαν ἐγχειρισθῆναι ἀξιῶν, τοῦ μὲν καὶ σχῆμα καὶ σώματος εὐμοιρίαν προσεῖναι φιλοσόφῳ δεῖν λέγοντος, καὶ τὸ μέγιστον, πώγωνα βαθὺν ἔχειν αὐτὸν καὶ τοῖς προσιοῦσι καὶ μανθάνειν βουλομένοις ἀξιόπιστον καὶ πρέποντα ταῖς μυρίαις ἃς χρὴ παρὰ βασιλέως ἀποφέρεσθαι, τὸ δὲ τοῦ εὐνούχου καὶ τῶν βακήλων χεῖρον εἶναι· τοὺς μὲν γὰρ κἂν πεπειρᾶσθαί ποτε ἀνδρείας, τοῦτον δὲ ἐξ ἀρχῆς εὐθὺς ἀποκεκόφθαι καὶ ἀμφίβολόν τι ζῷον εἶναι κατὰ ταὐτὰ ταῖς κορώναις, αἳ μήτε περιστεραῖς μήτε κόραξιν ἐναριθμοῖντο ἄν,
9 τοῦ δ᾽ οὐ σωματικὴν λέγοντος εἶναι τὴν κρίσιν, ἀλλὰ τῆς ψυχῆς καὶ τῆς γνώμης ἐξέτασιν δεῖν γίγνεσθαι καὶ τῆς τῶν δογμάτων ἐπιστήμης. εἶθ᾽ ὁ Ἀριστοτέλης ἐκαλεῖτο μάρτυς τοῦ λόγου, εἰς ὑπερβολὴν θαυμάσας Ἑρμείαν[1] τὸν εὐνοῦχον τὸν ἐκ τοῦ Ἀταρνέως τύραννον ἄχρι τοῦ καὶ θύειν αὐτῷ κατὰ ταὐτὰ τοῖς θεοῖς. Καί τι καὶ ἐτόλμα προστιθέναι ὁ Βαγώας τοιοῦτον, ὡς πολὺ ἐπιτηδειότερος τοῖς νέοις εὐνοῦχος διδάσκαλος οὐδὲ διαβολήν τινα πρὸς αὐτοὺς ἐνδέξασθαι δυνάμενος οὐδὲ τὸ τοῦ Σωκράτους ἐκεῖνο ἔγκλημα παθεῖν ἂν ὡς διαφθείρων τὰ μειράκια. ἐπεὶ δὲ καὶ εἰς τὸ ἀγένειον μάλιστα ἐσκώφθη, χαριέντως τοῦτο, ὡς γοῦν ᾤετο, προσέρριψεν: εἰ γὰρ ἀπὸ πώγωνος, ἔφη, βαθέος κρίνεσθαι δέοι τοὺς φιλοσοφοῦντας, τὸν τράγον ἂν δικαιότερον προκριθῆναι πάντων.
10 ἐν τούτῳ τρίτος ἄλλος παρεστώς — τὸ δὲ ὄνομα ἐν ἀφανεῖ κείσθω — ‘ καὶ μήν’ ἔφη, ὦ ἄνδρες δικασταί, οὑτοσὶ ὁ τὰς γνάθους λεῖος καὶ τὸ φώνημα γυναικεῖος καὶ τὰ ἄλλα εὐνούχῳ ἐοικὼς εἰ ἀποδύσαιτο, πάνυ ἀνδρεῖος ὑμῖν φανεῖται: εἰ δὲ μὴ ψεύδονται οἱ περὶ αὐτοῦ λέγοντες, καὶ μοιχὸς ἑάλω ποτέ, ὡς ὁ ἄξων φησίν, ἄρθρα ἐν ἄρθροις ἔχων. ἀλλὰ τότε μὲν ἐς τὸν εὐνοῦχον ἀναφυγὼν καὶ τοῦτο κρησφύγετον εὑρόμενος ἀφείθη, ἀπιστησάντων τῇ κατηγορίᾳ τῶν τότε δικαστῶν ἀπό γε τῆς φανερᾶς ὄψεως: νῦν δὲ κἂν παλινῳδῆσαί μοι δοκεῖ τοῦ προκειμένου μισθοῦ ἕνεκα.
11 Tούτων δὴ λεγομένων παρὰ πάντων μέν γέλως ἐγίγνετο, ὡς τὸ εἰκός. Βαγώας δὲ μᾶλλον ἐταράττετο καὶ παντοῖος ἦν, ἐς μυρία τρεπόμενος χρώματα καὶ ψυχρῷ τῷ ἱδρῶτι ῥεόμενος, καὶ οὔτε συγκατατίθεσθαι τῷ περὶ τῆς μοιχείας ἐγκλήματι καλῶς ἔχειν ᾤετο οὔτε ἀχρεῖον αὑτῷ τὴν κατηγορίαν ταύτην ἐς τὸν παρόντα ἀγῶνα ἡγεῖτο εἶναι.
Πάμφιλος
Γελοῖα, ὦ Λυκῖνε, ὡς ἀληθῶς ταῦτα καὶ ἔοικεν οὐ τὴν τυχοῦσαν ὑμῖν διατριβὴν παρεσχῆσθαι. τὸ δ᾽ οὖν τέλος τί ἐγένετο καὶ πῶς ἔγνωσαν ὑπὲρ αὐτῶν οἱ δικασταὶ;
Λυκῖνος
12 οὐχ ὁμόψηφοι πάντες ἦσαν, ἀλλ᾽ οἱ μὲν ἠξίουν ἀποδύσαντας αὐτὸν ὥσπερ τοὺς ἀργυρωνήτους ἐπισκοπεῖν εἰ δύναται φιλοσοφεῖν τά γε πρὸς τῶν ὄρχεων· οἱ δὲ ἔτι γελοιότερον μεταστειλαμένους τινὰς τῶν ἐξ οἰκήματος γυναικῶν κελεύειν αὐτὸν συνεῖναι καὶ ὀπυίειν, καί τινα τῶν δικαστῶν τὸν πρεσβύτατόν τε καὶ πιστότατον ἐφεστῶτα ὁρᾶν εἰ φιλοσοφεῖ. μετὰ δὲ ἐπεὶ πάντας ὁ γέλως κατεῖχε καὶ οὐδεὶς ὅστις οὐ τὴν γαστέρα ἤλγει βρασσόμενος ὑπ᾽ αὐτοῦ, ἔγνωσαν ἀναπόμπιμον ἐς τὴν Ἰταλίαν ἐκπέμψαι τὴν δίκην.
13 Καὶ νῦν ἅτερος μὲν πρὸς τὴν τῶν λόγων ἐπίδειξιν, ὥς φασιν, γυμνάζεται καὶ παρασκευάζεται καὶ κατηγορίαν συγκροτεῖ καὶ τὸ τῆς μοιχείας ἔγκλημα ὑποκινεῖ, ἐναντιώτατον αὑτῷ καὶ οὗτος κατὰ τοὺς φαύλους τῶν ῥητόρων τοῦτο ποιῶν καὶ εἰς τοὺς ἄνδρας τὸν ἀντίδικον ἐκ τοῦ ἐγκλήματος καταλέγων· τῷ Βαγώᾳ δὲ ἕτερα, ὥς φασι, μέλει καὶ ἀνδρίζεται τὰ πολλὰ καὶ διὰ χειρὸς ἔχει τὸ πρᾶγμα καὶ τέλος κρατήσειν ἐλπίζει ἢν ἐπιδείξῃ ὡς οὐδὲν χείρων ἐστὶν τῶν τὰς ἵππους ἀναβαινόντων ὄνων. αὕτη γάρ, ὦ ἑταῖρε, φιλοσοφίας ἀρίστη κρίσις ἔοικεν εἶναι καὶ ἀπόδειξις ἀναντίλεκτος. ὥστε καὶ τὸν υἱὸν — ἔτι δέ μοι κομιδῇ νέος ἐστὶν — εὐξαίμην ἂν οὐ τὴν γνώμην οὐδὲ τὴν γλῶτταν ἀλλὰ τὸ αἰδοῖον ἕτοιμον ἐς φιλοσοφίαν ἔχειν.
- ↑ Ο Ερμείας, ευνούχος δούλος, κατάφερε να γίνει ο πεφωτισμένος τύραννος του Αταρνέως. Εχοντας συνανααστραφεί τους Πλατωνισές Έραστο και Κορίσκο, ασχολήθηκε με τη φιλοσοφία και ήταν στενός φίλος του Αριστοτέλη που παντρεύτηκε την ανιψιά του Πυθέα.